ΚΕΦ. Δ. Ζήτησις περὶ καθαρισμοῦ. Διὰ τοῦ εἰπεῖν ὅτι “ μετὰ ταῦτα ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὴν “ Ἰουδαίαν” καὶ τὰ ἑξῆς, δείκνυσιν ὅτι ἐν μὲν ταῖς ἑορταῖς εἰς τὴν πόλιν ἀνίη, ὥστε ἐν μέσοις αὐτοῖς προτιθέναι τὰ δόγματα, καὶ τὴν ἀπὸ τῶν θαυμάτων ὠφέλειαν, μετὰ δὲ τὸ λυθῆναι τὰς ἑορτὰς, ἐπὶ τὸν Τορδάνην ἤρχετο ἐπειδὴ δὲ ἐνταῦθα πολλοὶ συνέ- τρεχον, τοὺς δὲ πολυοχλοῦντας ἀεὶ κατελάμβανε τόπους, οὐκ ἐπιδεικνύμενος οὐδὲ φιλοτιμούμενος, ἀλλὰ πλείοσι τὴν παρ’ ἑαυτοῦ παρέχειν ὠφέλειαν σπουδάζων. Εἰ δὲ καὶ λέγει ὁ Εὐαγγελιστὴς ἐνταῦθα, ὅτι ἐβάπτιζεν, οὐχ ὡς αὐτοῦ βαπτίζοντος τοῦτο φησὶν, ἀλλὰ τὸ τῶν μαθητῶν ἔργον b τοφρῶν Cod. εἰς τὸν διδάσκαλον ἀνήγαγεν. Καὶ γὰρ προιὼν φησὶν, ὅτι Ἰησοῦς οὐκ ἐβάπτιζεν, ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ· ὅθεν δηλονότι [τις] ἐνταῦθα τοῦτό φησιν, ὅτι αὐτοὶ ἐβάπτιζον μόνοι. τίνος δὲ ἕνεκεν αὐτὸς οὐκ ἐβάπτιζε; προλαβὼν ὁ Ἰωάννης εἶπεν, “ αὐτὸς ὑμᾶς βαπτί- “ σεῖ ἐν Πνεύματι Ἁγίῳ,” Πνεῦμα δὲ οὔπω ἦν δεδωκώς. ἐποίουν δὲ τοῦτο οἱ μαθηταὶ, βουλόμενοι πολλοὺς προσαγαγεῖν τῇ σωτη- ριώδει διδασκαλίᾳ. Τίνος δὲ ἕνεκεν τῶν μαθητῶν τοῦ Χριστοῦ βαπτιζόντων, οὐκ ἐπαύσατο ὁ Ἰωάννης τοῦτο ποιῶν, ἀλλὰ διαμεμένηκε καὶ αὐτὸς βαπτίζων· καὶ γάρ φησιν ὁ Εὐαγγελιστὴς, “ ἦν δὲ καὶ Ἰωάννης “ βαπτίζων ἐν Αἰνὼν” κ. τ. ἑ. καὶ μέχρι τῆς εἰς τὸ δεσμωτήριον κατακλείσεως τοῦτο ἐποίει. Τὸ γὰρ εἰπεῖν “ οὔπω ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης, δηλοῦντός ἐστι c ὅτι ἕως τότε οὐκ ἐπαύσατο βαπτίζων. τίνος οὖν ἕνεκεν ἕως τότε ἐβάπτιζεν; ἵνα τοὺς ἑαυτοῦ μαθητὰς εἰς πλείονα ζῆλον ἀναγάγῃ, καὶ φιλονεικωτέρους ἐργάσηται· μυριάκις βοῶν, καὶ τῶν πρωτείων ἀεὶ τῷ Χριστῷ παραχωρῶν, οὐκ ἔπεισεν αὐτοὺς αὐτῷ προσδραμεῖν, εἰ καὶ μὴ τοῦτο ἐποίει, πολλῷ μᾶλλον ἂν ἐποίησε. Διὰ τοῦτο δὲ καὶ ὁ Χριστὸς τότε μάλιστα ἤρξατο κηρύττειν, ὅτε ἐκ ποδῶν ὁ Ἰωάννης ἐγένετο. οἱ μὲν δὲ ὅτι καὶ διὰ τοῦτο συγχωρηθῆναι τὴν τελευτὴν Ἰωάννου ταχίστην αὐτῶν γενέσθαι, ὥστε πᾶσαν τοῦ πλήθους τὴν διάθεσιν ἐπὶ τὸν Χριστὸν μετελθεῖν, καὶ μηκέτι ταῖς τῶν ἀμφοτέρων αὐτοὺς σχίζεσθαι γνώμαις. Εἰ δέ τις ἐξετάζοι τι πλέον εἶχε τὸ τῶν μαθητῶν τοῦ Χριστοῦ βάπτισμα τοῦ Ἰωάννου, ἐροῦμεν, ὅτι οὐδέν. ἑκάτερα γὰρ ὁμοίως τῆς ἐκ τοῦ Πνεύματος χάριτος ἄμοιρα ἦν, καὶ αἰτία μία ἀμφοτέρως ἦν τοῦ βαπτίζειν, τὸ τῷ Χριστῷ προσάγειν τοὺς βαπτιζομένους. Τί σημαίνει ἡ γενομένη ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου πρός τινα Ἰουδαῖον περὶ καθαρισμοῦ; τὴν ζηλοτυπίαν αὐτῶν ἐμφαίνει, ἣν εἶχον ἀεὶ πρὸς τοὺς τοῦ Χριστοῦ μαθητὰς πρὸς αὐτόν τε τὸν Χριστὸν, ὡς τοῦ παρ’ αὐτῶν βαπτίσματος πλέον τι τῶν τοῦ Χριστοῦ μαθητῶν ἔχοντος· τοῦτο γὰρ πρὸς τὸν Ἰουδαῖον διελέγοντο. ὅτι γὰρ τοῦτό ἐστι, τὰ ἑξῆς δηλοῖ. “ Ἦλθον γάρ’ φησὶ, “ πρὸς c δηλοῦν ὅτι ἦν Cod. “ τὸν Ἰωάννην καὶ λέγουσι, ῥαββὶ, καὶ τὰ ἑξῆς. ὃς ἢν μετὰ σοῦ, τουτέστιν. ὃς τάξιν εἶχε μαθητοῦ, ἀποσχίσας βαπτίζει. “ ᾧ σὺ “μεμαρτύρηκας,” ἀντὶ τοῦ, ὃν σὺ ἐβάπτισας, ὃν σὺ ἐποίησας καὶ περίβλεπτον, τὰ αὐτὰ σοὶ τολμᾷ. Οὐ τοῦτο δὲ μόνον ᾤοντο παρακνίζειν τὸν διδάσκαλον, τουτέστι τὸν βαπτιστὴν, ἀλλὰ καὶ τὸ αὐτὸν παρευδοκιμεῖσθαι λοιπόν· “ πάντες γὰρ ἔα.. “ τᾶι πρὸς αὐτόν.” θέλων δὲ τέως καταπλῆξαι καὶ φοβῆσαι αὐτοὺς, καὶ δεῖξαι ὅτι οὐχ ἑτέρως ἀλλ’ ἢ τῷ Θεῷ πολεμοῦσιν, αὐτῷ πολεμοῦντες, ἀποκριθεὶς εἶπεν αὐτοῖς, “ οὐ δύναται ἄνθρωπος “ λαμβάνειν ἀφ’ ἑαυτοῦ οὐδέν’ καὶ τὰ ἑξῆς. Τὸ δὲ, “ ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἄνωθεν,” οὐδὲν ἄλλο δηλοῦντός ἐστιν d, ἣ ὅτι καὶ ἀδυνάτοις ἐπιχειροῦσι, καὶ θεομάχοι πάλιν εὑρίσκονται. ἐντεῦθεν αὐτοὺς καὶ παραμυθεῖται ἠρέμα, δεικνὺς, ὅτι οὐκ ἄνθρωπος ἀλλὰ Θεός ἐστιν ὁ παρευδοκιμῶν ἡμᾶς, καὶ ἡμεῖς δὲ, φησὶν, οὐδὲν οἴκοθεν ἔχομεν, ἀλλὰ πάντα ἐκ τοῦ Θεοῦ. Εἰ δὲ λαμπρότερα τὰ ἐκείνου, καὶ πάντες πρὸς αὐτὸν ἔρχονται, οὐ θαυμάζειν χρὴ, τοιαῦτα γὰρ τὰ θεῖα. Τὸ δὲ, “ αὐτοὶ ὑμεῖς μοι “ μαρτυρεῖτε, καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι εἰ ὅλως ἔχεσθέ, φησι, τῆς ἐμῆς μαρτυρίας, καὶ ἀληθῆ ταύτην ἡγεῖσθε, μάθετε ὅτι διὰ ταύτην μάλιστα οὐκ ἐμὲ ἐκείνου, ἀλλ’ ἐκεῖνον ἐμοῦ προτιμᾷν χρή. καὶ γὰρ εἰ μὴ προσῆλθεν ἡ νύμφη, τουτέστι ὁ λαὸς, ἤγουν ἡ Ἐκκλησίας, τῷ νυμφίῳ Χριστῷ, τότε ἃν ἤλγησα, νῦν δὲ τούτου γενομένου, ὡς φίλος χαρᾷ χαίρων διὰ τὸ ἐκ τῆς φωνῆς τοῦ νυμφίου τὴν νύμφην ἐπιγνῶναι αὐτόν. οὕτω γὰρ ἡ Ἐκκλησία διὰ τῆς διδασκαλίας ἁρμόζεται τῷ Θεῷ. Καὶ τὸ “ ὁ ἑστηκὼς” δὲ, οὐχ ἁπλῶς τέθεικεν, ἀλλὰ δεικνὺς ὅτι τὰ αὐτοῦ πέπαυται, καὶ ὅτι αὐτὸν λοιπὸν ἑστάναι χρή. καὶ γὰρ ἤνυσται, φησὶ, παρ’ ἐμοῦ τὸ ἔργον, ὃ γενέσθαι ἔδει· χρὴ τοίνυν τὰ ἡμέτερα ἐλαττοῦσθαι, αὔξειν δὲ τὰ ἐκείνου. Ἀμμωνίου πρεσβυτέρου. Διὰ τοῦ βαπτίσματος νυμφεύεται ὁ Χριστὸς τὴν Ἐκκλησίαν ἀναγεννηθεῖσαν· ἡ δὲ συζυγία αὕτη ἡ πνευματικὴ διὰ τοῦ διδασκαλικοῦ λόγου συνάπτει Θεῷ· παρθένος ἐστὶ καὶ ἁγνὴ καὶ νύμφη διὰ τὴν τῶν δογμάτων ὀρθότητα, ἡ αὐτὴ καὶ γυνή ἐστι τοῦ Χριστοῦ, ὡς ἀγαθὰς γεννῶσα πράξεις, d δηλοῦν τουτέστιν Cod. οὐκ ἀφ’ ἑαυτῆς, ἀλλὰ διὰ τοῦ ἐνσπείροντος ἐν αὐτῇ Χριστοῦ, ἧς οὐδεὶς τῶν γεννητῶν δύναται εἶναι νυμφίος, ἐπείπερ πρωτοτύπως e οὐδεὶς αὐτῶν ἐστι δοτὴρ ἀγαθῶν. Πᾶσα οὖν λογικὴ φύσις Ἀγγέλων τε καὶ ἀνθρώπων νύμφη εἰσιν. Νυμφίος ἐστὶν ὁ Χριστὸς καὶ ἡ Ἐκκλησία νύμφη, καὶ ὁ νυμφὼν ὁ τόπος τοῦ βαπτίσματος, ἔνθα γίνεται ἡ πνευματικὴ συνάφεια, ἐπειδὴ πάντα φαιδρὰ καὶ χαρᾶς ἀνάμεστα καἰ εὐφροσύνης Τί γὰρ μακαριώτερον τοῦ καθαρισθῆναι ἁμαρτιῶν καὶ κολληθῆναι Θεῷ, καὶ κοινωνὸν γενέσθαι θείας φύσεως διὰ τῆς τοῦ Ἁγίου Πνεύματος μετουσίας; ταῦτα γὰρ ὁ ἀρραβών· τὰ δὲ τελειώτερα ἐν τῷ μέλλοντι, ὅτε πάλιν εἰσελθὼν ὁ νυμφίος εἰσάγει σὺν αὐτῷ τὰς παρθένους ψυχάς. Πάντων πρὸς τὸν Ἰησοῦν ἀπιόντων, ἐλήλυθα γὰρ μαρτυρῆσαι αὐτῷ, ἵνα πάντες πιστεύσωσιν αὐτῷ δι’ ἐμοῦ. Οὔτε ὁ Χριστὸς αὔξει, οὔτε Ἰωάννης ἐλαττοῦται, ἀλλὰ δίκην ἑωσφόρου ὁ Ἰωάννης ὑπὸ τοῦ νοητοῦ ἡλίου σκέπεται. Ὁ Χριστὸς ὡς Θεὸς ἐπὶ πλεῖον αὔξει φανερούμενος· ἐμὲ δὲ δεῖ μένειν ἐν οἷς εἰμι. Τί σημαίνει ὅπερ εἶπεν, “ ὁ ἄνωθεν ἐρχό- “ μένος ἐπάνω πάντων ἐστί;” τὴν ὑπερβάλλουσαν δόξης ὑπεροχὴν, καὶ ὅτι οὐδενὸς δεῖταί ποτε, ἀλλ’ ἀρκῶν ἐστιν ἑαυτῷ. ταῦτα δὲ περὶ τοῦ Χριστοῦ ἔλεγε. Τὸ μηδὲ ἐκ τῆς γῆς ὄντα καὶ λαλοῦντα ἑαυτόν φησιν, οὐχ ὅτι δὲ ἐπίγεια ἐφθέγγετο, διὰ τοῦτο εἶπεν ἑαυτὸν ἐκ τῆς γῆς λαλεῖν, ἀλλὰ πρὸς τὴν τοῦ Χριστοῦ διδασκαλίαν παραβάλλων ἑαυτὸν, εὐτελῆ καὶ ταπεινὰ καὶ μικρὰ ταῦτα ἐλογίζετο. “ Ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ. Οὐκ ἰσομέτρως ἐνεργήσει, φησὶν, εἰς τὸ δύνασθαι πείθειν ὁ γηγενὴς τῷ ἐπὶ πάντας ὄντι Θεῷ. Λαλήσει μὲν γὰρ ὡς ἄνθρωπος ἐπὶ τῆς γῆς, καὶ ἐν μόνῃ συμβούλου κείσεται τάξει. Ἐπάνω πάντων ἐστὶ τῶν πεποιημένων, οὐχ ὡς ἐν πάσῃ καταριθμούμενος, ἀλλ’ ὡς πάντων ἐξῃρημένος καὶ τοῖς πᾶσι θεοπρεπῶς ἐποχούμενος ὁ ἄνωθεν ἐρχόμενος, τουτέστιν ὁ τῆς ἄνωθεν ῥίζης ἐκπεφυκὼς, τὴν πατρῴαν ἐφ’ ἑαυτῷ φυσικῶς ἀποσώζων εὐφυίαν, τὸ ἐπάνω πάντων ὑπάρχειν ὁμολογουμένως κεκτήσεται· ἦν γὰρ δὴ e πρωτοτύπῳ Cod. καὶ ἀμήχανον, μὴ οὐχὶ πάντως τοιοῦτον ὁρᾶσθαι τὸν Υἱὸν, ὁποῖός περ ἂν νοοῖτο, καὶ κατὰ τὴν ἀξίαν ὁ γεννήσας αὐτόν. Ἀνθρωπινώτερον λαλεῖ διὰ τὴν σάρκα· τῇ γὰρ φύσει παντέλειος ὢν, πάντα ἀφ’ ἑαυτοῦ οἶδεν. Ὠριγένουσ. Ἐπεὶ γὰρ ὁ ἐρευνῶν τὰς γραφὰς εὑρίσκει αὐτὰς μαρτυρούσας περὶ Χριστοῦ, οὐκ ἠρεύνουν δὲ αὐτὰς Ἰουδαῖοι ὡς δεῖ, οὐδεὶς τῶν ἀνεξετάστως ταῖς γραφαῖς ἐντυγχανόντων ἐλάμβανε τὴν περὶ αὐτοῦ μαρτυρίαν, μόνου καὶ παντὸς τοῦ δυναμένου εἰπεῖν, “ ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκα- “ μὲν Ἱησοῦν·” λαμβάνοντος τὴν περὶ αὐτοῦ μαρτυρίαν καὶ σφραγίζοντος “ ὅτι ὁ Θεὸς ἀληθής ἐστι,” προσεπαγγειλάμενος τὸ Εὐαγγέλιον διὰ τῶν προφητῶν ἐν γραφαῖς ἁγίαις περὶ τοῦ Υἱοῦ αὐτοῦ. Ἀμμωνίου. Ἀντὶ τοῦ ἐπληροφορήθη, καὶ ἔχει ἀπόδειξιν σφραγίδα. Ἀπεστάλθαι λέγεται ὁ Υἱὸς ἀπὸ τοῦ Πατρὸς, ἢ διὰ τὴν ἔνσαρκον παρουσίαν, ἣ ὅτι ὁ Πατὴρ ἔχων ἐν ἑαυτῷ τὸν Υἱὸν οὐκ ἔκρυψεν, ἀλλ’ ἐξέλαμψεν αὐτὸν ἐκ τῆς ἰδίας φύσεως, ὡς ἐκ φωτὸς ἀπαύγασμα. Ἐξελήλυθε γὰρ ὁ Υἱὸς εἰς ἰδίαν ὕπαρξιν, εἰ καὶ ἐν αὐτῷ κατὰ φύσιν ἐστίν. Ἀπολιναρίου. Ἐπεὶ οὖν τὰ ἐκείνου φθέγγεται, ὁ τε ὁ τε ἀπιστῶν, ἐκείνῳ καὶ πιστεύει καὶ ἀπιστεῖ. Τὸ δὲ “ ἐσφράγισεν” ἀντὶ τοῦ ἔδειξε. Τί ἐστι τὸ, “ οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα;” ἐνταῦθα τὴν ἐνέργειαν λέγει· ἡμεῖς μὲν οὖν, φησὶ, μέτρῳ τὴν ἐνέργειαν τοῦ Πνεύματος ἐλάβομεν, αὐτὸς δὲ οὐχ οὕτως, ἀλλὰ ἀμέτρητον ἔχει καὶ ὁλόκληρον πᾶσαν τὴν ἐνέργειαν. Ἀμμωνίου. Ὡς πηγὴ ὣν τοῦ Πνεύματος δίδωσιν αὐτὸς ἐνέργειαν, λέγει τοῦ Πνεύματος, ἣν οἱ ἄνθρωποι μέτρῳ λαμβάνουσιν. Αὐτὸς γὰρ ὁλόκληρον ἔχει πᾶσαν. ὅλον ἔχει τὸ Πνεῦμα ὁ Υἱὸς οὐσιωδῶς, οὐ μὴν ἐκ μέρους ὡς κτίσμα. Διὸ καὶ αὐτὸς αὐτὸ δίδωσιν, οἱ δὲ ἅγιοι διὰ ἱκεσίας ποιοῦσι τὸν Χριστὸν δι’ αὐτῶν ἐπιχορηγῆσαι τὸ Πνεῦμα. Εἰπὼν δὲ ὅτι “ ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν “ ἐν τῇ χειρὶ αὐτοῦ,” ὡς περὶ ἀνθρώπου δείκνυται διαλεγομένου τινὸς θαυμαστοῦ, ὅθεν ἐπὶ τὸ ταπεινότερον ἄγει τὸν λόγον, ἐν τῷ εἰπεῖν “ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ·” τοῦτο δὲ ποιεῖ εὐπαράδεκτον κατασκευάζων τὸν λόγον. Εἶτα δὲ καὶ αἰώνιον ἔχειν ζωὴν τὸν εἰς τὸν Υἱὸν πιστεύοντα διαμαρτύρεται· τὸν δὲ ἀπειθοῦντα αὐτῷ ἐκπίπτειν αὐτῆς, καὶ τὴν ὀργὴν τοῦ Θεοῦ μένειν ἐπ’ αὐτόν. Ἀμμωνίου πρεσβυτέρου. τότε πληροῦται τοῦτο, ὅτε κατὰ τὸν τῆς δευτέρας παρουσίας καιρὸν, πᾶν γόνυ αὐτῷ κάμπτει ἀποβαλόντων ἣν ἔχουσι κακίαν. χεῖρα ὧδε τὴν δύναμιν καλεῖ, ἣν ἔχει ὁ υἱὸς φυσικῶς καὶ οὐ μεταληπτῶς. Κυρίλλου. Ζωὴ μὲν γὰρ κατὰ φύσιν ὁ μονογενὴς, “ ἐν αὐτῷ “ γὰρ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν·” εἰσοικίζεται δὲ πάντως ἡμῶν τῆς πίστεως, καὶ κατοικεῖ διὰ τοῦ Ἁγίου Πνεύματος. Ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν τῶν ἁγίων ζωὴν, περὶ ἧς καὶ ὁ ψαλμῳδός φησι, “ τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν “ ἡμέραν ἱδεῖν ἀγαθήν;” καὶ ὁ Παῦλος δέ φησι πρὸς τοὺς τῇ κακίᾳ νενεκρωμένους· “ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυ- “ πται ἐν τῷ Θεῷ σὺν τῷ Χριστῷ. ὅταν ὁ Χριστὸς φανερωθῇ, “ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς φανερωθήσεσθε ἐν δόξῃ.” οὐκ εἶπε δὲ, μένει αὐτὸν, ἀλλ’ ἐπ’ αὐτὸν, δεικνὺς ὅτι οὐδέποτε αὐτοῦ ἀποστήσεται· ἵνα γὰρ μὴ νομίσῃ τις θάνατον εἶναι πρὸς καιρὸν τὸ οὐκ ὄψεται ζωὴν, ἀλλ’ ἵνα πιστεύσῃ ὅτι διηνεκῶς ἐστιν εἰς τὴν κόλασιν τοῦτο τέθεικε, διὰ τούτων αὐτοῦ τῶν ῥημάτων ὠθῶν πρὸς τὸν Χριστὸν, οὐκ αὐτοὺς δὲ μόνον, ἀλλὰ καὶ πάντας· καὶ γὰρ καθολικὴν ἐποιήσατο τὴν παραίνεσιν. αὐτὸς μὲν ὁ Χριστὸς οὐκ ἐβάπτιζεν, οἱ δὲ ἀπαγγέλλοντες βουλόμενοι διεγεῖραι τοὺς ἀκούοντας εἰς φθόνον τοῦτο ἀπήγγελλον, αὐτὸς δὲ ἀνεχώρει, οὐ δειλίας χάριν, ἀλλ’ ἐκκόπτων αὐτῶν τὴν βασκανίαν καὶ παραμυθούμενος τὸν φθόνον· δυνατὸς μὲν γὰρ ἦν, καὶ ἐπελθόντας ἐπισχεῖν, ἀλλ’ οὐκ ἠβούλετο συνεχῶς τοῦτο ποιεῖν, ὥστε μὴ ἀπιστεῖσθαι τῆς σαρκὸς τὴν οἰκονομίαν. ΚΕΦ. Ε. Περὶ τῆς Σαμαρείτιδος. Ὥσπερ ἔργον αὐτὸν ποιούμενον τὴν τῆς Σαμαρείτιδος ὁδὸν, φησὶν ὁ Εὐαγγελιστὴς τὸ “ ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς “ Σαμαρείας·” τοῦτο δὲ ἐγίνετο, ὥστε πᾶσαν ἐκκοπῆναι ἀπολογίαν· ὅταν γὰρ ἀπήλαυνον, τότε τῆς τῶν ἐθνῶν ἥπτετο Ἀμμωνίου πρεσβυτέρου. Ὅμοροι ἦσαν τῶν Ἰουδαίων οἱ Σαμαρεῖται, διὸ καὶ ἀπὸ τῆς πηγῆς ἔπινον τοῦ Ἰακώβ. Ἄξιον Ἄξιον δὲ εἰπεῖν καὶ πόθεν οἱ Σαμαρεῖται συνέστησαν· καὶ γὰρ ὁ τόπος οὗτος ἅπας Σαμάρεια ἐκαλεῖτο. Πόθεν οὖν τὴν προσηγορίαν ἔλαβε; Σόμορ τὸ ὄρος ἐλέγετο ἀπὸ τοῦ κτησαμένου, καθάπερ καὶ Ησαΐας φησὶ, “ καὶ ἡ κεφαλὴ Σομόρων Ἐφραΐμ·” ἀλλ’ οἱ οἰκοῦντες οὐ Σαμαρεῖται ἀλλ’ Ἰσραηλῖται ἐλέγοντο. Κρόνου δὲ προἰόντος προσέκρουσαν τῷ Θεῷ, καὶ βασιλεύσαντος Φακὲς ἀνελθὼν Θελγαφαλάσσαρ πόλεις τε εἷλε πολλὰς, καὶ ἐπέθετο τῷ Ηλᾷ, καὶ φόρου ἐποίησεν ὑποτελεῖς. Ἀλλ οὗτος τὸ μὲν πρῶτον εἶξεν, ὕστερον δὲ ἀπέστη τῆς ἀρχῆς, καὶ πρὸς τὴν τῶν Αἰθιόπων κατέφυγε συμμαχίαν. ἔρω τοῦτο ὁ Ἀσσύριος, καὶ ἐπιστρατεύσας καὶ ἀνελὼν αὐτοὺς, οὐκ ἔτι τὸ ἔθνος ἐκεῖ μένειν ἀφίησι διὰ τὴν τῆς ἀποστάσεως ὑποψίαν, ἀλλὰ τούτους τοὺς μὲν εἰς Βαβυλῶνα ἤγαγε καὶ Μήδους, ἐκεῖθεν δὲ ἔθνη διαφόρων τόπων ἀγαγὼν κατῴκισεν ἐν τῇ Σαμαρείᾳ, ὥστε λοιπὸν ἀσφαλῆ αὐτῷ τὴν ἀρχὴν εἶναι, τῶν οἰκείων ἐχόντων τὸν τόπον. τούτων δὲ γινομένων, βουλόμενος ὁ Θεὸς δεῖξαι τὴν αὐτοῦ δύναμιν, ὅτι οὐ δι’ ἀσθένειαν ἐξέδωκεν Ἰουδαίους, ἀλλὰ διὰ ἁμαρτίας, ἐπαφίησι λέοντας τοῖς βαρβάροις, οἵτινες ἐλυμαίνοντο τὸ ἔθνος ἅπαν. Ἀπηγγέλη οὖν ταῦτα τῷ βασιλεῖ, καὶ πέμπει ἱερέα τινὰ τὸν παραδώσοντα αὐτοῖς τὸν τοῦ Θεοῦ νόμον, ἀλλ’ ὅμως οὐδὲ οὕτως ἐξ ὁλοκλήρου τῆς ἀσεβείας ἀπέστησαν, ἀλλ’ ἐξ ἡμισείας. Χρόνου δὲ προἰόντος τῶν μὲν εἰδώλων ἀπεπήδησαν, ἐσέβοντο δὲ τὸν Θεὸν, καὶ τῶν πραγμάτων ἐν τούτοις ὄντων, ἐπανελθόντες οἱ Ἰουδαῖοι λοιπὸν ζηλοτύπως πρὸς αὐτοὺς εἶχον, ἅτε πρὸς ἀλλοφύλους κα πολεμίους, καὶ ἄπο του ὄρους Σαμαρείτας αὐτοὺς ἅλον, καὶ οὐ μικρὰ ἐντεῦθεν ἦν πρὸς αὐτοὺς ἡ φιλονεικία. οὐδὲ ταῖς γραφαῖς πάσαις ἐκέχρηντο, ἀλλὰ τὰ Μωϋσέως μόνα δεχόμενοι, τῶν ἄλλων προφητῶν οὐδένα ἐποιοῦντο λέγον. Ἐφιλονείκουν εἰς τὴν εὐγένειαν εἰσωθεῖν ἑαυτοὺς τὴν Ἰουδαϊκὴν, καὶ ἐφιλοτιμοὕντο ἐπὶ τῷ Ἀβραὰμ, καὶ πρόγονον αὐτὸν ἀπεγράφοντο, ἅτε ἀπὸ τῆς Χαλδαίας ὄντα· καὶ τὸν Τακὼβ δὲ πατέρα ἐκάλουν, ἅτε ἐκείνου ὄντα ἀπόγονον. οἱ δὲ Ἰουδαῖοι τὰ μὲν πάντων τῶν ἐθνικῶν, καὶ τούτους ἐβδελύσσοντο, ὅθεν καὶ τῷ Κυρίῳ Ἰησοῦ ὀνειδίζοντες ἔλεγον, “ Σαμαρείτης εἶ σύ·” καὶ αὐτὸς δὲ τοῖς μαθηταῖς ἐκέλευε λέγων, “ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε.” οὐ τῆς ἱστορίας δὲ ἕνεκεν τοῦ τόπου μόνον ἀνέμνησεν ἡμᾶς τοῦ Ἰακὼβ ὁ Εὐαγγελιστὴς, ἀλλὰ καὶ ὑπὲρ τοῦ δεῖξαι τὴν ἀποβολὴν τὴν Ἰουδαικὴν πάλαι γεγενημένην. Καὶ γὰρ ἐπὶ τῶν προγόνων αὐτῶν τοὺς τόπους αὐτῶν ἀντ’ αὐτῶν κατέσχον ἐκεῖνοι. Ἃ γὰρ οἱ προ- πάτορες αὐτῶν ἔσχον οὐκ ὄντα αὐτῶν, ταῦτα διὰ τὴν ἀσέβειαν ὄντα αὐτῶν, ἀπώλεσαν οὗτοι. Τίνος οὖν ἕνεκεν ἀκριβολογεῖται ὁ Εὐαγγελιστὴς περὶ τοῦ τόπου λέγων, “ ἔρχεται εἰς πόλιν Σαμαρείας,” καὶ τὰ ἑξῆς; ἵνα ὅταν ἀκούσωμεν τῆς γυναικὸς λεγούσης, “ Ἰακὼβ ὁ πατὴρ ἡμῶν “ ἔδωκεν ἡμῖν τὴν πηγὴν ταύτην,” μὴ ξενισθῶμεν· ὁ γὰρ τόπος ἐκεῖνος ἦν ἔνθα ὑπὲρ τῆς Δίνας οἱ περὶ τὸν Λευῒ καὶ Συμεὼν ἀγανακτοῦντες τὸν χαλεπὸν ἐκεῖνον εἰργάσαντο φόνον. Εἰπὼν δὲ κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ἔδειξεν ὅτι οὕτως ἐβάδιζεν εὐτόνως, ὡς καὶ κοπιᾶσαι, οὐδὲ γὰρ ὑποζυγίοις ἐκέχρητο· πανταχοῦ παιδεύων ἡμᾶς τὸ αὐτουργὸν καὶ ἀπέριττον, καὶ μὴ πολλῶν δεῖσθαι. ὁ δὲ οὕτως ἀντὶ τοῦ ὡς ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ ὅτι οὐκ ἐπὶ θρόνου, ἀλλ’ ἐπ’ ἐδάφους ἐκάθητο, ἀναπαύων τὸ σῶμα, καὶ παρὰ τὴν πηγὴν ἀναψύχων αὐτό· ἦν γὰρ ἡμέρα μέση. τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, “ ὥρα ἦν ὡσεὶ ἕκτη.” οὐ τὸ ἐπίπονον δὲ ἀλλὰ καὶ τὸ ἄτυφον ἐντεῦθεν δείκνυται, ἐκ τοῦ μόνον αὐτὸν ἐπὶ τῆς ὁδοῦ καταλειφθῆναι. Μανθάνωμεν δὲ καὶ τὸ περὶ τὰς τροφὰς ἠμελημένον, ἐκ τοῦ ἀπελθεῖν τοὺς μαθητὰς αὐτοῦ εἰς τὸ ἀγοράσαι ἄρτους, ὅπως καὶ ἡμεῖς παιδευθῶμεν κρατεῖν γαστρὸς καὶ καταφρονεῖν διαφόρων ἐδεσμάτων, καὶ μὴ περισπούδαστον τὴν ταύτης εἶναι νομίζειν λειτουργίαν. Χρὴ δὲ καὶ τοῦτο σκοπῆσαι, ὅτι ἐν ᾧ καιρῷ ἅπαντες ἀριστοποιοῦνται, οὗτοι τὰς τροφὰς ἠγόραζον· καὶ ἵνα μή τις ἀναισχυντῶν λέγῃ, ὅτι ὁ προστάσσων μὴ εἰς πόλιν Σαμαρειτῶν εἰσιέναι, Σαμαρείταις διαλέγεται, διὰ τοῦτο ὁ Εὐαγγελιστής φησιν, ὅτι αὐτῷ ἐπὶ τοῦ τόπου καθέδρα διὰ τὸν τόπον γέγονεν, οὐ μὴν διὰ τὸ συντυχεῖν τῇ γυναικὶ, καὶ περὶ τῆς γυναικὸς, ὅτι διὰ τὸ ἀντλῆσαι ὕδωρ ἐξῆλθε, παραγενόμενον δὲ τὸ γύναιον οὐκ ἐχρῆν λοιπὸν ἀπώσασθαι, οὕτω πολλὴν φιλομαθίαν ἐπιδεικνύμενον· διὸ καὶ εὔλογον αἰτίαν εἰσάγει τῆς πρὸς αὐτὸν διαλέξεως· αἰτεῖ γὰρ ὕδωρ διὰ τὸ δίψος. Πόθεν δὲ αὐτὸν Ἰουδαῖον νομίσασα εἶναί φησι πρὸς αὐτόν· “ πῶς σὺ Ἰουδαῖος ὢν,” καὶ τὰ ἑξῆς; ἀπὸ τοῦ σχήματος ἴσως καὶ τῆς διαλέξεως. χρὴ δὲ σκοπῆσαι, πῶς διεσκεμμένον ἦν τὸ γύναιον· εἰ γὰρ ἔδει φυλάξασθαι, τὸν Κύριον ἔδει, οὐκ ἐκείνην· οὐ γὰρ εἶπεν ὅτι Σαμαρεῖται Ἰουδαίοις οὐ συγχρῶνται, ἀλλὰ Ἰουδαῖοι Σαμαρείτας οὐ προσίενται, ἀλλ’ ὅμως ἡ γυνὴ οὐδὲ οὕτως ἐσίγησεν, ἀλλ’ ὡς οἴεται διορθοῦται τὸ μὴ κατὰ νόμον γινόμενον. Ὁ δὲ Χριστὸς πρότερον δείξας αὐτὴν ἀξίαν οὖσαν ἀκοῦσαι καὶ μὴ παροφθῆναι, τότε ἑαυτὸν ἐκκαλύπτει, καί φησι πρὸς αὐτήν· “ εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ” καὶ τὰ ἑξῆς· καὶ γὰρ εὐθέως μαθοῦσα ὅστις ἐστὶν, ὑπακούεσθαι καὶ προσέξειν αὐτῷ, διὸ καὶ ἐπιεικῶς πρὸς ταῦτα ἀποκρίνεται λέγουσα· “ Κύριε, οὔτε “ ἄντλημα ἔχεις,” καὶ τὰ ἑξῆς. Εἰποῦσα δὲ, “Κύριε,” ὅτι εὐθέως τῆς ταπεινῆς ὑπονοίας ἀπέστη, πολλὴν αὐτῷ τὴν τιμὴν ἀπονείμασα· καὶ ἄλλως μὲν ὁ Χριστὸς ἔλεγεν, ἄλλως δὲ ὑπώπτευεν ἐκείνη, “ πόθεν ἔχεις τὸ ὕδωρ τὸ ζῶν” λέγουσα. Προβάλλεται δὲ πατέρα τὸν Ἰακὼβ, εἰς τὴν Ἰουδαϊκὴν εἰσωθοῦσα ἑαυτὴν εὐγένειαν, καὶ ὅτι αὐτὸς ἐξ αὐτοῦ ἔπιεν, φησὶ, καὶ τὰ ἑξῆς. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτι οὐ δυνήσῃ δοῦναι ἕτερον τούτου βέλτιον, εἰ μή τι γε τοῦ Ἰακὼβ μείζονα ὁμολογεῖς εἶναι σαυτόν. οὕτως ἐκ πρώτης ἀποκρίσεως ἐδείξατο νόημα μέγα καὶ ὑψηλόν. τίνος ἕνεκεν ἐκείνης εἰπούσης, “ μὴ σὺ μείζων εἰ τοῦ ἡμῶν Ἰακὼβ,” αὐτὸς οὐκ εἶπεν αὐτῇ, ναὶ μείζων εἰμί; ἴνα μὴ δόξῃ κομπάζειν, τῆς ἀποδείξεως μηδέπω φαινομένης· δι’ ὧν δὲ λέγει, τοῦτο κατασκευάζει· ἐκ τούτου μὲν γὰρ, φησὶ, τοῦ ὕδατος ὁ πίνων διψήσει πάλιν “ὃς δ' ἃν πίῃ ἐκ τοῦ ὕδατος, οὑ ἐγὼ δώσω “ αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα.” ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. Εἰ θαυμάζεις, φησὶ, τὸν Ἰακὼβ, ὅτι ἔδωκε τοῦτο τὸ ὕδωρ, ἐξ οὗ ὁ πίνων πάλιν διψήσει, πολλῷ μᾶλλον θαυμάσαι χρὴ τὸν πολὺ τούτου βέλτιον ὕδωρ παρέχοντα “ καὶ γὰρ τὸ ὕδωρ,” φησὶν, “ “ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον,” τοῦτο δὲ εἶπε τὸν καθαρμὸν τὸν ἐξ αὐτοῦ καὶ τὴν πολλὴν παραψυχὴν ἐνδεικνύμενον τὴν ἐγγινομένην ταῖς ὑποδεχομέναις αὐτὸν διανοίαις. πολὺ οὖν συνετωτέρα τοῦ Νικοδήμου ἡ γυνὴ αὕτη φανεῖσα καὶ ἀνδρειοτέρα, εὐθέως ἐπίστευσε καί φησι, “ Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ·” ἐκεῖνος γὰρ μυρίων τοιούτων ἀκούων ἔλεγε, πῶς δύναται ταῦτα γενέσθαι; αὕτη δὲ οὐχ οὕτως, ἀλλὰ τὸ μὲν πρῶτον ἠπόρει, ὕστερον δὲ οὐδὲ μετὰ κατασκευῆς, ἀλλ’ ἐν ἀποφάσεως τάξει δεξαμένη τὸν λόγον, ἐπὶ τὴν λῆψιν εὐθέως ἐπείγεται. προετίμησέ γε αὐτὸν τοῦ Ἰακὼβ, εἰποῦσα “ “ μὴ διψῶ, μηδὲ ἔρχομαι ἐνθάδε ἀντλεῖν,” τοῦτο γὰρ, φησὶ, γινομένου, οὐκέτι δέομαι ταύτης τῆς πηγῆς. Εἶπε δὲ αὐτῇ, “ ὕπαγε, φώνησον τὸν ἄνδρα σου” διὰ τὸ ἐπικεῖσθαι αὐτὴν τοῦ λαβεῖν, ὡσανεὶ ἐνδεικνύμενος, ὅτι κακεῖνον δεῖ κοινωνῆσαι τούτων ὧν σὺ ποθεῖς. ἐκείνη δὲ σπεύδουσα λαβεῖν, ἅμα δὲ καὶ κρύπτουσα τὸ τοῦ πράγματος αἰσχρὸν, φησὶν, “ἄνδρα οὐκ ἔχω·” αὐτὸς δὲ διὰ προφητείας λοιπὸν ἀποκαλύπτων τὴν δύναμιν τὴν ἑαυτοῦ, ἀμφότερα μετὰ ἀκριβείας λέγει· τούς τε γὰρ προτέρους ἠρίθμησε, καὶ τὸν νοῦν κρυπτόμενον ἤλεγξεν. οὐκ ἐδυσχέρανε δὲ ἐκείνη ταῦτα ἀκούσασα, οὐδὲ ἀφεῖσα ἔφυγεν, ἀλλὰ θαυμάσασα μᾶλλον καὶ προσκαρτερήσασα πλέον, λέγει, “Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σὺ,” ἀπὸ πολλῆς φιλοσοφίας· τὸ δὲ “ θεωρῶ” ἀντὶ τοῦ, φαίνει μοι, εἶπεν, ὅθεν καὶ περὶ δογμάτων εὐθέως αὐτὸν ἐρωτᾷ, οὐ περὶ βιω- τικῶν, οὐδὲ περὶ σώματος ὑγιείας, οὐδὲ περὶ χρημάτων, ἀλλὰ τί; “ οἱ πατέρες ἡμῶν,” φησὶν, “ ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν·” τοὺς περὶ τὸν Ἀβραὰμ λέγουσα, καὶ γὰρ ἐκεῖ, φασὶ, τὸν υἱὸν αὐτὸν ἀνηνοχέναι, “ καὶ ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν “ ὁ τόπος ἔνθα χρὴ προσκυνεῖν.” ἴδες πῶς ὑψηλοτέρα τῇ διανοίᾳ γέγονε; ἡ γὰρ μὴ ὑπὲρ τοῦ σκύλλεσθαι διὰ τὸ διψεῖν πρὸ μικροῦ μεριμνῶσα, ὑπὲρ δογμάτων ἐρωτᾷ λοιπὸν, διὸ καὶ ὁ Χριστὸς τοῦτο μὴ λύσας τὸ ζήτημα, οὐ γὰρ ἦν αὐτῷ περισπούδαστον, πολὺ μέγα αὐτῇ δόγμα ἀπεκάλυψεν, ὅπερ οὐδὲ Νικοδήμῳ οὐδὲ Ναθαναὴλ ἐγνώρισε· φησὶ γὰρ, “ πίστευσόν μοι γύναι, ὅτι ἔρχεται ὥρα, καὶ τὰ ἑξῆς. αὐτὴ μὲν γὰρ ἐσπούδαζεν ἐντιμότερα δεῖξαι τὰ αὐτῆς τῶν Ἰουδαικῶν, αὐτὸς δὲ οὐ πρὸς ταύτην ὑπήντησε τὴν ἐρώτησιν, ἀμφοτέρων δὲ τῶν τόπων τὰ πρεσβεῖα ἀνελὼν, δια- ἅ αὐτῆς τὴν ψυχὴν, δεικνὺς ὅτι οὔτε Ἰουδαῖοι οὔτε αὐτοὶ ἔχουσι τι πρὸς τὸ μέλλον δωρεῖσθαι· πλὴν καὶ οὕτω τοὺς Ἰουδαίους σεμνοτέρους ἀπέφηνεν εἰπὼν, “ ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, καὶ τὰ ἑξῆς. Πῶς δὲ οὐκ ᾔδεσαν οἱ Σαμαρεῖται ὃ προσεκύνουν; πέμψαντες ἀπήγγειλαν, ὅτι ὁ τοῦ τόπου Θεὸς αὐτοὺς λυμαίνεται, οὐδὲν πλέον περὶ αὐτοῦ κατὰ τοῦτο τῶν εἰδώλων φανταζόμενοι, διὸ καὶ ἐπέμειναν καὶ δαιμόνια θεραπεύοντες καὶ αὐτόν. Ἰουδαῖοι δὲ ταύτης ἦσαν ἀπηλλαγμένοι τῆς ὑπονοίας, καὶ τῆς οἰκουμένης ᾔδεσαν αὐτὸν Θεὸν ὄντα, καὶ εἰ μὴ πάντες. Οὐ χρὴ δὲ θαυμάζειν ὅτι μετὰ Ιουδαίων αὐτῶν ἀριθμεῖ· πρὸς γὰρ τὴν ὑπόνοιαν τῆς γυναικὸς διαλέγεται ὡς προφήτης, ὡς Ἰουδαῖος· διὸ καὶ τὸ “ προσκυνοῦμεν” τέθεικε. Τί σημαίνων, φησὶν, “ ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἣ ὅτι τῇ οἰκουμένῃ τὰ ἀγαθὰ ἐκεῖθεν γέγονε. Τὸ γὰρ εἰδέναι Θεὸν καὶ καταγιγνώσκειν εἰδώλων, ἐκεῖθεν τὴν ἀρχὴν ἔχει, καὶ τὰ ἄλλα πάντα δόγματα· καὶ παρ’ ὑμῖν δέ φησιν αὐτὸ τοῦτο τὸ τῆς προσκυνήσεως, εἰ καὶ μὴ ὀρθῶς. ’πὸ γοῦν τῶν Ἰουδαίων τὴν ἀρχὴν ἔλαβε. σωτηρίαν οὖν ἣ ταῦτα, ἣ τὴν αὐτοῦ παρουσίαν καλεῖ, μᾶλλον δὲ οὐκ ἄν τις ἁμάρτοι, ἀμφότερα ταῦτα σωτηρίαν καλῶν. Ἀμμωνίου πρεσβυτέρου. Διὰ τὸ ἐξ αὐτῶν ἐσαρκῶσθαι Τιὸν, ἣ ὅτι ἐξ ἐκείνων ἤρξαντο εἰδέναι τὸν ἕνα Θεὸν, ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν. Ὠριγένουε. Ὅταν ἀκούσης ὅτι “ ἐκ τῶν Ἰουδαίων ἡ σωτη- “ ῥία ἐστὶν,” περὶ τοῦ ταῦτα λέγοντος ἄκουε τὰ εἰρημένα. Αὐτὸς ὃς γὰρ ἡ τῶν ἐθνῶν προσδοκία, ὁ γενόμενος ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα. τὸ δὲ “ ἔρχεται ὥρα καὶ νῦν ἐστι,” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ, ὅτι εἰ καὶ πλεονεκτοῦμεν ὑμῶν, ὦ γύναι, φησὶ, τῷ τρόπῳ τῆς προσκυνήσεως, πλὴν ἀλλὰ καὶ οὗτος ὁ τρόπος τέλος ἕξει λοιπόν. Οὐ γὰρ τὰ τῶν τόπων ἀμειφθήσεται μόνον, ἀλλὰ καὶ τὰ τοῦ τρόπου τῆς λατρείας, καὶ ταῦτα ἐπὶ θύραις ἐφέστηκε, καὶ οὐχ ὡς τὰ ὑπὸ τῶν προφητῶν εἰρημένα παρέκτασιν χρόνου λήψονται. Εἰπὼν δὲ “ ἀληθινοὺς, συνεξέβαλε Ἰουδαίους· εἰ γὰρ καὶ ἐκείνων ἀμείνους οὗτοι, ἀλλὰ τῶν μελλόντων ἐλάττους πολλῶ, καὶ τοσοῦτον ὅσον ἀληθείας τόπος. ἈMMΩΝ1́ΩΥ. Οἱ ἀληθεῖς προσκυνηταὶ ἐν παντὶ τόπῳ προσά- γουσι τῷ Θεῷ τὰς πνευματικὰς θυσίας, ὁ ἐστιν ἀρετὴ καὶ θεο- σέβεια. Περὶ δὲ τῆς Ἐκκλησίας λέγει, ὅτι ἡ ἀληθὴς προσκύνησις καὶ Θεῷ πρέπουσα αὕτη ἐστι· “τοιούτους γὰρ ὁ πατὴρ, φησὶ, ζητεῖ “τοὺς προσκυνοῦντας αὐτῷ,” τοὺς μὴ τόπῳ περικλείοντας τὴν λατρείαν, ὡς ὑμεῖς οἱ Σαμαρεῖται, καὶ τοὺς τὸν Θεὸν ἐν πνεύματι θεραπεύοντας, καθὼς καὶ ὁ Παῦλός φησιν, “ᾧ καὶ λατρεύω ἐν “τῷ πνεύματι μου.” Ἡ γὰρ πρὸ τούτου παρὰ τοῖς Ἰουδαίοις γιγνομένη προσκύνησις συγκαταβάσεως ἦν. Εἰπὼν, “πνεῦμα ὁ Θεὸς,” τὸ ἀσώματον λέγει. Εἰ τοίνυν οὐκ ἔστι σῶμα, φησὶ, καὶ τὴν λατρείαν αὐτοῦ τοιαύτην ε-ι’ναι δεῖ, καὶ διὰ τοῦ ἐν ἡμῖν ἀσωμάτου προσφέρεσθαι, τουτέστι διὰ τῆς ψυχῆς, διὰ τῆς τοῦ νοῦ καθαρότητος, τοῦτο γὰρ δῆλοι, ὅτι “τοὺς προσκυ- “νοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.” Πόθεν Σαμαρείταις τὸ προσδοκᾷν τὴν τοῦ Χριστοῦ παρουσίαν ; τοῦτο γὰρ δῆλον ἐκ τοῦ τὴν γυναῖκα εἰπεῖν πρὸς τὸν Χριστὸν,” *’ ἔρχεται Μεσσίας ὁ λεγόμενος Χριστὸς,” καὶ τὰ ἑξῆς· τὸν Μωυσέως δεξάμενοι νόμον, ἀπ’ αὐτῶν τῶν Μωυσέως γραμμά- γραμμάτων, καὶ γὰρ ἐν ἀρχῇ τὸν Υἱὸν ἀπεκάλυψε· τὸ γὰρ “ποιήσωμεν “ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμίωσιν ἡμετέραν” πρὸς τὸν Θεὸν riρ́ηται-καὶ τῷ Ἀβραὰμ ἐν τῇ σκηνῇ οὗτος ἦν ὁ διαλεγόμενος, καὶ ὁ 1ακὼβ περὶ αὐτοῦ προφητεύων ἔλεγεν, “οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, ἕως ἃν ἔλθῃ ὃ ἀπόκειται. καὶ αὐτὸς δὲ Μωυσῆς, φησὶ, *’ προφήτης ἡμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ “τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμὲ, αὐτοῦ ἀκούσεσθε·” καὶ πολλὰ ἕτερα τοιαῦτά ἐστι τὴν παρουσίαν αὐτοῦ ἀνακηρύττοντα. Διὰ τοῦτο οὑν φησὶν ἡ γυνὴ πρὸς αὐτὸν, “ἔρχεται Μεσσίας ὁ λεγόμενος “Χριστὸς,” καὶ τὰ ἑξῆς. Αὐτὸς δὲ λοιπὸν ἐκκαλύπτων ἑαυτὸν φησὶν, “ἐγὼ εἰμὶ ὁ λαλῶν σοι,” ὅπερ ἂν εἰ παρὰ τὴν ἀρχὴν μὴ ζητησάσῃ τῇ γυναικὶ ε7πεν, ἔδοξεν ἃν αὐτῇ ληρεῖν. Νῦν δὲ κατὰ μικρὸν αὐτὴν ἐπὶ τὴν μνήμην ἀγαγὼν, εὐκαίρως ἑαυτὸν ἀπεκά- λυψε, καὶ τοῖς μὲν Ἰουδαίοις συνεχῶς λέγουσι, “ εἰπὲ ἡμῖν εἰ εἶ’ ὁ Χριστὸς, ἐπειδὴ οὐδὲν τὸ μαθεῖν ἠρώτων τοῦτο, οὐκ ἀπεκρίνατο αὐτοῖς σαφῶς, ταύτῃ δὲ διὰ τὸ εὐγνωμονεστέραν εἶναι, εἶπε φανερῶς· καὶ γὰρ ἐξ ἀδεκάστου καὶ ἁπλῆς γνώμης καὶ δια- νοίας ἐφθέγγετο· καὶ δῆλον ἐκ τῶν μετὰ ταῦτα· καὶ γὰρ ακούσασα ἐπίστευσε, καὶ ἄλλους ἐπὶ τοῦτο ἐσαγήνευσε, καὶ πανταχοῦ τῆς γυναικὸς ἐστὶν ἰδεῖν καὶ τὸ ἠκριβωμένον καὶ τὸ πιστόν. Ἀπαρτισθείσης τῆς διδασκαλίας εὐκαίρως ἀπήντησαν καὶ οἱ μαθηταὶ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει. Τί ἐθαύμαζον; τὸ ἄτυφον, τὸ μεθ’ ὑπερβολῆς ταπεινὸν, ὅτι οὕτω περίβλεπτος βλεπτὸς ὣν ἠνείχετο μετὰ τοσαύτης ταπεινοφροσύνης γυναικὶ διαλέγεσθαι πενιχρᾷ καὶ Σαμαρείτιδι· ἀλλ’ ὅμως ἐκπλαγέντες οὐκ ἠρώτησαν τὴν αἰτίαν· οὕτως ἦσαν πεπαιδευμένοι τὴν τῶν μαθητῶν τάξιν τηρεῖν· οὕτως αὐτὸν ἐδεδοίκεισαν καὶ ᾐδοῦντο. εἰ δὲ ἀλλαχοῦ φαίνονται παρρησιαζόμενοι, οἷον ὅταν ὁ Ἰωάννης ἐπιπίπτει αὐτοῦ τῷ στήθει, ὅταν αὐτῷ προσίεντες λέγουσι τίς μείζων, καὶ ὅταν υἱοὶ Ζεβερδαίου καλοῦσιν, ἵνα εἷς ἐκ δεξιῶν, καὶ εἶς ἐξ εὐωνύμων αὐτοῦ καθίσῃ, ἀλλ’ ἐκεῖνα ὡς εἰς αὐτοὺς ἀνή- κοντα ἀνάγκην εἶχον ἐξετάζειν· ἐνταῦθα δὲ οὐδὲν αὐτοῖς διέφερε τὸ γινόμενον· Ἡ δὲ γυνὴ οὕτως ὑπὸ τῶν εἰρημένων αὐτῇ ἀνήφθη, ὡς καὶ τὴν ὑδρίαν ἀφεῖναι, καὶ δραμεῖν εἰς τὴν πόλιν, καὶ πάντα δῆμον ἑλκύσαι πρὸς τὸν Χριστόν· καὶ κατὰ τὴν οἰκείαν δύναμιν· ὅπερ ἐποίησαν οἱ Ἀπόστολοι, καὶ αὐτὴ πεποίηκεν, οὐχ ἕνα ἣ δύο κα- λοῦσα, ἀλλὰ πόλιν ὁλόκληρον, “ δεῦτε,” βοῶσα “ καὶ ἴδετε “ ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα.” Ἄνθρωπον δὲ καλεῖ, συνετῶς καὶ τοῦτο ποιοῦσα καὶ συγκαταβατικῶς, καὶ οὐδαμῶς ἐπῃσχύνθη τοῦ εἰπεῖν, “ ὃς εἰπέ μοι πάντα ὅσα ἐποίησα· ” καίτοιγε ἦν εἰπεῖν ἑτέρως, δεῦτε, ἴδετε προφήτην προφητεύοντα· ἀλλ’ ὅταν πυρωθῇ ψυχῇ θείῳ πυρὶ, πρὸς οὐδὲν τῶν ἐν τῇ γῇ λοιπὸν ὁρᾷ, οὐ πρὸς δόξαν, οὐ πρὸς αἰσχύνην. Τὸ δὲ, “ μήτι οὗτός ἐστιν ὁ Χριστός; εἶπε βουλομένη οὐκ τῆς ἰδίας ἀποφάσεως μόνον παρεισάγειν αὐτὸν, ἀλλὰ καὶ αὐτοὺς τῆς ψήφου ταύτης ποιῆσαι κοινωνοὺς, ὃ μᾶλλον εὐπαράδεκτον ἐποίει τὸν λόγον. Ἠρώτων δὲ οἱ μαθηταὶ τὸν Χριστὸν, τουτέστι παρεκάλουν· τοῦτο γὰρ δῆλοι τῇ ἐγχωρίῳ αὐτῶν φωνῇ λέγοντες “ ῥαββὶ, φάγε,” οὐκ ἐκ προπετοῦς γνώμης, ἀλλ’ ἐκ πολλῆς φιλοστργίας πρὸς τὸν διδάσκαλον, καὶ γὰρ ἔβλεπον αὐτὸν κεκμηκότα ὑπὸ τῆς ὁδοιπορίας καὶ τῆς φλογὸς f τῆς ἐπικειμένης. Tί σημαίνει ὅπερ εἶπεν αὐτοῖς, “ ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν “ ὑμεῖς οὐκ οἴδατε;” δεικνὺς οἴαν ἐπιθυμίαν ἔχει περὶ σωτηρίας· ταύτην γὰρ “βρῶσιν” ἐκάλεσεν, οὐκ ἐκ τοῦ προχείρου δὲ, ἀλλὰ δι’ αἰνιγμάτων τὰ μὲν ἀποκαλύπτει, ὥσπερ καὶ τοῦτο, ἵνα εἰς ἀπορίαν ἐμβαλὼν τὸν ἀκροατὴν παρασκευάσῃ ἐπιπόνως ζητεῖν τὸ λεγόμενον, αὐτοὶ δὲ τὴν αἰδὼ τὴν συνήθη κατέχοντες, αὐτῷ μὲν πεῦσιν οὐκ ἐτόλμησαν προσαγαγεῖν· πρὸς ἀλλήλους δὲ ἔλεγον “ μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;“διὸ καὶ αὐτὸς αὐτοῖς ἀπεκάλυψε λέγων, “ ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ “ θέλημα τοῦ Πατρός μου,” ὅπερ ἑρμηνεύων ἐπήγαγεν, “ “ ὑμεῖς λέγετε ὅτι τετράμηνόν ἐστιν, καὶ ὁ θερισμὸς ἔρχεται,” καὶ τὰ ἑξῆς. Κυρίλλου. Ὅλος μὲν ἐξ ὅλου πρὸς τὴν τῶν κεκλημένων συντείνεται, ποιεῖται