ΚΕΦ. ΚΔ. Περὶ τοῦ Λεγεῶνος. Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν. Κυρίλλου Ἀλεξανδρείασ. Ἐνταῦθά μοι βλέπε θράσει πολλῷ καὶ ἀπονοίᾳ συμπεπληγμένην δειλίαν· δεῖγμα μὲν γὰρ ἀπονοίας δηλωτικὸν τὸ τολμῆσαι λέγειν, “τί ἐμοὶ καὶ σοὶ, Ἰησοῦ Υἱὲ τοῦ “Θεοῦ τοῦ ὑψίστου;” εἰ γὰρ οἶδας ὅλως ὄντα αὐτὸν Υἱὸν τοῦ Ὑψίστου Θεοῦ, ὁμολογεῖς ὅτι Θεός ἐστιν οὐρανοῦ τε καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς· εἶτα πῶς τὰ μὴ σὰ, μᾶλλον δὲ τὰ αὐτοῦ διαρπάζεις, εἶτα λέγεις, “τί ἐμοὶ καὶ σοί;” καὶ τίς ἀνέξεται τῶν ἐπὶ τῆς βασιλείας μέχρι παντὸς ἀνεῖναι βαρβάρῳ τοὺς ὑπὸ σκῆπτρα κειμένους, τὰς αὐτῷ δὲ πρεπούσας ἐρεύγεσθαι· φωνάς. αὗται δέ εἰσι τὸ “δέομαί σου μή με βασανίσῃς·” παρήγγειλε γάρ’ ἔφη, “τῷ πνεύματι ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου.” Ἄθρει δέ μοι πάλιν τὴν ἀπαράβλητον δόξαν τοῦ πάντα ἰσχύοντος, φημὶ δὴ Χριστοῦ τὴν ἀκαταγώνιστον ἰσχὺν, συντρίβει τὸν Σατανᾶν, ἐθελήσας μόνον τοῦτο παθεῖν αὐτόν· πῦρ αὐτῷ καὶ φλόγες εἰσὶ τὰ τοῦ Χριστοῦ ῥήματα. Ἄληθες οὖν ὅτι, καθά φησιν ὁ μακάριος ψαλμῳδὸς “τὰ “ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου τοῦ Θεοῦ·” ὄρεσι γὰρ τὰς ὑψηλὰς καὶ ὑπερηφάνους παρεικάζει δυνάμεις, πονηρίας δηλονότι, πλὴν ὡς πυρὶ προσβαλλούσας τῇ τοῦ Σωτῆρος ἡμῶν δυνάμει τε καὶ ἐξουσίᾳ, κατατήκονται κηροῦ δίκην. Τοῦ ἁγίου Τίτου Βοστρῶν. Ὡσανεὶ ἔλεγε, μὴ ἀποπέμψῃς ἡμᾶς, μηδὲ εἰς τὸ σκότος τὸ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς Ἀγγέλοις αὐτοῦ· ἐπεὶ τοίνυν οἴδασιν, ὅτι ποτὲ πεμφθήσονται, ἄνεσιν πρὸς καιρὸν αἰτοῦσιν, ὁμολογοῦντες δηλαδὴ σαφῶς ὅτι ἐὰν ἐπιτάξῃ, ἀπελεύσωνται. ὥστε ὁ Κύριος τὸ μὲν ἐπιτάξαι αὐτοῖς οὐκ εἴασεν, συνεχώρησε δὲ αὐτοὺς εἶναι ἐν τῇ γῇ ταύτῃ ἕως ὅτε καὶ τὸν διάβολον, πρὸς γυμνασίαν τῶν ἀνθρώπων· τοῦ γὰρ ἀντιπάλου ἡ ἀπουσία τοῦ νικητοῦ ἀφαιρεῖται τὸν στέφανον. Αὐτοὶ μὲν γὰρ πονηρεύονται, ὁ δὲ ἀγωνοθέτης