ΚΕΦ. ΜΘ. Περὶ τῶν παραβολῶν. Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Ἴδε κόκκον σινάπεως διὰ παραβολῆς δεικνύμενον, καὶ λόγον ἐπουράνιον σπέρματος δίκην ἐν κόσμῳ ὡς ἐν ἀγρῷ σπειρόμενον, ἔχοντος ἐν ἑαυτῷ τὸ πυρρακὲς καὶ τὸ αὐστηρὸν τῆς δυνάμεως. κριτὴς γὰρ τοῦ παντὸς κόσμου ἐκηρύσσετο, οὗτος ἐν τῇ καρδίᾳ τῆς γῆς ἐν χώματι κρυβεὶς καὶ τριημέρως μέγιστον δένδρον γεννηθεὶς, ἐξέτεινε τοὺς ἑαυτοῦ κλάδους εἰς τὰ πέρατα τῆς γῆς. ἐκ τούτου προκύψαντες οἱ δώδεκα Ἀπόστολοι κλάδοι ὡραῖοι καὶ εὐθαλεῖς γενηθέντες, σκέπη ἐγενήθησαν τοῖς ἔθνεσιν ὡς πετεινοῖς οὐρανοῦ, ὑφ’ ὧν κλάδων σκεπασθέντες οἱ πάντες ὡς ὄρνεα ὑπὸ καλιὰν συνελθόντα, μετέλαβον τῆς ἐξ αὐτῶν προερχομένης ἐδωδίμου καὶ ἐπουρανίου τροφῆς. Τὴν δὲ ζύμην εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, σάτα δὲ τρία, σῶμα, πνεῦμα, ψυχὴν, ἁγιάζεται δὲ ταῦτα τῇ ζύμῃ τοῦ ἁγίου Πνεύματος, ὡς γενέσθαι πρὸς τὸ Ἅγιον Πνεῦμα, ἓν φύραμα. Τὰ δὲ ἕτερα τούτων πέρι τε τοῦ κόκκου τῆς σινάπεως καὶ περὶ τῆς ζύμης ἕως καὶ “εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. ΚΕΦ. Ν. Περὶ τοῦ ἐπερωτήσαντος εἰ ὀλίγοι οἱ σωζόμενοι. Ὡς γὰρ ἐπί τινος οἰκοδεσπότου πολλοὺς τῶν ἐπιτηδείων συνεγηγερκότος εἰς ἑστίαν καὶ τράπεζαν, εἶτα προεισβεβηκότος μεθ᾿ ὧν ἔδει τοῦτο δρᾷν, ἀποκλείσαντός τε τὴν θύραν, τοὺς μετὰ τοῦτο κρούοντας ἀκούσεσθαί Φησιν, ὅτι “οὐκ οἶδα ὑμᾶς πόθεν ἐστὲ, ἀπό- “στητε ἀπ’ ἐμοῦ πάντες ἐργάται ἀδικίας·” οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος. τίνες δ᾿ ἂν νοηθεῖεν οἱ λέγοντες, τῷ Χριστῷ τὸ “ἐΦάγομεν καὶ ἐπίομεν ἐνώπιόν σου, καὶ ἐν ταῖς πλατείαις ἡμῶν “ἐδίδαξας;” ἁρμόσειεν ἂν ὁ τοιοῦτος δὲ λόγος, μάλιστα τοῖς ἐξ Ἰσραὴλ, οἷς δὴ καὶ ἔφη Χριστὸς, “ὅτι ὄψεσθε Ἀβραὰμ καὶ Ἰσαὰκ, “καὶ Ἰακὼβ, καὶ πάντας τοὺς προΦήτας,” καὶ τὰ ἑξῆς. Κυρίλλου Ἀλεξανδρείασ. Πῶς οὖν ἤσθιον καὶ ἔπινον τοῦ Θεοῦ; τὴν νομικὴν τελοῦντες λατρείαν, προσκομίζοντες γὰρ τῷ Θεῷ τὰς δι’ αἵματος θυσίας ἤσθιον καὶ ηὐφραίνοντο, ἠκροῶντο δὲ καὶ ἐν ταῖς συναγωγαῖς τῶν Μωϋσέως βιβλίων, οὐ τὰ ἑαυτοῦ γεγραφότος μᾶλλον, ἑρμηνεύοντος δὲ τὰ παρὰ τοῦ Θεοῦ· προανετίθει γὰρ ἀεὶ τῶν ἑαυτοῦ Φωνῶν τὸ “τάδε λέγει Κύριος.” Ἀλλ’ οὐκ ἀρκεῖ πρὸς δικαίωσιν ἡ δι’ αἱμάτων λατρεία, οὐδ’ ἃν ἀπονήψετό τις μολυσμοὺς, ἀκροατὴς μὲν τῶν θείων γενόμενος νόμων, πεπραχὼς δὲ οὐδὲν τῶν κεκελευσμένων, καὶ ἑτέρως δὲ τὴν πίστιν οὐ προσηκάμενοι τὴν δικαιοῦσαν τὸν εὐσεβῆ, καὶ τὴν εὐαγγελικὴν, θεσπίσμασιν ἀκολουθήσαντες, δι’ ὧν ἦν δύνασθαι τὴν εὐφυᾶ καὶ ἐξειλεγμένην ἐξασκῆσαι ζωὴν, πῶς ἃν εἰ ἐλάσειεν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ ἐπαριθμήσεις τοῖς ὠνομασμένοις, καὶ ἑτέρους τινὰς δυναμένους εἰπεῖν, ἐσθ’ ὅτε τῶν πάντων κριτὴς, “ἐΦάγομεν καὶ ἐπίομεν ἐνώπιόν σου, καὶ ἐν ταῖς πλατείαις ἡμῶν “ἐδίδαξας.” καὶ τίνες ἃν εἶεν οὗτοι πάλιν; πολλοὶ πεπιστεύκασιν εἰς τὸν Χριστὸν, καὶ τὰς ἁγίας ἐπ’ αὐτῷ τελοῦσιν ἑορτάς. φοιτῶντες δὲ καὶ ἐν ἐκκλησίᾳ τῶν εὐαγγελικῶν ἀκροῶνται παιδευμάτων, ἀποτίθενται δὲ εἰς νοῦν τῶν γεγραμμένων οὐδὲν, ἀλλὰ καὶ πνευματικῆς ἐργασίας γυμνὴν ἔχουσι τὴν ψυχήν. κλαύσονται καὶ οὗτοι πικρῶς καὶ βρύξουσι τοὺς ὀδόντας· ἀρνήσεται γὰρ καὶ αὐτοὺς ὁ Κύριος. ἔφη οὖν ὅτι “οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, “εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἀλλ’ ὁ ποιῶν τὸ “θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. ΚΕΦ. ΝΑ. Περὶ τῶν εἰπόντων τῷ Ἰησοῦ διὰ Ἡρώδην. Τὸ “ἔξελθε καὶ πορεύου ἐντεῦθεν,” Φθόνῳ φερόμενοι οἱ Φαρισαῖοι ἔλεγον δεσπότῃ Χριστῷ· οὐδὲ γὰρ ἤθελόν τινας Φιλεῖσθαι ὑπ’ αὐτοῦ, οὔτε ταῖς θεοσημίαις, οὔτε ταῖς ὑπὲρ νόμου μυσταγεγίαις. Ὅπερ γὰρ εἶπον, ὅτι Ἡρώδης θέλει σε ἀποκτεῖναι,” προφασιζόμενοι ἔλεγον, ὅθεν αὐτὸς ὡς ἐτάζων νεΦροὺς καὶ καρδίας, τοῦτο εἰδὼς, πράως τε καὶ ἐπεσκιασμένως, καθὼς ἔθος αὐτῷ, ἀνταποκριθεὶς εἶπε, “εἴπατε τῇ ἀλώπεκι ταύτῃ.” καὶ δοκεῖ μέν πὼς τετράφθαι καὶ βλέπειν τὴν τοῦ λόγου δύναμιν εἰς τὸ Ἡρώδου πρόσωπον, ὥς τινες ἐνόμισαν, ἔρχεται δὲ μᾶλλον κατὰ τῆς Φαρισαίων σκαιότητος. οὐ γὰρ εἶπε τῇ ἀλώπεκι ἐκείνῃ, ἀλλὰ “ ταύτῃ,” εὐφυέστατα μέσῃ τινὶ χρώμενος Φωνῇ, σαφῶς δεικνύων ἐγγὺς ὄντας τῇ ἀλώπεκι τοὺς Φαρισαίους τῇ πανουργία· καὶ γὰρ πῶς ὡς ἀεὶ πανοῦργόν ἐστι καὶ δύστροπον τὸ ζῶον, οὕτω καὶ οἱ Φαρισαῖοι· ὅθεν καὶ ὡς προσδοκῶντες