ΚΕΦ. ΛΔ. Περὶ τῶν ἀναδειχθέντων ο΄. Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριος καὶ ἑβδομηκοντα. Τίτου Βοστρῶν. τούτου ὁ τύπος ἐν τοῖς Μωϋσέως ἐγράφετο λόγοις· Θεοῦ γὰρ προστάττοντος, ἑβδομήκοντα ἐπελέξατο, ἐπηφίει δὲ τοῖς ἐξειλεγμένοις τὸ Πνεῦμα Θεοῦ· καὶ καθ’ ἕτερον δὲ τρόπον, τούς τε δύο καὶ δέκα μαθητὰς καὶ αὐτοὺς δὲ τοὺς ἑβδομήκοντα, διὰ τῆς τοῦ νόμου σκιᾶς σημαινομένους εὑρήσομεν· γέγραπται γὰρ οὕτως ἐν τῇ ἐξόδῳ περὶ τῶν υἱῶν Ἰσραήλ· “ἦλ- “θον,” φησὶν, “εἰς Αἰλὰμ,” ἑρμηνεύεται δὲ εἰς ἀνάβασιν, ἤγουν εἰς αὔξησιν, “καὶ ἦσαν ἐκεῖ,” φησὶν, “δώδεκα ὑδάτων πηγαὶ, “καὶ ἑβδομήκοντα στελέχη φοινίκων.” ἀναβαίνοντες γὰρ εἰς τελειοτέραν σύνεσιν, καὶ εἰς αὔξησιν ἀνατρέχοντες τὴν πνευματικὴν τὰς δυοκαίδεκα πηγὰς εὑρήσομεν, τουτέστι, τοὺς ἁγίους Ἀποστόλους, καὶ τὰ ἑβδομήκοντα τῶν φοινίκων στελέχη τοὺς ἀναδειχθέντας δηλονότι παρὰ Χριστοῦ· ἀρυόμενοι γὰρ ὡς ἐκ πηγῶν ἁγίων ἐκ τῶν τοῦ Σωτῆρος ἡμῶν μαθητῶν παντὸς εἴδησιν ἀγαθοῦ. Κυρίλλου Ἀλεξανδρείασ. Καὶ ἐπειδὴ πολλή τις ἔμελλεν ἔσεσθαι τῶν εἰς αὐτὸν πιστευόντων ἡ πληθὺς, ἐσαγηνεύετο γὰρ οὐ μόνον ὁ Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ αἱ τῶν ἐθνῶν ἀγέλαι· διὰ τοῦτο ἀνεδείχθησαν παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πρὸς τοῖς δύο καὶ δέκα καὶ ἕτεροι ἑβδομήκοντα. Τὰ ἀκόλουθα τούτων οἷον “ὁ μὲν “θερισμὸς πολὺς,” καὶ τὰ ἑξῆς. καὶ “μὴ μεταβαίνετε ἐξ οἰκίας “εἰς οἰκίαν,” ὅπερ ῥεμβασμὸν δηλοῖ, καὶ μισθὸν αἰτούντων καὶ διαβολῆς ἐστι τεκμήριον. Προεγράφετο εἰς τὸ κατὰ Ματθαῖον. Ἔτι δὲ καὶ τὰ τούτων ἀκόλουθα ἕως ὧδε· “ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν “ἀποστείλαντά με.” Ἔλεγεν οὖν πρὸς αὐτοὺς, ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Τίτου Βοστρῶν. Ὠσπερ γὰρ ἀγροὶ κομῶντες πλουσίως εὐρεῖς τε καὶ μακροὶ πολλοὺς ζητοῦσι τοὺς θεριστὰς, οὕτως ἡ σύμπασα γῆ, ἤτοι τῶν μελλόντων πιστεύειν εἰς Χριστὸν ἡ πληθὺς, πολλή τις οὖσα καὶ ἀναρίθμητος, οὐκ ὀλίγων ἐδεῖτο μυσταγωγῶν. ἐβάδιζον οὖν ἀνὰ δύο πεμπόμενοι κατὰ πόλεις καὶ κώμας, μονονουχὶ βοῶντες τὸ διὰ τῆς Ἰωάννου φωνῆς, “ἑτοιμάσατε ὁδὸν “Κυρίου.” πλὴν ἐκεῖνο ἄθρει· εἰπὼν γὰρ τὸ “δεήθητε τοῦ Κυρίου “τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ,” τοῦτο πέπραχεν αὐτὸς καίτοι τοῦ θερισμοῦ Κύριος, τουτέστι τῶν ἐπὶ τῆς γῆς· τίς ἂν εἴη παρὰ τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεόν; “αὐτοῦ γὰρ ἡ σύμπασα γῆ καὶ τὸ πλήρωμα αὐτῆς,” καθὰ γέγραπται· εἶτα πῶς μόνως πρέποντος τῷ ἐπὶ πάντων Θεῷ τοῦ ἐκβαλεῖν τοὺς ἐργάτας τούτους ἀνέδειξεν ὁ Χριστός· αὐτὸς ἄρα ἐστὶν ὁ τοῦ θερισμοῦ δεσπότης, καὶ δι’ αὐτοῦ τε καὶ σὺν αὐτῷ κατάρχει τῶν ὅλων ὁ Θεὸς καὶ Πατήρ. ἴδια δὲ πάντα ἐστὶν αὐτοῦ, καὶ οὐδέν ἐστιν ὣν ἂν ἔχειν ὁ Πατὴρ λέγοιτο, ἃ μή ἐστι καὶ τοῦ Τὶοῦ Τοῦ αὐτοῦ. Προλέγει δὲ αὐτοῖς καὶ τὸν διωγμὸν, ἵνα ἐνέγκωσι τῇ πείρᾳ τὰς συνθήκας, μὴ βαστάζετε βαλάντιον, μὴ βαρεῖτε ἀργυρίῳ τὸν ὦμον· ἀρκεῖ γὰρ ὑμῖν βεβαρῆσθαι τῇ φροντίδι τοῦ λόγου τὴν διάνοιαν· μὴ ἐν τῷ βαλαντίῳ τὴν ἐλπίδα τοῦ ἄρτου ἔχετε, ἀλλ’ ἐν τῷ πέμψαντι τίθεσθε τὴν φροντίδα· μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε, μὴ τοῦτο ἐμπόδιον τοῦ κηρύγματος γένηται ὁμιλίας ἐν μέσῳ παραπιπτούσης καὶ βραδυτῆτος προφάσει, μηδεμία τις διαβολικὴ κακουργία ὑμᾶς ἀποσπάσῃ· οὐ γὰρ κατ’ ἀποκλήρωσιν δώσετε τὴν προσηγορίαν, ἀλλ’ ὑμεῖς μὲν τὸν λόγον δώσετε, ὅπου δὲ ᾖ ἄξιον ἐπαναπαύσεται τὸ πρᾶγμα. Εἰ δὲ μὴ, ἐφ’ ὑμᾶς ἀνακάμψει· οὐ γὰρ ἁπλῶς ῥίπτεται, ἀλλὰ κρίσει τῇ ἐμῇ βάλλεται. Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. τοῦτο γὰρ ῥεμβομένων καὶ μισθὸν αἰτούντων, καὶ ἀστασίας ἔργον, καὶ διαβολῆς τεκμήριον· βεβηκότες δὲ γίνεσθε καὶ ἀμετακινητοι τον νοῦν. Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν ἀπομασσόμεθα ὑμῖν. Ωριγένουε. Τῶν γὰρ ἁμαρτημάτων ὑμῶν ὁ κονιορτὸς ἃν εἰς ὑμᾶς ἐπανέλθῃ. παρατήρει ὅτι αἱ μὴ παραδεχόμεναι τοὺς Ἀποστόλους καὶ τὴν ὑγιῆ διδασκαλίαν πόλεις, ἔχουσι πλατείας ἀνάλογον· τὸ “πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἄγουσα εἰς τὴν “ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι’ αὐτῆς.” 2 Λέγω δὲ ὑμῖν ὅτι Σοδόμοις ἐν τῆ ἡμέρᾳ ἐκείνῃ ἀνεκτό- τερον ἔσται. Τίτου βοστρῶν. Ἐπειδὴ εἰς Σοδόμα οὐκ ἀπεστάλησαν Ἀπόστολοι, ἐὰν τοίνυν μὴ δέξωνται ὑμᾶς τοὺς Ἀποστόλους, χείρους ἔσονται οὗτοι ἐκείνων. Οὐαί σοι Χοραζὶν, οὐαί σοι Βηθσαΐδα, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο, καὶ τ. ἑ. Οὗτοι οἱ τόποι Ἰουδαικοὶ ἐτύγχανον, Τύρος δὲ καὶ Σιδῶν Ἑλληνικοί. Σημαίνει τοίνυν ὁ Κύριος, ὅτι εἰ ἐν τοῖς ἔθνεσιν ἐγένοντο αἱ δυνάμεις, ῥᾷον ἃν ἐπίστευον ἤπερ ὑμεῖς· ἐλέγχει τοίνυν τὰς Ἰουδαικὰς πόλεις, καὶ ἀντιπαρατίθησι τῶν Ἑλληνικῶν πόλεων τὰς χείρους. καὶ γὰρ οὕτως ἔχει, τὰ ἔθνη ῥᾳδίως ἐπίστευσαν· Ιουδαῖοι δὲ ἔμειναν ἄπιστοι, καίπερ πολλὴν ἐσχηκότες τοῦ λόγου τὴν ἐπιμέλειαν. Μῆ λυπεῖσθε ὅταν ἀπειθῶσιν ὑμῖν, μηδὲ λέγετε τί ὑπάγομεν ὑβρισθῆναι; οὐδεὶς ἡμῶν ἀνέχεται· ὁ ἀκούων ὑμῖν ἐμοῦ ἀκούει, οὔτε ἂν πιστεύσῃ τις, ὑμεῖς ἐστε δυσωποῦντες, οὔτε ἐὰν ἀντιλέγωσιν, ὑμεῖς ἐστε οἱ ἐνεδρεύοντες, χρήσατέ μοι τὴν γλῶτταν, ἐγὼ παρέχω τὴν χάριν, ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ· εἰς ἐμὲ γὰρ ἀνατρέχει ἡ ὑμετέρα ὕβρις. Προείρηται ὅτι ἀπέστειλε τοὺς ἑβδομήκοντα· διὸ νῦν λέγει ὅτι ὑπέστρεψαν μετὰ χαρᾶς, ὡς ἐπακολουθησάσης τῷ λόγῳ τῆς θεοσεβείας· ἔλεγον γὰρ, “Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται “ἡμῖν ἐν τῷ ὀνόματι σου.” οὐχ οὕτω δὲ χαίροντες ὅτι μᾶλλον γεγόνασι τοῦ θείου κηρύγματος διάκονοι, τοῦτο τοῦτο καὶ ὅτι ἠξίωνται γερῶν Ἀποστολικῶν, ἀλλ’ ὅτι σημείων γεγόνασιν ἀποτελεσταί. Ὅπερ δὲ, φησὶν ὁ Χριστὸς πρὸς αὐτοὺς, “ὅτι ἐθεώρουν “τὸν Σατανᾶν, ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ,” τοῦτο δηλοῖ, ὅτι εἰ ὁ ἄρχων αὐτῶν κατέπεσεν, οἱ δοῦλοι τί προσδοκῶσι δύνασθαι δρᾶσαι· λέγει δὲ ἑωρακέναι, ἐπειδὴ ἄλλος οὐ δύναται ἰδεῖν ἣ ὁ κριτὴς ὁ ἀόρατος· ὡς ἀστραπὴν δὲ εἶπεν, ὅτι λαμπρὸς ἦν τὴν φύσιν, εἰ καὶ σκοτοειδὴς γέγονε τὴν προαίρεσιν· ὃ γὰρ ἐποίησεν ὁ Θεὸς, τοῦτο καλόν. Διὸ μὴ θαυμάζετε, φησὶ, μηδὲ μέγα φρονεῖτε· ἐγὼ γὰρ δέδωκα ὑμῖν τὴν ἐξουσίαν. Εστι δὲ καὶ οὕτω λαβεῖν περὶ τούτου κατὰ τὸν ἅγιον Κύριλλον, ὅτι ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ εἶδε πεσόντα τὸν διάβολον, τουτέστιν, ἐξ ὕψους εἰς γῆν κατενηνεγμένον, ἐκ δόξης εἰς ἀτιμίαν, ἐξ ἰσχύος πολλῆς εἰς ἐσχάτην ἀσθένειαν. Πρὸ μὲν γὰρ τῆς τοῦ Χριστοῦ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιδημίας κατεκράτησε τῆς ὑπ’ οὐρανόν· προσεκυνήθη σχεδὸν παρὰ πάντων· ναοὶ πανταχοῦ καὶ βωμοὶ καὶ θυσίαι. ἐπειδὴ δὲ καταπεφοίτηκεν ἐξ οὐρανῶν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, πέπτωκεν ἐκεῖνος ὡς ἀστραπὴ, ὁ πάντας ἔχων προσκυνητὰς τοὺς πεπλανημένους, ὑπὸ πόδας τέθειται τῶν προσκυνούντων αὐτὸν· Καὶ ὄφεις δὲ καὶ σκορπίους αὐτὸ τοῦτο δηλοῖ ὡς περὶ αὐτοῦ τε τοῦ διαβόλου εἰρημένον καὶ τῶν δαιμόνων αὐτοῦ, οἵτινες σὺν αὐτῷ καταπατοῦνται ὑπὸ τῶν δούλων Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τὴν τοιαύτην ἐξουσίαν λαμβάνοντες ὑπ’ αὐτοῦ. Τὸ δὲ, “μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται,” τοῦτο σημαίνει, ἵνα μὴ κενοδοξίαν ἐκ τούτου κτήσονται. Καὶ γὰρ ἄλλοι εἰσὶ, φησὶν, οἱ ἐκ τούτου εὐεργετούμενοι, οἱ τῆς ἰάσεως δηλονότι καταξιούμενοι· ἀλλὰ μᾶλλον ἐν τούτῳ χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς, οὐ διὰ μέλανος, ἀλλὰ διὰ μνήμης καὶ χάριτος καὶ δόξης Θεοῦ. καὶ ὁ μὲν διάβολος ἄνωθεν καταπίπτει, οἱ δὲ ἄνθρωποι κάτω ὄντες ἄνω γράφονται. αὕτη τοίνυν ἐστὶν ἡ ἀληθινὴ χαρὰ, τὸ ἄνω γράφεσθαι. γράφεται δὲ ἕκαστος ὅσον ἐὰν κάμῃ τῷ τε ἀξιώματι, καὶ τῇ τῆς ἐνεργείας χάριτι. Τὰ ἀκόλουθα τούτῳ οἷον, “αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ “πνεύματι ὁ Ἰησοῦς.