δὲ λόγον οὐδένα τῆς τοῦ σώματος τροφῆς, καίτοι κεκμηκὼς ἐξ ὁδοιπορίας, ἵνα πάλιν διὰ τούτου τοὺς ἐν ταῖς ἐκκλησίαις ὠφελήσῃ διδασκάλους, καὶ καμάτου μὲν παντὸς ἀναπείσῃ περιορᾷν, κρείττονα δὲ τῆς περὶ τὸ σῶμα φροντίδος τὴν ἐπὶ τοῖς σωζομένοις ποιεῖσθαι σπουδήν. Ἀμμωνίου. Ὡς διδασκάλους τῆς οἰκουμένης διδάσκει μαθητὰς προτιμᾷν τῆς οἱασδηποτοῦν βρώσεως τὸ θέλημα τοῦ Θεοῦ. ὡς ἐπιθυμεῖ τις τροφῆς, οὕτω κἀγὼ τῆς σωτηρίας τῶν ἀνθρώπων. Ἀπολιναρίου. Δηλοῦσιν ὅτι τὰς διακονίας τῶν ἐδέχετο, καίτοι δυνατὸς ὣν τρέφειν καὶ μὴ τρέφεσθαι. εὐεργεσία γὰρ μεγίστη τὸ τρέφειν Χριστὸν, ἧς οὐκ ἐφθόνει τοῖς βουλομένοις, διὸ καὶ τοῖς μαθηταῖς τὸ ἴσον ἔταξεν. Κυρίλλου. Ἀπεστάλθαι δέ φησι, δῆλον δὲ ὅτι παρὰ τοῦ καὶ Πατρὸς ἢ κατὰ τὸν τῆς ἐνανθρωπήσεως τρόπον, ἢ ὡς Λόγος ἐκ τοῦ γεννήσαντος νοῦ, προκύπτων τινὰ καὶ πεμπόμενος. Καὶ μετ’ f φοιγὸς Cod. ὀλίγα—τοιγαροῦν ὑπάρχων ὁ Υἱὸς τὸ ἀγαθὸν τοῦ Πατρὸς θέλημα, τελειοῖ τὸ ἔργον αὐτοῦ, σωτηρίαν τοῖς πιστεύουσιν εἰς αὐτὸν ἀναδεικνύμενος. χώρας μὲν καὶ θερισμὸν τὸ πλῆθος τῶν ἑτοίμων πρὸς ὑποδοχὴν τοῦ κηρύγματος ὀνομάζει· ὀφθαλμοὺς δὲ ἐνταῦθα λέγει, ἣ τοὺς τῆς διανοίας ἣ τοὺς τοῦ σώματος· καὶ γὰρ ἑώρων λοιπὸν τὸ πλῆθος τῶν Σαμαρειτῶν ἐρχόμενον· τὴν δὲ τῆς προαιρέσεως αὐτῶν ἑτοιμότατα τὰς χώρας τὰς λευκαινομένας φησίν. ὥσπερ γὰρ οἱ ἀστάχυες ἐπειδὰν λευκανθῶσι πρὸς ἀμητὸν εἰσὶν ἕτοιμοι· οὕτω καὶ οὗτοι πρὸς σωτηρίαν ἦσαν παρεσκευασμένοι. “ Ὁ θερίζων,” φησὶ, “ μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἴνα “ καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.” Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. Οἱ προφῆται, φησὶν, ἔσπειραν καὶ οὐκ ἐθέρισαν· οὐ μὴν διὰ τοῦτο ἀπεστέρηνται τῆς ἡδονῆς, ἀλλὰ σὺν ἡμῖν χαίρουσιν, εἰ καὶ μὴ σὺν ἡμῖν θερίζουσι· τοῦτο δὲ οὐ συμβαίνει ἐν τοῖς αἰσθητοῖς γενέσθαι, ἀλλ’ ἐν τοῖς πνευματικοῖς. Ἐὰν γὰρ ἐν τοῖς αἰσθητοῖς συμβῇ ἕτερον σπεῖραι καὶ ἕτερον θερίσαι, οὐχ ὁμοῦ χαίρουσιν, ἀλλ’ οἱ θερίζοντες· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ καὶ οἱ σπείραντες ὁμοίως τοῖς ἀμῶσι χαίρουσι. τίνος ἕνεκεν, φησὶν ὁ Χριστὸς πρὸς τοὺς Ἀποστόλους, “ ἀπέστειλα ὑμᾶς θερίζειν, ὃ “ οὐχ ὑμεῖς κεκοπιάκατε;” ἵνα ὅταν αὐτοὺς ἀποστέλλῃ, μὴ θορυβηθῶσιν ὡς εἰς πρᾶγμα ἐπίπονον πεμπόμενοι· τὸ γὰρ ἐπιπονώτερον τὸ τῶν προφητῶν ἦν· διό φησιν, ἄλλοι κεκοπιάκασι,” τουτέστιν, οἱ προφῆται, “ καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν είσελη- “ λύθατε.” Ἀμμωνίου. Ὡς ἐμοῦ ὄντος τοῦ σπόρου, καὶ διὰ προφητῶν ἐλαλήθη, πέμπω ὑμᾶς θερίσαι. οἱ μαθηταὶ καὶ τοὺς Ἕλληνας τῶν γηίνων καὶ τοὺς Ιουδαίους τῶν σαρκικῶν τοῦ νόμου λατρειῶν ἀποτέμνουσι, καὶ εἰς τὴν ἅλω ἀποτίθενται, ὃ ἐστὶ τὴν Ἐκκλησίαν, ὅπου στάχυς τριβόμενος γίνεται σῖτος, ὁ ζωοποιῶν τοὺς πιστούς. Ὁ πνευματικὸς θερισμὸς, ὁ ἐστιν ἡ θεοσεβὴς ἐργασία, τὴν μὲν ἀπόθεσιν καὶ τὸν ἀποθησαυρισμὸν ἐν οὐρανοῖς ἔχει, ἐν δὲ τῷ μέλλοντι αἰῶνι ἀπόλαυσιν ἀτελεύτητον· οὗτος γάρ ἐστιν ὁ καιρὸς τῆς ἀνταποδόσεως. “ Ἐκ τῆς πόλεως δὲ ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν “Σαμαρειτῶν,” ἐπειδὴ συνεώρων ὅτι οὐκ ἃν ὑπὲρ τοῦ χαρίσασθαι ἑτέρῳ τὸν ἑαυτῆς ἐξεπόμπευσε βίον. Ἐμαρτύρει γὰρ λέγουσα “ ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα.” Διὸ καὶ ἐβούλοντο διηνεκῶς κατέχειν αὐτόν. τοῦτο γὰρ ὁ Εὐαγγελιστὴς ἐδήλωσεν εἰπὼν, ὅτι “ ἠρώτων αὐτὸν μεῖναι παρ’ αὐτοῖς.” Αὐτὸς δὲ τοῦτο μὲν οὐκ ἐπείσθη ποιῆσαι· δύο δὲ μόνον ἡμέρας ἔμεινε παρ’ αὐτοῖς, ὅθεν “ καὶ πολλῷ πλείους ἐπίστευσαν εἰς αὐτὸν διὰ τὸν λόγον αὐτοῦ,” καίπερ σημεῖον οὐδὲν ἰδόντες g. Ἰουδαῖοι δὲ καὶ θαύματα θεασάμενοι, καὶ τοῖς προφήταις συντραφέντες, οὐ μόνον οὐ κατεῖχον αὐτὸν, ἀλλὰ καὶ ἀπήλαυνον. Ἀμμωνίου πρεσβυτέρου. Σαμαρεῖται αἰτοῦσι τὸν Χριστὸν μεῖναι πρὸς αὐτοὺς, ὅτι τινές εἰσιν ἀλλογενεῖς, καὶ οἱ συγγενεῖς αὐτοῦ τὸ κατὰ σάρκα Ἰουδαῖοι ἐδίωκον αὐτὸν, ὅτι “ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. Τοῦ Χρυσοστόμου. τὴν διδάσκουσαν ὑπερηκόντισαν· εὐθέως γὰρ ἐνόησαν ὅτι τὴν οἰκουμένην ἐπισπάσασθαι ἔμελλον, ὅτι ἐπὶ διορθώσει τῆς κοινῆς ἦλθε σωτηρίας, ὅτι οὐκ ἐν Ἰουδαίοις μέλλει ἀποκλείειν αὐτοῦ τὴν πρόνοιαν, ἀλλὰ πανταχοῦ σπείρειν τὸν λόγον· ἀλλ’ οὐχ Ἰουδαῖοι οὕτως, ἀλλὰ ζητοῦντες τὴν ἰδίαν δικαιοσύνην στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Οὐχ ἁπλῶς δὲ καλοῦσιν αὐτὸν Σωτῆρα οἱ Σαμαρεῖται, ἀλλὰ τοῦ κόσμου, ὡς τὴν ἀληθινὴν σωτηρίαν παρέχοντα. Ἦλθον μὲν γὰρ πολλοὶ σῶσαι καὶ Ἄγγελοι καὶ προφῆται, ἀλλὰ περὶ αὐτοῦ μόνου λέγουσιν, “ ὅτι ἀληθινὸς Σωτῆρ’ οὗτός ἐστιν.” Διὸ καὶ τὴν πρώην h αὐτοὺς διδάσκουσαν ὑπερηκόντισαν ὕστερον, φιλοτιμούμενοι ἐπὶ τὸ μειζόνως θαυμάζειν αὐτὸν, ἐνόησαν γὰρ εὐθέως ἐκ τῶν ῥημάτων αὐτοῦ ὧν ἐδίδασκεν αὐτοὺς, τὸν ὄντως Σωτῆρα αὐτὸν εἶναι, καὶ οὐχ ἕνα τῶν πολλῶν. τίνος δὲ ἕνεκεν οὐ λέγουσιν ἡμῖν οἱ Εὐαγγελισταὶ τὰ ῥήματα τῆς διδασκαλίας αὐτοῦ; ὅπως μάθωμεν, ὅτι πολλὰ τῶν μεγάλων παρατρέχουσιν· ἐκ δὲ τοῦ τέλους τῶν πραγμάτων ἵνα ἡμεῖς αὐτοὶ συνορῶμεν τὴν τούτων δύναμιν. g ἰδότε“ Cod. h πώρην Cod. ΚΕΦ. ς. Περὶ τοῦ βασιλικοῦ. Διὰ τι μετὰ τὸ εἰπεῖν τὸν Εὐαγγελιστὴν ὅτι ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν, προσέθηκεν ὅτι “αὐτὸς γὰρ ὁ Χριστὸς ἐμαρτύρησεν “ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει * ἐπειδὴ οὐκ εἰς τὴν Καπερναοὺμ ἀπῆλθεν,ἀλλ εἰς τὴν Γαλιλαίαν, κἀκεῖθεν εἰς τὴν Κανὰ. Ἴνα γὰρ μὴ ἐξετάσῃ τις διὰ τί παρὰ μὲν τοῖς αὐτοῦ οὐκ ἔμεινε, παρὰ δὲ τοῖς Σαμαρείταις ἔμεινε, τίθησι τὴν αἰτίαν λέγων ὅτι οὐ προσεῖχον αὐτῷ. Διὰ τοῦτο γὰρ οὐκ ἀπῆλθεν, ἵνα μὴ μεῖζον αὐτοῖς τὸ κρίμα γένηται. Πατρίδα δὲ ἑαυτοῦ καλεῖ, τὸν τῆς οἰκονομίας λόγον δηλῶν· τί οὖν οὐχ ὁρῶμεν, φησὶ, καὶ παρὰ τοῖς Ἰουδαίοις πολλοὺς θαυμα- ζομένους, μάλιστα μὲν οὐκ ἀπὸ τῶν σπανιζόντων τὰ τοιαῦτα δεῖ ψηφίζεσθαι. Εἰ δέ τινες ἐν τῇ αὐτῶν τιμῶνται πατρίδι, πολλῷ μᾶλλον ἐν τῇ ἀλλοτρίᾳ· ἡ γὰρ συνήθεια εὐκαταφρονήτους ποιεῖν εἴωθεν. Ἀμμωνίου. Οὐχ ὡς τιμῆς ἀντιποιούμενος ἐξῆλθεν, ἀλλὰ τῶν πολιτῶν φειδόμενος· ὅτι γὰρ ἑώρων αὐτὸν, ἐθυμοῦντο· ὃς ἐν τιμῇ ὣν τῇ θείᾳ ἐσαρκώθη, καὶ τὸν ἀτιμότατον ὑπέστη θάνατον διὰ τὴν ἤμων σωτηρίαν. Ὧδε ἑαυτὸν καλεῖ τὸν προφήτην τὸν ὑπὸ Μωυσέως προανα- κηρυχθέντα, ὃς καὶ προφήτης οἰκονομικῶς ἐκλήθη, αὐτὸς ὣν ὁ τοῦ Πνεύματος χορηγὸς ὡς Θεὸς, δι’ οὗ προφῆται ἐπροφήτευον. μέμνηται δὲ τῶν Γαλιλαίων ἀποδεξαμένων αὐτὸν, ἵνα δείξῃ ὅτι οἱ κακιζόμενοι οὗτοι μάλιστα προσερχόμενοι αὐτῷ εὑρίσκονται. Ὁ μὲν γὰρ ἔλεγεν, “ἐκ Ναζαρὲτ δύναται τι ἀγαθὸν ετͅναι ;” ἄλλος δὲ “ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται,” ἀλλ’ ἰδοὺ καὶ Σαμαρεῖται καὶ Γαλιλαῖοι πιστεύουσιν εἰς αἰσχύνην Ἰουδαίων· εὑρέθησαν δὲ καὶ Γαλιλαίων οἱ Σαμαρεῖται βελτίους. Ἐκεῖνοι μὲν γὰρ ἀπὸ τῶν τῆς γυναικὸς ἐδέξαντο ῥημάτων αὐτὸν, οὗτοι δὲ ἑωρακότες, φησὶ, τὰ σημεῖα ἃ ἐποίησεν. τίνος ἕνεκεν ἀναμιμνήσ κεἰ τοῦ θαύματος ὁ Εὐαγγελιστὴς λέγων, “ὅπου ἐποίησε τὸ ὕδωρ ο7νον ;“τῶν Σαμαρειτῶν τὸ ἐγκώ- μιον αὐξῆσαι βουλόμενος· οἱ μὲν γὰρ Γαλιλαῖοι καὶ ἀπὸ τῶν ἐν Ἱεροσολύμοις καὶ ἀπὸ τῶν ἐκεῖ γενομένων σημείων αὐτὸν ἐδέξαντο, οἱ δὲ Σαμαρεῖται οὐχ οὕτως, ἀλλὰ ἀπὸ διδασκαλίας μόνης. Βασιλικὸν δὲ καλεῖ, ἤτοι ὡς ἐκ τοῦ γένους τοῦ βασιλικοῦ ὐπάρχοντα, ἣ ἀξιώματι ἀρχῆς ἕτερον, οὕτω καλούμενον ἔχοντα. τινὲς μὲν οὖν ἐκεῖνον αὐτὸν εἶναι νομίζουσι τὸν παρὰ τῷ Ματθαίῳ· δείκνυται δὲ ἕτερος ὣν παρ’ ἐκεῖνον, οὐκ ἀπὸ τοῦ ἀξιώματος μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς πίστεως. ἐκεῖνος μὲν γὰρ βουλομένου τοῦ Χριστοῦ ἐλθεῖν, ἀξιοῖ μένειν· οὗτος δὲ εἰς τὴν οἰκίαν ἕλκει· κἀκεῖνος μέν φησιν, οὐκ εἰμὶ ἄξιος, οὗτος δὲ καὶ κατεπείγει· κἀκεῖ μὲν ἀπὸ τοῦ ὄρους καταβὰς εἰς Καπερναοὺμ εἰσίει, νῦν δὲ ἀπὸ τῆς Σαμαρείας, καὶ οὐκ εἰς Καπερναὺμ, ἀλλ’ εἰς Κανᾶ· κἀκείνου μὲν ὁ παῖς παραλύσει κατείχετο, ὁ δὲ τούτου υἱὸς πυρετῷ. Περὶ τίνων εἶπεν ὁ Χριστὸς, “ ὅτι ἐὰν μὴ σημεῖα καὶ τέρατα “ ἴδητε, οὐ μὴ πιστεύσητε;“αὐτὸς γὰρ ὁ βασιλικὸς οὐ φαίνεται ἐκ πίστεως αὐτῶν, ἀλλ’ ἢ τῆς πόλεως αὐτοῦ καθαπτόμενος τοῦτό φησιν, ἢ καὶ τούτου αὐτοῦ, οὐχ ὡς ὁλόκληρον ταύτην, ἀλλὰ μερικὴν κεκτημένου. καὶ γὰρ καὶ τὸ εἰπεῖν αὐτὸν, “ Κύριε, κατά- “ βῆθι πρὶν ἀποθανεῖν τὸν υἱόν μου,” τὴν ἀσθένειαν αὐτοῦ ἐμφαίνει, ὡς μὴ πιστεύοντος αὐτοῦ, ὅτι εἰ καὶ συμβῇ αὐτὸν ἀποθανεῖν, δυνατός ἐστιν ἀναστῆσαι αὐτόν. ἔστι δὲ καὶ ὡς οὐκ εἰδότος τοῦ Χριστοῦ, ἐν ποίοις τὰ τῆς νόσου τοῦ παιδίου ἐστί. Διὰ ταύτην οὖν τὴν εὐτελῆ πίστιν καὶ τὴν πολλὴν ἔπειξιν, ἵνα δείξη αὐτῶ, ὅτι καὶ ἀπὼν θεραπεύει, φησὶ πρὸς αὐτόν· “πορεύου, ὁ υἱός σου “ ζῇ·” ὅθεν ἐκ τούτου τοῦ παιδὸς οὐχ ἧττον, καὶ τὴν αὐτοῦ διάνοιαν ἀσθενοῦσαν ἰάσατο. Ἀμμωνίου. τέρας ἐστὶ τὸ παρὰ φύσιν, οἷον τὸ ἀνοῖξαι τυφλῶν, καὶ ἐγεῖραι νεκρόν· σημεῖον δὲ τὸ οὐκ ἔξω τῆς φύσεως ὂν, ὅπερ ἐστὶν ἰάσασθαι ἄρρωστον. Ἀπήντησαν δὲ αὐτῷ οἱ παῖδες αὐτοῦ, τὰ τῆς ὑγιείας τοῦ οἱοῦ αὐτοῦ ἀπαγγέλλοντες, διὰ τὸ ἐκπλαγῆναι αὐτοὺς τὸ γενόμενον· οὐ γὰρ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀπηλλάγη τῆς ἀσθενείας τὸ παιδίον, ἀλλ’ ἀθρόον, ὡς φαίνεσθαι μὴ φύσεως ἀκολουθίαν εἶναι τὸ θαῦμα, ἀλλὰ τῆς ἐνεργείας τοῦ Χριστοῦ. Μαθὼν δὲ παρ’ αὐτῶν ἐκεῖνος τὴν ὥραν, λοιπὸν πρὸς τὴν πίστιν τελείως διέκυψεν. Ὁρᾷς ὅτι τότε ἐπίστευσεν, ὅτε οἱ παῖδες εἶπον, οὐχ ὅτε ὁ Χριστός· τὴν οὖν διάνοιαν νῦν ἐλέγχων αὐτοῦ μεθ’ ἧς προῆλθεν, εἰς πίστιν ἐφέλκεται. Πρὸ γὰρ τοῦ σημείου οὐ σφόδρα ἦν πεπιστευκὼς, εἰ δὲ καὶ ἦλθε καὶ παρεκάλεσεν, οὐδὲν θαυμαστόν· εἰώθασι γὰρ οἱ πατέρες ὑπὸ πολλῆς φιλίας οὐ μόνον οἷς θαρροῦσιν ἰατροῖς προσιέναι, ἀλλὰ καὶ οἷς μὴ θαρροῦσι διαλέγεσθαι, μηδὲν ὅλως παραλιπεῖν βουλόμενοι. Ἀμμωνίου πρεσβυτέρου. Πρὸ μιᾶς ἐπίστευσεν, ἐν δὲ τῇ ἑξῆς καὶ ἔργῳ ἤκουσεν, ὅτι γέγονεν ὃ ἐπίστευσεν ἔσεσθαι· πολλὰ γὰρ ἰσχύει πίστις, συνεργὸν καὶ τελειωτὴν ἔχουσα τὸν Θεόν. “ Ἐπίστευσε δὲ καὶ αὐτὸς, καὶ ἡ οἰκία αὐτοῦ ὅλη,” διὰ τὸ μαθεῖν αὐτοὺς παρὰ τοῦ δεσπότου αὐτῶν, ὅτι οὗτος ἦν ὁ καιρὸς τῆς ὑγιείας τοῦ παιδὸς, ὅνπερ εἶπεν αὐτῷ ὁ Χριστὸς, ἐκ τούτου λαβόντες ἀπόδειξιν τῆς δυνάμεως αὐτοῦ. Οὐχ ἁπλῶς δὲ τὸ “ δεύτερον” προσέθηκεν, ἀλλ’ ἔτι τὸ θαῦμα τῶν Σαμαρειτῶν, δεικνὺς ὅτι καὶ δευτέρου σημείου γενομένου οὐδὲ πρὸς τὸ ὕψος ἐκείνων ἔφθασαν τῶν οὐδὲ ἓν σημείων ἑωρακότων. ΚΕΦ. Ζ. Περὶ τοῦ λῆ ἴτη ἔχοντος ἐν τῇ ἀσθενείᾳ. Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ποῖα ἑορτή; ἐμοὶ δοκεῖ τῆς πεντηκοστῆς. συνεχῶς δὲ ἐν ταῖς ἑορταῖς ἐπιχωριάζει τῇ πόλει, τοῦτο μὲν, ἵνα δόξῃ μετ’ αὐτῶν ἑορτάζειν, τοῦτο δὲ ἵνα τὸ πλῆθος ἐπισπάσηται τὸ ἄδολον· μάλιστα γὰρ ἐν ταῖς ἑορταῖς ταύταις οἱ ἀφελέστερον διακείμενοι συνίεσαν. Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ κολυμβήθρα. Ἀμμωνίου πρεσβυτέρου. Προβατικὴ ἐκαλεῖτο, ὅτι ἐκεῖ συνήγετο τὰ πρόβατα τὰ μέλλοντα σφάζεσθαι εἰς τὴν ἑορτὴν, καὶ τὰ ἔγκατα αὐτῶν ἐπλύνοντο ἐκεῖ. ΦΕΟΔΏΡΟΥ. Περὶ τῶν πέντε στοῶν οὕτως οἰμαι, μετὰ τὰς ἐν κύκλῳ τέσσαρας, μέσην εἶχεν ἑτέραν. τίς δὲ ὁ τῆς ἀσθενείας τρόπος οὗτος; ποῖον ἡμῖν μυστήριον αἰνίττεται; οὐ γὰρ ἁπλῶς καὶ εἰκῆ ἀναγέγραπται, ἀλλὰ τὰ μέλλοντα μυστήρια προδιαγράφει, ὥστε μὴ τὸ σφόδρα παράδοξον ἀπροσδόκητον γενόμενον λυμήνασθαι τῇ τῆς πίστεως δυνάσει. Ἐπεὶ οὖν ἤμελλε βάπτισμα δίδοσθαι, πολλὴν δύναμιν ἔχον, καὶ δωρεὰν μεγίστην τὸ ἁμαρτίας καθαῖρον, καὶ ἀντὶ νεκροῦ ζῶντα ποιῶν, καθάπερ ἐν εἰκόνι προζωγγραφεῖ ταῦτα· καὶ πρῶτον μὲν δίδοται ὕδωρ, καθαῖρον σωμάτων κηλῖδα καὶ μολυσμοὺς οὐκ ὄντας, ἀλλὰ δοκοῦντας εἶναι, οἷον τοὺς ἀπὸ κηδείας, τοὺς ἀπὸ λεπρῶν, τοὺς ἀπὸ τοιούτων ἑτέρων, καὶ πολλὰ ἄν τις ἴδοι δι’ ὕδατος γεγονότα ἐπὶ τῆς παλαιᾶς· ταύτης ἕνεκεν τῆς προφάσεως, πλὴν ἀλλὰ πρὸς τὸ κατεπεῖγον καὶ ἰώμενον νοῦν. Καὶ μετ’ ὀλίγα— “ Ἄγγελος γὰρ καταβαίνων ἐτάρασσε τὸ ὕδωρ,” καὶ ἰατρικὴν ἐνετίθει δύναμιν, ἵνα μάθωσιν οἱ Ἰουδαῖοι, ὅτι πολλῷ μᾶλλον ὁ τῶν Ἀγγέλων δεσπότης πάντα τὰ νοσήματα τῆς ψυχῆς ἰάσασθαι δύναται. Ὥσπερ ἐνταῦθα οὐχ ἁπλῶς ἰᾶται τῶν ὑδάτων ἡ φύσις, ἢ γὰρ ἂν διὰ παντὸς τοῦτο ἐγίνετο, ἀλλ’ ἐπὶ τῇ τοῦ Ἀγγέλου ἐνεργείᾳ, οὕτω καὶ ἐφ’ ἡμῖν οὐχ ἁπλῶς τὸ ὕδωρ ἐργάζεται, ἀλλ’ ὅταν τὴν τοῦ Πνεύματος δέξηται χάριν, τότε πάντα τὰ ἁμαρτήματα λύει. ἀλλὰ τότε μὲν ἡ ἀσθένεια κώλυμα τῷ βουλομένῳ θεραπευθῆναι ἐγίνετο, νῦν δὲ κύριος ἕκαστός ἐστι προσελθεῖν. οὐ γὰρ Ἄγγελός ἐστιν ὁ ταράσσων, ἀλλ’ ὁ τῶν Ἀγγέλων δεσπότης, ὁ τὸ πᾶν ἐργαζόμενος. οὐκ ἔστιν εἰπεῖν, “ ἄνθρωπον οὐκ ἔχω·” οὐκ ἔστιν εἰπεῖν “ ἐν ᾧτ’ ἔρχομαι “ ἄλλος πρὸ ἐμοῦ καταβαίνει,” ἀλλὰ κἂν ἡ οἰκουμένη πᾶσα ἔλθῃ, ἡ χάρις οὐκ ἀναλίσκεται, οὐδὲ ἡ ἐνέργεια δαπανᾶται, ἀλλ’ ὅμοια μένει καὶ τοιαύτη, οἵα καὶ πρὸ τούτου. ἀλλὰ τί δήποτε πάντας ἀφεὶς ὁ Ἰησοῦς ἐπὶ τὸν τριάκοντα ὀκτὼ ἔτη ἔχοντα ἦλθε; Τί δαὶ καὶ ἐρωτᾷ, “ θέλεις ὑγιὴς γενέσθαι;” οὐχ ἵνα μάθῃ, τοῦτο παρέλκον ἢν, ἀλλ’ ἵνα διδάξῃ τοῦ τοιούτου τὴν καρτερίαν. Ἀμμωνίου πρεσβυτέρου. Ὧδε προδιεγράφετο τὸ τοῦ βαπτίσματος μυστήριον, ἐν ᾧ πᾶν εἶδος ἁμαρτημάτων ἐθεραπεύετο. “ Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ,” καὶ τὰ ἑξῆς. ἔκπληκτος ἡ καρτερία τοῦ παραλυτικοῦ· ἱκοῦ· ἔτη τριακονταοκτὼ εἶχε, καὶ καθ’ ἕκαστον ἐνιαυτὸν ἀπαλλαγήσεσθαι τοῦ νοσήματος προσδοκῶν ἐνη- δρεύετο, καὶ οὐκ ἀφίστατο· εἰ γὰρ τὰ μὴ παρελθόντα, τὰ γοῦν μέλλοντα οὐχ ἱκανὰ ἦν αὐτὸν ἀπαγαγεῖν τοῦ τόπου, ἀλλ’ ὅμως οὐκ ἀνέπεσεν οὐδὲ ἀπέγνω. Κυρίλλου. τύπος καὶ ἡ πολυχρόνιος τοῦ παραλυτικοῦ ἀσθένεια τῆς τοῦ Ἰσραὴλ εἰς Χριστὸν ἀπιστίας· ἀσθενήσει γὰρ καὶ παραλυθήσεται, ἀλλ’ ἔσται τις αὐτῷ παρὰ τοῦ Σωτῆρος ἐπισκοπὴ, καὶ ὑγιασθήσεται καὶ αὐτὸς ἐπὶ τῇ κολυμβήθρᾳ δι’ ὑπακοῆς πίστεως. Ἀπολιναρίου. Τὸ τριακοστὸν καὶ ὄγδοον ἔτος τοῦ παραλύτου σημαίνει κολάσεως χρόνον ἤδη συμπληρούμενον, ὅτι καὶ τεσσαράκοντα ἔτη ὁ λαὸς ἐπὶ τῆς ἐρημίας δίκας ἐξέτισε, καὶ τεσσαράκοντα ἡμέρας ἐπέσχεν ὁ κατακλυσμὸς, καὶ πληγαῖς δὲ ὁ νόμος τεσσαράκοντα τοὺς ἁμαρτάνοντας ἐκόλαζεν. ὁ τοίνυν Κύριος ὑποτεμνόμενος τὸ πλῆρες τῆς κολάσεως, ἔτει τριακοστῷ ὀγδόῳ θεραπεύει τὸν ἄρρωστον, ὥσπερ καὶ τὰς νομικὰς κολάσεις ὑπετέμνετο διὰ τῆς χάριτος, ἐγγὺς τοῦ κοσμικοῦ χρόνου πεπληρωμένου. Ἀμμωνίου πρεσβυτέρου. Οὐχ ὡς ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ διανιστῶν αὐτὸν εἰς ἐπιθυμίαν τοῦ θεραπευθῆναι. τίνος ἕνεκεν τοὺς ἄλλους πάντας ἀφεὶς ἐπὶ τοῦτον ἦλθεν ὁ Χριστὸς καὶ ἐρωτᾷ, “ εἰ θέλει ὑγιὴς γενέσθαι;” οὐχ ἵνα μάθῃ, τοῦτο παρέλκον ἦν, ἀλλ’ ἵνα ἡμᾶς διδάξῃ τὴν τούτου καρτερίαν. Διὸ χρὴ σκοπῆσαι, μεθ’ ὅσης ἐπιεικείας ἀποκρίνεται λέγων, “ ναὶ Κύριε, ἄνθρωπον δὲ οὐκ ἔχω, καὶ τὰ ἑξῆς· Τί τούτων τῶν ῥημάτων ἐλεεινότερον γένοιτ’ ἄν; τί τῶν πραγμάτων περιπαθέστερον, οἵαν καρδίαν συντετριμμένην ἐκέκτητο, οὐδὲ ὑπὸ τῆς μακρᾶς ἀσθενείας συνεχόμενος, ἐφθέγξατό τι βλάσφημον, οἷα πολλοὺς ἀκούομεν λέγοντας τῶν ἀπαιδεύτων καὶ ἀταλαιπώρων ἐν περιστάσεσιν· οὐ κατηράσατο αὐτοῦ τὴν ἡμέραν, ἀλλὰ πράως ἀποκρίνεται, καίτοι γε μὴ εἰδὼς τίς ποτε ἦν ὁ ἐρωτῶν, οὐθ’ ὅτι θεραπεύειν ἔμελλεν, ἀλλ’ ἣ τοῦτο μόνον ἴσως προσεδόκησε τὸ χρησιμεύσειν αὐτῷ τὸν Χριστὸν τὸ ἐμβαλεῖν εἰς τὸ ὕδωρ· καὶ διὰ τούτων αὐτὸν ἐπιστπάσασθαι τῶν ῥημάτων οὐ βούλεται. Οὐκ εἶπεν ’δει αὐτῷ ὁ Χριστὸς θέλεις σε θεραπεύσω; ἵνα μὴ δόξῃ κομπάζειν. Κελεύει δὲ αὐτὸν ἆραι τὸ κλινίδιον, πιστώσασθαι βουλόμενος τὸ γενόμενον θαῦμα, καὶ μηδένα νομίσαι φαντασίαν αὐτὸ εἶναι. i ἐπειδὴ Cod. Οὐδὲ γὰρ ἃν εἰ μὴ βεβαίως καὶ σφόδρα αὐτῷ συνεπάγη τὰ μέλη, τὴν κλίνην φέρειν ἠδύνατο. Οὐκ ἀπαιτεῖ δὲ αὐτὸν πρὸ τῆς ἰάσεως πίστιν, ὥσπερ ἐπὶ ἄλλων τινῶν, ὅτι οὐδέπω αὐτὸν ἑωράκει σημεῖον ἕτερον πεποιηκότα, ἀλλ’ οὐδὲ ὅστις ἢν ᾔδει καὶ γὰρ καὶ ἐκείνους οὓς ἀπῄτει πίστιν, οὐ πρὸ τῶν θαυμάτων, ἀλλὰ μετὰ τὸ ἰδεῖν αὐτοὺς θαύματα πεποιηκοτα απῃτει. Ἦρε δὲ τὸ ἑαυτοῦ κράββατον, καὶ περιεπάτει, ἐπειδὴ ἅμα ἤκουσε πιστεύσας· ἠγέρθη γενόμενος ὑγιὴς, μηδὲν ὅλως ἄπιστον ἐννοήσας. Ἀπολιναρίου. Οὐκ εἶπαν διὰ τί ταῦτα ἐκέλευε γίνεσθαι σαββάτῳ, ἀλλὰ διὰ τί ταῦτα ἐποίησεν ἐν σαββάτῳ; οὐχ ὑπὲρ τῆς παραβάσεως δυσχεραίνοντες, ἀλλὰ τῇ σωτηρίᾳ τῇ παρ’ αὐτοῦ φθονοῦντες. Καί τοι γε ὅσον εἰς ἀνθρώπινον ἔργον, τοῦτο μᾶλλον ἔργον ἦν, ὅπερ ἐποίησεν ὁ παράλυτος· ἐκεῖνο δὲ λόγος καὶ ῥῆμα. χρὴ δὲ θαυμάσαι καὶ τὴν μετὰ ταῦτα πίστιν αὐτοῦ, καὶ τὴν πρὸς τοὺς Ἰουδαίους παρρησίαν, πῶς ἐπικειμένων αὐτῷ καὶ λεγόντων, “ οὐκ ἔξεστι σοι ἆραι τὸν κράββατόν σου διὰ τὸ σάββατον,” αὐτὸς μετὰ παρρησίας τὴν ἀναίσχυντον ἐπιστομίζων γλῶτταν, τὸν εὐεργέτην ἐκήρυττε λέγων, “ ὁ ποιήσας με ὑγιῆ, αὐτός μοι εἶπεν, “ ἆρον τὸν κράββατόν σου,” μονονουχὶ λέγων, ληρεῖτε καὶ παραπαίετε, κελεύοντες τῷ ἀπὸ μακρᾶς οὕτω καὶ χαλεπῆς ἀπαλλάξαντί με νόσου μὴ πείθεσθαι προστάσσοντι, καί τοι γε εἰ κακουργεῖν ἐβούλετο, ἐνῆν καὶ ἑτέρως εἰπεῖν, οἷον ὅτι οὐχ ἑκὼν τοῦτο ποιῶ, ἀλλ’ ἑτέρου κελεύσαντος· εἰ δὲ ἔγκλημα τοῦτο, καὶ ἀποτίθεμαι τὴν κλίνην, καὶ θεραπείαν δὲ ἔκρυψεν ἄν· καὶ γὰρ ᾔδει σαφῶς οὐχ οὕτω δακνομένους ἐπὶ τῇ τοῦ σαββάτου λύσει, ὡς ἐπὶ τῇ τῆς ἀρρωστίας διορθώσει. τίνος ἕνεκεν οὐκ εἶπον αὐτῷ, τίς ἐστιν ὁ ποιήσας σε ὑγιῆ, ἀλλ’ “ ὁ εἰπών σοι, ἆρον τὸν κράββατόν σου;” ἀπὸ πολλῆς κακουργίας· ἄνω γὰρ καὶ κάτω τὴν δοκοῦσαν παράβασιν εἰς μέσον ἦγον. Αὐτὸς δὲ τούτου χάριν ἐξένευσε· πρῶτον μὲν, ἵνα ἀπόντος αὐτοῦ ἡ μαρτυρία ἀνύποπτος γένηται· ὁ γὰρ αἴσθησιν λαβὼν τῆς ὑγιείας, ἀξιόπιστος ἦν τῆς εὐεργεσίας μάρτυς. Ἐπειτα ἵνα μὴ πλέον τούτων παρασκευάσῃ τὸν θυμὸν ἐκκαῆναι· οἶδε γὰρ, καὶ ὄψις μόνη τοῦ διαφθονουμένου οὐ μικρὸν τοῖς βασκαίνουσιν ἐνιέναι σπινθῆρα. Διὰ τοῦτο ἀναχωρήσας ἀφίησιν αὐτὸ καθ’ ἑαυτὸ τὸ ἔργον ἀγωνίνίσζεσθαι παρ᾿ αὐτοῖς. Ἐγκαλοῦντες γὰρ τέως μαρτυροῦσι τῷ θαύματι. Τί δαὶ μανθάνομεν ἐκ τοῦ, “ ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε,” καὶ τὰ ἑξῆς; Πρῶτον μὲν, ὅτι ἐξ ἁμαρτιῶν ἐτέχθη τῷ ἀνθρώπῳ τὸ νόσημα, δεύτερον δὲ ὅτι ἀληθὴς ὁ τῆς γεέννης λόγος, καὶ τὸ μακρὰν εἶναι καὶ ἄπειρον τὴν τιμωρίαν. Ποῦ γὰρ νῦν εἰσιν οἱ λέγοντες, ὅτι ἐν ὥρᾳ μιᾷ ἐπόρνευσα, καὶ ἀθάνατα κολάζομαι; ἰδοὺ γὰρ καὶ οὗτος οὐκ ἐν τοσούτοις ἥμαρτεν ἔτεσιν, ἐν ὅσοις ἐκολάζετο, ἀλλ’ ὁλόκληρον γοῦν ἀνθρώπου βίον σχεδὸν ἀνήλωσεν ἐν τῷ μήκει τῆς τιμωρίας. Οὐδὲ γὰρ ἐν χρόνῳ τὰ ἁμαρτήματα κρίνεται, ἀλλ’ ἐν αὐτῇ τῇ φύσει τῶν πεπλημμελημένων. Μετὰ τοῦτο κἀκεῖνο μανθάνομεν, ὅτι κἂν χαλεπὴν δῶμεν ὑπὲρ τῶν προτέρων ἁμαρτημάτων τὴν δίκην, εἶτα τοῖς αὐτοῖς περιπέσωμεν, χαλεπώτερα πολλῷ πεισόμεθα πάλιν, καὶ μάλα εἰκότως· ὁ γὰρ μηδὲ τῇ τιμωρίᾳ γενόμενος βελτίων, ὡς ἀναίσθητος καὶ καταφρονητὴς, ἐπὶ μείζονα ἄγεται κολαστήρια. Καὶ τίνος