ΚΕΦ. ΜΔ. Περὶ τῆς ζύμης τῶν Φαρισαίων. Κυρίλλου Ἀλεξανδρείασ. Ἅπας γὰρ ἡμῶν λόγος ἔργον ἐν ἡμέρᾳ κρίσεως ἔσται φανερὸν, περιττὴ τοιγαροῦν ἡ ὑπόκρισις, δεῖ δὴ ἀληθινοὺς ἡμᾶς ὁρᾶσθαι προσκυνητάς. Τοῦ Αὐτοῦ. Εἰς πνευματικὴν εὐανδρίαν ἀλείφει τοὺς αὐτόν· λέγω γὰρ ὑμῖν, φησὶ, τοῖς φίλοις μου, οὐχ ἅπασιν ἁπλῶς πρέποι ἃν, ὡς ἔοικεν, ὁ περὶ τούτων λόγος, ἐκείνοις δὲ μᾶλλον οἱς ἃν ἐνυπάρχων ὁρῷτο τὸ ἐξ ὅλης καρδίας ἀγαπᾷν αὐτὸν, οἷς καὶ ἁρμόζει λέγειν, “τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ “Χριστοῦ; θλίψις ἣ στενοχωρία, ἣ λιμὸς, ἣ διωγμὸς, ἣ γυμνότης, “ἣ μάχαιρα;” οἱ γὰρ μὴ τοιοῦτοι, εὐπαρακόμιστοι λίαν εἰσὶ, καὶ πρὸς ἀποστασίαν ἑτοιμότεροι. Καὶ μετ’ ὀλίγα — Προσενθυμεῖσθαι δὲ τούτοις κἀκεῖνο προσήκει· εὑρίσκονται γὰρ διὰ πόνων οἱ στέφανοι, καὶ ἄνθρωποι μὲν μέχρι σώματος ἐκτείνουσι τὰς ὀργὰς, καὶ πέρας αὐτοῖς τῆς καθ’ ἡμᾶς ἐπιβουλῆς ὁ τῆς σαρκὸς θάνατος, Θεοῦ δὲ κολάζοντος οὐ μέχρι μόνης σαρκὸς ἡ ζημία στήσεται, ἀλλὰ καὶ αὐτὴ συνυποφέρεται ταῖς οἰκείαις ἡ ἀθλία ψυχή· οὐκοῦν εἰσίτω μᾶλλον ὁ μετ’ εὐκλείας θάνατος, εἰς ἀρχὰς ἡμᾶς ἀναφέρων ἀτελευτήτου ζωῆς. Τοῦ Αὐτοῦ. Ὁρᾷς ὅσην ποιεῖται τὴν πρόνοιαν αὐτόν· εἰ γὰρ μέχρι τῶν οὕτω εὐτελεστάτων ἐκτείνεται, καὶ οἷον κάτεισιν ἐπὶ τὰ πάντων μικρότατα τῶν ζώων, πῶς ἃν ἐπιλάθοιτο τῶν ἀγαπώντων αὐτόν; οὔγε τοσαύτην αὐτῶν ποιεῖται πρόνοιαν, ὡς ἕκαστα τῶν κατ’ αὐτοὺς εἰδέναι λεπτῶς, καὶ οἷον ἠριθμημένας ἔχειν αὐτῶν τὰς τρίχας; ἣ γὰρ οὐκ ἐάσει πεσεῖν εἰς πειρασμὸν, ἣ γοῦν οἰκονομικῶς, ἵνα παθόντες εὐδοκιμήσωμεν, εἰς παγίδα πεσεῖν ἐπιτρέψας, χορηγήσει πάντως καὶ τὸ δύνασθαι διενεγκεῖν. ΚΕΦ. ΜΕ. Περὶ τοῦ θέλοντος μερίσασθαι τὴν κληρονομίαν. Διὰ τι πρὸς τὸν εἰπόντα αὐτῷ, “διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ “μου, μερίσασθαι μετ’ ἐμοῦ τὴν κληρονομίαν,” ἀποκριθεὶς εἶπεν, “ἄνθρωπε, τίς με κατέστησεν ἄρχοντα ἣ μεριστὴν ἐΦ᾿ ὑμᾶς;” ἐπειδήπερ ἐκεῖνος καταλιπὼν αὐτὸν τὰ χρήσιμα καὶ πρὸς σωτηρίαν ψυχῆς συντείνοντα, περὶ γηίνων τε καὶ προσκαίρων πραγμάτων, ἐζήτει μεριστὴν αὐτὸν γενέσθαι, τούτου χάριν ὡς ὀχληρὸν καὶ οὐδὲν ἐθέλοντα μαθεῖν ὣν ἐχρῆν εἰδέναι, πράως ἀποπέμπεται, καὶ ὡς σμικρόψυχος περὶ τὴν αἴτησιν γενόμενος τῆς αὐτοῦ μικροπρεπείας· πείθων διὰ τούτων αὐτόν τε καὶ τοὺς τότε καὶ νῦν ἀκούοντας, παντὸς μὲν ἀποφοιτᾷν γηίνου τε καὶ προσκαίρου πράγματος, μὴ Φιλονεικοῦντας ἀδελΦοῖς, εἴκοντας μᾶλλον αὐτοῖς, κἂν εἰ βούλωνται πλεονεκτεῖν· ἀπὸ γὰρ τοῦ “αἴροντος,” Φησι, “τὰ σὰ μὴ ἀπαίτει·” ζητεῖτε δὲ μᾶλλον τὰ ὅσαπερ ἐστὶ χρήσιμα καὶ ἀναγκαῖα πρὸς σωτηρίαν ψυχῆς· διὸ καὶ ἐπήγαγε λέγων, “ὁρᾶτε καὶ φυλάσσεσθε, ἀπὸ πάσης πλεονεξίας,” καὶ τὰ ἑξῆς· ὡς βόθρον τινὰ διαβολικὸν παραινῶν ἡμῖν ταύτην ἀποφεύγειν, καὶ δὴ καὶ εἰδωλολατρίαν ὁ σοφὸς ὀνομάζει Παῦλος, ὡς μόνως τάχα που πρέπουσαν τοῖς οὐκ εἰδόσι Θεὸν, ἣ καὶ ἰσοστάθμως ἔχουσαν εἰς βεβήλωσιν τὸ λατρεύειν τινὰς ξύλοις τε καὶ λίθοις. ΚΕΦ. Μς. Περὶ τοῦ οὗ ηὐφόρησεν ἡ χώρα πλουσίου. Πῶς δὲ οὐκ ἔστι ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐκ τῶν “ ὑπαρχόντων αὐτοῦ,” διὰ τὸ μὴ πλούτῳ συνεκτείνεσθαι τὸ τῆς ζωῆς μέτρον, καθὼς ἡμῖν σαφῶς τε καὶ ἐναργῶς ὑπέδειξεν αὐτὸς ὁ δεσπότης Χριστὸς, τὴν τοῖς προειρημένοις συνεζευγμένην παραβολὴν εὖ μάλιστα συντέθεικεν. “Ἀνθρώπου γάρ τινος,” φησὶ, “πλουσίου εὐφόρησεν ἡ χώρα,” καὶ τὰ ἑξῆς. Χρὴ δὲ σκοπῆσαι ἡμᾶς ἀκριβῶς τὸ τοῦ λόγου εὔτεχνον, ὅτι οὐχ ἓν ἡμῖν εὐφορῆσαν εἰσέδειξε χωρίον, ἀλλ’ ὅλην, ἔφη, χώραν εὔκαρπον γενέσθαι τῷ κεκτημένῳ, ἵνα μάθωμεν τοῦ πειθοὺς τὸ βάθος· καὶ γὰρ ὅταν οὕτω πολλοῖς περιχεόμενος ἀγαθοῖς στενοχωρεῖται πεφροντικὼς, “τι γὰρ ποιήσω;” Φησὶ, διὸ καὶ ἐσκέπτετο μόνος ἀπολαύειν τῶν προσόντων αὐτῷ, οὐχ ὁρῶν πρὸς τὸ μέλλον, οὐκ ἀναβλέπων πρὸς τὸν Θεὸν, οὐκ ἐρῶν φιλοπτωχίας, καὶ τῶν ἐντεῦθεν αὐχημάτων ἐφιέμενος, ἀλλὰ καὶ τὸ ἔτι τούτου παραλογώτερον, ἑαυτῷ μῆκος ὁρίζει ζωῆς, ὥσπερ ἐκ γῆς καὶ τοῦτο θερίσας· “ἐρῶ γὰρ,” Φησὶ, “τῇ ψυχῇ μου, ψυχὴ, ἔχεις πολλὰ “ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· φάγε, πίε, εὐφραίνου· διὸ καὶ “Θεὸς εἰπεν αὐτῷ, ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαι- “τοῦσιν ἀπὸ σοῦ, ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; ἀληθὲς οὑν, ὅτι “οὐκ ἐν τῷ περισσεύειν τινὶ ἔσται ἡ ζωὴ αὐτοῦ ἐκ τῶν ὑπαρχόντων αὐτῷ. διὸ τὸ ἐπαγόμενον ὅτι οὕτως ο θησαυρίζων ἑαυτῷ καὶ μὴ “εἰς Θεὸν πλουτῶν” Φοβηθέντες, μηδὲ εἰς ἔννοιαν τοῦ πλουτεῖν ἔλθωμεν· τρισμακάριος γὰρ καὶ ἐν ἐλπίσι λαμπραῖς ὁ κατὰ Θεὸν πλουτῶν. ἈΦρων δὲ δικαίως ἐκλήθη, ἐπειδὴ πᾶς ἄφρων τοιοῦτος καὶ μάταιος, καθὼς καὶ ὁ ψαλμῳδὸς Φησὶ, “πλὴν μάτην πᾶς ἄνθρω- “πος θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.” Τὰ ἀκόλουθα τούτων, οἷον “μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον, ἕως “καὶ ταῦτα πάντα προσ- “τεθήσεται ὑμῖν.” Κυρίλλου Ἀλεξανδρείασ. Ὡς ἀπό γε τῶν πτηνῶν καὶ ἐν ἀγροῖς ἀνθῶν ἱδρυμένην καὶ ἀκατάσειστον ἐργάζεταί σοι πίστιν, ἐνδοιάζειν δὲ ὅλως οὐκ ἐφίησιν ἡμᾶς, ὅτι πάντη τε καὶ πάντως τὴν παρ’ αὐτοῦ χαρίζεται φειδῶ, τὸ ἀνενδεὲς ἐφ’ ἅπασι διδούς· “κατα- “νοήσατε,” λέγων “τὰ κρίνα, πῶς αὐξάνει,” καὶ τὰ ἑξῆς. Ἀληθὲς δὲ τοῦτο· τὰ γὰρ τῶν χρημάτων ἄνθη ποικίλα τε ὄντα καὶ πολυειδῆ ἐν κρίνοις μὲν καὶ ἐν ἑτέροις τισὶ τῶν Φυομένων ἐν ἀγροῖς ἀξιοθαύμαστόν ἐστι τὴν ὥραν· πρὸς δὲ μίμησιν τὴν αὐτῶν ὑποβαλλόμενον τὸ τεχνουργούμενον λείπεται πάντως ἐκείνων, καὶ μόλις ἔρχεταί πὼς τῆς ἀληθείας ἐγγύς. Εἰ τοίνυν τοὐθ’ οὕτως ἔχει, πῶς οὐκ ἀληθὲς ὅτι οὐδὲ Σολομῶν, καίτοι Φιλότιμος, οὕτω γεγονὼς, ἐν ὅλῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Ἀπόχρη τοιγαροῦν τοῖς σοφοῖς τὸ χρείας ἕνεκα καὶ μόνης εὐσχήμονα καὶ εὐπόριστον ἔχειν τὴν στολὴν, καὶ σιτίων λιτότητα μὴ ὑπεραίρουσαν τὸ ἀρκοῦν· ἀρκέσει δὲ τοῖς ἁγίοις ἡ ἐν Χριστῷ τροφὴ, ἡ πνευματικὴ δηλονότι καὶ θεία καὶ νοητὴ, καὶ ἡ μετὰ ταῦτα δόξα. “Μὴ Φοβοῦ τὸ μικρὸν ποίμνιον” ἀντὶ τοῦ μὴ ἀπιστήσῃς εἴρηται, μικρὸν δὲ ποίμνιον ὀνομάζει, ἣ ἐπειδὴ παράκειται μικρότης ἐν τῷ κόσμῳ τούτῳ τοῖς ἑκουσίως ἀκτήμοσι καὶ ἀχρημάτοις, ἢ διὰ τὸ ἡττᾶσθαι τῆς τῶν Ἀγγέλων πληθύος ἀμετρήτου οὔσης, καὶ ἀσυγκρίτως πλεονεκτούσης τὰ καθ’ ἡμᾶς. εἰπὼν γὰρ ἐν τῇ τῶν ἑκατὸν προβάτων παραβολῇ, ὅτι χαίρει ἐπὶ τῷ ἑνὶ μᾶλλον τῷ πλανηθέντι καὶ εὑρεθέντι ἢ ἐπὶ τοῖς ἐννενηκονταεννέα τοῖς μὴ πεπλανημένοις, ἔδειξεν ὅτι ὡς ἓν ἐν τοῖς ἑκατὸν, τὸ ἐπὶ γῆς ἐστι ποίμνιον πρὸς τὰς ἀμετρήτους τῶν ἄνω πνευμάτων ἀγέλας. ἀλλ’ εἰ καὶ οὕτω μικρόν ἐστι, Φησὶν, ἡ τοῦ Θεοῦ ἀγαθότης ἡ a πάντα λόγον ὑπερεκτείνουσα, δέδωκε καὶ αὐτῷ τῶν ὑπερκειμένων πνευμάτων τὸν κλῆρον, τουτέστι τὴν τῶν οὐρανῶν βασιλείαν· ὁ οὖν τὰ οὕτω μεγάλα καὶ ἐξαίρετα διδοὺς, πῶς ὀκνήσει πλουσίως τὰ ἐπὶ γῆς παρέχειν ἡμῖν ἀγαθά· προδήλως ἐκπληρούντων ἡμῶν τὸ ἐπαγόμενον· Φησὶ γὰρ, “πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε “ἐλεημοσύνην,” καὶ τὰ ἑξῆς· ἅπερ προεγράφη εἰς τὸ κατὰ Ματθαῖον, ἕως “ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.” Εἰπὼν ὅτι “ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, οὐ τὴν τοῦ σώματος ὀσφὺν διεζωσμένην ἡμᾶς ἔχειν παρακελεύεται, ἀλλὰ τὸ τῆς διανοίας ἕτοιμον εἰς Φιλεργίαν τοῖς ἐφ’ ἅπασι δηλονότι τοῖς ἐπαινουμένοις. a εἰ Cod. Οἱ δὲ λύχνοι τὴν τοῦ νοῦ ἐγρήγορσιν καὶ Φαιδρότητα νοητὴν ἐπιδηλοῦσιν, ἵνα ἀρετὴν ἀσκοῦντες, καὶ τὸν προΦορητικὸν καὶ τὸν ἐνδιάθετον λόγον διὰ παντὸς ἀστράπτοντα ἔν τε τῇ ψυχῇ, ἔν τε τῇ γλώττῃ ἔχοντες, δι’ ἀμφοτέρων ἐκλάμπωμεν. ὁ μὲν γὰρ ἔνδον ἡμᾶς φωτίζει, ὁ δὲ ἔξω τοὺς ἄλλους· διόπερ ὁ διδασκαλικὸς λύχνος ψυχούσθω καὶ ἀρδευέσθω καὶ τρεΦέσθω ὑπὸ τῆς πρακτικῆς ἀρετῆς, ἵνα μὴ σκοτεινὸς ᾖ καὶ ἀλαμπής. Γάμους δὲ ὀνομάζει, διὰ τὸ μηδὲν ὅλως κατηφὲς ἢ λυπηρὸν ὑπάρχειν παρὰ τῇ θείᾳ καὶ ἀκηράτῳ Φύσει, ἵνα ἐλθόντος, Φησὶ, δῆλον δὲ ὅτι ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ, ἀθρόως καὶ ἀδοκήτως καθάπερ ἀώρως τῶν νυκτῶν ἐΦιστάμενος, ὅπερ σημαίνει τὸ ἄδηλον τῆς παρουσίας αὐτοῦ, οὓς ἂν παρεσκευασμένους εὕρῃ καὶ ἑτοίμους, εἴτε ἐν τῇ δευτέρᾳ, εἴτε ἐν τῇ τρίτῃ φυλακῇ τῆς νυκτὸς, τὴν παρουσίαν αὐτοῦ ἀναμένοντας, καὶ διὰ τοῦτο πᾶσαν ἀρετὴν ἐργαζομένους, “μακάριοί εἰσι, φησὶν, οἱ δοῦλοι ἐκεῖνοι, περιζώ- “σεται γὰρ καὶ διακονήσει αὐτοῖς.” τουτέστιν ὅτι τοῖς ἴσοις ἡμᾶς ἀνταμείψεται καὶ οἷον κάμνοντας ἀνακτήσεται, τρυφὰς ἡμῖν παραθεὶς τὰς πνευματικὰς, καὶ πολυτελεστάτην, δαψιλῆ, ποικίλην, ἀμφιλαφῆ τῶν ἑαυτοῦ χαρισμάτων ἁπλώσει τράπεζαν. Νομίσωμεν δὲ τοὺς μὲν τῆς πρώτης φυλακῆς τοὺς ἐπιμελέστερον βιοῦντας, καὶ παρὰ τοὺς ἄλλους ἀγρύπνως διακειμένους περὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν, καὶ διὰ τοῦτο πρώτης τάξεως ἐπειλημμένους· τοὺς δὲ τῆς δευτέρας, τοὺς ὑποβεβηκότας· τοὺς δὲ τῆς τρίτης, τοὺς τούτων καταδεεστέρους. Τινὲς δὲ πρώτην καὶ δευτέραν Φυλακὴν καὶ τρίτην τὸ διάφορον τῶν ἡλικιῶν ἐξηγήσαντο, πρώτην μὲν, καθ’ ἣν παῖδές ἐσμεν ἄνηβοι, δευτέραν δὲ, καθ’ ἣν νεανίαι, καὶ τρίτην, καθ’ ἣν πρεσβύται· τὸ δὲ, εἰ ἤδει ὁ οἰκοδεσπότης, καὶ τὰ ἑξῆς, ἕως μετὰ τῶν ἀπίστων θήσει, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Εἰς τὰ μικρὰ εἰς τὴν ἑρμηνείαν τοῦ σχολίου. ὨΡΙΓΈΝΟΥΣ. Ἔστιν ὕπνος καὶ ἐγρήγορσις, ὥσπερ ἐπὶ τοῦ ἔξω ἀνθρώπου καὶ ἐπὶ τοῦ ἔσω· ἀπαιτούμεθα τοίνυν ἐγρηγορέναι, καθά Φησιν ὁ Σωτήρ· “γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε “εἰς