ΚΕΦ. ΛΘ. Περὶ τοῦ ἔχοντος δαιμόνιον κωφόν. Τίτου Βοστρῦν. Βοστρῶν. Κωφὸν καλεῖ, τὸ τὸ μὴ ἀκουσθῆναι λόγον Θεοῦ· δαίμονες γὰρ πονηρότατοι περιελόντες τὸ εὐήκοον τῆς τῶν ἀνθρώπων προαιρέσεως, ἐπήρωσαν ἡμῶν τὴν ἀκοὴν τῆς ψυχῆς· διὰ τοῦτο Χριστὸς παρεγένετο, ἵνα ἐκβάλῃ τὸ δαιμόνιον τὸ κωφὸν, καὶ ἀκούσωμεν λόγον ἀληθείας· οὐδὲ γὰρ ἐκεῖνος ἦν ὁ δαιμονιζόμενος κωφὸς, ἀλλ’ ὁ εἷς ἐτύγχανε δεῖγμα τῶν πάντων· τὸν δὲ ἕνα θεραπεύει, ἵνα καθολικὸν γεῦμα παράσχῃ τῆς οἰκουμενικῆς σωτηρίας, καὶ ὅταν εἷς ἐκ γενετῆς τυΦλὸς σωματικῶς εὐεργετεῖται, πάντες πνευματικῶς εὐαγγελιζόμεθα· καὶ ὅταν εἷς παραλυτικὸς βαδίσῃ, εἷς μὲν διὰ ποδῶν παρ’ ἐλπίδα τρέχει, ὁ δὲ κόσμος ἅμα τῷ ἑνὶ, διὰ τῷ τῆς πίστεως αἰνίγματι τρέχει τὸν δρόμον τῆς ἀληθείας, ἀλλ’ οἱ πονηροὶ μετέθηκαν τὴν εὐεργεσίας εἰς γοητείαν, τῆς ἰδίας ὑποψίας ὄντες αὐτοὶ μαθηταί. Κυρίλλου Ἀλεξανδρείασ. ΚωΦὸν ἐν τούτοις ὠνομάσθαι φαμέν· τούτου καθαρισθέντος, καὶ τελεσθέντος τοῦ θαύματος, κατεκρότει μὲν ἡ πληθὺς ταῖς εὐφημίαις αὐτὸν, καὶ δόξῃ θεοπρεπεῖ στεφανοῦν ἠπείγετο τὸν θαυματουργόν· τινὲς δὲ, φησὶν, ἐξ αὐτῶν, οὗτοι τε ἦσαν γραμματεῖς τε καὶ Φαρισαῖοι, ἀπονοίᾳ καὶ φθόνῳ μεθύοντες τὴν καρδίαν, προσθήκην τῇ νόσῳ τὸ θαῦμα πεποίηνται, ἀφιστάντες γὰρ αὐτοῦ τὰ θεοπρεπῶς εἰργασμένα, τῷ διαβόλῳ προσνενέμηκαν τὸ n πάντα δύνασθαι κατορθοῦν, δι’ αὐτοῦ γὰρ αὐτὸν ἐκβάλλειν ἔφασαν τὰ δαιμόνια. Ἀκύλ. ο Ἵστησι μὲν γὰρ βασιλείας τῶν ὑπὸ χεῖρα γνήσιον, ἵστησι δὲ οἴκους, τὸ κατὰ μηδένα τρόπον ἀντιφέρεσθαί τινας ἀλλήλοις τῶν ἐν αὐτῶ. ἔστησε δ᾿ ἂν καὶ τὴν τοῦ Βεελζεβοὺλ βασιλείαν, τὸ μὴ αὐτὸν ἑαυτῷ δρᾷν ἐθέλειν τὰ ἐναντία. Πῶς οὖν ἐκβάλλει Σατανᾶς τὸν Σατανᾶν; οὐκοῦν οὐχ ἑκόντα τῶν ἀνθρώπων ἐκπέμπονται τὰ δαιμόνια, οὐ γὰρ μάχεται, φησὶν, ὁ Σατανᾶς ἑαυτῷ, οὐκ ἐπιπλήττει τοῖς ἑαυτοῦ δορυφόροις. Συγκροτεῖ n τῷ Cod. ο Ἀκύλ. Cod. Νοmen vid. esse corruptum; fors. repon. Ἀπολ. i. e. Ἀπολιναρίου. δὲ μᾶλλον τὴν ἑαυτοῦ βασιλείαν· λείπεται τοίνυν ἐννοεῖν, ὅτι δύναμις θεία συντρίβει τὸν Σατανᾶν. Τίτου Βοστρῶν. Ἰουδαῖοι καὶ ἐξ Ἰουδαίων κατὰ οἱ μακάριοι μαθηταί· οὗτοι τὴν κατὰ πνευμάτων ἀκαθάρτων ἐξουσίαν ἔσχηκας ἱν παρὰ Χριστοῦ, καὶ δὴ καὶ ἀπήλλαττον τοὺς ἐνισχημένους, ἐπιφωνοῦντες αὐτοῖς τὸ “ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ.” Ὅτε τοίνυν, φησὶν, οἱ ἐξ ὑμῶν γεγονότες υἱοὶ ἐν ὀνόματι μου τὸν Βεελζεβοὺλ θριαμβεύουσιν p, ἐπιπλήττοντες αὐτοῦ τοὺς δορυφόρους, καὶ ἀμελλητὶ τῶν ἐχόντων αὐτοὺς ἐκπέμποντες, πῶς οὐκ ἐναργὴς δυσφημία, πολὺ τὸ ἀμαθὲς ἔχουσα συμπεπλεγμένον τῷ λέγειν, ἐμὲ δανείζεσθαι δύναμιν, τὴν παράκλησιν τε τοῦ Βεελζεβούλ. κατακριθήσεσθε τοίνυν, φησὶν, ὑπὸ τῆς πίστεως τῶν ἐξ ὑμῶν γεγονότων υἱῶν, εἴπερ αὐτοὶ μὲν τὴν παρ’ ἐμοῦ λαβόντες ἐξουσίαν καὶ δύναμιν, παραλύουσι τὸν Σατανᾶν, καὶ οὐκ ἑκόντες τῶν ἐχόντων αὐτὸν ἐκπέμποντες· ὑμεῖς δὲ λέγετε ταῖς ἐκείνου δυνάμεσι κεχρημένον ἐνεργεῖν ἐμὲ τὰς θεοσημείας. Ἐπειδὴ δὲ τοῦτο μὲν οὐκ ἀληθὲς, ἕωλον δὲ μᾶλλόν ἐστι καὶ κατεψευσμένον καὶ συκοφαντίας ἔχον γραφὴν, πρόδηλον ὅτι ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια· δάκτυλον Θεοῦ τὸ‘ Ἄγ’ ἴον Πνεῦμά φησι. Κυρίλλου Ἀλεξανδρείασ. Ἐγὼ μὲν γὰρ ἐπεδήμησα, ἵνα πάντας ἐξέλωμεν τῶν τοῦ διαβόλου χειρῶν, ἵνα αἰχμαλώτους ὄντας ἐλευθερώσω, καὶ φωτίσω ἐσκοτισμένους, καὶ πεσόντας ἀναστήσω, καὶ συντεθραυσμένους ἰάσωμαι, ἵνα τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα παρ’ ἐκείνου δηλονότι, συναγάγω εἰς ζωήν. ὁ δέ γε Σατανᾶς μὴ ὣν μετ’ ἐμοῦ ἐπιχειρεῖ σκορπίζειν ἃ συνῆξα καὶ ἔσωσα. Πῶς οὖν ὁ μαχόμενος ταῖς ἐμαῖς οἰκονομίαις δίδωσι μοι δύναμιν καθ’ ἑαυτοῦ; ἀρ᾿ οὐκ εὔηθες τὸ οἴεσθαι γε τοιοῦτόν τι γεγενῆσθαι; πόθεν οὖν ἄρα συμβέβηκε τοῖς Ἰουδαίων δήμοις τὸ κατολισθεῖν εἰς τοσαύτας ἐννοίας περὶ Χριστοῦ, αὐτὸς διεσάφησεν εἰπὼν, ὅτι “ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου,” καὶ τὰ ἑξῆς. Ὠριγένουσ. Τί ἐστι τὸ διέρχεσθαι τὸ πνεῦμα τὸ πονηρὸν “ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ μὴ εὑρίσκων;” ἄνυδροι τόποι οἱ ἐξ ἐθνῶν τὸ πρότερον, νυνὶ δὲ πεπλήρωται ὕδατος θείου, καὶ P τρίβουουσιν Cod. οὐκέτι παρέχουσαν ἀνάπαυσιν αὐτοῖς· ποιεῖται τοίνυν ἐπιστροφὴν πρὸς τὸ πρότερον αὐτοῦ δοχεῖον τοῦ ἐξ Ἰσραὴλ, καὶ ὡς εὗρεν αὐτοὺς οὐκέτι θεῖον ἔχοντας ἐν αὐτοῖς οὐδὲν, ἀλλ’ ἐρήμους ὄντας καὶ σχολάζοντας αὐτῷ πρὸς ἐνοίκησιν, κατῳκήσατο δηλαδὴ μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως. τοῦτο γὰρ φαίνεται δηλοῦν, “ἑπτὰ λέγων ἕτερα πνεύματα μετ’ αὐτοῦ,” καθάπερ εἴωθεν ἐπὶ πλήθους ὀνομάζειν ἡ θεία γραφὴ τὸν τοσοῦτον ἀριθμῷ, ἐπειδὰν λέγῃ, “ὅτι “στεῖρα ἔτεκεν ἑπτὰ, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν.” οὐδὲ γὰρ τὸ πνεῦμα τὸ ἀκάθαρτον ὁποῖον ἔσχον ἐν Αἰγύπτῳ, τοιοῦτον ἔχουσιν οἱ εἰς τὸν Υἱὸν μου ἀπιστήσαντες· πεπλήρωται καὶ ἄλλων πονηρῶν, καὶ γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων· χείρονα γὰρ τῶν ἐν Αἰγύπτῳ νῦν πάσχουσιν, ἐπειδήπερ εἰς Ἰησοῦν Χριστὸν οὐ πεπιστεύκασιν, ἀλλὰ τὸν ἀρχηγὸν τῆς ζωῆς ἀπέκτειναν, ὅθεν ἐστερήθησαν τῆς ζωῆς· καὶ οὐκέτι λέγει ἐν αὐτοῖς προφήτης, τάδε λέγει Κύριος, οὐκ ἔστι σημεῖον ἐν αὐτοῖς, οὐκέτι πέρας, οὐκέτι σημεῖον ἐπιφανείας καὶ παρουσίας τοῦ Θεοῦ. μεταβέβηκε γὰρ τὰ ἀγαθὰ ἐφ’ ἡμᾶς τοὺς ἐξ ἐνθῶν, τοῦτον Ἰησοῦ λόγον εἰρηκότος, “ἀρθήσεται ἀπ’ αὐτῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ “δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.” ΚΕΦ. Μ. Περὶ τῆς ἐκ τοῦ ὄχλου ἐπαράσης φωνήν. Διὰ τι τῆς γυναικὸς εἰπούσης, “μακαρία ἡ κοιλία ἡ βαστά- “σασά σε,” καὶ τὰ ἑξῆς, αὐτὸς Χριστὸς ὁ δεσπότης εἶπε, “με- “νοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ Φυλάσ- “σοντες αὐτὸν;” ἁρμοδίως πρὸς τὸν καιρὸν τοῦτό φησιν· ἐπειδὴ γὰρ οἱ τῶν θείων λόγων ἀνήκοοι τοὺς ὑπηκόους τούτων κατέκριναν, αὐτὸς τὸ ἐναντίον ποιῶν, μᾶλλον μακαρίζει τούτους· λοιπὸν δὲ καὶ διὰ τὸν ἰαθέντα κωφὸν, ἵνα καὶ αὐτὸς ἀκούσας μάθῃ, καὶ μαθὼν πιστεύσῃ, καὶ πιστεύσας ἐργάσηται, καὶ ἐργασμένος στεφανωθῇ καὶ δοξασθῇ μετὰ πάντων τῶν φυλασσόντων τὰς δεσποτικὰς ἐντολάς. ἅπερ εἶπεν ὁ δεσπότης Χριστὸς, “ὅτι ἡ γενεὰ αὕτη πονηρά ἐστιν,” ἕως “ἔσται Φωτεινὸν ὄλον” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. q τὸν τοῦ Cod. ΚΕΦ. ΜΑ. Περὶ τῶν αἰτούντων σημεῖον. Οὐδεὶς δὲ λύχνον ἅψας εἰς κρυπτὸν τίθησιν, οὐδὲ ὑπὸ τὸν μόδιον κ. τ. ἑ. Λύχνον ἔχοντες ἐν αὐτοῖς οἱ ἄνθρωποι τὴν νοερὰν δύναμιν, ὐκ εἰς τὸ ἐμφανὲς ἄγουσι ταύτην, ἀλλ’ εἰς τὸ ἀφανὲς κρύπτουσι τὸ μὴ ζητεῖν τὴν ἔκλαμψιν τοῦ νοῦ, ἀλλὰ τὴν ἔξωθεν καὶ ματαίαν λαμπρότητα. αὕτη γὰρ γίνεται περὶ τὸν νοῦν σκότος, εἰς πονηρίαν αὐτὸν ἐκκαλουμένη, οἷα δὴ καὶ ἡ περὶ τοὺς Φαρισαίους δόξα παρὰ τῷ πλήθει φθονερῷ καὶ κακοήθως κατὰ τοῦ τιμώμενον παρασκευάζουσα, καὶ προσάγειν διὰ στόματος λόγους ἀσεβεῖς καὶ συκοΦαντικούς. οὕτω γὰρ ἔνδοθεν καὶ ἀπὸ καρδίας ἐρχόμενον τὸ σκότος, ὅλον τὸ σῶμα πληροῖ, οὐ μόνον τὸ στόμα λόγων ἐμπιπλῶσα τῶν μὴ δικαίων, ἀλλὰ καὶ χεῖρας ἐπὶ μιαιφονίαν ἐγείρουσα· ὃ δὴ καὶ πράττουσι μικρὸν ὕστερον, ἀπὸ τοῦ φθόνου πρὸς τὸν φόνον ἐγειρόμενοι. ἐξὸν οὖν ὑμῖν, φησὶ, καθαρὸν κατασκευάζειν τὸν νοῦν, καὶ διὰ τούτου καταλαμπρύνειν ἑαυτῶν τούς τε λόγους καὶ τὰς πράξεις, ὑμεῖς δὲ τοὐναντίον, ὅθεν χρὴ προάγειν Φῶς, ἐντεῦθεν προάγεται σκότος. ΚΕΦ. ΜΒ. Περὶ τοῦ Φαρισαίου τοῦ καλέσαντος τὸν Ἰησοῦν. Τίνος ἕνεκεν πονηρῶν καὶ βεβήλων ὄντων τῶν Φαρισαίων καὶ βασκάνων καὶ ἀλαζόνων, κληθεὶς παρ’ ἑνὸς ἐξ αὐτῶν Χριστὸς ὁ Θεὸς ἡμῶν οὐ παρῃτήσατο, ἀλλ’ εἰσελθὼν ἀνεκλίθη; οὐχ ὡς ἀγνοῶν τὴν ἐνοῦσαν αὐτοῖς σκαιότητα ὁ πάντα εἰδὼς τοῦτο πεποίηκεν, ἀλλὰ νουθετῆσαι τούτους ἐπειγόμενος, μυσταγωγίας πρόΦανσιν τὸ πρᾶγμα ποιούμενος. Ἐσκανδαλίσθη δὲ ὁ Φαρισαῖος, ὅτι