ΚΕΦ. ΚΘ. Περὶ τῆς τοῦ κυρίου ἐπερωτήσεως. Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας, συνήσαν αὐτῷ οἱ μαθηταὶ, καὶ ἐπερώτησεν αὐτους. Τοῦ αὐτοῦ. Ὁρᾷς τὸ τῆς πεύσεως εὐτεχνές; οὐκ εὐθὺς εἶπεν, ὑμεῖς τίνα με λέγετε εἶναι; ἀποφέρει δὲ μᾶλλον ἐπὶ τὸν τῶν ἔξωθεν θρύλλον, ἵν ἐκβαλὼν αὐτὸν καὶ ἀδόκιμον ἀποφήνας, μετασοβήσῃ λοιπὸν εἰς δόξαν ἀληθινὴν, ὃ δὴ καὶ πέπρακται. εἰπόντων γὰρ τῶν μαθητῶν, οἱ μὲν Ἰωάννην τὸν βαπτιστὴν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη, εἶπεν αὐτοῖς, ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;” ὥσπερ ἐξαίρετον τὸ “ὑμεῖς τίθησιν αὐτοὺς τῶν ἄλλων, ἵνα καὶ τὰς ἐκείνων φύγωσιν ὑπονοίας, καὶ μὴ μικρὰν ἔχωσι περὶ αὐτοῦ τὴν δόξαν· ὑμεῖς, φησὶν, οἱ ἐξειλεγμένοι, οἱ ψήφῳ τῇ πη ἐμοῦ κεκλημένοι πρὸς ἀποστολὴν, οἱ τῶν ἐμῶν τερατουργημάτων μάρτυρες, τίνα μὲ εἶναι φατέ; προπηδᾷ δὲ πάλιν τῶν ἄλλων ὁ Πέτρος, καὶ παντὸς τοῦ χοροῦ γίνεται στόμα, καὶ τοὺς φιλοθέους ἐρεύγεται b. φωνὴν ἀκριβῆ δὲ τῆς εἰς αὐ- τὸν πίστεως τὴν ὁμολογίαν ἐκφέρει λέγων “τὸν Χριστὸν τοῦ Θεοῦ.” ἀσφαλὴς ὁ μαθητής, οὐ γάρ τοι φησὶν ἁπλῶς Χριστὸν αὐτὸν εἶναι τοῦ Θεοῦ, τὸν Χριστὸν δὲ μᾶλλον. Πλεῖστοι μὲν γὰρ οἱ ὡς b Leg. vid. καὶ τὴν φιλόθεον ἐρ. φωνὴν, ἄκρ’. ἀπὸ τοῦ κεχρῖσθαι c παρὰ Θεοῦ κατὰ διαφόρους τρόπους ὠνομασμένοι χριστοί· οἱ μὲν γὰρ ἐχρίσθησαν εἰς βασιλέας, οἱ δὲ εἰς προφήτας, οἱ δὲ καὶ τὴν δι’ αὐτοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ λαβόντες λύτρωσιν, τουτέστιν ἡμεῖς, καὶ τῷ Ἁγίῳ Πνεύματι κατακεχρισμένοι, τὴν τοῦ Χριστοῦ κλῆσιν ἐσχήκαμεν. οἰκοῦν πλεῖστοι μὲν οἱ χριστοί· κέκληνται δὲ οὕτως ἀπὸ τοῦ πράγματος. εἷς δὲ καὶ μόνος ὁ τοῦ Θεοῦ καὶ Πατρὸς, οὐχ ὡς ἡμῶν μὲν ὄντων χριστῶν καὶ οὐ Θεοῦ μᾶλλον, ἀλλ’ ἑτέρου τινὸς, ἀλλ’ ὡς αὐτοῦ καὶ μόνον ἴδιον ἔχοντος Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Δῆλον οὖν ἐστι τῆς ἑτέρων πληθύος ὑφεξαιρῶν αὐτὸν, προνενέμηκε τῷ Πατρὶ ὡς ὄντα μόνον αὐτοῦ. Θεὸς γὰρ ὣν φύσει, καὶ ἐκ Θεοῦ Πατρὸς ἀναλάμψας ἀπορρήτως, ὁ μονογενὴς αὐτοῦ “Λόγος γέγονε σὰρξ” κάτα τὸ γεγραμμένον· Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τούτου ὁ υἱὸς ἀνθρώπου ἐπαισχυνθήσεται. Κυρίλλου Ἀλεξανδρείασ. Πόλλα κατὰ ταὐτὸν ἐργάζεται χρήσιμά τε καὶ ἀναγκαῖα διὰ τούτων τῶν λόγων. πρῶτον μὲν δείκνυσιν ὅτι πάντη τε καὶ πάντως ἕψεται τοῖς αἰσχυνομένοις αὐτὸν καὶ τοὺς αὐτοῦ λόγους τὸ τῶν ἴσων τυχεῖν. Τί δ’ ἃν γένοιτο τούτῳ τὸ ἰσοστατοῦν εἰς δύναμιν εὐθυμίας; εἰ γὰρ ἐπαισχύνεταί τινος ὁ κριτὴς, ὡς ἐποφείλων αὐτοῖς τὸν τῆς εὐπειθείας μισθὸν, καὶ τῆς εἰς αὐτὸν ἀγάπης τὰ ἔργα, καὶ τὸν τῆς εὐνοίας στέφανον, πῶς οὐκ ἔστιν ἀναμφιλόγως εἰπεῖν, ὅτι πάντη τε καὶ πάντως ἐν ἀτελευτήτοις ἔσονται τιμαῖς τε καὶ δόξαις οἱ τῶν οὕτω λαμπρῶν τετυχηκότες ἀγαθῶν; εἶτα πρὸς τούτοις φόβον αὐτοῖς ἐντίκτει, καταβήσεσθαι λέγων ἐξ οὐρανοῦ, οὐκ ἐν σμικροπρεπείᾳ τῇ πρώτῃ καὶ ὑφέσει τῆς καθ’ ἡμᾶς, ἀλλ’ ἐν δόξῃ τῇ τοῦ Πατρὸς, δορυφορων Ἀγγέλω. οὐκοῦν παγχάλεπον καὶ ὀλέθρου μεστμεστὸν d τὸ καταγνωσθῆναι μὲν ἐπὶ δειλίᾳ τε καὶ ἀφιλεργίᾳ, καταφοιτήσαντος ἄνωθεν τοῦ κριτοῦ καὶ ἀγγελικῶν ταγμάτων περιεστηκότων. μέγα δὲ καὶ παντὸς θαύματος ἄξιον καὶ τῆς εἰς λῆξιν εὐημερίας πρόξενον, τὸ ἐπὶ τοῖς ἤδη προπεπονημένοις χαίρειν αὐτοὺς, καὶ τὸ προσδοκᾷν τῶν ἱδρώτων τὰς ἀμοιβάς· ἐπαινεθήσονται γὰρ οἱ τοιοῦτοι, c κεχρῆσθαι Cod. d Cod. ἐλεθυρμεστὸν. Χριστοῦ λέγοντος, “δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κλη- “ρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς “κόσμου. ΚΕΦ. Λ. Περὶ τῆς μεταμορφώσεως. Τοῦ αὐτοῦ. Οὔπω τὴν ἐξ ὕψους δύναμιν ἐσχηκότας τοὺς μαθητὰς, εἰκὸς ἦν τάχα που καὶ ἀνθρωπίναις περιπεσεῖν ἀσθενειαις, κα τι τοιοῦτον πέρι αὐτοὺς ἐννενοηκότας εἰπεῖν, πὼς ἀρνήσεταί τις ἑαυτὸν, ἣ πῶς ἀπολέσας τὴν ἑαυτοῦ ψυχὴν εὑρήσει πάλιν αὐτήν; τί δὲ τοῖς τοῦτο παθοῦσι τὸ ἰσοστατοῦν ἔσται γέρας, ἣ καὶ ποίων ἔσται χαρισμάτων μέτοχος; “Ινα τοίνυν τῶν τοιούτων αὐτοὺς ἀποστήσῃ λογισμῶν, καὶ οἷον μεταχαλκεύσῃ πρὸς εὐανδρίαν τῆς ἐσομένης αὐτοῖς εὐκλείας ἐπιθυμίαν ἐντεκὼν, “λέγω δὲ ὑμῖν,” φησὶν, “εἰσι τινες τῶν αὐτοῦ ἑστηκότων, οἱ οὐ “ μὴ γεύσωνται θανάτου, ἕως ἃν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ.” βασιλείαν δὲ Θεοῦ φησὶν αὐτὴν τὴν θέαν τῆς δόξης, ἐν ἧ καὶ αὐτὸς ὀφθήσεται κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἃν ἐπιλάμψῃ τοῖς ἐπὶ τῆς γῆς. ἥξει γὰρ ἐν δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐκ ἔν γε μᾶλλον σμικροπρεπείᾳ τῇ καθ’ ἡμᾶς. πῶς οὖν ἄρα θεωροὺς ἐποιεῖτο τοῦ θαύματος τοὺς λαβόντας τὴν ὑπόσχεσιν; ἄνεισιν ἐπὶ τὸ ὄρος, τρεῖς ἀπ’ αὐτῶν τοὺς ἀπολέκτους ἔχων, εἶτα μεταπλάττεται πρὸς ἐξαίρετόν τινα καὶ θεοπρεπῆ λαμπρότητα, ὥστε καὶ τὸν ἱματισμὸν αὐτοῦ τῇ τοῦ φωτὸς προσβλῇ διαλάμψαι, καὶ ὅσον ἀπαστράψαι δοκεῖν· εἶτα Μωϋσῆς καὶ Ἠλίας περιεστηκότες τὸν Ἰησοῦν προσελάλουν ἀλλήλοις “τὴν ἔξοδον αὐτοῦ ἣν ἔμελλε “πληροῦν,” φησὶν, “ἐν Ἰερουσαλὴμ,” τουτέστι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον καὶ τὸ σωτήριον πάθος τὸ ἐπί γε, φημὶ, τῷ τιμίῳ σταυρῷ. καὶ γὰρ ἐστὶν ἀληθὲς ὅτι καὶ ὁ διὰ Μωϋσέως νόμος καὶ τῶν ἁγίων προφητῶν ὁ λόγος τὸ Χριστοῦ μυστήριον προανέδειξαν, ὁ μὲν ἐν τύποις καὶ σκιαῖς, μονονουχὶ καθάπερ ἐν πίνακι καταγράφων αὐτό· οἱ δὲ πολυτρόπως προηγορευκότες, ὡς καὶ ὀφθήσεται κατὰ καιροὺς ἐν εἴδει τῆς καθ’ ἡμᾶς, καὶ ὅτι τῆς ἁπάντων ἕνεκα σωτηρίας καὶ ζωῆς οὐ παραιτήσεται τὸ παθεῖν τὸν ἐπὶ ξύλου θάνατον. οὐκοῦν ἡ Μωϋσέως καὶ Ἡλίου παράστασις καὶ τὸ προλαβεῖν ἀλλήλοις αὐτοὺς, οἰκονομία τις ἦν, εὖ μάλα καταδεικνύουσα δορυφορούμενον μὲν ὑπὸ νόμου καὶ προφητῶν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὡς καὶ νόμου καὶ προφητῶν δεσπότην· προδειχθέντα δὲ παρ’ αὐτῶν δι’ ὧν ἀλλήλοις συνῳδὰ προεκήρυξαν. ἀλλ’ οἱ μὲν μακάριοι μαθηταὶ βραχύ πὼς ἀπονυστάζουσιν ὡς τῇ προσευχῇ σχολάζοντος τοῦ Χριστοῦ. Ἐπλήρουν γὰρ οἰκονομικῶς τὰ ἀνθρώπινα· εἶτα διαγρηγοροῦντες, θεωροὶ γεγόνασι τῆς οὕτω σεπτῆς καὶ παραδόξου