πειρασμόν.” Καὶ μετ’ ὀλίγα — Πλὴν τὰ πολλὰ ἢ κατὰ πάντα ἐν τῷ βίε τούτῳ ἀγρυπνητέον ἐστι, πῇ μὲν διὰ τὸ ἐΦε- δρεύειν τοὺς πολεμίους ὄντας, “οὐχ αἷμα καὶ σάρκα, ἀλλ’ ἐξουσίας “καὶ κοσμοκράτορας τοῦ κόσμου τούτου, καὶ πνευματικὰ b τῆς “πονηρίας,” ἵν ἐκ τοῦ ἐγρηγορέναι σωζώμεθα, ὥσπερ δορκαὶ ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος, καὶ “ἵνα τὰς ὀσφύας “περιζωσάμενοι καὶ τοὺς λύχνους ἀναπτομένους ἔχοντες, ὅμοια “γενώμεθα ἀνθρώποις προσδεχομένοις τὸν Κύριον ἑαυτῶν, ἵνα “ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωμεν αὐτῷ.” ΕΞ ἀνεπιγράφου. Διχοτομίαν φησὶ τοῦ κακοῦ δούλου διαιρεθῆναι τὸ ἐπισυμβεβηκὸς αὐτῷ, καὶ διακοπῆναι ἀπ’ αὐτοῦ μετὰ μεγάλων καὶ σΦοδρῶν ἀλγηδόνων· ἀτελὴς γὰρ εὑρεθήσεται ὁ τοιοῦτος, ἄνευ θείου Πνεύματος, σὰρξ ὢν καὶ οὐ πνεῦμα. ἐπεὶ τότε ἐσμὲν ἐν πνεύματι κατὰ τὸν Ἀπόστολον, ὅταν Πνεῦμα Θεοῦ ἐστιν ἐν ἡμῖν. μέρος δὲ ἀτελὲς ἀπολειφθεὶς ἔσται μετὰ τῶν ἀπίστων, ὡς ἂν οὐδὲν τῆς πίστεως ἀπολαύσας εἰς σωτηρίαν, ἀλλὰ σὺν τῷ ἀπίστῳ κόσμῳ κατακριθεὶς, καὶ τοσούτῳ γε μείζων ἡ κόλασις, ὅσῳ πλεῖον ἡ χάρις. Ἐλθὼν οὖν ὁ Κύριος τὸν τοιοῦτον διχοτομητὸν c τῷ ζῶντι ἑαυτοῦ λόγῳ καὶ ἐνεργεῖ ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, ὡς μὴ γενομένους ὁλοκλήρους πνεύματι καὶ ψυχῇ καὶ σώματι, ὁποῖοι εἰσιν οἱ ἁγιαζόμενοι ὁλοτελεῖς, ὧν ὁλόκληρον τὸ πνεῦμα καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τηρεῖται τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἵνα δὲ σαΦέστερον ἴδῃς, πρόσεχε πῶς ἃν νοηθείη ἐκ τοῦ διικνεῖσθαι τὸν ζῶντα τοῦ Θεοῦ λόγον ἐπιμερισμὸν ψυχῆς καὶ πνεύματος, ὅντινα ἐπιμερισμὸν ψυχῆς καὶ πνεύματος οἱ μὲν οὖν διχοτομούμενοι πείσονται, οἱ δὲ πιστοὶ καὶ Φρόνιμοι οἰκονόμοι οὐ πείσονται. ὁ λόγος γὰρ ἐν αὐτοῖς ποιήσας τὰ ἀμΦότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τοὺς δύο ἔκτισεν εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξας αὐτοὺς τῶ Θεῶ. Διὰ ποίαν αἰτίαν “ὁ δοῦλος ὁ μὴ γνοὺς τὸ θέλημα τοῦ Κυρίου “αὐτοῦ, καὶ ποιήσας ἄξια πληγῶν,” ὑπέχει λόγον; διότι μὴ ἠθέλησεν εἰδέναι, δυνάμενος μαθεῖν· εἰ δὲ ὁ μὴ γνοὺς ὅλος οὐκ ἄμοιρος ὀργῆς ἔσται, ὅτι μὴ εἰδὼς κατημέλησε τοῦ μαθεῖν, ποῖος ἀπαλλάξει λόγος τοῦ χρῆναι πολλὰς ὑπομεῖναι πληγὰς, τὸν εἰδότα καὶ ῥᾳθυμήσαντα. b πνεύματι καὶ Cod. c Leg. fors. διχοτομήσει, sed excidere plura. Εἰπὼν δὲ ὅτι “παντὶ ᾧ ἐδόθη πολὺ, πολὺ ζητηθήσεται παρ’ “αὐτοῦ,” ἔδειξεν ὅτι φορτικώτερον τῶν διδασκόντων τὸ κρίμα. Ποῖα δὲ ταῦτά ἐστιν ἃ ζητηθήσεται παρ’ αὐτῶν; τὸ ἐν πίστει ὀρθὸν, τὸ ἀπλανὲς εἰς μυσταγωγίας, τὸ βεβηκὸς ἐν ἐλπίδι, τὸ ἀκατάσειστον ἐν ὑπομονῇ, τὸ ἄθραυστον ἐν ἰσχύι τῇ πνευματικῇ, τὸ εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀνδραγαθημάτων πρόθυμόν τε καὶ εὐσθενὲς, ὥστε καὶ ἑτέροις ὑποτύπωσιν εἶναι πολιτείας ἀγγελικῆς. Τὸ “πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον ἕως καὶ “τὸ ἔσχατον λεπτὸν ἀποδῷς.” ἘΞ ἀνεπιγράφου. Τοῦτο τὸ πῦρ ἔχοντες οἱ περὶ Κλεώπαν ἐν ἑαυτοῖς ἔλεγον, “οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν ἐν τῇ “ὁδῷ, καὶ ὡς ἐλάλησεν ἡμῖν, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραΦάς.” Τοῦ Χρυσοστόμου. “Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν,” τὴν γῆν τὴν ὑφ’ ὑμετέροις ποσὶ πατουμένην, ἀλλ’ ἐπὶ τὴν γῆν τὴν ὑφ’ ἐμαῖς χερσὶ πεπλασμένην, ἐπειδήπερ ὁ διάβολος ταῖς τῶν ἀνθρώπων καρδίαις ἀκάνθας καὶ τριβόλους ἐνέσπειρεν ἁμαρτημάτων· “πῦρ ἦλθον ἐπιβαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήΦθη; δεῖ γάρ με καθαρίσαι τὴν ἐμὴν γῆν δεῖ μετὰ τοῦ διαβόλου πικροΦόρα καὶ βλαβοποιὰ βλαστήματα πυρὶ ἐξαναλῶσαι, ἵνα καθαρῶ τῇ ψυχῇ καθαρὸν τὸν οὐράνιον σπόρον ἐν οὐρανῷ. “Οὐκ ἦλθον γὰρ βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν,” ἐὰν μὴ χαλάσω τῷ ἐχθρῷ ὑμῶν μάχαιραν, ὑμῖν οὐκ ἔσται εἰρήνη. Κυρίλλου Ἀλεξανδρείασ. Καίτοι Χριστὸς ἐστὶν ἡ ἡμῶν κατὰ τὰς γραφάς. Πῶς οὖν, ἔφη, οὐκ ἦλθον εἰρήνην δοῦναι ἐπὶ τῆς γῆς; ὅτι χρῆμα μὲν ἡ εἰρήνη καλὸν καὶ ὄντως ἀγαθὸν, ἀλλ’ οὐ πᾶσα πάντως εἰρήνη τὸ ἀκατάψεκτον ἔχει, ἀλλ’ ἐστὶν ἐπισφαλὴς πολλάκις καὶ τῆς εἰς Θεὸν ἀγάπης ἀποκομίζουσα. Ἀλυσιτελὴς γὰρ ἡ πρὸς τοὺς ἑτερόφρονας εἰρήνη, κάταγε τὸ τὰ ἴσα φρονεῖν ἐκείνοις. Διὰ τοῦτο γὰρ καὶ τῶν ἐπὶ γῆς Φίλτρων οἱ πιστοὶ ἀΦίστανται καὶ συγγενεῖς ἀγνοοῦσι, καὶ πατὴρ υἱοῦ Φιλίαν ἀναίνεται a, καὶ υἱὸς πατρὸς τιμὴν ἀγνοεῖ, καὶ μήτηρ θυγατρὸς Φίλτρον ἀπώσατο. a ἀνένεται Cod. ΚΕΦ. ΜΖ. Περὶ τῶν Γαλιλαίων καὶ τῶν ἐν τῷ Σιλωάμ. Περὶ τῶν Γαλιλαίων ὧν ἀπήγγειλαν τῷ Χριστῷ ὅτι τὸ αἱμα αὐτῶν ὁ Πιλάτος ἔμιξε μετὰ τῶν θυσιῶν, χρὴ γινώσκειν ὅτι οὗτοι εἰσιν οἱ τοῖς δόγμασιν ἐξακολουθήσαντες Ἰούδα τοῦ Γαλιλαίου, οὗ καὶ ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων μέμνηται. ἦν δὲ τὸ δόγμα τοῦ Ἰούδα, ὡς καὶ ὁ Ἰώσηππος ἐν τοῖς τελευταίοις τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας ἔδειξε, φαντασίαν ἐξαγγέλλων πολλὴν πρόΦασιν δῆθεν εὐσεβείας. κύριον γὰρ μηδὲ μέχρι στόματος, ἔφασκε, μὴ δεῖν τινα λέγειν, μηδὲ κατά τινα τιμὴν καὶ ΦιλοΦροσύνην· οὕτω δὲ μήτε τὸν βασιλεύοντα. ὅθεν καὶ πολλοὶ γε αὐτῶν περὶ τοῦ μὴ εἰπεῖν Καίσαρα κύριον, χαλεπωτάταις αἰκίαις ὑπεβάλλοντο, οἱ καὶ ἐδίδασκον μηδὲν παρὰ τὰ διατεταγμένα ἐν τῷ Μωϋσέως νομοθεσίας ἀναφέρεσθαι τῷ Θεῷ. Διόπερ καὶ ἐκώλυον τὰς ὑπὸ τῆς γερουσίας τοῦ λαοῦ παραδεδομένας γίγνεσθαι περὶ τῆς σωτηρίας τοῦ βασιλέως καὶ τοῦ Ῥωμαίων ἔθνους θυσίας. εἰκὸς οὖν ἐπὶ τούτοις ἀγανακτοῦντα πρὸς Γαλιλαίους τὸν Πιλάτον κελεῦσαι παρ’ αὐταῖς αἷς ἐδόκουν κατὰ τὸν νόμον προσΦέρειν θυσίαις αὐτοὺς ἀναιρεθῆναι, ὥστε ἀναμιχθῆναι ταῖς προσΦερομέναις θυσίαις τὸ αἷμα τῶν προσΦερόντων. ταῦτα οὖν ἐπείπερ ἐδόκει ὑπὲρ εὐσεβείας γίνεσθαι, ἀπήγγελον τῷ Σωτήρι’, βουλόμενοι τὸ ἐπὶ τούτοις ἀρέσκον αὐτῷ μαθεῖν· καὶ γὰρ ἐνόμιζόν τινες ἀπὸ τοῦ λαοῦ δικαιότατα κατὰ τὰς ἁμαρτίας αὐτῶν ταῦτα πεπονθέναι τοὺς ἀναιρεθέντας, ἅτε στάσιν κινήσαντας τὰς τῷ λαῷ, καὶ ἐπὶ τὸ μισεῖν ἐρεθίσαντας τοὺς ἄρχοντας κατὰ τῶν ὑπηκόων· διὸ αὐτὸς τὸ μὲν εἶναι αὐτοὺς ἁμαρτωλοὺς τίθησιν, οὐ μήν φησι ταῦτα αὐτοὺς πεπονθέναι, ὡς τῶν μὴ πεπονθότων χείρονας. Εἰτα ἐπὶ τούτοις φησὶν, ὅσον ἐπὶ τῷ ῥήματι, ἀποτρέπων τῆς ἐμφυλίου στάσεως προφάσει εὐσεβείας ἀναπτομένους τοὺς ἀπὸ τοῦ λαοῦ, τὸ “ἐὰν μὴ μετανοήσητε,” τουτέστιν, ἐὰν μὴ μεταβάλητε τοῦ στασιάζειν καὶ ἀνθίστασθαι τοῖς ἄρχουσιν, ὅπερ οὐ κατὰ βούλημα ποιεῖ τοῦ Θεοῦ, πάντες ὁμοίως ἀπολεῖσθε, καὶ τὸ ὑμέτερον αἷμα ἀναμιχθήσεται ὑμετέραις θυσίαις. Ὁ πύργος ὁ πεσὼν ἐν τῷ Σιλοὰμ οὐχ ὡς ἁμαρτωλοτέρους πάντων ὄντας τοὺς δέκα καὶ ὀκτὼ κατέχωσεν, καθὼς καὶ αὐτός Φησιν ὁ Κύριος, ἀλλὰ δι’ ὀλίγων ὑπόδειγμα τοῖς οἰκοῦσι τὴν Ἱερουσαλὴμ γέγονε. καὶ ὁ μὲν εἷς πύργος παραβάλλεται ὅλῃ τῇ πόλει, ἵνα τὸ μέρος ἐκφοβήσῃ τὸ ὅλον, οἱ δέκα καὶ ὀκτὼ τῷ λαῷ τῆς πόλεως· ὅθεν ἐπείπερ τοὺς οἰκήτορας τὰ τῆς ἀπιστίας ἐνέμεινε, καὶ αὐτοὶ σὺν αὐτῇ μικρὸν ὕστερον τοῖς αὐτοῖς περιέπεσαν οἷς περ ὁ πύργος καὶ οἱ δέκα καὶ ὀκτὼ, ὅτε τὴν Ἱερουσαλὴμ ὁ Τίτος κατέστρεψεν καὶ πολὺν