ΚΕΦ. ΞΘ. Περὶ τοῦ ἀμπελῶνος. Τοῦ ἁγίου Ἰωάννου Τοῦ Tαύτης πολλὰ αἰνίττεται· τοῦ Θεοῦ τὴν πρόνοιαν, τὴν εἰς αὐτοὺς γεγενημένην ἄνωθεν, τὸ ἐξ ἀρχῆς αὐτῶν φονικὸν, τὸ μηδὲν παραλειφθῆναι τῶν ἡκόντων εἰς ἐπιμέλειαν, τὸ καὶ τῶν προφητῶν σφαγέντων, μὴ ἀπολειφθῆναι αὐτοὺς, ἀλλὰ καὶ τὸν υἱὸν πέμψαι, καὶ τῆς παλαιᾶς καὶ νέας ἕνα καὶ τὸν αὐτὸν εἶναι Θεὸν, τὸ μεγάλα αὐτοῦ τὸν θάνατον κατορθώσειν, τὸ τὴν ἐσχάτην δίκην τοῦ σταυροῦ καὶ τοῦ τιμήματος αὐτοῦ ὑπομένειν, τῶν ἐθνῶν τὴν κλῆσιν, τῶν Ἰουδαίων τὴν ἔκπτωσιν· τὴν δὲ ἀποδημίαν, τὴν πολλὴν αὐτοῦ μακροθυμίαν φησίν. Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ. Τὴν ἔπι γε τοῖς υἱοῖς Ἰσραὴλ ἱστορίαν ἐν τούτοις, ὡς ἐν βραχεῖ συνενηνεγμένην. Ἀμπέλων γὰρ ὁ Ἰσραὴλ, φησὶν ὁ ψαλμῳδός· “ἄμπελον ἐξ Αἰγύπτου μετῇρας,” καὶ τὰ ἑξῆς. Καὶ ὁ Ἠσαίας “ἀμπελὼν ἐγενήθη,” φησὶ, “τῷ ἠγαπημένῳ.” Ἔστι τοίνυν ὁ τοῦτον φυτεύσας Θεός· οὗτος ἀπεδήμησε χρόνους ἱκανοὺς, καίτοι πληροῖ τὰ πάντα, ἀπολιμπάνεται δὲ τῶν ὄντων οὐδενός. Πῶς οὖν ἀπεδήμησε; μετὰ τὸ ἀναληφθῆναι ἐν εἴ ’δει πυρὸς καταβεβηκὼς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, καὶ τὴν ἄρρητον μορφὴν ἐμφανῆ δεδήλωκεν αὐτοῖς· ἀλλ’ ὡς κατά γε τὸν τύπον τῶν ἀνθρωπίνων πραγμάτων ἔοικέ πὼς ἀποδημία μακρὰ τὸ γεγενημένον, πλὴν ὁρᾶται πεφροντικὼς τοῦ χωρίου, καὶ εἰς νοῦν ἔχων αὐτό. Οὐδεὶς γὰρ γέγονε διὰ μέσου καιρὸς, καθ’ ὃν οὐκ ἀπεστέλλοντο παρὰ τοῦ Θεοῦ προφῆταί τε καὶ δίκαιοι νουθετοῦντες, οἱ δὲ γεγόνασιν ἀπειθεῖς, καὶ ἀτιμάσαντες τοὺς ἀπεσταλμένους ἐξαπέστειλαν κενούς· τουτέστιν, οὐδὲν ἔχοντας εἰπεῖν ὑπὲρ αὐτῶν ἀγαθὸν τῷ πεπομφότι Θεῷ, καὶ φησὶν Ἱερεμίας, “ἰδοὺ τὸ ῥῆμα τοῦ Κυρίου ἐγενήθη αὐτοῖς εἰς ὀνειδισμὸν, “οὐ μὴν βουληθῶσιν αὐτοῦ d ἀκοῦσαι.” Τοῦ ἁγίου Ἰωάννου Τοῦ Χρυσοστόμου. Τί ἐστι τὸ “ἴσας “ἐντραπήσονται;” οὐχ ὡς ἀγνοοῦντος, ἀλλὰ θέλοντος δεῖξαι τὸ ἁμάρτημα μέγα καὶ ἀπολογίας πάσης ἐστερημένον, ἐπεὶ αὐτὸς εἰδὼς, ὅτι ἀναιρήσουσιν ἔπεμψε, λέγει δὲ ἐντραπήσονται τὸ γενέσθαι ὀφεῖλον ἀπαγγέλλων, ὅτι δεῖ αὐτοὺς ἐντραπῆναι, ἐπεὶ καὶ ἀλλαχοῦ φησιν, “ἐὰν ἄρα ἀκούσωσιν,” οὐδὲ ἐκεῖ ἀγνοῶν, ἀλλ’ ἵνα μὴ λέγωσί τινες τῶν ἀγνωμόνων, ὅτι ἡ πρόγνωσις αὐτοῦ γέγονεν ἀναγκαστικὴ τῆς παρακοῆς, διὰ τοῦτο οὕτω σχηματίζει τὰς λέξεις. Εἰ γὰρ καὶ περὶ τοὺς δούλους ἀγνώμονες ἐγένοντο, τοῦ υἱοῦ τὸ ἀξίωμα αἰδεσθῆναι ἐχρῆν. καὶ ὁ μὲν Λουκᾶς φησιν, ὅτι αὐτὸς ἀπεφήνατο, ὅτι παθεῖν ἔδει τούτους, κἀκεῖνοι εἶπαν, “μὴ “γένοιτο,” καὶ τὴν μαρτυρίαν ἐπήγαγεν, ὁ δὲ Ματθαῖος ὅτι αὐτοὶ τὴν ψῆφον ἐξήνεγκαν. Μετὰ δὲ τὸ ἀκοῦσαι αὐτοὺς τὴν τοῦ ἀμπελῶνος παραβολὴν, διὰ τοῦτο εἶπον, “μὴ γένοιτο,” ἐπειδὴ συνιέντες τῶν αἰνιγμάτων τὸ βάθος, ἀποσείονται τὸ παθεῖν, δεδοικότες τὸ ἐσόμενον. Ἀλλ᾿ οὐκ ἔστι τοῦτο ἐναντιολογίας· καὶ γὰρ ἀμφότερα γέγονε, καὶ τὴν ψῆφον αὐτοὶ ἐξήνεγκαν κὰν καθ’ ἑαυτῶν, καὶ πάλιν αἰσθόμενοι τῶν εἰρημένων, εἶπαν “μὴ γένοιτο,” καίτοι καὶ τὸν προφήτην ἐπετείχισεν αὐτοῖς, πείθων αὐτοὺς ὅτι πάντως ἔσται τοῦτο, ἀλλ’ ὅμως οὐδ’ d αἰτῷ Ood. οὕτως τὰ ἔθνη σαφῶς ἀπεκάλυψεν, ὥστε μηδεμίαν αὐτοῖς παρασχεῖν σχεῖν λαβὴν, ἀλλ’ ἠνίξατο εἰπὼν, “δώσει τὸν ἀμπελῶνα ἄλλοις.” Λίθον ἑαυτὸν καλεῖ, καὶ οἰκοδόμους τοὺς διδασκάλους τῶν Ἰουδαίων, ὃ καὶ Ἰεζεκιήλ φησιν, “οἱ οἰκοδομοῦντες τὸν τοῖχον καὶ “ἀλείφοντες ἀναρτύτως.” Πῶς δὲ ἀπεδοκίμασαν; ἢ λέγοντες, οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὗτος πλανᾷ τοὺς ὄχλους, καὶ ὅσα τοιαῦτα· δύο δέ φησιν ἀπωλείας ἐνταῦθα τῶν Ἰουδαίων, μίαν μὲν, τὴν ἀπὸ τοῦ προσκόψαι καὶ σκανδαλισθῆναι, τοῦτο γὰρ ἐπὶ τὸν λίθον τοῦτον, ἑτέραν δὲ τὴν ἀπὸ τῆς ἁλώσεως αὐτῶν καὶ τῆς συμφορᾶς καὶ πανολεθρίας, ἣν σαφῶς ἐδήλωσεν εἰπὼν, “λικμήσει “αὐτόν.” Διὰ τούτων καὶ τὴν ἀνάστασιν ἠνίξατο τὴν