στέφανον προτιθεῖ τοῖς νικῶσι. παρεκάλουν οἱ δαίμονες τὸν Κύριον. εἰ κατὰ τοὺς αἱρετικοὺς ἀρχαὶ ἦσαν δύο, οὐκ ἂν οἱ δαίμονες παρεκάλουν τὸν Κύριον, εἰ μὴ ἦσαν δημιούργημα μὲν τοῦ Θεοῦ, ὡς δὲ ἁμαρτήσαντες ἀποβεβλημένοι. βλέπε τοίνυν τὴν οἰκειότητα τῆς δημιουργίας καὶ τῆς ἁμαρτίας τὸν ἔλεγχον, ἡμᾶς γὰρ δημιουργία ὑπὸ τὸν δεσπότην, οἱ δὲ ἁμαρτάνοντες ὑπὸ τὸν κριτὴν παρακαλοῦσι καὶ ὁμολογοῦσι τὴν ἐξουσίαν. Τοῦ αὐτοῦ. Καθαρὰ ἡ κάθαρσις, ἀναντίρρητος ἡ θεραπεία, οὕτω γὰρ ἔνηψεν ὁ πάσχων ὥστε ἐπιγνῶναι τὸν Σωτῆρα καὶ ἀξιοῦν αὐτὸν, ἵνα ᾖ σὺν αὐτῷ· τάχα δὲ καὶ εὐλαβούμενος τὴν ὑποστροφὴν τῶν δαιμόνων. ὁ δὲ Κύριος ἵνα μὴ δόξῃ διὰ τῆς παρουσίας φυλάττειν, παρὼν γὰρ καὶ ἀπὼν φυλάσσει οὓς βούλεται, ἀπέλυσεν αὐτὸν, εἰπὼν, “ὑπόστρεφε εἰς τὸν οἶκον” καὶ μνημόνευε τῆς διηγοῦ τὸ θαῦμα, ἵνα βεβαιώσῃς τὴν χάριν, “διηγοῦ ὅσα σοι “ἐποίησεν ὁ Θεός·” οὐ λέγει, ἐγὼ τύπος ὑμῖν ταπεινοφροσύνης γενόμενος, ἀλλ’ ἀναπέμπει εἰς Πατέρα, οὗ αὐτὸς ποιεῖ τὸ θαῦμα. Βίκτοροσ πρεσβυτέρου. Θεὸν ἄρα ᾔδει τὸν Ἰησοῦν, καὶ ὁ τῶν δαιμόνων ἀπαλλαγεὶς κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, εἰπὼν αὐτῷ, “διηγοῦ ὅσα σοι ἐποίησεν ὁ Θεός·” ἄλλως δὲ οὐ παραβαίνει τὸν νόμον, ὃ γὰρ ἐνεργεῖ ὁ Υἱὸς, ἐνεργεῖ ὁ Πατήρ. ΚΕΦ. ΚΕ. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγωγοῦ. Καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος. Τοῦ ἁγίου Τίτου βοστρῶν. Τὸ ὄνομα κεῖται διὰ τοὺς Ἰουδαίους τοὺς εἰδότας τὸ γεγονὸς, ἵνα γένηται τὸ ὄνομα ἀπόδειξις τοῦ θαύματος, καὶ οὗτος ἄρχων τῆς συναγωγῆς τῶν Ἰουδαίων, οὐκ ἦλθέ τις τῶν εὐτελῶν, οὐδὲ τῶν τυχόντων· εἴθε μὲν οὖν προὔλαβε, καὶ διὰ πίστιν προσέπεσε, καὶ δι’ εὐγνωμοσύνην ἐπέγνω, μὴ διὰ χρείαν παρεγένετο. Ἡ γὰρ χρεία διαβάλλει τὴν παράκλησιν, ὅμως θλίψις ἔσθ’ ὅτε καταβιάζεται πρὸς τὸ ἑλέσθαι δρᾷν τὰ αὐτῷ χρήσιμα καὶ συμφέροντα. ταύτῃ τοι καὶ ὁ μακάριος ἔφη