λαὸν ἐθανάτωσε. Ἡ τῆς συκῆς παραβολὴ τὴν ἀκαρπίαν ἐλέγχει τῆς Ἱερουσαλὴμ διὰ Μωϋσέως, διὰ τῶν προφητῶν, δι’ ἑαυτοῦ. Ισίδωρου Πηλουσιώτου. Ἡ Εὐαγγελικὴ συκῆ ἐστὶ, ὁ δὲ οἰκοδεσπότης ὁ Θεὸς καὶ Πατὴρ, ὁ δὲ ἀμπελουργὸς ὁ Υἱὸς τοῦ Θεοῦ, Φιλοπονῆσαι καὶ ἐκκαθᾶραι τὸν ἀμπελῶνα ἡμῶν ἐνδημήσας, ἐκκοπῆναι δὲ παρὰ τοῦ οἰκοδεσπότου κελευσθεῖσαν τὴν συκῆν ὡς ἄκαρπον, ἐΦ᾿ αὕτην Φησι καὶ τοῦτο τὸ ἕτερον· εἰ διὰ νόμου καὶ προφητῶν οὐκ ἐβελτιώθησαν καὶ μετανοίας καρποὺς οὐκ ἀπέδωκαν, καὶ] τοῖς ἐμοῖς ἀρδευθῶσι δόγμασι καὶ παθήμασι· κἂν μὲν ποιήσωσι καρπὸν εὐπειθείας· εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψῃς αὐτὴν, εἰς τὸν ἄλλον αἰῶνα τῆς τῶν δικαίων μερίδος, ἐκτεμὼν αὐτούς· ἔστι δὲ ἡ πρώτη ἀθέτησις τῆς ἐντολῆς, ἡ παράβασις ἡ ἀπὸ τοῦ ξύλου, τοῦ ἐν μέσῳ τοῦ παραδείσου προστάττουσα μὴ γεύεσθαι· ἡ δὲ δευτέρα, ἡ ἐν τῷ νόμῳ δυσσέβεια ἡ πρὸς τὸν μόσχον· ἡ δὲ τρίτη ἀσέβεια ἡ ἐν τῇ χάριτι τυγχάνει παραίτησις, “οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα,” καὶ τὸν Κύριον τῆς δόξης ἀπαρνουμένων. Κόπρια δὲ λέγει τὰ δάκρυα, καὶ τοὺς στεναγμοὺς, καὶ τὰς χαμευνίας, καὶ τὰς ἀγρυπνίας, καὶ τῆξιν ψυχῆς καὶ σώματος, τὴν δι’ ἐξαγορεύσεως καὶ ἀτιμοτέρας ἀγωγῆς ἐπανόρθωσιν, ὡς ὁ θεολόγος λέγει Γρηγόριος. ΚΕΦ. ΜΗ. Περὶ τῆς ἐχούσης πνεῦμα ἀσθενείας. Ἡ συγκύπτουσα γυνὴ τοῦτο λέγεται παθεῖν ἐξ ἀγριότητος διαβολικῆς, καθώς φησιν ὁ δεσπότης, “ἣν ἔδησεν ὁ Σατανᾶς, ἔτη “δέκα καὶ ὀκτὼ,” ἴσως παρεωραμένην παρὰ Θεοῦ δι’ οἰκεῖα πταίσματα· παραίτιος γὰρ τοῖς ἀνθρωπίνοις σώμασι τοῦ νοσεῖν ὁ ἀλιτήριος γέγονε Σατανᾶς, θεοπρεπεστάτῃ δὲ λίαν Φωνῇ καὶ ἐξουσίας γεμούσῃ τῆς ἀνωτάτω, τῆς γυναικὸς ταύτης τὴν νόσον ἐλαύνει προσεπιτίθησι δὲ καὶ χεῖρας αὐτῇ, ἵνα μάθωμεν, ὅτι τὴν τοῦ Θεοῦ λόγον δύναμίν τε καὶ ἐνέργειαν ἡ ἁγία πεφόρηκε σάρξ· ἰδία γὰρ ἦν αὐτοῦ καὶ οὐχ ἑτέρου τινὸς παρ’ αὐτὸν ὄντος Υἱοῦ καταμόνας καὶ ἰδικῶς, κατά γε τὸ τισὶν ἀνοσιώτατον δοκοῦν. περὶ ὧν εἶπεν ὁ δεσπότης Χριστὸς πρὸς τὸν ἀρχισυνάγωγον περὶ τοῦ σαββάτου, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Ἔχαιρε δὲ ὁ λαὸς ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ’ αὐτοῦ, ἐπειδὴ τὰ παράδοξα ἔργα ἔλυε πᾶσαν ζήτησιν παρά γε τοῖς μὴ κακοήθειαν ζητοῦσιν, ὅπερ οἱ ἄρχοντες ἔπραττον, ἐπὶ πρόΦασιν νόμου τὸν Σωτῆρα κακῶς ὑβρίζοντες.