“ Καὶ “μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε.” καὶ περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ, ἕως “καὶ τὸν πλησίον σου ὡς ἑαυτόν·” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Ὠριγένουσ. Οὐ μακρὰν τὸ “ πάντα μοι παρεδόθη ὑπὸ τοῦ “ Πατρός μου” ἐστὶ, καὶ τὸ “ ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἔπι γῆς. καὶ δία τοῦτο αὐτῷ δίδοται πάσα ἐξουσία, ινα εἰρηνοποιήσῃ διὰ τοῦ σταυροῦ αὐτοῦ· εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. οὐδέπω μὲν οὖν τὰ πάντα εἰρηνοποίησεν, ὡς δῆλον ἔστι ἐκ τοῦ τὸν ἀπὸ τῆς κακίας ὑπάρχειν πόλεμον· ἔσται δὲ πάντως ἡ τελεία εἰρήνη. δικαιότατα δὲ πάντα παραδέδωκεν αὐτῷ ὁ Πατήρ· ἐπεὶ καὶ αὐτὸς ὁ Υἱὸς παρεδόθη ὑπὲρ πάντων, ὅς ἐστι Πατὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν, καὶ “ἱλασμός “ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν,” οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. παρεδόθη δὲ καθὸ γέγονεν ἄνθρω- πος, “ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ “ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται “ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρὸς, ἀμήν.” Τίτου Βοστρῶν. Ἀποκάλυψίς ἐστι μετάδοσις γνώσεως πρὸς τὸ μέτρον τῆς ἑκάστου φύσεως τε καὶ δυνάμεως, καὶ ὅπου μὲν ὁμοία φύσις, ἐκεῖ γνῶσις ἄνευ διδασκαλίας· ἐνταῦθα δὲ ἐξ ἀπο- καλύψεως μάθησις. ἐπιτήρει τοίνυν, πῶς ἐνταῦθα μὲν ἐκ χάριτος, ἐκεῖ δὲ ἐκ φύσεως. ΚΕΦ. ΛΕ. Περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ. Καὶ ἰδοὺ νομικός τις ἀνέστη, ἐκπειράζων αὐτόν. Επαινεθεὶς ὑπὸ τοῦ Σωτῆρος ὁ νομικὸς, τὴν ἀλαζονείαν ἐξέρρηξεν, οὐδένα εἶναι πλησίον αὐτοῦ τιθέμενος, ὡς οὐδενὸς ὄντος αὐτοῦ κατὰ τὴν δικαιοσύνην ἐφαμίλλου. τοῦτο γὰρ ἐδείκνυτο ὁ Εὐαγγελιστὴς εἰπὼν, “ὁ δὲ θέλων δικαιῶσαι αὐτὸν πρὸς τὸν Ἰησοῦν “εἶπε, τίς ἐστί μου πλησίον;” ὁ νομικὸς πλησίον μόνον εἶναι τὸν δίκαιον τῷ δικαίῳ, τὸν ὑψηλὸν τῷ ὑψηλῷ, κατ’ ἀρετὴν, φημί. οὐ γὰρ τῇ οὐσίᾳ μιᾷ οὔσῃ τὸ ὑψηλὸν ἔκρινεν, ἀλλ’ ἢ τοῖς ἀξιώμασιν, ἢ ταῖς πράξεσι· διὸ θέλων αὐτὸν δικαιῶσαι, τουτέστι δίκαιον ἀποδεῖξαι, ὡς ὑψηλὸς εἴη κατὰ τὴν ἀρετὴν, ἢ μέγας κατὰ τὸ διδάσκαλον εἶναι, φησὶ θυοτ;καὶ τίς ἐστί μου "πλησίον;" δεῖξόν μοι τὸν οὕτω μέγαν· ὁ δὲ Σωτὴρ ἅτε δὴ ποιητὴς, μικρὸν γὰρ καὶ μέγαν αὐτὸς ἐποίησεν, οὐ ταῖς πράξεσιν οὐδὲ τοῖς ἀξιώμασιν, ἀλλὰ τῇ φύσει ὡρίσατο τὸν