μεταβολῆς. οἰηθεὶς δὲ ἴσως ὁ θεσπέσιος Πέτρος ὅτι τάχα που ἐνέστηκεν ὁ καιρὸς τῆς βασιλείας τοῦ Θεοῦ, ἀποδέχεται μὲν τὰς ἐν τῷ ὄρει διατριβὰς, σκηνὰς δὲ τρεῖς δεῖ γενέσθαι, φησὶ, τῷ Χριστῷ μὲν μίαν, τὰς ἑτέρας δὲ Μωϋσῇ καὶ Ἠλίᾳ· ἀλλ’ οὐκ ᾔδει, φησὶν, ὃ λέγει, οὐ γὰρ ἦν καιρὸς τῆς συντελείας τοῦ αἰῶνος, οὔτε μὴν τοῦ χρόνου λαβεῖν τοὺς ἁγίους τῆς ἐπηγγελμένης αὐτοῖς ἐλπίδος τὴν μέθεξιν. Ὡς γὰρ ὁ Παῦλός φησι, μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κυρίους δηλονότι. οὔσης οὖν ἐν ἀρχαῖς ἔτι τῆς οἰκονομίας καὶ οὔπω πεπερασμένης, πῶς ἦν εἰκὸς καταλῆξαι Χριστὸν τῆς εἰς τὸν κόσμον ἀγάπης, ἀποφοιτήσαντα τοῦ παθεῖν ὑπὲρ αὐτοῦ; σέσωκε γὰρ τὴν ὑπουράνιον, καὶ αὐτὸν ὑπομείνας τὸν κατὰ σάρκα θάνατον, καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως καταργήσας αὐτόν. οὐκ ᾔδει τοιγαροῦν ὁ Πέτρος ὅπερ ἔφη. ΚΕΦ. ΛΑ. Περὶ τοῦ σεληνιαζομένου. Ἐγένετο δὲ ἐν τῆ ἑξῆς ἡμέρᾳ, κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, συνήντησεν αὐτῷ ὄχλος πολύς. Τοῦ αὐτοῦ. Διὰ τὴν σὴν ἀπιστίαν οὐκ ἐνήργηκεν ἡ χάρις· ὅτι γὰρ χρὴ μετὰ πίστεως προσιέναι Χριστῷ καὶ τοῖς παρ’ αὐτοῦ τὴν τοῦ θεραπεύειν δύνασθαι καταπλουτήσασι χάριν, αὐτὸς ἡμᾶς ἐδίδαξε πανταχοῦ τὴν πίστιν αἰτῶν παρὰ τῶν προσιόντων αὐτῷ, ταύτης ἕνεκα τῆς αἰτίας κατενόησε δικαίως αὐτοῦ Χριστὸς λέγων, “ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως τίνος ἔσομαι πρὸς ὑμᾶς “καὶ ἀνέξομαι ὑμῶν.” ἄπιστον δὲ γενεὰν ἐκεῖνόν που πάντως καὶ τοὺς ὁμογνώμονας εἰκότως ἀπεκάλει, καὶ διεστραμμένον, καὶ κατ’ οὐδένα τρόπον ὀρθοποδεῖν εἰδότα. περὶ τῶν τοιούτων φησὶ τὸ γράμμὰ τὸ ἱερὸν, “ ὧν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ “ αὐτῶν.” Καὶ μετ’ ὀλίγα — Ἔδει μὲν οὖν τὸν τοῦ δαιμονῶντος πατρὸς λυπούμενον ἀπελθεῖν, καὶ οὐ τετυχηκότα τῆς φιλοτιμίας· ἀλλ’ ἵνα μή τις οἴεται καὶ αὐτὸν ἀτονῆσαι Χριστὸν πρὸς τὴν τοῦ παραδόξου κατορθῶσιν, ἐπετίμησε τῷ ἀκαθάρτῳ πνεύματι, καὶ παραχρῆμα τοῦ νοσεῖν ἀπηλλάττετο, καὶ ἀποδέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ· οὐ γὰρ ἢν ἔτι τοῦ πατρὸς, ἀλλὰ τοῦ κρατοῦντος πνεύ- πνεύματος. Ἐπειδὴ δὲ ἀπεσείσατο τὴν πλεονεξίαν, γέγονε πάλιν ἰδίου πατρὸς, Χριστοῦ δὲ τὸ δῶρον. ΚΕΦ. ΛΒ. Περὶ τῶν διαλογιζομένων τις μείζων. Κυρίλλου Ἀλεξανδρείασ. Πάθος δὴ οὖν διακένου δόξης εἰσδεδράμηκε τινὰ τῶν ἁγίων Ἀποστόλων· τὸ γὰρ ὅλως διαλογίζεσθαι τὸ τίς ἃν εἴη μείζων αὐτῶν, φειλονεικοῦντος τουτέστι καὶ τὸ προεστάναι τῶν ἄλλων ἐπιθυμήσαντος· ἀλλ’ ὁ τὰ πάντα εἰδὼς Χριστὸς ὁ Θεὸς ἡμῶν, τὸν ἐν τῇ τοῦ μαθητοῦ διανοίᾳ διαλογισμὸν, ὥσπερ τινὰ πικρίαν ἄνω φύουσαν κατὰ τὸ γεγραμμένον, πρὶν εἰς ὕψος ἀρθῆναι, πρὶν ἁδρυνθῆναι, ἐκ ῥίζης αὐτῆς ἀναβαθρεύει τὸ κακόν· ἀρχόμενα γὰρ ἐν ἡμῖν τὰ πάθη νικᾷ ῥᾳδίως, ἁδρυνθέντα δὲ δυσαπόβλητά ἐστι. Πῶς οὖν ἄρα τὸ φιλόδοξον πάθος ἀποκείρει ὁ πνευμάτων ἰατρός ; ἐπελάβετο τὸ παιδίον καὶ ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ. ὠφελείας δὲ χάριν ἐποιεῖτο τὸ χρῆμα, καὶ αὐτοῖς τοῖς ἁγίοις Ἀποστόλοις, καὶ ἡμῖν δὲ τοῖς μετ’ ἐκείνους. Παραβόσκεται γὰρ ἡ τοιάδε νόσος, ὡς ἐπίπαν πάντας ἀνθρώπους, εἴπερ ἃν ε-ι’εν ἐν ὑπεροχῇ τῇ κατά τινων. τίνος οὖν ἆρα τύπον καὶ εἰκόνα τὸ παρενεχθὲν ἐποιεῖτο παιδίον ; ἀπονήρου τε καὶ ἀφιλοδόξου ζωῆς· ἀκαπήλευτον γὰρ ἔχει τὴν γνώμην, ἀνώθευτον τὴν καρδίαν, καὶ ἔστιν ἐν ἁπλότητι διαλογισμῶν· οὐ φιλοδοξίας ἐρᾷ, οὐκ οἶδεν ὑπεροχῆς τρόπον. Ε-ι’τά φησιν, “ ὅτι ὃς ἂν δέξηται τὸ παιδίον “ τοῦτο ἐπὶ τῷ ὀνόματι μου,” καὶ τὰ ἑξῆς, τοῦτο ἔστιν, ὁ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὕτος ἔσται μέγας, τὸν μετριόφρονα λέγων καὶ οὐδὲν ὑψηλὸν περὶ αὐτοῦ λογιζόμενον δι’ εὐλάβειαν· γέγραπται γὰρ “ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ “ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.” ΚΕΦ. ΛΓ. Περὶ τοῦ μὴ ἐπιτρεπομένου ὀκολουθεῖυ. Εἰπὼν δὲ ὁ Εὐαγγελιστὴς περὶ Ἰωάννου τοῦ ἀδελφοῦ Ἰακώβου, ὅτι πρὸς τὸν Κύριον εἶπεν “ἐπιστάτα, εἴδομέν τινα ἐπὶ τῷ “ὀνόματι σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύσαμεν αὐτὸν,” οὐχ ὡς φθονησάντων τῶν Ἀποστόλων τοῦτό φησιν, ἀλλ’ ὡς ἀξιούντων μαθεῖν. Εἰ δὲ ἑτέροις ἔξεστι τοῦτο δρᾷν, διὸ καὶ αὐτὸς διδάσκων αὐτοὺς ἀνταπεκρίθη, μὴ κωλύετε τὸν συντρίβοντα τὸν Σατανᾶν ἐν τῷ ὀνόματι μου, οὐ γάρ ἐστι καθ’ ὑμῶν, φησὶν, ὁ τοιοῦτος. ὅστις δὲ οὐκ ἔστι καθ’ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστι τῶν ἀγαπώντων με, οἵτινες τὰ εἰς δόξαν μου πληροῦν θέλουσι, τῇ παρ’ ἐμοῦ χάριτι στεφανούμενοι. Τί ἔστιν ὅπερ φησὶν, ὅτι “ἐγένετο ἐν τῷ συμπληροῦσθαι τὰς “ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ;” ὅτι ἐνστάντος τοῦ καιροῦ κἀς ὃν ἔδει λοιπὸν τὸ σωτήριον ὑπὲρ ἡμῶν ὑπομείναντα πάθος, ἀναβῆναι μὲν εἰς τὸν οὐρανὸν, συνεδρεῦσαι δὲ τῷ Θεῷ καὶ Πατρὶ, ἔκρινεν ἀνελθεῖν εἰς Ἱεροσόλυμα, οὐκέτι ὧδε κἀκεῖσε περιερχόμενος, οὐδὲ περιοδεύων κώμας καὶ πόλεις. τοῦτο γὰρ δηλοῖ τὸ “ἐστήριξε τὸ “πρόσωπον αὐτοῦ.” Ἐκπέμπει ἀπὸ προσώπου αὐτοῦ τοὺς μαθητὰς, οὐκ ἀγνοῶν ὡς οὐκ ἔσονται δεκτοὶ παρὰ τῶν Σαμαρειτῶν, προκαταγγέλλονες αὐτὸν ἐπὶ τῷ καταλῦσαι παρ’ αὐτοῖς, ἀλλ’ ἵνα κἀκείνοις πᾶσαν ἀφορμὴν προφάσεως ἐκκόψῃ, καὶ τοῖς μαθηταῖς ὠφελείας γένηται πρόξενος. Ἐπειδὴ γὰρ ἀνέβαινεν εἰς Ἱεροσόλυμα, τὸν τοῦ πάθους καιρὸν ἤδη ἔχων γείτονα, καὶ ἔμελλε τῆς Ιουδαίων ἀνέχεσθαι παροινίας, ἵνα μὴ σκανδαλισθῶσιν ὅτ’ ἃν παθόντα ἴδωσιν, ἀνεξίκακοι δὲ μᾶλλον καὶ αὐτοὶ γένωνται, κἂν ὑβρί- ζωσί τινες ἣ ἀποδιώκουσι, προγύμνασμα τοῦ πράγματος τὴν ἐκ τῶν Σαμαρειτῶν ὕβριν ἐποιήσατο, ὡσανεὶ λέγων αὐτοῖς· εἰ γὰρ καὶ οὐκ ἐδέξαντο ὑμᾶς, ὑμεῖς τοῖς ἐμοῖς τοῦ δεσπότου ἴχνεσιν ἐξακολουθήσαντες, διακαρτερήσατε ἁγιοπρεπῶς, ὅθεν καὶ εἰπόντων ἐκ τῶν μαθητῶν, “Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ “οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς;“ἐπετίμησεν αὐτοῖς, περιστέλλων θεοπρεπῶς τὴν ὀξυθυμίαν, καὶ πείθων ἀνεξικακεῖν, οὐ μόνον τότε, ἀλλὰ καὶ εἰς τὰ μετὰ ταῦτα, ἡνίκα τὴν ὑπ’ οὐρανὸν διερχόμενοι, ἔμελλον