οὐ πρὸ τοῦ ἀρίστου ἐβαπτίσθη, ἀσυνέτως σφόδρα, τοῦτο γὰρ ἐποίουν ἐκεῖνοι, ῥύπου παντὸς ἑαυτοὺς, ὡς ἐνόμιζον, ἀπαλλάττοντες, ὅπερ οὐδαμοῦ προσέταξε Μωϋσῆς τοῦτο ποιεῖν. Μόνη γὰρ διὰ τῶν ὑδάτων ἀπόνιψις χρειωδεστάτη λίαν ἐστὶ, τοῖς ῥυπῶσι σωματικῶς, ἀκαθαρσίαν δὲ τὴν εἰς νοῦν καὶ καρδίαν ἀπαλλάξαι οὐ δύναται. Τὰ τούτων ἀκόλουθα, οἷόν ἐστιν, ἐστιν, ὁ Κύριος, “ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου,” ἕως “τὸ “γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Κυρίλλου Ἀλεξανδρείασ. Ἐξῆν μὲν γὰρ καὶ ἑτέροις χρήσασθαι τὸν Κύριον, νουθετεῖν ἐθέλοντα τὸν ἀσύνετον Φαρισαῖον, ἐπιδράττεται καὶ τοῦ καιροῦ καὶ οἷον ἐκ τῶν ὄντων ἐν χερσὶν ἐξυΦαίνει τὴν μυσταγωγίαν· ὡς γὰρ ἐν καιρῷ τροφῆς καὶ τραπέζης ἐναργὲς ὑπόδειγμα δέχεται τὸ ποτήριον καὶ τὸν πίνακα, καὶ διαδείκνυσιν ὅτι καθαροὺς καὶ ἐκνενιμμένους εἶναι χρὴ τοὺς εἰλικρινῶς λατρεύοντας τῷ Θεῷ, καὶ οὐ δήπου μόνης ἐξ ἀκαθαρσίας σωματικῆς· ἀλλὰ γὰρ καὶ τῆς εἰς νοῦν ἔσω κεκρυμμένης, καθάπερ ἀμέλει καὶ τὰ ταῖς τραπέζαις ἐξυπηρετοῦντα τῶν σκευῶν καὶ τῶν ἔξωθεν ἐλευθεροῦσθαι ῥύπων, εὖ ἃν ἔχοι, καὶ προσέτι τοῦτο τῶν ἔσω. Ὁ γὰρ ποιήσας τὸ ἔξωθεν φησὶ, καὶ τὰ ἄνωθεν ἐποίησε, τουτέστιν ὁ τὸ σῶμα κτίσας, καὶ ψυχὴν εἰργάσατο. χρὴ τοιγαροῦν ἐν ὅσῳ τὰ ποιήματα τοῦ φιλαρέτου Θεοῦ σύνδρομον ἔχει τὴν ἀποκάθαρσιν r, ἀλλ’ ἦν ἀληθὲς τοῦτο τοῖς γραμματεῦσι τε καὶ Φαρισαίοις· μέχρι γὰρ μόνου τοῦ δοκεῖν εἶναι καθαροὺς αὐτοὺς πάντα δρᾷν ἐσπούδαζον, “τάΦοις κεκονιαμένοις προσεοικότες” κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος Φωνὴν, “ἔξωθεν μὲν ὡραῖοι, ἔσωθεν δὲ γέμοντες ὀστέων νεκρῶν καὶ “πάσης ἀκαθαρσίας.” Ἀλλ᾿ οὐ τοιούτους ἡμᾶς εἶναι βούλεται Χριστός· ἁγίους δὲ καὶ ἀμώμους ψυχῇ s τε καὶ σώματι. Ἅ γὰρ ἔδει μάλιστα κατορθοῦν, ταῦτα παρέντες ὡς ἕωλα, τουτέστι τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ, μόνας ἐκείνας ἀκριβῶς ἐτήρουν τὰς ἐντολὰς, ἤγουν τηρεῖσθαι προσέταττον παρὰ τὸν ὑπὸ χεῖρα λαὸν, αἳ πλείστας αὐτοῖς λημμάτων ὁδοὶ ἦσαν καὶ ἀφορμαὶ, ὥστε μηδὲ τὰ τῶν λαχάνων λεπτὰ καὶ οὐδενὸς ἄξια λόγου παρατρέχειν αὐτούς· ἔργον δὲ ἀγάπης τῆς εἰς Θεὸν, τὸ κατὰ μηδένα τρόπον προσκρούειν αὐτῷ, δεδιέναι δὲ τοῦ παντὸς νόμου παράβασιν, κρίσεως δὲ ἡ δικαιοκρισία καὶ τὸ φροντίδος ἴσης ἀξιοῦν τὰ τεθεσπισμένα, καὶ μὴ ῥᾳθυμεῖν μὲν τῶν ἀναγκαίων· r Leg. vid. ἔχειν sed alia manca sunt. s ψυχήν Cod. μόνοις δὲ τοῖς ἐπικερδέσιν ἀκριβῶς ὁρᾷν, ἀλλὰ προσκλινῆ ποιεῖσθαι τὴν ψῆφον τὴν ἐφ’ ἑκάστῳ πράγματι· τὸ γὰρ ἄδικα κρίνειν οὐκ ἀγάπην τὴν εἰς ἀδελφοὺς τηρούντων ἐστί· τὰ τοίνυν ἀναγκαῖα καὶ συνεκτικὰ μὴ τηροῦντες τοῦ νόμου, τὰς δεκάτας λαμβάνειν ἐσπούδαζον καὶ τῶν εὐτελεστάτων. Τὸ γὰρ ἀσπασμοὺς ζητεῖν παρὰ πάντων τῶν ἐν ἀγορᾷ, καὶ τὸ προσεδρεύειν ἐν συλλόγοις περὶ πολλοῦ ποιεῖσθαι σπουδάζοντες, μνημάτων ἀδήλων οὐδὲν διαφέρουσι· ἃ διαπρέπει μὲν τοῖς ἔξωθεν κόσμοις, μεστὰ δέ εἰσι πάσης ἀκαθαρσίας. ἐνταῦθά μοι βλέπε διαβεβλημένην ἐσχάτως τὴν ὑπόκρισιν τὸ πρὸς ἀρέσκειαν ἀνθρώπων ἅπαντα διαπράττεσθαι. Διὰ τοῦτό φησιν ὁ μακάριος Παῦλος, “εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.” ΚΕΦ. ΜΓ. Περὶ τοῦ ταλανισμοῦ τῶν νομικῶν. Δυσφόρητον μὲν ἀεί πὼς ἐστὶν ἀνθρώπῳ παντὶ τὸ ἐλέγχεσθαι, πλὴν οὐκ ἀνόνητον τοῖς ἐπιεικέσι, μεθίστησι γὰρ αὐτοὺς ἐπὶ τὸ ἄμεινον. ἄθρει τοῦτο πεπονθότας τοὺς παρά γε τοῖς Ἰουδαίοις ὠνομασμένους νομικούς. ὁ μὲν γὰρ τῶν ὅλων Σωτῆρ’ ἐπετίμα τοῖς Φαρισαίοις, ὡς ἔξω τρέχουσι τῆς εὐθείας ὁδοῦ· πρὸς ταῦτα δὲ τὸ τῶν ἀνοσίων νομικῶν ἐχαλέπαινε στῖφος. ἑαυτοὺς γὰρ ὑποφέρουσι τοῖς ἐγκλήμασι, καὶ καθ’ ἑαυτῶν εἰρῆσθαι νομίζουσιν, ἃ πρὸς ἐκείνους ἔφη Χριστός· ἀλλ’ ἦν δήπου κρεῖττον, ἀγαπῆσαι μὲν τὸν ἔλεγχον, αἰτῆσαι δὲ τῶν ἀρρωστημάτων τὴν λύσιν, καὶ μὴ ὕβριν ἀμαθῶς τὸν ἔλεγχον ὀνομάζειν, ἐπωφελῆ ὄντα καὶ χρήσιμον. Τί οὖν πρὸς ταῦτα