πλησίον, μονονουχὶ λέγων, οὔπω σοι τέως λέγει ὅτι οὐδὲν τῶν ἄλλων διενήνοχεν, ἵνα μὴ οἱ ὄντως φιλάρετοι νομίσωσι μὴ χρεωστεῖν τοῖς πέλας τὴν ἀγάπην, δόγμα τὸν σὸν ἔλεγχον νομίσαντες εἶναι, ἀλλὰ καὶ εἰ οὕτως ἔχει· δεδόσθω γὰρ σπουδὰς τοῦ δεομένου γενέσθαι πλησίον, οὐ τῷ τόπῳ μόνον, ἀλλὰ καὶ τῇ διαθέσει, καὶ τῇ εἰς αὐτὸν ἐπιμελείᾳ· διὰ γὰρ τοῦτο καὶ τὸν Σαμαρείτην σοι ἐχαρακτήρισα· τὸ γὰρ πλησίον τῇ φύσει κρίνεται οὐ τῇ ἀρετῇ, οὐ τῇ οὐσίᾳ, οὐ τῷ ἀξιώματι, ἀλλὰ τῇ συμπαθείᾳ καὶ τῷ τρόπῳ τῆς θεραπείας· ἐκεῖνον οὖν ἡγοῦ μάλιστα πλησίον εἶναι τὸν δεόμενον, καὶ αὐτεπάγγελτος ἐπὶ τὴν βοήθειαν βάδιζε. ΚΕΦ. Λς. Περὶ τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς. "Ἄνθρωπός τις κατέβαινε ἀπὸ Ἱερουσαλὴμ," τὴν ἄνωθεν κάθοδον τοῦ ἀνθρώπου αἰνιττόμενος τοῦτό φησιν, ἥτις διὰ τῆς τοῦ Ἀδὰμ παραβάσεως ἀπὸ τῆς ὑψηλῆς καὶ ἀστασιάστου καὶ θείας τοῦ παραδείσου διατριβῆς, Ἱερουσαλὴμ εὐκαίρως ὀνομασθείσης, ὅπερ εἰρήνην σημαίνει Θεοῦ, πρὸς τὴν Ἱεριχὼ τὴν κοίλην καὶ χθαμαλὴν, καὶ τῷ καύματι πνιγηρὰν κατωλίσθησε. δηλοῖ δὲ τὴν ἐμπαθῆ τοῦδε τοῦ κόσμου ζωὴν χωρίζουσαν Θεοῦ· λῃστὰς δὲ λέγει τὸ τῶν ἀγρίων δαιμόνων σύστημα, οἵτινες τῶν τῆς ἀρετῆς ἱματίων, ἀνδρίαν φημὶ, καὶ σωφροσύνην καὶ τὰ ὅμοια, ἐκδύσαντες αὐτὸν, τὰ τῆς ἁμαρτίας τραύματα καταλιπόντες ἐν αὐτῷ, ἀπῆλθον θέντες ἡμιθανῆ· καὶ γὰρ οὐκ ἔστι τούτοις ὅλως εὐχέρεια τοῦ πλήττειν, εἰ μὴ προλαβόντες συλήσωσι τὰ τῶν ἀρετῶν περιβόλαια, ὅθεν μετὰ τοῦτο πλήττουσιν ἀφειδῶς καὶ μέχρι θανάτου. οὐ γὰρ τὴν ἀρετὴν ἐκδύσαι σπουδάζωσι μόνον, ἀλλὰ καὶ τῆς ἡμετέρας ἐρῶσιν ἀπωλείας. Ἐπειδὴ δὲ τῆς Λευϊτικῆς ἱερωσύνης ὀνόματός ἐστιν εἰσηγητὴς, διὰ τοῦ ἱερέως καὶ τοῦ Λευΐτου τὴν ἀνωφελῆ τοῦ νόμου σημαίνει πάροδον· οὐδὲ γὰρ τὰς πληγὰς τοῦ παραπεπτωκότος εἰς τοὺς λῃστὰς ἐθεράπευσεν· “ἀδύνατον γὰρ “αἷμα ταύρων καὶ τράγων ἀφελεῖν ἁμαρτίας,” καὶ ἐπεῖδε μὲν, ἠτόνησε δὲ, καὶ πρὸς τελείαν θεραπείαν οὐκ ἤρκεσεν, οὔτε κείμενον ἀνέστησε· τὸ γὰρ “ἀντιπαρῆλθε” δηλοῖ ὅτι οὐ παρώδευσε καταλείψας ἀθέατον, ἀλλ’ ἔστη καὶ ἐθεάσατο, καὶ θεραπεῦσαι διενοήθη καὶ ἐφήψατο· πρὸς δὲ τὴν θεραπείαν ἀδυνατήσας, τῇ τῶν πληγῶν ἤτοι τῶν παθῶν ἐπικρατείᾳ νικηθεὶς, εἰς τοὐπίσω πάλιν ἀπέδραμε· τοῦτο γὰρ τὸ “ἀντιπαρῆλθεν” ἐνδείκνυται. Ἀλλ’ ὁ πᾶσαν τὴν ἀνθρωπίνην φύσιν διὰ τῆς ἀπαρχῆς τοῦ φυράματος περιθέμενος, ἐν ᾗ παντὸς ἦν ἔθνους τὸ μέρος, Ἰουδαίου τε καὶ Σαμαρείτου καὶ Ἕλληνος, καὶ πάντων ἅπαξ ἀνθρώπων, τοῦτον μετὰ τοῦ σώματος, ὅπερ ἐστὶν ὑποζύγιον, τῷ τόπῳ τῆς τοῦ ἀνθρώπου κακώσεως ἐπιστὰς, τῶν