ἑαυτοῦ. Κυρίλλου. Σκανδαλισθέντες γὰρ ἐπὶ Χριστῷ καὶ αὐτῷ, τῶν Ἰουδαίων οἱ δῆμοι συνετρίβησαν. Οὐ γὰρ ἤθελον ἀκοῦσαι τῆς Ἡσαΐου φωνῆς λεγούσης, “Κύριον αὐτὸν ἁγιάσατε, “καὶ αὐτὸς ἔσται σοι φόβος, καὶ οὐχ ὡς λίθου προσκόμματι “συναντήσεσε αὐτῷ, οὐδὲ πέτρας πτώματε.” Τοῦ Αὐτοῦ. Ἐξεκαύθη πάλιν εἰς ἀχαλίνους ὀργὰς Φαρισαίων ἐργαστήριον, καὶ ἀποκτεῖναι βουλεύονται τὸν ἐπὶ λύσει θανάτου γενόμενον ἄνθρωπον, ἀλλὰ διέκοψεν αὐτῶν τὸ ἀνόσιον ἐγχείρημα ὁ λαοῦ φόβος. Οὐ γὰρ τῆς εἰς Θεὸν εὐσεβείας ἦν αὐτοῖς λόγος, οὐδὲ γέγονεν αὐτοῖς χαλινὸς ἡ διὰ Μωϋσέως ἐντολὴ λέγουσα, “ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς·” προτιμῶσι δὲ μᾶλλον τῆς εἰς Θεὸν αἰδοῦς τὸν ἀνθρώπινον φόβον. Τοῦ Αὐτοῦ. Καίτοι πῶς οὐ μᾶλλον ἐχρῆν ἐσόμενον ἔξω φέρεσθαι τοῦ κακοῦ, καὶ τιμῆσαι τῇ πίστει τὸν καίουντα τὸν ἀσεβῆ, καὶ ἀμνησικάκῳ χάριτι διασώζοντα τοὺς ταῖς ἁμαρτίαις ἐνισχημένους; ἀλλ’ οὐδὲν τῶν τοιούτων ὑπολελογισμένοι, συκοφαντίας τῆς κατ’ αὐτοῦ συλλέγουσιν ἀφορμάς. ΚΕΦ. Ο. Περὶ τῶν ἐγκαθέτων διὰ τὸν κῆνσον. Ὡς ἀνθρώπῳ προσίενται κοινῷ τῷ πάντων Σωτήρι’ Χριστῷ, ἀλλ’ ἦν ἄμεινον ἐννοεῖν, ὅτι γέγονε μὲν ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς Θεὸς ὢν ὁ Λόγος. Ἀπὸ δέ γε τῆς ὑπὲρ λόγον θεοσημείας καὶ ἀποδείξεως τῆς θεοπρεποῦς οὐκ ἄνθρωπος ὣν μόνον διεδείκνυτο, ἀλλὰ καὶ Θεός. Ἤθελε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς ἀνθρωπίνης δυναστείας ἐλεύθερον εἶναι τὸν Ἰσραήλ. Ἐπειδὴ δὲ τοὺς θείους πεπατήκασι νόμους, γεγόνασιν ὑπὸ χεῖρα τῶν τηνικάδε κεκρατηκότων, καὶ δεσμοὺς ἐπέθηκαν αὐτοῖς. ἐζήτουν τοίνυν, φησὶ, παραδοῦναι αὐτὸν τῇ ἀρχῇ τοῦ ἡγεμόνος. Προσεδόκησαν γὰρ ὅτι πάντη τε καὶ πάντως ἀκούσονται λέγοντος, οὐκ ἔξεστι δοῦναι φόρους Καίσαρι· ἀλλ’ “ἐπιδείξατέ μοι,” φησὶ, “δηνάριον.” Ἐπι- δειχθέντος δὲ, πάλιν εἴρετο, “τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; οἱ δὲ Καίσαρος, φασὶν, καὶ τί πρὸς ταῦτα Χριστός; “ἀπόδοτε τὰ “Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ,” χρημάτων μὲν γὰρ δεσμοὺς ἐπιρρίπτουσι τοῖς ὑπεζευγμένοις, οἱ τὴν κατ’ αὐτῶν λαχόντες ἀρχὴν, ζητεῖ δὲ παρ’ ἡμῶν καὶ ἀγάπην, καὶ τὴν ἐξ ἔργων ἀγαθῶν εὐκοσμίαν. Οὐκοῦν τεθαύμακα μὲν τὴν ἀπολογίαν αὐτοῦ, καὶ τοῦτο ἐπὶ παντὸς τοῦ λαοῦ, οἱ δὲ καὶ τούτων εἰς λήθην ἐνηνεγμένοι, Πιλάτῳ προσῆγον τὸν Ἰησοῦν φάσκοντες, “τοῦτον “εὕραμεν διαστρέφοντα τὸν λαὸν καὶ κωλύοντα φόρους διδόναι “Καίσαρι.” καὶ ὅμως θαυμάσαντες τὴν ἀπολογίαν ἀπῆλθον κατῃσχυμμένοι· Ωριγένους. Ἐγένετο ἐν ἀρχῇ ἄνθρωπος, ὡς ἐν τῇ Γενέσει γέγραπται, κατ’ εἰκόνα Θεοῦ, ὕστερον δὲ παρὰ τὴν αὐτοῦ παρακοὴν ἀνέλαβε καὶ χοικήν· ὥσπερ γὰρ τὸ νόμισμα εἰκόνα ἔχει τοῦ βασιλεύοντος τῶν ἐθνῶν, οὕτως d ὁ ποιῶν τὰ ἔργα τοῦ κοσμοκράτορος τὴν εἰκόνα αὐτοῦ φορεῖ, ἣν παραινεῖ ὁ Σωτῆρ’ ἀποδιδόναι καὶ ἀποτίθεσθαι καὶ φορεῖν τὴν ἐξ ἀρχῆς γενομένην εἰκόνα καθ’ ὁμοίωσιν τῷ Θεῷ. Ἀκολούθως τούτοις καὶ ὁ Παῦλός φησιν, “ὡς “ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ, οὕτω φορέσωμεν καὶ τὴν “εἰκόνα τοῦ ἐπουρανίου.” Τοῦτο οὖν δηλοῖ “ἀπόδοτε τὰ Καίσα- “ρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.” ΚΕΦ. ΟΑ. Περὶ τῶν Σαδδουκαίων. Κυρίλλου Ἀλεξανδρείασ. Προσίασι Σαδδουκαῖοι ἡμῶν Σωτήρι’ Χριστῷ, ὅς ἐστι ζωὴ καὶ ἀνάστασις, καὶ ἀναιρεῖν d οὗτος Cod. πειρῶνται τὴν ἀνάστασιν. Ὑβρισταὶ δὲ ὄντες καὶ ἄπιστοι πλάττουσί τι μεστὸν ἀμαθίας. Ἴδωμεν δὲ ἅπερ ἔφη αὐτοῖς Χριστὸς, “Οἱ μὲν γὰρ υἱοὶ,” φησὶ, “τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ γαμίζονται,” καὶ τὰ ἑξῆς. Τοῦ Αὐτοῦ. Οἱ υἱοὶ τοῦ νυμφῶνος, τουτέστιν, οἱ τὸν καὶ ἐνσώματον καὶ φιλοσοφίας γέμοντα διαζῶντες βίον, τεκνογονίας ἕνεκα γαμοῦσι καὶ γαμίζονται· οἱ γε μὴν τὴν εὐκλεᾶ καὶ ἀγαθοῦ μεστὴν κατορθώσαντες ζωὴν, εἶτα καταξιωθέντες τυχεῖν τῆς ἐντίμου ἀναστάσεως, ἄνω που πάντως ἔσονται τῆς ἐν τῶδε τῶ κόσμῳ ζωῆς. Διαβιώσονται γὰρ ὡς ἂν ἁγίοις πρέπῃ καὶ ἐγγὺς ἤδη γεγόνασι Θεοῦ· ἰσάγγελοι γὰρ εἰσὶ καὶ υἱοὶ Θεοῦ, τὴν ἁγίοις πρέπουσαν τελοῦντες λατρείαν. Παρήγαγε δὲ αὐτοῖς καὶ Μωϋσέα εὖ εἰδότα σαφῶς τῶν νεκρῶν τὴν ἀνάστασιν. Ἐν γὰρ τῇ βάτῳ, φησὶν, εἰσκεκόμικε λέγοντα Θεόν· “ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ “καὶ Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ·” τίνων δὲ Θεὸς, εἰ μὴ ζήσονται κατ’ ἐκείνους; ἀλλ’ ἔστι ζώντων Θεός. Οὐκοῦν πάντη τε καὶ πάντως ἀναβιώσονται, τῆς πανσθενεστάτης δεξιᾶς ἀποφερούσης εἰς τοῦτο ἅπαντας τοὺς ἐκ τῆς γῆς. Οὐχὶ τῶν οὐκ ὄντων καθάπαξ ἀφανισθέντων, καὶ οὐκέτι ἀναβησομένων εἶναί φησι Θεὸν τὸν Θεὸν, οὐ γὰρ ἤμην, ἀλλ’ εἰμὶ τῶν ὄντων καὶ ζώντων. Ὥσπερ γὰρ ὁ Ἀδὰμ, εἰ καὶ ἔζη τῇ ἡμέρᾳ ᾗ ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἀπέθανε τῇ ἀποφάσει, οὕτω καὶ οὗτοι, εἰ καὶ ἐτεθνήκεσαν, ἔζων τῇ ὑποσχέσει τῆς ἀναστάσεως. Πῶς οὖν φησιν ἀλλαχοῦ, “ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ;” ἀλλ’ οὐκ ἔστι τοῦτο ἴσον, ἐκ νεκρῶν γὰρ ἐνταῦθα φησὶ τῶν καὶ αὐτῶν ζή- σεσθαι μελλόντων. Ωριγένους. Ωριγένης δέ φησιν, Ἀναγινώσκοντές τινες πλανῶνται περὶ τὸν νοῦν τῆς γραφῆς, φέρε εἰπεῖν ἐκ τοῦ Ἡσαΐου, “ἐκλεκτοὶ μου οὐ τεκνοποιήσουσιν εἰς κατάραν,” καὶ ἐν τῷ Δευτερονομίῳ “ἐν ταῖς εὐλογίαις εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας “σου,” ὑπολαμβάνοντες ἐν τῇ ἀναστάσει τῶν νεκρῶν ἔσεσθαι ταῦτα, μὴ νοοῦντες τὰς πνευματικὰς εὐλογίας. Διὰ τοῦτο, σωματικῶς ἐκδεχομένοις τοῖς ἐκ τῶν Ἰουδαίων Σαδδουκαίοις, ἔλεγεν ὁ Σωτῆρ’, “πλανᾶσθε μὴ εἰδότες τὰς γραφάς.” ΚΕΦ. ΟΒ. Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως πρὸς τοὺς Φαρισαίους. Τοῦ ἁγίου Τίτου Βοστρῶν. Ταῦτα τοῖς μαθηταῖς ἔλεγε, χρείαν ἔχουσι τῆς τοιαύτης παραινέσεως. Ἐπειδὴ γὰρ διδάσκαλοι τῆς οἰκουμένης προεχειρίζοντο, διδάσκει αὐτοὺς, μὴ μιμεῖσθαι τοὺς παρὰ Ἰουδαίοις διδασκάλους. Ἐκεῖνοι γὰρ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν, διδάσκοντες νηστεύειν καὶ δεικνύοντες γαστριμαργίαν, οὐ προἱστάμενοι χηρῶν, ἀλλὰ τὰ τούτων ἀναλίσκοντες· “οὗτοι λήψονται, φησὶ, περισσότερον κρίμα,” ὅτι δὴ διδασκαλικὸν ἔχοντες σχῆμα, προαγωγοὶ τυγχάνουσιν εἰς κακίαν. ΚΕΦ. ΟΓ. Περὶ τῆς τὰ β΄ λεπτά. I Κυρίλλου Ἀλεξανδρείασ. Ἔφη που ὁ Σωτῆρ, “μακάριοι οἱ “ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται,” τούτους ἐποπτεύει προσφέροντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον, ἀλλ’ ὡς ἐκ πλούτου πολλοῦ πολλὰ μὲν ἦσαν εἰκὸς τὰ παρ’ ἑκάστου καρποφορούμενα· ὀλίγα δὲ πάλιν καὶ τῆς τῶν προσκομιζόντων ἀναξία χειρός· εἶτα μετ ἐκείνους γύναιον πτωχείᾳ δεινῇ κατισχημένον εἰσέθη e ἐξ ἐράνου μόλις καὶ σὺν ἱδρῶτι συλλέγον εὐτελεστάτην καὶ ἀποχρῶσαν ἡμέρᾳ διατροφήν f. εἶτα δύο προσῆγεν ὀβολοὺς, ὥσπερ ἀποκτωμένη τὸν βίον. Ὢ παραδόξου πράγματος· ἡ τὸν πη ἑτέρου ἔλεον ζητοῦσα διηνεκῶς, αὕτη δανείζει Θεῷ, καρποφόρον αὐτῷ καὶ αὐτὴν ἀποφαίνουσα τὴν πτωχήν· νικᾷ τοιγαροῦν τοὺς ἄλλους, καὶ δικαίᾳ ψήφῳ στεφανοῦται παρὰ Θεῷ. Tίνος ἕνεκεν ἡ πενιχρὰ χήρα τοὺς πλουσίους ἐνίκησε, τοὺς τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον προσφέροντας, καὶ δικαίᾳ ψήφῳ στεφανοῦται παρὰ τοῦ Θεοῦ; διὰ τὸ τοὺς μὲν ἐκ πλούτου πολλοῦ ὀλίγα προσκομίζειν καὶ ἀνάξια τῆς ἑαυτῶν χειρὸς, εἰ καὶ πολλὰ ἦν εἰκὸς αὐτοὺς ὡς πλουσίους προσφέρειν καὶ καρποφορεῖν, τὴν δὲ ὅπερ ἐξ ἐράνου μόλις καὶ ἱδρῶτος εὐτελὲς συνήγαγε, e εἰς ἔθει Cod. f διὰ τροφήν Cod. τουτέστι δύο ὀβολοὺς, τοῦτο προσαγάγῃ· καὶ γὰρ ὥσπερ ἀποκτωμένη τὸν βίον ὅλον ἑαυτῆς, μεγαλοψύχως πάντα προσήγαγε.