ἀνοσίοις τισὶ περιπίπτειν ἀνδράσιν, οὐκ ἀνεχομένων τοῦ θείου κηρύγματος. εἰδέναι γὰρ χρὴ, ὅτι ὡς μήπω τῆς νέας κεκρατηκότες χάριτος, ἀλλ’ ἔτι τῆς προτέρας ἐχόμενοι συνηθείας, τοῦτο εἶπον n, τὸν Ἠλίαν ἀφορῶντες τὸν πυρὶ καταφλέξαντα δὶς τοὺς πεντήκοντα καὶ τοὺς ἡγουμένους ἀυτῶν· Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Ο δὲ εἰπὼν, “ἀκολουθήσω σοι, Κύριε,” πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοὺς ἐν τῷ οἴκῳ μου, ἀξιοζήλωτον μὲν ὑπόσχεσιν ἐνεδείξατο, κατὰ παντὸς ἐπαίνου μεστήν· τὸ δέ γε ζητεῖν ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκον αὐτοῦ, διαδείκνυσιν ὅτι μεμέρισται πὼς τῇ διανοίᾳ· τὸ γὰρ ὅλως προσανακαινοῦσθαι θέλειν τοῖς κατὰ γένος οἰκείοις τοῖς μὴ ἀποδεξαμένοις, ἐσθ’ ὅτε τὸν ἐπὶ τούτω τῶ πράγματι σκοπεῖν, οὐ βεβηκότος ἐστὶ λογισμοῦ· διὸ καί φησι πρὸς αὐτὸν, “οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ στραφεὶς “εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.” Ὥσπερ γὰρ ὁ γηπόνος τῆς διὰ τῶν ἀρότρων ἀνατομῆς ἀρξάμενος, ὅταν ὀκνήσῃ πρὸς τὸ λεῖπον τῷ παντὶ πόνῳ, οὐχ ὄψεται τοῖς ἀστάχυ- σιν κομῶσαν τὴν γῆν, προσοφλήσει δὲ τοῖς ὁρῶσι καὶ γέλωτα, οὕτως εἴ τις ἕλοιτο μὲν ἀκολουθῆσαι Χριστῷ τῷ Θεῷ, οὐκ ἀποτάσσεται δὲ τοῖς ἐν τῷ κόσμῳ πράγμασι, καὶ τοῖς κατὰ σάρκα οἰκείοις, καὶ μάλιστα τοῖς μὴ τὸν σκοπὸν ἀποδεχομένοις αὐτοῦ, οὐδαμῶς οὗτος κατορθώσει τοῖς ἐφ’ ἅπασι ο τοῖς ἐπαινουμένοις ἀγαθὴν εὐτολμίαν, οὐδὲ εὔθετος ἔσται εἰς τὴν τοῦ Θεοῦ βασιλείαν. ἐπιβάλλει μὲν ἀρότρῳ τὴν χεῖρα, διότι πρόθυμός ἐστιν ἐπακολουθεῖν, ὀπίσω δὲ βλέπει, διότι μελλήσεως καὶ ἀναβολῆς ποιεῖται πρόφασιν τὴν πρὸς τοὺς οἰκείους διάλεξιν· ἀλλ’ οὐ τοιούτους ὄντας εὑρήσεις τοὺς ἁγίους Ἀποστόλους. Ἄμα γὰρ ἤκουσαν τοῦ n δεσπόεἰπὼν Cod. ο ἐφάπασι Cod. του Χριστοῦ λέγοντος πρὸς αὐτοὺς, “δεῦτε ὀπίσω μου,” εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν, ἠκολούθησαν αὐτῷ. τοιούτους οὖν προσήκει τυγχάνειν τοὺς ἀκολουθεῖν ἐθελήσαντας τῷ Θεῷ.