Χριστός; ἐπιτείνει τὸν ἔλεγχον καὶ τὴν εἰκαίαν αὐτῶν ὀφρὺν καταφέρει λέγων, “καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί.” Περὶ δὲ τοῦ Ζαχαρίου, οὗ εἶπεν ὁ Κύριος ὅτι μεταξὺ τοῦ θυσιαστηρίου τοῦ ναοῦ ἐσφάγη, ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης Φησὶν, ὅτι ὁ πατήρ ἐστι τοῦ προδρόμου· καὶ ἐπειδὴ οὐκ ἀπεχώρισε τὴν παναγίαν θεοτόκον Μαρίαν, καὶ μετὰ τὸν ἄφθορον τόκον, τοῦ ταῖς παρθένοις ἀποκεκληρωμένου τόπου ἐν τῷ ναῷ, ἦν δὲ οὗτος ὁ τόπος μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, ἐμαρτύρει δὲ καὶ βασιλέα τῆς κτίσεως εἶναι τὸν εἰς γέννησιν ἀνθρωπίνην οἰκονομικῶς ἐξ αὐτῆς κατὰ ἀλήθειαν προσελθόντα, φόβῳ τοῦ μὴ γενέσθαι βασιλεῖ ὑποχειρίους, διὰ τοῦτο τὸν ἱερέα μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου κατέσφαξαν. Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως. Κυρίλλου Ἀλεξανδρείασ. “Κλεῖδα γνώσεως” καὶ εἶναι Φαμὲν τὸν νόμον καὶ τὴν ἐν Χριστῷ δικαίωσιν, διὰ πίστεως δὲ δηλονότι τῆς εἰς αὐτόν. ἦν μὲν γὰρ ὁ νόμος ἐν σκιᾷ καὶ τύπῳ, πλὴν οἱ τύποι διαμορφοῦσι τὴν ἀλήθειαν καὶ γράφουσιν αἱ σκιαὶ πολυτρόπως ἡμῖν τὸ Χριστοῦ μυστήριον. μόνος ἐσφάζετο κατὰ τὸν τοῦ Μωϋσέως νόμον· ἤσθιον τῶν κρεῶν αὐτοῦ, καὶ ἔχριον τῷ αἵματι τὰς φλιὰς, καὶ νενικήκασι τὸν ὀλοθρευτὴν, ἀλλ’ αἷμα προβάτου κοινοῦ οὐκ ἃν ἴσχυσεν ἀνατρέψαι θάνατον. ἐμορφοῦτο δὴ οὖν ὡς ἐν ἀμνῷ Χριστὸς, τὴν ὑπὲρ τῆς τοῦ κοινοῦ ζωῆς ὑπομένων σΦαγὴν, καὶ σώζων αἵματι τῷ ἰδίῳ τοὺς μετέχοντας αὐτοῦ. πλεῖστα δ’ ἄν τις πρὸς τοῦτο λέγοιτο, δι’ ὧν ἔνεστιν ἰδεῖν τὸ Χριστοῦ μυστήριον διὰ τῆς τοῦ νόμου σκιᾶς γραφόμενον· ἔφη δέ που καὶ αὐτὸς τοῖς Ἰουδαίοις προλαλῶν, ὅτι “ὁ κατηγορῶν “ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε· εἰ γὰρ ἐπιστεύετε Μωϋ- “σεῖ, ἐπιστεύετε ἃν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε.” καὶ πάλιν, “ἐρευνᾶτε τὰς γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖτε ὑμεῖς ζωὴν “αἰώνιον ἔχειν, καὶ αὐτᾶι εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ.” καὶ “οὐ θέλετε ἐλθεῖν πρός με·” ἅπας γὰρ ὁ λόγος τῆς θεοπνεύστου γραφῆς εἰς αὐτὸν ὁρᾷ, καὶ ἐπ’ αὐτῷ συντείνεται. Επειδὴ οὖν τοὺς καλουμένους νομικοὺς, ἅτε δὴ τὸν Μωϋσέως πολυπραγμονοῦντας νόμον, καὶ τὰς τῶν ἁγίων προφητῶν οὐκ ἠγνοηκότας Φωνὰς, ἀνοίγει τρόπον τινὰ τοῖς Ἰουδαίων δήμοις τὰς τῆς γνώσεως θύρας. παιδαγωγεῖ γὰρ ὁ νόμος ἐπὶ Χριστὸν, ἀποφέρει δὲ εἰς ἐπίγνωσιν αὐτοῦ καὶ τὰ τῶν ἁγίων προΦητῶν εὐσεβῆ κηρύγματα. ἀλλὰ τοῦτο μὲν οὐ πεπράχασιν οἱ καλούμενοι νομικοὶ, ἐκ δὲ τῶν ἐναντίων ἦραν τὴν κλεῖδα τῆς γνώσεως, ἵνα τὴν διὰ νόμου χειραγωγίαν ἐννοῇς ἤτοι τὴν πίστιν, δῆλον δ᾿ ὅτι τὴν εἰς Χριστὸν, προσγίνεται γὰρ διὰ τῆς πίστεως τῆς ἀληθείας ἡ γνῶσις· καὶ γοῦν ὁ προφήτης Ἡσαΐας οὕτω που Φησί· “καὶ ἐὰν πιστεύητε, “οὐδ’ οὐ μὴ συνῆτε,” χωρὶς γὰρ πίστεως ἀδύνατον εὐαρεστῆσαί ποτε. ἦραν τοίνυν τὴν κλεῖδα τῆς γνώσεως οἱ καλούμενοι νομικοί· οὐ γὰρ εἴων πιστεῦσαι τινας εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, εἰ καὶ τεθαυματούργηκε πολυτρόπως· οἱ δὲ καίτοι θαυμάσαι δέον, ἐπὶ τούτοις αὐτὸν διέσυρον τὰς θεοσημείας καὶ τοὺς ὑπὸ χεῖρα λαοὺς σκανδαλίζοντες ἔφασκον, “οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ “ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.” Ὁρᾷς ἐν τούτοις τὴν κλεῖδα τῆς γνώσεως αἴροντας· ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς, φανερὸν καθέστη τοῖς ἀκροωμένοις τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀγαθὸν καὶ τέλειον καὶ εὐάρεστον· οἱ δὲ ταύτας αὐτοῦ τὰς μυσταγωγίας οὐκ ἀμωμήτους ἀΦέντες ἁλίσκονται. προσεφώνουν γὰρ τοῖς ὄχλοις, δαιμόνιον ἔχει καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ; ἦραν οὖν κατὰ τὸ ἀληθὲς τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ δὲ οὐκ εἰσῆλθον, κεκωλύκασι δὲ καὶ ἑτέρους.