κατορρωδήσειν αὐτὸν τὴν Ἡρώδου χεῖρα, ταῦτα ἔλεγον, καί τοι τῶν δυνάμεων ὄντα Κύριον. Οπερ δὲ ᾔδει λυπεῖν τὸ τῶν Φαρισαίων στῖφος, ἀποπληροῦν ἐπαγγέλλεται λέγων, “ἰδοὺ, ἐκβάλλω δαιμόνια, καὶ ἰάσεις ἐπιτελῶ.” Ως γὰρ προείρηται διὰ τοῦτο ἐδίωκον αὐτὸν, ἵνα μὴ τῇ τῶν παραδόζων ἐπιδείξει χρώμενος, σαγηνεύῃ πολλοὺς εἰς τὸ πιστεύειν ἀυτῶ. ι Διὰ δὲ τοῦ εἰπεῖν “τελειοῦμαι,” ἔδειξεν, ὅτι ἑκὼν ὑπομένει τὸ ἐπὶ τῷ σταυρῷ πάθος, καὶ τότε ὑπέρχεται γε τοῦ σῶσαι τὴν ὐπ’ οὐρανόν. Εἰπὼν δὲ ὅτι “δεῖ με” οὐκ ἀνάγκην ἀδιαΦύλακτον ἐπηρτημένην ὥσπερ ἑαυτῷ ἐδήλωσεν, ἀλλ’ ὅτι μᾶλλον ἐν ἐξουσίᾳ τῶν αὐτοῦ θελημάτων ἀνειμένως τε καὶ ἀνυπόπτως, ὅποιπερ ἃν ἐθέλοι, βαδιεῖται, καὶ περινοστήσῃ τὴν Ἰουδαίαν, οὐδενὸς ἐπιόντος ἣ ἐπιβουλεύοντος, ἄχρις ἃν αὐτὸς καταδέξηται τὴν διὰ τοῦ τιμίου σταυροῦ τελείωσιν. Τὸ δὲ “σήμερον καὶ αὔριον,” πλείονας ἡμέρας δηλοῖ. Εἰπὼν δὲ ὅτι “οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερου- “σαλὴμ,” ἐδήλωσεν ὅτι καὶ τοῦτό, φησιν, ἀπόκειται αὐτὴ, τὸ καὶ ἐμὲ αὐτὸν τὸν τῶν προφητῶν κύριον ἐν αὐτῇ παθεῖν. Τὸ δὲ “οὐκ ἐνδέχεται” μηδεὶς νομιζέτω βίαν ἀναγκαστικὴν Ἰουδαίοις ἐπαγομένην εἰς τὸ τοιαῦτα δρᾷν εἰρῆσθαι, ἀλλὰ κατὰ τὴν τῆς ἀληθείας διάγνωσιν ἐξ ὧν ἔπραττον μιαιφόνον κεκτημένοι προαίρεσιν. Τὸ “Ἱερουσαλὴμ, Ἱερουσαλὴμ,” ἕως, “ἐν ὀνόματι “Κυρίου, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.” ΚΕΦ. ΝΒ. Περὶ τοῦ ὑδρωπικοῦ. Κληθεὶς δὲ πάλιν ὑπὸ Φαρισαίου ἐν σαββάτῳ ὁ δεσπότης Χριστός· ἦν δὲ οὗτος τῶν παρ’ αὐτοῖς διαπρεπεστάτων, μάλιστα διὰ τὸ δύστροπον αὐτῶν ἀπῆλθε, μᾶλλον δὲ διὰ τὴν τούτων ὠΦέλειαν συνέστιος γενόμενος τούτοις, ὅπως θεωροὶ γενόμενοι τῆς ὑπὲρ ἄνθρωπον ἰσχύος τε ὁμοῦ τε καὶ δόξης αὐτοῦ, τάχα πὼς κἂν οὕτως πιστεύσωσιν ὅτι Θεός ἐστι, καὶ Υἱὸς Θεοῦ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, οὐκ ἀποστὰς τοῦ εἶναι ὃ ἦν· παρετηροῦντο δὲ αὐτὸν, μὴ ἄρα πὼς καταπεφρόνηκε τῆς εἰς τὸν νόμον αἰδοῦς, τι τῶν ἀπηγορευμένων ἐργαζόμενος ἐν ἡμέρᾳ σαββάτῳ. ὁ δὲ Κύριος οὐχ ὅπως ἐκκλίνῃ τὴν ἄφρονα μέμψιν, ἀλλ’ ὅπως εὐεργετήσῃ τινὰς πάντα διαπράττεται, ὅθεν καὶ τὴν ἀφροσύνην ἐλέγχει τῶν αἰτιᾶσθαι μελλόντων αὐτὸν ἐπὶ σαββατικαῖς εὐεργεσίαις, λέγων, “ἔξεστι τῷ σαβ- “βάτῳ θεραπεῦσαι ἣ οὔ;” καὶ γὰρ ἦν, φησὶν, ἄνθρωπός τις ὑδροπικὸς ἔμπροσθεν αὐτοῦ. ἐπειδὴ δὲ δυστρόπως σεσιγήκασι, παραλύει Χριστὸς τὴν ἄθραυστον αὐτῶν ἀναισχυντίαν, λογισμοῖς ἀναγκαίοις εἰς τοῦτο χρώμενος, καὶ ὡσανεὶ λέγων αὐτοῖς, εἰ κεκώλυκεν ὁ νόμος ἐλεεῖν ἐν σαββάτῳ, πῶς ἐποικτείρεις αὐτὸς τὸν εἰς φρέαρ καταπεσόντα; μὴ φροντίσῃς υἱοῦ κινδινεύοντος ἐν σαββάτῳ, μηδὲ τὶ τῶν τοιούτων διαπράξῃ; τοιγαροῦν χαίρειν εἰπὼν ταῖς Φαρισαϊκαῖς βασκανίαις, ἀπαλλάττει τοῦ νοσεῖν τὸν ὑδέρῳ κεκρατημένον. ΚΕΦ. ΝΓ. Περὶ τοῦ μὴ ἀγαπᾶν τὰς πρωτοκλισίας. Ὅπερ δὲ εἶπε, τοὺς κεκλημένους “ἐπίσχων πῶς τὰς πρωτοκλι- “σίας ἐξελέγοντο,” δοκεῖ μέν τισιν ἴσως μικρά πὼς εἶναι ταῦτα, καὶ οὐ πολλῆς ἄξια Φροντίδος· ὅταν δέ τις αὐτοῖς τὸν τῆς διανοίας ὀφθαλμὸν ἐνερείσῃ, τοτηνικάδε μαθήσεται, ὁποίου μὲν ἀπαλλάττει μώμου τὸν ἄνθρωπον, ὅσον δὲ τὸ κόσμιον αὐτὸν ἐργάζεται· τὸ γὰρ τιμὰς οὐ πάντως ἡμῖν ὀφειλομένας προχείρως ἐπιζητεῖν ἀσυνέτους ἀποφαίνει. πόσης γὰρ αἰσχύνης τὸ πρᾶγμα μεμέστωται, ὅταν ἐντιμωτέρου ἐλθόντος, ὁ ἀμφοτέρους καλέσας ἐρεῖ, “δὸς “τούτῳ τόπον;” σώφρων δὲ καὶ ἀξιοθαύμαστος ὁ δυνατὸς ὣν τοῖς πρώτοις κατασεμνύνεσθαι, καὶ τούτου μὲν οὐκ ἐΦιέμενος, παραχωρῶν δὲ ἑτέροις ὑπό γε τοῦ μὴ δοκεῖν ἡττᾶσθαι φιλοδοξίᾳ· διόπερ ὁ τοιοῦτος ὡς ὄφλημα λήψεται τὴν τιμὴν, τὸ “προσανάβηθι” ἀκούων. μέγα τοίνυν καὶ ἐξαίρετον ἀγαθὸν τὸ μέτριον Φρόνημα. Κυρίλλου Ἀλεξανδρείασ. Εἰ γὰρ τοῖς ἑτέροις ζητεῖ, κερδαινέτω τοῦτο διὰ τῆς ἄνωθεν ψήΦου, καὶ στεΦανούσθω τιμαῖς ταῖς παρὰ Θεοῦ, νικάτω πολλοὺς τῇ τῶν ἀρετῶν λαμπρότητι, τῇ ταπεινοφροσύνῃ· ὑψηλὸν γὰρ παρὰ Θεῷ τὸ συνεσταλμένον Φρόνημα. μιμητὴς γίνεται τοῦ Χριστοῦ τοῦ εἰπόντος, “μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρ- δίᾳ.” Ταῦτα δὲ λέγων οὐκέτι ἐπιπλήττει βαρέως, ἀλλὰ παραινεῖ χρηστῶς. Τὸ δὲ, “πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαν- “τὸν ὑψωθήσεται,” τῆς θείας ἤρτηται κρίσεως, οὐ πάντως γὰρ κατὰ τὴν τῶν ἀνθρώπων ἐπιτελεῖται συνήθειαν, ἐπειδὴ καὶ πολλοὶ τιμῆς ὀρεχθέντες, ἐπέτυχον τῆς εὐτελοῦς ταύτης τιμῆς.