τραυμάτων ἐθεράπευσε. καὶ γὰρ ὥδευσεν ἀληθῶς, οὐ παρώδευσεν· αὐτὸ τοῦτο πρόφασιν ὁδοῦ ποιησάμενος τὸ ἡμᾶς ἐπισκέψασθαι, δι’ οὓς καὶ κατῆλθεν ἐπὶ τῆς γῆς, δι’ οὓς καὶ κατέλυσεν· οὐ γὰρ ὤφθη μόνον, ἀλλὰ καὶ συνανεστράφη τοῖς ἀνθρώποις, κατὰ ἀλήθειαν χωρὶς τροπῆς καὶ φαντασίας γενόμενος ἄνθρωπος· τοῦτο γὰρ ἴδιον ἰατρῶν γυησίων καὶ φιλοστόργων τὸ συναναστρέφεσθαι τοῖς ἀρρωστοῦσι, καὶ μὴ ἀφίστασθαι πρὶν ἃν ὑγιαίνωσιν. ὅθεν καὶ οἶνον τοῖς ἕλκεσιν ἐπαντλῶν τὸν διδασκαλικὸν λόγον καὶ ἐπιστύφοντα, ἐλαίῳ τοῦτον ἐκέρασεν· οὐ γὰρ οἷόν τε ἦν ἄκρατον αὐτὸν ἐνεγκεῖν· οὐ γὰρ ὑπέμεινε τὴν ὑπερβάλλουσαν στῦψιν τὸ τῶν τραυμάτων χαλεπὸν καὶ ἀνίατον· ὅθεν διὰ τοῦτο ἁμαρτωλοῖς καὶ τελώναις συνανεκλίνετο. ἐπὶ τὸ ἴδιον δὲ ὑποζύγιον ἀνεβίβασεν· ἐν ἑαυτῷ γὰρ ἡμᾶς φέρει, ὅτι ἐσμὲν μέλη τοῦ σώματος αὐτοῦ· εἰς πανδοχεῖον δὲ ἀπήγαγε, τουτέστιν εἰς τὴν Ἐκκλησίαν τὴν πάντων γενομένην δεκτικὴν καὶ χωρητικήν· οὐκέτι γὰρ κατὰ τὸ στενὸν τῆς νομικῆς σκιᾶς καὶ τῆς ἐν τύποις λατρείας ἀκούσομεν, οὐκ εἰσελεύσεται Ἀμμωνίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Κυρίου, ἀλλὰ τοῦτο ἀκούσομεν, “πορευ- “θέντες μαθητεύσατε πάντα τὰ ἔθνη” καὶ τὰ ἑξῆς, καὶ ὅτι “ἐν παντὶ “ἔθνει ὁ Φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ “ἐστι.” Πῶς δὲ ἀπαγαγὼν μειζόνως ἐπιμελείας ἠξίωσεν; ἐπειδὴ τῆς Ἐκκλησίας συλλεγείσης ἐκ τῶν τῇ πολυθεΐᾳ νενεκρωμένων ἐθνῶν, αὐτὸς ἢν ὁ Χριστὸς ἐν αὐτῇ, κατὰ τὸ γεγραμμένον, οἰκῶν καὶ περιπατῶν καὶ πᾶσαν πνευματικὴν δωρούμενος χάριν. Ἐπέχουσι δὲ τοῦ πανδόχου τύπον οἱ Ἀπόστολοι καὶ οἱ μετ’ αὐτοὺς ποιμένες καὶ διδάσκαλοι, οἷς εἰς οὐρανοὺς ἀνιὼν ἔδωκεν ὁ δεσπότης Χριστὸς δύο δηνάρια, προνοεῖν ἐπιμελῶς τοῦ ἠῤῥωστηκότος ἐγκελευσάμενος, καὶ προσθεὶς “ὡς ἐάν τι προσδαπανήσῃς, “ἐγὼ ἐν τῷ ἐπανέρχεσθαι με ἀποδώσω σοι·” δύο δὲ δηνάρια τὰς δύο διαθήκας φησὶ, παλαιὰν καὶ καινὴν, ἀμφοτέρας οὔσας τοῦ Θεοῦ, καὶ μίαν εἰκόνα τοῦ ἄνω καὶ ἑνὸς βασιλέως φερούσας, ὡς τὰ δηνάρια, καὶ τὸν αὐτὸν βασιλικὸν χαρακτῆρα ταῖς καρδίαις ἡμῶν διὰ τῶν ἱερῶν λογίων ἐνσφραγιζομένας καὶ ἐντυπουμένας. ἃ δὴ λαβόντες οἱ τῶν ἁγιωτάτων ἐκκλησιῶν ποιμένες, καὶ μετὰ πόνων καὶ ἱδρώτων ταῖς διδασκαλίαις πλατύναντες, καὶ οἴκοθεν προσδαπανήσαντες· τοιοῦτον γὰρ ὑπάρχει τὸ νοητὸν ἀργύριον, ἐπανερχομένῳ τῷ δεσπότῃ κατὰ τὴν τελευταίαν ἡμέραν ἐροῦσιν ἕκαστος, Κύριε, δύο δηνάριαδ έδωκάς μοι· ἰδοὺ προσδαπανήσας οἴκοθεν, ἄλλα δύο ἐκέρδησα· καὶ γὰρ τὸ ποίμνιον ηὔξησα. οἷς ἀποκριθεὶς ἐρεῖ “εὐ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, καὶ τὰ ἑξῆς. Εἶτα ἐρωτήσαντος τοῦ δεσπότου Χριστοῦ τὸν νομικὸν, “τίνα “τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος “εἰς τοὺς λῃστάς;” κἀκείνου ἀποκριθέντος, ὅτι “ὁ ποιήσας τὸ “ἔλεος μετ’ αὐτοῦ,” ἀποκριθεὶς εἶπε, “πορεύου καὶ σὺ καὶ ποίει “ὁμοίως,” ὡσανεὶ ἔλεγεν αὐτῷ· ἀνόνητον γὰρ τῆς ἱερωσύνης ἀξίωμα τοῖς λαχοῦσιν αὐτὸ, καὶ τοῖς δοκοῦσιν εἶναι νομομαθέσι, τὸ ὠνομᾶσθαι νομομαθεῖς, εἰ μὴ δι’ αὐτῶν εὐδοκιμοῦσι τῶν ἔργων· ἰδοὺ γὰρ παραπέπλεκται τῆς ἀγάπης ὁ στέφανος τῷ τὸν πλησίον. ΚΕΦ. ΛΖ. Περὶ Μάρθας καὶ Μυρίας. Μέγα μὲν τὸ τῆς φιλοξενίας κατόρθωμα, ὅπερ ἡ Μάρθα ἔχουσα τὸν Κύριον ὑπεδέξατο, ὑψηλότερον ὅπερ ἡ Μαρία πεποίηκε, καθὼς ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰασοῦς ὁ Χριστὸς ἐμαρτύρησε. παρακαθέζουσα γὰρ πρὸς τοὺς πόδας αὐτοῦ, καὶ τῶν λόγων αὐτοῦ ἀκούουσα ἀπεδέχθη μειζόνως ὑπὲρ τὴν Μάρθαν. πρὸς ἐκείνην μὲν γάρ φησι, “Μάρθα, Μάρθα, μεριμνᾷς,” καὶ τὰ ἑξῆς. Οὐδὲ γὰρ διὰ τοῦτο πάρεσμεν, ἵνα περὶ τοῖς βρώμασι τὴν κοιλίαν θρέψωμεν· καὶ δι’ ὀλίγων γὰρ ἡ χρεία γίνεται· περὶ δὲ ταύτης ἔΦη, “Μαρία γὰρ “τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ “αὐτῆς.” τίς δὲ ἦν ἡ μερίς; ἀκοὴ λόγων ἀληθείας, καὶ θεωρίας μυστηρίων, καὶ τὴν μὲν οὐκ ἀπέστρεψεν, ἀφ’ ὧν ἐποίει, τὴν δὲ προσεδέξατο, ἐφ’ οἷς προσεῖχε. σκοπήσας μὲν τοίνυν τὰς δύο μερίδας διὰ τῶν δύο γυναικῶν, εἰσάγομεν, τὴν μὲν σωματικωτέραν διακονίαν ἐλάττω· χρησιμωτάτη γὰρ καὶ αὕτη· τὴν δὲ ἀναβεβηκυῖαν καὶ πνευματικωτέραν· καὶ ἕκαστος ἡμῶν ὃ θέλει ἐκλέξεται. ὁ βουλόμενος διακονεῖν τοῖς πτωχοῖς καὶ θεραπεύειν νοσοῦντας, διὰ Μάρθας τὸν κανόνα τοῦτον λαβεῖν· ὃ γὰρ ἂν ποιήσῃ τις εἰς δοῦλον Χριστοῦ, εἰς Χριστὸν ἀνατρέχει τὸ γινόμενον· ὁ δὲ θέλων τὴν Μαρίαν ζηλῶσαι τὴν καταλελοιπυῖαν τοῦ σώματος τὴν διακονίαν, ἀναβᾶσαν δὲ εἰς τὴν θεωρίαν τῶν πνευματικῶν μαθημάτων, γνησίως μετελθέτω τὸ πρᾶγμα. ὀνίνησι δὲ καὶ τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος διὰ τούτων οὐ μετρίως, ἵν εἰδεῖεν ὅπως τε καὶ τίνα τρόπον ταῖς τῶν δεχομένων αὐτοὺς οἰκίαις ἐνδιαιτᾶσθαι χρὴ, ἡνίκα τὴν ὑπ’ οὐρανὸν περιέρχονται, τὸ θεῖον κήρυγμα καταγγέλλοντες. Περὶ προσευχῆς καὶ περὶ τοῦ “πατὲρ ἡμῶν” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. ΚΕΦ. ΛΗ. Περὶ προσευχῆς. Λέγει δὲ τὸ “τὶς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς “αὐτὸν μεσονυκτίου” καὶ τὰ ἑξῆς, ὡς ἐν τρόπῳ παραβολῆς, ἵνα μὴ ἁψικόρως τὴν προσευχὴν ποιώμεθα, ἢ καὶ ὡς μὴ ἀκουσθέντες ἐκ πρώτης εὐχῆς καὶ δευτέρας, ἀνακόπτωμεν τὰς ἱκετείας, ὡς