ἕνεκεν, φησὶ, μὴ πάντες οὕτω κολάζονται; καὶ γὰρ πολλοὺς ὁρῶμεν τῶν φαύλων εὐσωματοῦντας καὶ σφριγῶντας, καὶ πολλῆς ἀπολαύοντας εὐημερίας. ἀλλὰ τὸ μηδὲν αὐτοὺς ἐνταῦθα παθεῖν, ἐφόδιον γίγνεται μείζονος τῆς ἐκεῖ τιμωρίας. καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε “ κρινόμενοι δὲ “ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν·” τὰ μὲν γὰρ ἐνταῦθα νουθεσίας, τὰ δὲ ἐκεῖ τιμωρίας ἐστί. Τί οὖν; πάντα τὰ νοσήματα ἐξ ἁμαρτημάτων; οὐ πάντα μὲν, ἀλλὰ τὰ πλείονα. Γίγνεται μὲν γὰρ διὰ ἁμαρτημάτων, ὥσπερ καὶ ἐν ταῖς βασιλείαις ὁρῶμέν τινα ποδαλγίᾳ κατασχεθέντα. γίνεται δὲ καὶ δι’ εὐδοκίμησιν, ὥσπερ τῷ Ἰώβ φησιν ὁ Θεὸς, “ ἣ ἄλλως σοι οἴει κεχρηματικέναι, ἣ ἵνα δίκαιος ἀναφανῇς;” Ενια δὲ καὶ ἀπὸ ῥαθυμίας γίνεται. καὶ γὰρ καὶ γαστριμαργία καὶ μέθη τὰ τοιαῦτα τίκτουσι νοσήματα. τινὲς τὸν παράλυτον τοῦτον διαβάλλοντες, φασὶν αὐτὸν τοῦ Χριστοῦ γενήσεσθαι κατήγορον, καὶ διὰ τοῦτο ἀκηκοέναι τὴν παραγγελίαν καὶ τὴν ἀπειλὴν ἐκείνην. Οὐκ ἔστι δὲ οὕτως. καὶ γὰρ, φησὶ, “ εὑρίσκει αὐτὸν ἐν τῷ ἱερῷ ὁ Ἰησοῦ,” ὅπερ μεγίστης εὐλαβείας σημεῖόν ἐστιν· οὐδὲ γὰρ ἀνεχώρησεν οἴκαδε, οὐδὲ τρυφῇ καὶ ἀνέσει ἔδωκεν ἑαυτὸν, ἀλλ’ ἐν τῷ ἱερῷ διῆγε, καί τοι γε τοσαύτην μέλλων ὑπομένειν ἔφοδον, καὶ παρὰ πάντων ἐλαύνεσθαι εἰκῆ. ἀλλ’ οὐδὲν τούτων ἔπεισεν αὐτὸν ἀποστῆναι τοῦ ἱεροῦ· καὶ μετὰ τὸ διαλεχθῆναι τοῖς Ἰουδαίοις εὑρὼν αὐτὸν ὁ Ἰησοῦς, οὐδὲν τοιοῦτον ἠνίξατο, ἀλλὰ πρὸς τὸ μέλλον αὐτὸν ἀσφαλίζεται μόνον· ὁρῶμεν δὲ αὐτὸν καὶ ἐπὶ τῆς αὐτῆς μένοντα εὐγνωμοσύνης. Οὐ γὰρ εἶπεν ὅτι αὐτός ἐστιν ὁ εἰπών μοι, ἆρον τὸν κράββατόν σου, ὅπερ ἐκεῖνοι ἔγκλημα ἐποιοῦντο, ἀλλὰ ἰατρὸν αὐτὸν ἐμφαίνων, φησὶν, “ Ἰησοῦς ἐστιν ὁ ποιήσας με ὑγιῆ.” Ἐκ τούτου βουλόμενος τοὺς ἄλλους πρὸς τὸν Χριστὸν ἐφελκύσασθαι. Οὐ γὰρ οὕτως ἀναίσθητος ἦν, ὡς μετὰ τοσαύτην εὐεργεσίαν καὶ παραίνεσιν παραυτὰ προδοῦναι τὸν εὐεργέτην, καὶ κακούργῳ διανοίᾳ εἰπεῖν, ὅτι “ Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ·” ἀλλ’ οὗτος μὲν εὐγνώμονι σκοπῷ τοῦτο ἔλεγεν. Οἱ δὲ Ἰουδαῖοι ἐδίωκον τὸν εὐεργέτην ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. Διὰ τί φησιν, “ ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργά- “ζομαι;” τὸ ὁμότιμον τὸ πρὸς τὸν Πατέρα δεῖξαι Ἅμα δὲ καὶ ἀναγαγεῖν αὐτοὺς θέλων ἀπὸ τῆς γῆς, ἵνα μηκέτι ὡς ἀνθρώπῳ προσέχωσιν, ἀλλ’ ὡς Θεῷ καὶ νομοθέτῃ, καὶ ὥσπερ, φησὶν, ἀπολύετε τὸν Θεὸν ἐγκλημάτων ἐφ’ οἷς καὶ ὅτε διαπράττεται, οὐτῶ καὶ ἐμὲ. Εἰ δέ τις ἐπιθυμεῖ τὸν τρόπον μαθεῖν, καθ’ ὃν ἐργάζεται ὁ Πατὴρ, ὁράτω τὴν οἰκουμένην ἅπασαν καὶ τὴν ταύτης πρόνοιαν· καὶ ἥλιον ἀνατέλλοντα καὶ σελήνην τρέχουσαν, καὶ πηγὰς καὶ ποταμοὺς καὶ ὑετοὺς, καὶ φύσεως δρόμον τὸν ἐν τοῖς σπέρμασι, τὸν ἐν τοῖς σώμασι τοῖς ἡμετέροις καὶ τοῖς τῶν ἀλόγων, τὰ ἄλλα πάντα, δι’ ὧν τόδε τὸ πᾶν συγκροτεῖται, ἅπερ καὶ ἐν σαββάτῳ γίνεται. οἱ δὲ τῇ πονηρίᾳ συνεχόμενοι μᾶλλον ἐζήτουν αὐτὸν ἀποκτεῖναι, “ ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον,” καὶ τὰ ἑξῆς. Οὐκ εἶπεν ὁ λέγων, οὐ γὰρ ἃν τοῖς ῥήμασιν ἐδείκνυ μόνοις, ἀλλὰ πυκνότερον ἐν τοῖς πράγμασιν. Τί δή ποτε; ὅτι τοῖς μὲν λόγοις εἶχον ἐπισκήπτειν, καὶ ἀλαζονείαν ἐγκαλεῖν, τὴν δὲ τῶν πραγμάτων ορῶντες k ἀλήθειαν ἐκβαίνουσαν, καὶ ἐπὶ τῶν ἔργων k ὁρῶν τε Cod. ἀνακηρυττομένην τὴν δύναμιν, οὐδὲν ἀντειπεῖν ἠδύναντο λοιπόν. ἀλλ’ οἱ μὴ βουλόμενοι μετ’ εὐγνωμοσύνης ταῦτα δέχεσθαι φασιν, ὅτι οὐχ ὁ Χριστὸς ἐποίει ἑαυτὸν ἴσον τῷ Θεῷ, ἀλλ’ οἱ Τουδαῖοι τοῦτο ὑπώπτευον. οὐκοῦν ἄνωθεν τὰ εἰρημένα ἐπέλθωμεν. ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, ἢ οὐκ ἐδίωκον; καὶ διὰ τοῦτο ἐδίωκον, ἣ δι’ ἕτερόν τι; καὶ τοῦτο συνομολογεῖται· ἔλυε τὸ σάββατον ἣ οὐκ ἔλυεν; οὐδὲ πρὸς τοῦτο ἔχεις τι ἀντειπεῖν. Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν ἣ οὐκ ἔλεγε; καὶ τοῦτο ἀληθές· οὐκοῦν καὶ τὰ ἑξῆς τῆς αὐτῆς ἀκολουθίας ἔχεται, καὶ τὸ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ, τῆς αὐτῆς γνώμης ἀπόφασις ἢν. Τὸ δὲ “ οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν’ τοῦτο σημαίνει, ὅτι οὐδὲν ἐναντίον τῷ Πατρὶ, οὐδὲν ἀλλότριον, οὐδὲν ξένον, καὶ τοῦτο δὲ τὴν πρὸς τὸν Πατέρα δείκνυσιν ἰσότητα καὶ τὸ ἀπαράλλακτον καὶ τὸ ὡσανεὶ ἀπὸ μιᾶς γνώμης, ἐξουσίας, καὶ δυνάμεως γινόμενον. Δῆλοί δὲ τοῦτο καὶ τὸ ἐπαγόμενον, “ ἃ γὰρ ἃν, φησὶν, ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ, ὅθεν καὶ ἐκ τῶν ἄνωθεν εἰρημένων, καὶ ἐκ τῶν μετὰ ταῦτα λεχθέντων, δείκνυται τῆς ἰσότητος ἡ ἀπόδειξις. Τί ἐστι τὸ καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἴνα ὑμεῖς “ θαυμάζητε;” ἐπειδὴ τὸν παράλυτον ἔσφιγξε, μέλλει δὲ νεκρὸν ἐγείρειν. Διὰ τοῦτό φησιν, εἰ θαυμάζετε, ὅτι παράλυτον ὑγιῆ πεποίηκα, μείζονα τούτων ὄψεσθε. ταπεινότερον δὲ αὐτὸ εἶπε, τουτέστι τὸ “ δείξει,” ἵνα τὴν μανίαν αὐτῶν παραμυθήσηται· ὅτι γὰρ οὐ κυρίως τὸ “ δείξει” κέχρηται, τὰ ἑξῆς δηλοῖ. “ Ὥσπερ γὰρ ὁ Πατὴρ,” φησὶν, “ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποίει τὸ μὲν γὰρ “ὡσπερ ὀ Πατὴρ ἐγείρει” τῆς δυνάμενς δείκνυσι τὴν ἀπαραλλαξίαν, τὸ δὲ “ οὓς θέλει,” τῆς ἐξουσίας τὴν ἰσότητα. Ἐπειδὴ δὲ εὐεργετούμενοι οἱ ἄνθρωποι οὐχ οὕτως αἰσθάνονται, διὰ τοῦτο ἐπάγει, ὅτι “ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ,” ἵνα κἂν ὁ φόβος εἰς τὴν τιμὴν τοῦ Υἱοῦ αὐτοὺς ἐπισπάσηται. πᾶσαν δὲ εἰπὼν τοῦτο ἐδήλωσεν, ὅτι καὶ τοῦ κολάζειν καὶ τοῦ τιμᾷν ἐστι κύριος ἅπαντας, ὡς ἃν ἐθέλῃ. ὥσπερ δὲ τὸ “ ἔδωκε “ ζωὴν,” ἐγέννησεν αὐτὸν ζῶντα ἐστὶν, οὕτω καὶ τὸ “ ἔδωκε “ κρίσιν,” κριτὴν αὐτὸν ἐγέννησεν, ἐμφαίνει. Ἵνα γὰρ μὴ ἀκλύοντες ὅτι αἴτιον ἔχει τὸν Πατέρα, παραλλαγὴν οὐσίας νομίσωμεν, καὶ τιμῆς ἐλάττωσιν, διὰ τοῦτο αὐτὸς ἔρχεται ἡμᾶς κρίνων· τὴν ἰσότητα ἐντεῦθεν πρὸς τὸν Πατέρα δεικνύς. Ὁ γὰρ ἐξουσίαν ἔχων καὶ κολάζειν καὶ τιμᾷν ὡς βούλεται, τὰ αὐτὰ δύναται τῷ Πατρί· τούτου δὲ χάριν οὕτω φθέγγεται, διὰ τὸ ἀπαράδεκτον γενέσθαι τὸν λόγον, καὶ τοῖς ὑψηλοῖς προοδοποιῆσαι ῥήμασι· διὰ τοῦτο ἀναμίγνυσι ταῦτα ἐκείνοις, κἀκεῖνα τούτοις, οἶον ἐκ τοῦ εἰπεῖν, “ ὁ πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι·” ἔδειξεν ἐκ τούτου τὸ ὁμότιμον. ἠθέλησαν αὐτὸν διὰ τοῦτο ἀποκτεῖναι οἱ Ιουδαῖοι· πάλιν τῇ λέξει μὲν καθυφίησι, τὰ νοήματα δὲ τὰ αὐτὰ τίθησιν, οὕτω λέγων, “ οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν.” Εἶτα πάλιν ἐπὶ τὰ ὑψηλὰ ἀνάγει τὸν λόγον· “ ἃ γὰρ ἃν ἐκεῖνος ποιῇ, φησὶ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. Πάλιν ἐπὶ τὸ ταπεινότερον, “ ὁ γὰρ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυ- “ σιν αὐτῷ, καὶ μείζονα τούτων δείξει αὐτῷ.” Εἶτα πάλιν ἐπὶ τὸ ὑψηλότερον, “ ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωο- “ ποιεῖ, οὕτω καὶ ὁ Υἱός.” Εἰτα τὸ ταπεινὸν ὁμοῦ καὶ “ οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέ- “ ’δωκε τῷ Υἱῷ.” Εἶτα ἐπὶ τὸ ὑψηλότερον, “ ἵνα πάντες τιμῶσι “ τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.” Ἰδοὺ πῶς τὸν λόγον ποικίλλει, δι’ ὑψηλῶν αὐτὸν καὶ ταπεινῶν ὑφαίνων, ὥστε καὶ τοῖς τότε γενέσθαι εὐπαράδεκτον, καὶ τοῖς μετὰ ταῦτα μηδὲν βλβῆναι, ἀπὸ τῶν ὑψηλῶν καὶ τῶν ἑτέρων τὴν προσήκουσαν λαμβάνοντες ἔννοιαν. Δεικνὺς οὖν ὅτι συμπέπλεκται ἡ τιμὴ τοῦ Υἱοῦ, τῇ τιμῇ τοῦ Πατρός, φησιν, “ ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν “ Πατέρα τὸν πέμψαντα αὐτὸν,” οὐχ ἁπλῶς ὁ μὴ τιμῶν, ἀλλ’ ὁ μὴ τιμῶν οὕτως ὡς προεῖπον, φησὶ, τουτέστι ὡς τὸν Πατέρα. Πρὸς δὲ τὸ μὴ ἐκθηριωθῆναι τοὺς Ἰουδαίους, βουλόμενος ἀπαράδεκτον ποιῆσαι τὸν λόγον, ἐκ τοῦ μαθεῖν ὅτι τῷ Πατρὶ πιστεύσυσιν οἱ αὐτοῦ ἀκούοντες, ἐπήγαγε λέγων, “ ὁ ἀκούων μου τοὺς λόγους καὶ πιστεύων τῷ πέμψαντι με,” καὶ τὰ ἑξῆς. τοῦτο γὰρ δεξάμενοι μετὰ προθυμίας, καὶ τὰ λοιπὰ ἔμελλον εὐκολώτερον δέχεσθαι. Τὸ δὲ “ εἰς κρίσιν οὐκ ἔρχεται,” τουτέστιν, οὐ κολάζεται· θάνατον δὲ, φησὶ, οὐ τοιοῦτον, ἀλλὰ τὸν αἰώνιον, ὥσπερ καὶ ζωὴν ἐκείνην. Ἵνα δὲ μὴ δόξῃ κόμπος εἶναι τὸ πρᾶγμα καὶ τῦφος, παρέχει καὶ τὴν διὰ τῶν ἔργων ἀπόδειξιν, λέγων, ὅτι ἔρχεται ὥρα εἶτα ἵνα μὴ μακρὸν ὑποπτεύσωμεν χρόνον, “ καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ “ ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ ζήσονται.” νῦν, φησὶν, ἐμοῦ διατρίβοντος μεθ’ ὑμῶν, τοῦτο γενήσεται πρὸς τὸ μὴ διαπιστεύειν ὑμᾶς περὶ τούτου· τοῦτο δὲ ἔλεγε περὶ ὧν ἔμελλε νεκρῶν ἀνιστᾷν, οἷον τοῦ υἱοῦ τῆς χήρας καὶ τοῦ Λαζάρου. Εἶτα καὶ λογισμὸν ἐπάγει τῶν εἰρημένων ἀποδεικτικόν. “ Ὥσπερ “ γὰρ, φησὶν, ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ “ υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ. τὴν δὲ τοῦ “ ἔδωκε” λέξιν ἐνταῦθα τέθεικεν ἐπὶ τὸ δεῖξαι μόνον τῷ τὸν μὲν Πατέρα εἶναι, τὸν δὲ Υἰὸν, τὰ δὲ ἄλλα πάντα τὸ ἴσον καὶ ἀπαράλλακτον ἐμφαίνει πρὸς τὸν Πατέρα. τίνος ἕνεκεν ἀνάστασιν καὶ κρίσιν ἄνω καὶ κάτω στρέφει λέγων, “ καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν;” ὅτι ταῦτα μάλιστα πάντων ἐστὶν, ἃ καὶ ἐπαγαγέσθαι δύναται τὸν ἀκροατήν. Ὁ γὰρ πεισθεὶς ὅτι καὶ ἀναστήσεται, καὶ αὐτῷ δώσει, τουτέστι τῷ Χριστῷ, καὶ εὐθύνας τῶν πεπλημμελημένων, εἰ καὶ μηδὲν ἔτερον εἶδε σημεῖον, τοῦτο μόνον καταδεξάμενος, προσδραμεῖται πάντως αὐτῷ, ἥμερον κατασκευάζων ἑαυτῷ τὸ δικαστήριον. Χρὴ δὲ γινώσκειν, ὅτι ὁ μὲν Παῦλος ὁ Σαμοσατεὺς οὕτω φησιν, “ ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι ὑίος ἀνθρώπου ἐστιν οὐδεμίαν ἀκολουθίαν ἔχει. Οὐ γὰρ διὰ τοῦτο ἔλαβε κρίσιν, ὅτι ἄνθρωπός ἐστιν, ἀλλ’ ἐπειδὴ τῆς ἀρρήτου οὐσίας ἐκείνης ἐστὶν υἱὸς, διὰ τοῦτο ἐστὶ καὶ κριτής· οὕτω τοίνυν ἀναγνωστέον, “Ὅτι “ υἱὸς ἀνθρώπου ἐστὶ, μὴ θαυμάζετε τοῦτο.” Ἐπειδὴ γὰρ ἐδόκει τοῖς ὁρῶσι προίστασθαι τὸ φαινόμενον, καὶ πλέον οὐδὲν ἐνόμιζον εἶναι, ἀλλὰ ψιλὸν ἄνθρωπον, τὰ δὲ λεγόμενα μεῖζον ἢ κατὰ ἄνθρωπον ἦν, μᾶλλον δὲ μεῖζον ἣ κατὰ Ἄγγελον, καὶ Θεοῦ μόνου, ταύτην λύων τὴν ἀντίθεσιν ἐπήγαγε, “ μὴ θαυμάζετε.” Ἐπειδὴ δὲ εἶπεν ἀνωτέρω, “ ὅτι ὁ ἀκούων μου τοὺς λόγους καὶ “ πιστεύων τῷ πέμψαντί με, οὐ κρίνεται,” ἵνα μὴ νομίσωμεν, ὅτι τοῦτο μόνον ἀρκεῖ πρὸς σωτηρίαν, προστέθεικε καὶ τὰ ἐκ τοῦ βίου, εἰπὼν, “ καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες, καὶ τὰ ἑξῆς. Ἀμμωνίου πρεσβυτέρου. Ὥστε οὐκ ἀρκεῖ ἡ πίστις μόνη σῶσαι, εἰ μὴ καὶ ἔργα τις ἔχει ἀγαθά. Δι’ ἀμφοτέρων, τοῦ τε φόβου καὶ τῆς τιμῆς, προτρέπεται εἰς σωτηρίαν τὸν ἄνθρωπον. Τί σημαίνει τὸ, “ οὐ δύναμαι ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐδέν;” τὸ ἀπαράλλακτον, ὅτι οὐδὲν ἔφη ξένον, οὐδὲν παρηλλαγμένον, οὐδὲ ὃ μὴ βούλεται ὁ Πατὴρ, παρ’ ἐμοῦ γίνεται. Τὸ δὲ “ καθὼς ἀκούω, κρίνω,” τοῦτο δηλοῖ οὐ διδασκαλίαν, ἀλλὰ τὸ τῆς ψήφου ἴσον, ὡσανεὶ ἔλεγεν, οὕτω κρίνω, ὡσανεὶ αὐτὸς ὁ Πατὴρ ὁ κρίνων εἴη. Ἐπειδὴ δὲ ἐν τοῖς ἔμπροσθεν, τὰ μὲν θεοπρεπῶς, τὰ δὲ ἀνθρωπίνως διηλέχθη, πάλιν ὡς ἄνθρωπος κατασκευάζει τὰ αὐτὰ, καὶ φησὶν, “ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστιν, ὅτι “ οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν,” καὶ τὰ ἑξῆς. Ὁ μὲν γὰρ θέλων, φησὶ, τὰ ἑαυτοῦ στῆσαι, ἴσως ἃν ὑποπτευθείη, ὥσπερ φθείρων ἐν τούτῳ τὸ δίκαιον. Ὁ δὲ μὴ τὰ ἑαυτοῦ σκοπῶν, τίνα ἃν ἔχοι πρόφασιν τοῦ μὴ τὰ δίκαια ψηφίζεσθαι; Διὰ τοῦτο οὖν, ἐπειδὴ τῷ Πατρὶ ἀνατίθημι τὰ γιγνόμενα, πείσθητε τοῖς ὑπ’ ἐμοῦ λεομενοις. Τὸ δὲ “ ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ “ ἔστιν ἀληθὴς,” τί σημαίνει; καὶ γὰρ πολλαχοῦ φαίνεται μαρτυρήσας περὶ ἑαυτοῦ, οἷον τῇ Σαμαρείτιδι διαλεγόμενος, καὶ τῷ τυφλῷ, καὶ τοῖς Ἰουδαίοις, καὶ ἑτέρωθι πολλαχοῦ τοῦτο ποιεῖ. Ἃν οὖν ἅπαντα ταῦτα ψευδῆ, τίς ἡμῖν σωτηρίας ἐλπίς; πόθεν δὲ τὴν ἀλήθειαν εὑρήσομεν, ὅταν αὐτὴ ἡ ἀλήθεια λέγῃ, ὅτι οὐκ ἔστιν ἡ μαρτυρία μου ἀληθής. Οὐ τοῦτο δὲ δοκεῖ τὸ ἐναντίωμα εἰναι μόνον, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Προϊὼν γάρ φησι, “ κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι. Ποῖον οὖν δεξόμεθα, ποῖον δὲ εἶναι νομίσωμεν ψεῦδος; Τί οὖν ἐστι τὸ εἰρημένον; ἔμελλον αὐτῷ λέγειν οἱ Ἰουδαῖοι, ἐὰν σὺ μαρτυρῇς περὶ σεαυτοῦ, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Διὰ τοῦτο οὖν προλαβὼν τοῦτο εἶπεν, ὡσανεὶ ἔλεγεν· ἴσως ἐρεῖτέ μοι, ὅτι σοὶ οὐ πιστεύομεν, οὐδεὶς γὰρ ἑαυτῷ μαρτυρῶν ἀξιόπιστός ἐστιν ἐν ἀνθρώποις. Οὐ τοίνυν πρὸς τὴν ἀξίαν τὴν αὐτοῦ, ἀλλὰ πρὸς τὴν ὑπόνοιαν τὴν ἐκείνων ἐφθέγγετο ταῦτα. Καὶ ὅταν μὲν λέγῃ, “ἡ “μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς,” τὴν γνώμην ἐλέγχει τὴν ἐκείνων, καὶ τὴν μέλλουσαν αὐτῷ παρ’ ἐκείνων ἀντίθεσιν ἔσεσθαι, δεικνὺς αὐτοῖς, ὅτι οἶδε τὰ ἐκείνων ἀπόρρητα τῆς διανοίας. Ὅταν δὲ λέγῃ, ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ, αὐτὴν δείκνυσι τοῦ πράγματος τὴν φύσιν, ὅτι ὡς Θεὸν ἀξιόπιστον αὐτὸν ἔδει νομίζειν τρεῖς παράγειν μαρτυρίας τῶν λεγομένων· τὰ ἔργα τὰ ὑπ’ αὐτοῦ γινόμενα, του Πατρὸς τὴν μαρτυρίαν, τὸ Ἰωάννου κήρυγμα. προ- τέραν τὴν ἐλάττω τὴν τοῦ Ἰωάννου τίθησι λέγων, “ἄλλος ἐστὶν “ ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία “αὐτοῦ,” δεικνὺς καὶ ἐντεῦθεν, ὅτι ὅπερ πρὸ τούτου εἶπεν, “ἡ “μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς,” πρὸς τὴν ἐκείνων εἶπεν ὑπόνοιαν· ἐπεὶ πῶς ἀληθῆ εἶναι μαρτυρεῖ τὴν τοῦ Ἰωάννου μαρτυρίαν; Ινα δὲ μὴ λέγωσι, τί οὖν εἰ καὶ ἐκεῖνος ἐμαρτύρησέ σοι χαριζίμενος; καὶ ταύτην ἀνεῖλε τὴν ὑπόνοιαν εἰπὼν, “ὑμεῖς “κάτε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ,” οὐκ ἃν δὲ ἀπεστείλατε, φησὶν, εἰ μὴ ἀξιόπιστον ἡγεῖσθε. Τὸ δὲ “ἐγὼ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ “ταῦτα λέγω, ἵνα ὑμεῖς σωθῆτε,” τοῦτό ἐστιν, ἐγὼ μέν φημι, οὐκ ἐδεόμην τῆς τούτου μαρτυρίας, Θεὸς ὣν, τῆς ἀνθρωπίνης. Επειδὴ δὲ μᾶλλον αὐτῷ προσείχετε, ἤπερ ἐμοὶ, καὶ πάντων ἀξιοπιστότερον ἡγεῖσθε, καὶ ἐκείνῳ μὲν, ὡς προφήτῃ προσεδρά- μετε, ἐμοὶ δὲ θαυματουργοῦντι οὐκ ἐπιστεύσατε, διὰ τούτου ὑμᾶς ἀναμιμνήσκω τῆς μαρτυρίας ἐκείνης, καὶ πάντα ποιῶ ὥστε ὑμᾶς σωθῆναι. Λύχνον δὲ καιόμενον καὶ φαίνοντα αὐτὸν εἶπε διὰ τὸ μὴ οἴκοθεν ἔχειν τὸ φῶς, ἀλλὰ ἀπὸ τῆς τοῦ Πνεύματος χάριτος. Τὸ δὲ “ὑμεῖς ἠθελήσατε ἀγαλλιασθῆναι πρὸς ὥραν τῷ φωτὶ αὐτοῦ, δηλοῖ ὅτι ἀπεδέξαντο μὲν πρὸς ὥραν τὰ εἰρημένα, καὶ ὀρθὴν περὶ αὐτοῦ κρίσιν εἶχον, τουτέστι πρόσκαιρον καὶ ἀβέβαιον σπουδήν. Εἰ γὰρ ἐπέμειναν, ταχέως ἃν αὐτοὺς πρὸς τὸν Ἰησοῦν ἐχειραγώγησεν· εἶτα τὴν ἐκ τῶν ἰδίων ἔργων μαρτυρίαν δεικνὺς, ἐπήγαγε λέ- γων, “ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζονα Ἰωάννου, τὰ ἔργα ἃ “ἔδωκέ μοι ὁ Πατὴρ ἵνα ποιῶ, αὐτὰ μαρτυρεῖ ὅτι ὁ Πατήρ με “ἀπέστειλεν.” Ἐνταῦθα τοῦ παραλυθέντος καὶ ἀνορθωθέντος ἀνέμνησεν. Ἔτι δὲ καὶ πρὸς τὴν κατηγορίαν τῆς τοῦ σαββάτου λύσεως ἐνίσταται. Ἐπειδὴ γὰρ ἔλεγον πῶς δύναται ἀπὸ Θεοῦ ε-ι’ναι, ὅτι τὸ σάββατον οὐ τηρεῖ, διὰ τοῦτό φησιν, “ἃ ἔδωκέ μοι “ὁ Πατήρ.” Λέγει δὲ λοιπὸν καὶ τὴν τοῦ Πατρὸς μαρτυρίαν, “ὅτι ὁ πέμψας με Πατὴρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ.” Ποῦ δὲ μεμαρτύρηκεν ; “οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, αὐτοῦ “ἀκούετε.” To δὲ “οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε, οὔτε “ε-ι’δος αὐτοῦ ἑωράκατε,” φησὶν, εἰς φιλόσοφον αὐτοὺς δόγμα ἐνάγων κατὰ μικρὸν, δεικνὺς ὅτι οὔτε φωνὴ περὶ Θεοῦ ἐστιν, οὔτε ε-ι’δος, ἀλλὰ ἀνώτερος σχημάτων ἐστί. τοῦτο δὲ ε-ι’πεν, ἵνα μὴ λέγωσι, κομπάζεις, Μωυσεῖ λελάληκεν ὁ Θεὸς μόνῳ· ὥσπερ οὖν καὶ ἔλεγον, ὅτι “ἡμεῖς οἴδαμεν, ὅτι Μωυσεῖ λελάληκεν ὁ ** Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί.” Διὰ τοῦτο ταῦτά φησιν, ἐμφαίνων ὅτι οὔτε φωνὴ περὶ Θεὸν, οὔτε ε-ι’δος. καὶ τί λέγω, φησὶ, ὅτι φωνὴν αὐτοῦ οὐκ ἀκηκόατε, οὔτε ε-ι’δος ἑωράκατε, οὐδὲ ἐφ’ ᾧ μάλιστα αὐχεῖτε, καὶ ἐφ’ ᾧτ’ μάλιστα πάντες ἐστὲ πεπλη- ροφορημένοι πράγματι, ὅτι τὰ προστάγματα αὐτοῦ ἐδέξασθε, οὐδὲ τοῦτο ὑμῖν δυνατὸν εἰπεῖν. Εἰ γὰρ καὶ ὁ Θεὸς αὐτὰ διετάξατο, ἀλλ’ ὅμως παρ’ ὑμ-ιν οὐκ ἔστιν, ἐπειδὴ μὴ πιστεύετέ μοι. Διὰ γὰρ τοῦτο οὔτε τὸν λόγον αὐτοῦ ἔχετε μένοντα ἐν ὑμῖν, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. Εἰ γὰρ ἄνω καὶ κάτω λέγει ἡ γραφὴ, ὅτι ἐμοὶ δεῖ προσέχειν, ὑμεῖς δὲ οὐ πι- στεύετέ μοι, εὔδηλον ὅτι καὶ ὁ λόγος αὐτοῦ ἀπέστη ἀφ’ ὑμῶν. Διὰ τι οὐκ εἶπεν, ἀναγιγνώσκετε, ἀλλ’ “ἐρευνᾶτε τὰς γραφάς ;” ἐπεὶ τὰ περὶ αὐτοῦ λεγόμενα ἐν αὐταῖς πολλῆς ἐδεῖτο τῆς ἐπι- στάσεως· συνεσκίαστο γὰρ ἄνωθεν συμφερόντως τοῖς τότε. Διὰ τοῦτο διασκάπτειν αὐτοῖς μετὰ ἀκριβείας κελεύει, ἵνα τὰ ἐν τῷ βάθει κείμενα δυνηθῶσιν εὑρεῖν. Οὐκ εἶπε δὲ ὅτι ἔχετε, ἀλλ’ ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν, δεικνὺς, ὅτι οὐδὲ ἐκεῖθεν ἐκαρποῦντο μέγα τι καὶ γενναῖον ἀπὸ τῆς ἀναγνώσεως σώζεσθαι μόνης προσδο- κῶντες, πίστεως μὴ προσούσης. τοῦτο γὰρ σημαίνει καὶ τὸ ἐπα- γόμενον “ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρὸς μὲ, ίνα ζωὴν αἰώνιον ἔχητε. Εἰκότως ἄρα τὸ “δοκεῖτε” διὰ τὸ μὴ βούλεσθαι αὐτοὺς πείθεσθαι, ἀλλ’ ἐπὶ μόνῃ τῇ ἀναγνώσει αὐχεῖν. Ἐπειδὴ ἀνέμνησεν αὐτοὺς τῆς τοῦ Ἰωάννου μαρτυρίας, καὶ τῆς τοῦ Θεοῦ, καὶ τῶν ἔργων αὐτοῦ διὰ τὴν σωτηρίαν αὐτῶν καὶ μόνον· εἰκὸς δὲ ἦν πολλοὺς ὑποπτεύειν, ὅτι δόξης ἐρῶν ταῦτα ἔλεγε· διὰ τοῦτό φησιν, ὅτι “δόξαν παρὰ “ἀνθρώπου οὐ λαμβάνω,” τουτέστιν, οὐ δέομαι, οὐκ ἔστιν ἡ ἐμὴ τοιαύτη, ὥστε δεῖσθαι τῆς παρὰ ἀνθρώπων δόξης. Τὸ δὲ “ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε,” εἰπε, δεικνὺς, ὅτι οὐ δι’ ἀγάπην Θεοῦ αὐτὸν ἐδίωκον, κἂν οὕτως ἐκεῖνοι προεφασίζοντο. Ὁρᾷς ὅτι ἄνω καὶ κάτω διὰ τοῦτο λέγει ἀπεστάλθαι, καὶ παρὰ τοῦ Πατρὸς εἰληφέναι, καὶ οὐδὲν δύνασθαι ποιεῖν ἀφ’ ἑαυτοῦ, ἵνα πᾶσαν ἐκκόψῃ πρόφασιν ἀγνωμοσύνης. Περὶ τίνος λέγει, ὅτι “ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ “ἰδίῳ, ἐκεῖνον λήψεσθε;“περὶ τοῦ Ἀντιχρίστου ὅστις ἑαυτὸν μέλλει ἀποδεικνύναι, ὅτι αὐτός ἐστιν ὁ Θεός. τοῦτο γάρ ἐστιν, “ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ἦλθον, καὶ οὐ δέχεσθέ με” τοῦτο δὲ συμβαίνει ὑμῖν διὰ τὸ μὴ ζητεῖν ὑμᾶς τὴν τοῦ Θεοῦ δόξαν, ἀλλὰ μᾶλλον τὴν παρὰ ἀλλήλων λαμβάνοντος. Ἐπεὶ δὲ λέγετε Μωϋσεῖ πιστεύειν, δείκνυμι δι’ ὧν κατ’ ἐμοῦ τολμᾶτε, ὅτι μάλιστα ἀπιστεῖτε τῷ Μωϋσεῖ. Διὸ καὶ “ἐκεῖνός ἐστιν ὁ κατηγο- “ ρῶν ὑμῶν πρὸς τὸν Πατέρα, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ “ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἃν ἐμοὶ,” καὶ τὰ ἑξῆς. Πῶς δὲ Μωϋσῆς περὶ αὐτοῦ ἔγραψεν ἀκούσομεν. Ἐάν τις ἔλθῃ φησὶν, σημεῖα ποιῶν, καὶ πρὸς τὸν Θεὸν ἄγων, καὶ προλέγων τὰ μέλλοντα μετὰ ἀληθείας, ὑπακούσετε αὐτῷ μετὰ πάσης σπουδῆς· ὁ Χριστὸς οὑν ταύτα