οὐδὲν ἐχούσας τὸ τελοῦν εἰς ὄνησιν· ἀσυνέτως τοῦτο καθ’ ἑαυτοὺς λογιζόμενοι, ὅτι προσῆλθον πολλάκις, ἐδάκρυσα, ἐδεήθην καὶ οὐ προσεδέχθην· οὐ γὰρ ἐκβέβηκέ τι πρὸς πέρας τῶν αἰτηθέντων παρ’ ἐμοῦ. χρὴ δὲ μᾶλλον ἐκεῖνο λογίζεσθαι ἡμᾶς, ὅτι οἶδε τὰ καθ’ ἡμᾶς ὁ τῶν ὅλων δεσπότης· καὶ πάντες ἐπέκεινα τῶν ἡμετέρων μέτρων αἰτοῦμεν. ταῦτα οὖν καὶ τὰ τούτοις ὅμοια ἐνθυμούμενοι, ἐμμένωμεν προσκαρτεροῦντες τῇ προσευχῇ· καὶ γὰρ τὰ ἀνιδρωτὶ πορισθέντα καὶ ἐξ ἑτοίμου ληφθέντα καταφρονεῖσθαι φίλει. εἰπὼν γὰρ “ζητεῖτε,” τὸ πονεῖν ἐπιτάττει, πόνῳ γὰρ ἀεί πὼς εὑρίσκεται τὸ ζητούμενον. ὁ κρούων τῇ χειρὶ προσαράττει τὴν θύραν, ἵνα τὴν τῶν κρουσμάτων ὄχλησιν οὐκ ἐνεγκὼν τῆς ἑστίας δεσπότης, ἀνοίξῃ καὶ οὐχ ἑκών· μάθωμεν τοίνυν ἐκ τῶν καθ’ ἡμᾶς πραγμάτων τοῦ χρησίμου τὴν θήραν, καὶ κρούσωμεν καὶ ὀχλήσωμεν ζητοῦντες, καὶ ἐπιτύχωμεν· Τὸ δὲ “πορεύσεται μεσονυκτίως” περὶ τῶν εἰς τὰ ἔσχατα τοῦ βίου πρὸς συναίσθησιν ἐρχομένων τῶν οἰκείων ἁμαρτημάτων καὶ τῇ πίστει προστρέχουσι, τοῦτό φησιν ὁ φιλάνθρωπος· ὁ δὲ φίλος ὁ τῆς οἰκίας κύριος, ὁ Θεὸς ἡμῶν καὶ Σωτῆρ’ Ἰησοῦς, ὁ πάντας φιλῶν, καὶ τοὺς μή πὼς πεπιστευκότας αὐτῷ, καὶ διψῶν τὴν σωτηρίαν αὐτῶν· τρεῖς δὲ ἄρτους ὠνόμασε, τὴν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ Ἅγιον Πνεῦμα, πίστιν αἰνιττόμενος, ἥ τις ἐστὶν ὁμολογία τῆς παναγίου καὶ ὁμοουσίου, καὶ ζωοποιοῦ Τριάδος. ὁ δὲ φίλος ὁ παραγενόμενος ἐξ ὁδοῦ καὶ ἐπιξενωθεὶς αὐτῷ, νοηθείη ἃν εἰκότως ὁ Ἄγγελος, ἤγουν οἱ Ἄγγελοι οἱ παραγενόμενοι πρὸς τὴν ἐσχάτην τοῦ βίου ὥραν παραλαβεῖν ἡμᾶς· φιλοῦσι γὰρ ἡμᾶς καὶ αὐτοὶ, τὴν ἡμετέραν σωτηρίαν εὐφροσύνην ποιούμενοι, ὡς ὁ Κύριος Φησιν, “ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ καὶ τὰ ἑξῆς. τὰ δὲ παιδία τὰ ἐπὶ τῆς κλίνης ἀναπαυόμενα τοὺς τραφέντας ὡς τὰ παιδία καὶ παραπεπιστευκότας ἐν ἁπλῇ καρδίᾳ τῷ Εὐαγγελίῳ παρίστησι, καὶ ἠξιωμένους τῷ Κυρίῳ συναναπαύεσθαι, ὡς καὶ περὶ τούτου αὐτὸς ὁ Σωτῆρ’ λέγει, “ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι “καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ” καὶ τὰ ἑξῆς. “Ἀναίδειαν” ἐνταῦθα λέγει τὴν μεθ’ ἐπιμονῆς ἐπιτεταμένην προσευχήν. Τὁ δὲ, τίς ἐξ ὑμῶν τὸν πατέρα, ἐὰν αἰτήσῃ ἄρτον, καὶ τὰ ἑξῆς, καὶ περὶ τοῦ ἔχοντος δαιμόνιον κωφὸν, καὶ περὶ τῶν λεγόντων ὅτι ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια, καὶ “ὅταν τὸ ἀκάθαρτον “πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου,” καὶ τὰ ἑξῆς, ἕως “καὶ ἔσονται ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.