πεποίηκεν. Τοῦ ἁγίου κυρίλλου. Ἐντεῦθεν οἶμαι συνεὶς, καὶ ὁ μακάριος Παῦλος ἀληθές τι φησι, περὶ δὲ τῶν Ἰουδαίων καὶ τοῦ τῆς ἀνομίας υἱοῦ, “ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἔδειξαν εἰς τὸ “σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλά- “νῆς, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσιν ἅπαντες οἱ “μὴ πιστεύσαντες τῆ ἀληθείᾳ, ἀλλ’ εὐδοκήσαντες τῆ ἀδικίᾳ.” Ἀμμωνίου πρεσβττέρου. Εἰ καὶ οῃεν ὅτι οὐ πείθονται, ἀλλ’ ὡς Θεὸς τὸ ἑαυτοῦ ποιεῖ, ἐλέγχων καὶ νουθετῶν. ὁ Ἀντ’ ίχριστος τὴν τοῦ βίου δόξαν ἐπαγγέλλεται, καὶ διὰ τοῦτο ἐκείνῳ πί- πιστεύετε. Ἐγὼ μὲν, φησὶν, ἐπειδή περ ὑμᾶς πρὸς τὸν Θεὸν ἀνάγω, οὐδὲν ἐν τῷ βίῳ περίβλεπτον ὑμῖν ἐπαγγελλόμενος, ἀποφεύγετε τῶν παρ’ ἐμοῦ λεγομένων τὴν διδασκαλίαν· ἐκεῖνος δὲ ἐπειδήπερ ἐν τῶ βίω τούτω τὴν πᾶσαν ἑαυτοῦ δόξαν ἐπιδείκνυται, πολλὴν τὴν ἐνταῦθα τοῖς ἐπ’ αὐτὸν πιστεύουσιν, ἄνεσίν τε καὶ δωροφορίαν ἐπαγγελλόμενος, ἐπιθυμίᾳ τῆς παρούσης δόξης ἐπ’ αὐτὸν συν- δραμεῖσθε. Ἀποδιναρίου. Λέγει τῆς ἀπιστίας τὴν αἰτίαν, ἐλέγχων τῶν διανοιῶν τὰ κεκρυμμένα· ἄρχοντες μὲν γὰρ τὴν ἀπὸ λαῶν εὐδοκί- μησιν μεταδιώκοντες, λαοὶ δὲ τὴν παρὰ τοῖς ἄρχουσι τιμὴν ἀγα- πῶντες, ἀφίστασθε τῆς πίστεως τῆς εἰς ἐμέ· οἱ μὲν ἵνα μὴ δόξαν ἐλαττωθεῖεν τὴν ἐν ὑμῖν, ὑμεῖς δὲ ἵνα μὴ τὴν παρ’ ἐκείνοις τιμὴν ἀποβάλοιτε. ΚΕΦ. Η. Περὶ τῶν ε ἄρτων καὶ τῶν μ ἰχθύων. Ἐπειδὴ εἰκὸς ἦν ἀπὸ τῶν λόγων τούτων τεχθῆναι φθόνον καὶ θυμὸν τοῖς Ἰουδαίοις, καταπραύνων αὐτοὺς ὁ Κύριος διὰ τῆς ἀνα- χωρήσεως, “ἀπῆλθε πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Tιβε- ’* ριάδος·” ἠκολούθησαν δὲ αὐτῷ ὄχλοι πολλοὶ, θεωροῦντες τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων, ὅπερ οὐ σφόδρα ἀφιλοσόφου γνώ- γνώμης ἦν. Ἔδει γὰρ αὐτοὺς μᾶλλον διὰ τὴν διδασκαλίαν τοῦτο ποιῆσαι. Ta γὰρ σημεῖα φησὶν ὁ Ἀπόστολος τοῖς ἀπίστοις, ἀλλ’ οὐκ ἐκεῖνος ὁ ὄχλος ὁ παρὰ τῷ Ματθαίῳ τοιοῦτος, ἀλλὰ πῶς ; ** ἐξ̣επλήττοντο” γὰρ, φησὶ, “πάντες ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ** ἐδίδασκεν αὐτοὺς, ὡς ἐξουσίαν ἔχων. Ἄλλωχ. τῆς λίμνης φησὶν, ἔθος γὰρ τῇ γραφῇ, φησὶ, τῶν ὑδάτων συστήματα θάλασσαν καλεῖν. H μετάβασις καὶ ἡ τῶν τόπων ἐναλλαγὴ ἱκανῶς τὴν τοῦ πλήθους ἐδοκίμαζε προαίρεσιν. τῶν γὰρ ῥᾳθυμοτέρων δι’ ὄκνον ἐπὶ χώρας μενόντων οἱ σπουδαιό- τεροι ἠκολούθουν αὐτῷ καὶ εἰς τὴν ἔρημον ἐκ τῶν γιγνομένων σημείων τὰς ψυχὰς ὁσημέραι βεβαιούμενοι. Ἀνῆλθε δὲ εἰς τὸ ὄρος νῦν διὰ τὸ μέλλον γίνεσθαι σημεῖον, ἅμα δὲ καὶ παιδεύων ἡμᾶς φεύγειν τοὺς ἐν μέσῳ θορύβους. χρήσιμον γὰρ πρὸς φιλο- σοφίαν ἡ ἡσυχία. καὶ γὰρ ὅτε ἠβούλετο μυστικόν τι τοῖς μαθηταῖς παραδοῦναι, εἰς ὄρος ἄνεισιν. Θεοδώρου μομψουεστίασ. Ἀνῆλθεν εἰς τὸ ὄρος, διδάσκων ἡμᾶς ὅτι τὸν μάλιστα Θεῷ προσιόντα πάσης ἀπηλλάχθαι δεῖ ταραχῆς, καὶ καιρὸν καὶ τόπον θορύβου καθαρὸν ζητεῖν. Κυρίλλου. Ὅτε γὰρ τῶν Ἱεροσολύμων ἐκπεφοίτηκεν ὁ Χριστὸς κατὰ τὸ ἐν προφήταις εἰρημένον, “ἐγκαταλέλοιπα τὸν οἶκόν μου, “ἀφῆκα τὴν κληρονομίαν μου,” καὶ τοῖς ἀλλογενέσιν ἑαυτὸν ἐχαρίζετο, τότε πολὺς ὄχλος ἀκολουθεῖ. ἄνεισι δὲ εἰς ὄρος αὐτὸς, τουτέστιν, ὑψοῦται ἀπὸ τῆς γῆς, εἰς τὸν ὑπὲρ ἡμᾶς ἐμβαίνων οὐρανὸν, ἵνα πάντας ἑλκύσῃ πρὸς ἑαυτόν· ἢ πάλιν ἑτέρως, καθάπερ εἰς ὄρος ἀναβεβηκὼς τὴν θεοπρεπῆ τιμήν τε καὶ δόξαν· οὐ γὰρ ὡς ἄνθρωπον ἀτιμάζομεν κατὰ τὸν Ἰσραὴλ, ἀλλ’ ὡς Θεὸν καὶ Σωτῆρα καὶ Κύριον προσκυνοῦμεν ἡμεῖς. Οὐκ ἀνῆλθε δὲ εἰς τὸ Πάσχα νῦν, ἀλλ’ εἰς τὴν Γαλιλαίαν, κἀκεῖθεν εἰς Καπερναοὺμ, ἠρέμα λοιπὸν ὑπεκλύων τὸν νόμον, ἀφορμὴν λαμβάνων ἀπὸ τῆς Ἰουδαϊκῆς πονηρίας. Τὸ δὲ ἀναβλέψας τοῖς ὀφθαλμοῖς δείκνυσιν ὅτι οὐδέποτε ἁπλῶς ἐκάθητο μετὰ τῶν μαθητῶν, ἀλλ’ ἀκριβολογούμενός τι πρὸς αὐτοὺς, καὶ ἐπιστρέφων αὐτοὺς πρὸς ἑαυτὸν, ὃ μάλιστα τὴν κηδεμονίαν αὐτοῦ ἐνδείκνυται, καὶ τὸ ταπεινὸν καὶ συγκαταβατικὸν τὸ πρὸς ἐκείνους, συνεκάθηντο γὰρ αὐτῷ. Οἱ μὲν ἄλλοι Εὐαγγελισταὶ τοὺς μαθητὰς φασὶν προσελθόντας ἐρωτᾷν καὶ παρακαλεῖν, ὥστε μὴ ἀπολύσαι τοὺς ὄχλους νήστεις. Οὗτος δέ φησι τὸν Φίλιππον ἐρωτηθῆναι παρὰ τοῦ Χριστοῦ. δοκεῖ οὖν μοι ἀμφότερα εἶναι ἀληθῆ, ἀλλ’ οὐκ ἐπὶ τῶν αὐτῶν γενόμενα καιρῶν. Ἐρωτᾷ δὲ τὸν Φίλιππον, ἐπειδὴ ᾔδει τῶν μαθητῶν τοὺς μάλιστα δεομένους πλείονος διδασκαλίας. Οὗτος γάρ ἐστιν ὁ μετὰ ταῦτα λέγων, “δεῖξον ἡμῖν τὸν Πατέρα σου, καὶ “ἀρκεῖ ἡμῖν.” Διὰ τοῦτο ἄνωθεν αὐτὸν ἐρύθμισε, καὶ εἰ μὲν ἁπλῶς τὸ σημεῖον ἐγένετο, οὐκ ἃν τοσοῦτον ἐφάνη τὸ θαῦμα· νυνὶ δὲ πρότερον αὐτὸν ἀναγκάζει ὁμολογῆσαι τὴν σπάνιν, ἵνα ἀκρι- βέστερον καταμάθῃ τοῦ μέλλοντος γίνεσθαι θαύματος τὸ μέγεθος· ὅπως τῆς ἐκπλήξεως γενομένης, τὴν μνήμην τῶν ὁμολογηθέντων μὴ δυνηθῇ λοιπὸν ἐκβαλεῖν. Διὰ τοῦτό φησι, “πόθεν ἀγοράσομεν ’* ἄρτους ἵνα φάγωσιν οὗτοι ;" Τί ἐστι πειράζων ; ἆρα ὡς ἀγνοῶν τὸ μέλλον ἀπ’ αὐτοῦ ῥηθή- σεσθαι ; οὐδαμῶς, ἀλλ’ ἀνθρωπίνως τοῦτο εἴρηται, ἵνα δοκιμώτερον αὐτὸν ἀπεργάσηται. Διὰ τοῦτο καὶ ὁ Εὐαγγελιστὴς, ἵνα μὴ τῇ ἀσθενείᾳ τῆς λέξεως ἐναπομείνας ὑποπτεύσῃ τι περὶ τοῦ ῥήματος ἄτοπόν, φησιν, “αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν.” Ὑψηλότερόν πω τοῦ Φιλίππου ἀνέβη ὁ Ἀνδρέας, οὐ μὴν εἰς τὸ πᾶν ἔφθασεν· οἴμαι γὰρ εἰς αὐτὸν ἐληλυθέναι τῶν προφητῶν τὰ θαύματα, καὶ πῶς ὁ Ἐλισσαῖος ἐποίησε τὸ ἐπὶ τῶν ἄρτων σημεῖον, πλὴν ὁμοίως τῷ Φιλίππῳ ἐλέγχεται μηδὲν μέγα φαντασθεὶς, μηδὲ ἐπάξιόν τι τοῦ διδασκάλου φρονήσας, δι’ ωτν ἐπήγαγεν, “ἀλλὰ ** ταῦτα τι ἐστιν εἰς τοσούτους ;“ἐνόμιζε γὰρ ὅτι ἀπὸ μὲν ἐλαττόντων ἐλάττοντα, ἀπὸ δὲ πλειόνων πλείονα ἤμελλε ποιεῖν ὁ θαυματουργῶν, ὅπερ οὐκ ἦν. Οὐ γὰρ ὕλης ἐδεῖτο τῆς ὑποκειμένης, ἀλλ’ ὥστε μὴ δόξαι τὴν κτίσιν ἀλλοτρίαν ε-ι’ναι τῆς αὐτοῦ σοφίας, αὐτῇ τῇ κτίσει κέχρηται πρὸς τὴν ὑπόθεσιν τῶν κτισμάτων. Ὡς ἑτοίμου καὶ παρεσκευασμένης τῆς τραπέζης ἐκέλευσεν αὐτὸς εὐθέως ἀναπεσεῖν· οἱ δὲ τὴν ἀρχὴν ἀπιστήσαντες μετὰ προθυμίας κατέκλιναν τὸν ὄχλον ἐπὶ τὸν χόρτον, ὥστε αὐτοὺς διαπαῦσαι· ἦν γὰρ ὁ καιρὸς τῆς πόας, ἔαρος λοιπὸν ὄντος· ἐγγὺς γὰρ ἦν, φησὶ, τὸ Πάσχα. Παρουσῶν δὲ γυναικῶν σὺν τέκνοις, μόνους τοὺς ἄνδρας ἀριθμεῖ, ταῖς κατὰ τὸν νόμον συνηθείαις ἀκο- λουθῶν. τοῦτο γὰρ καὶ Μωυσῆς ἐποίησεν ἐν ἀριθμοῖς· τίμιον γὰρ ἐν βίβλῳ Θεοῦ πᾶν ὅσον ἀνδρῶδες καὶ νεανικόν· εὐχαριστεῖ δὲ λαβὼν τοὺς ἄρτους, δεικνὺς ὅτι τοὺς τροφῆς ἀρχομένους εὐχα- ριστεῖν δεῖ τῷ Θεῷ, καὶ ὅτι ὄχλος ἦν πολὺς ὁ παρὼν, καὶ ἐχρῆν αὐτοὺς πεισθῆναι, ὅτι κατὰ γνώμην Θεοῦ παρεγένετο. Διὰ τοῦτο ὅτε μὲν μόνος ποιεῖ σημεῖα, οὐδὲν τοιοῦτον ἐπιδείκνυται· ὅταν δ’ ἐπὶ πολλῶν τοῦτο ποιεῖ, διὰ τῆς εὐχαριστίας τοῦτο ποιεῖ, ἀναιρῶν τὴν ὑπόνοιαν, ὅτι οὐκ ἀντίθεος τίς ἐστιν, οὐδὲ ἐναντίος τῷ γεγεν- νηκότι. Δείκνυσι δὲ ὅτι οὐκ ἀσθενεία τοῦτο ποιεῖ, ἀλλὰ συγκαταβάσει, ἐκ τοῦ τὰ μείζονα αὐθεντείᾳ ποιεῖν. Ἀμμωνίου πρεσβυτέρου. Διδάσκει διὰ τοῦ σημείου θαρρεῖ, αὐτῷ, καὶ μὴ ἀθυμεῖν ἐν ’στ’ ενοχωρίᾳ, ἤτοι μὴ δειλιᾷν πρὸς φιλοξενίαν, ἀλλὰ πρὸς πᾶν ἀγαθὸν ἑτοίμους εἶναι. Διὰ τοῦτο εὐχαριστεῖ, ἵνα μὴ δόξῃ ἀντίθεος εἶναι, καὶ ἵνα διδάξῃ ἡμᾶς ἐν τῷ ἐσθίειν εὐχαριστεῖν, πλὴν καὶ ὡς ἄνθρωπος εὐχαριστεῖ, ἵνα λάθῃ ἕως τοῦ πάθους τὸν ἄρχοντα τοῦ νῦν αἰῶνος. Θεοδώρου μομψουεστίασ. τοῦτο μὴν λέγει, δείξας εἰς τὸ εὐπροσώπως αὐτοῖς κελεῦσαι τὴν τῶν κλασμάτων ποιήσασθαι συλλογήν· ἐκεῖνο δὲ οἰκονομούμενος, ὅπερ ἐξ αὐτοῦ παρηκολούθει τοῦ πράγματος, τὸ ἐπὶ πλέον ἀπολαύοντας μᾶλλον τοῦ γεγονότος μεμνῆσθαι θαύματος, ἣ καὶ ὥστε δοθῆναι καὶ εἰς ἑτέρους τὸ γεγενημένον. Ἐφαίνετο γὰρ καὶ τὸ δαψιλὲς τῆς χάριτος ἐν τῷ πλήθει τῆς περισσείας, καὶ ὅτι πάντα κατὰ τὸ δοκοῦν αὐτῷ διαπράττεται. πράττεται. Συνεχώρησε δὲ περισεῦσαι τοσαῦτα κλάσματα, οὐ δι’ ἐπίδειξιν, ἄπαγε, ἀλλ’ ὥστε μὴ φαντασίαν νομισθῆναι τὸ πρᾶγμα. Ἀμμωνίου. τρέφει τοὺς πιστοὺς ὁ Χριστὸς διὰ τῶν ἄρτων τῶν κριθίνων, ὅπερ νοεῖται ἡ παχυτέρα τῆς πεντατεύχου διδασκαλία, καὶ διὰ τῶν δύο ἰχθύων, ὅπερ ἐστὶν ἡ ἁπαλὴ διδαχὴ τοῦ εὐαηελικοῦ καὶ ἀποστολικοῦ κηρύγματος. Οὐκ ἔδωκε δὲ τοῖς ὄχλοις βαστάζειν, ἀλλὰ τοῖς μαθηταῖς, ἐπειδὴ μάλιστα τούτους παιδεῦσαι ἐβούλετο, τοὺς μέλλοντας ἔσεσθαι διδασκάλους τῆς οἰκουμένης. Τὸ μὲν γὰρ πλῆθος οὐδὲν μέγα ἔμελλε καρπώσασθαι ἐκ τοῦ θαύματος. καὶ γὰρ εὐθέως ἐπελάθοντο, καὶ ᾔτουν ἕτερον θαῦμα. Οὗτοι δὲ οὐ τὰ τυχόντα ἔμελλον κερδαίνειν. Ἢν δὲ καὶ τῷ Ἰούδαι κατάκριμα τὸ γινόμενον οὐ τὸ τυχὸν, βαστάζοντι τὸν κόφινον. Χρὴ δὲ οὐ τὸ πλῆθος θαυμάζειν τῶν γεγονότων κλασμάτων ἐκ τῶν ἄρτων μόνον, ἀλλὰ καὶ τὴν ἀκρίβειαν τοῦ περισσεύσαντος, ὅτι οὔτε πλέον, οὔτε ἔλαττον, ἀλλ’ ἰσαρίθμους τῶν μαθητῶν τοὺς κοφίνους τῶν λειψάνων ἐποίησε περισσευθῆναι. Ἐθάύμασαν δὲ οἱ ὄχλοι νῦν τοῦτο τὸ σημεῖον δι’ ὑπερβολὴν γαστριμαργίας· μυρία εἰργάσατο τούτου θαυμασιώτερα, καὶ οὐ- l Ἰουδαίῳ Cod. δάμου ἐπίστευσαν· ἣ οὕτω θαυμάσαντες ὡμολόγησαν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης. ἐκ δὲ τούτου δῆλον ὅτι προφήτην τινὰ προσεδόκουν ἐξαίρετον· καὶ γὰρ τῷ βαπτιστῇ διὰ τοῦτο ἔλεγε, “σὺ εἶ ὁ προφήτης.” Ἔτι δὲ καὶ διὰ τὴν τῆς γαστριμαργίας αὐτῶν προσπάθειαν, οὐκ ἔτι νόμον ἐκδικοῦσιν, οὐκ ἔτι αὐτοῖς περὶ τῆς τοῦ σαββάτου παραβάσεως μέλει, ἀλλὰ τῆς γαστρὸς αὐτοῖς ἐμπλησθείσης, καὶ προφήτης ἦν παρ’ αὐτοῖς καὶ βασιλείας ἄξιος. ὁ δὲ Χριστὸς διὰ τοῦτο φεύγει, παιδεύων ἡμᾶς τῶν κουσμικῶν καταφρονεῖν ἀξιωμάτων,