Δαβὶδ, “ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις, τῶν μὴ ἐγγιζόντων πρός σε. ΚΕΦ. Κς. Περὶ τῆς αἱμορρούσης. Ἐξ Ἀνεπιγράφου. Πρόσεισι γυνὴ καλῶς καὶ οἰκείως τὴν μόνην ἱκανὴν ἀφορμὴν εἰς τὸ ἰαθῆναι παρασκευάσασα τὴν πίστιν. “Προσελθοῦσα” γὰρ, φησὶν, “ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ “ἱματίου αὐτοῦ,” δηλαδὴ πεπιστευκυῖα μεγάλως, οὕτως ὡς καὶ διὰ τῆς ἐπαφῆς πιστεῦσαι τὴν ἴασιν. Λέγει δὲ αὐτῷ b καὶ διηγεῖται Μάρκος ὁ Εὐαγγελιστής· “ἔλεγε γὰρ,” φησὶν, “ὅτι κἂν “τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι, καὶ παραχρῆμα ἔστη “ἡ ῥῦσις τοῦ αἵματος αὐτῆς. Ὥσπερ γὰρ εἰ προσαγάγοι τις ὀφθαλμὸν φωτὶ λάμποντι ἢ πυρὶ φλέγοντι τὴν πεφυκυῖαν ὕλην ἐξάπτεσθαι, ἅμα τε προσήγαγε, καὶ τὸ τῆς ἐνεργείας πεπλήρωται, ὀφθαλμός τε γὰρ, ἅμα τὸ πρὸς φῶς ἀπιδεῖν ἐφωτίσθη, καὶ τὸ πεφυκὸς ὑποδέχεσθαι πρὸς ἐνέργειαν ἅμα τὸ πλησιᾶσαι φλέγεται, οὕτως ἡ πιστῶς ἐφαψαμένη τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, τῆς ἰάσεως ἔτυχεν, οὐκ ἠγνοήθη δὲ τὸ παράδοξον. Ἐξ ἀνεπιγράφου. Οὐκ ἦν τῷ Κυρίῳ πλησιᾶσαι καὶ ἐφάψασθαι αὐτοῦ σωματικῶς πλησιάζοντα καὶ ἐφαπτόμενον, εἰ μὴ πνευματικῶς τοῦτο ποιῇ· ἔτυχε τοίνυν οὗπερ ἔχρηζεν ἡ γυνή. Διὸ καὶ ζητεῖ τοὺς ὑπὸ τοῦ Κυρίου, καὶ ἐς ὄψιν καλεῖται τῶν μαθητῶν οὐκ εἰδότων τὸ ζητούμενον, ἀλλ’ ἁπλήν τινα τὴν ἐπαφὴν οἰομένων λέγειν τὸν Κύριον, καὶ τοιαύτην οἵαν οἱ λοιποὶ πάντες ἐφήπτοντο. διόπερ ὁ Κύριος διαστέλλων· “ἥψατό μού τις,” φησὶν, ὥσπερ καὶ ἔλεγεν, ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω, καίτοι πάντων τὴν σωματικὴν ταύτην ἐχόντων ἀκοήν· καὶ μέχρι δὲ ψιλῆς τῆς τῶν λόγων ἀκροάσεως ἀκουόντων ἁπάντων, ἀλλ’ οὔτε ἀκούειν ἦν τῷ μὴ συνετῷ, οὔτε ἅπτεσθαι τῷ μὴ πιστῷ. Τί οὖν; εἰς ὄψιν αὐτὴν καλεῖ, καὶ τοὺς ἱεροὺς ὀφθαλμοὺς ἐπαίρει περισκοπῶν τὴν γυναῖκα, ὅτι θέας ἀξία παρὰ τῷ Κυρίῳ· ἀξία δὲ καὶ τῆς εἰς τοὺς παρόντας ἐπιδείξεως, ὅτι παράδειγμα πίστεως πᾶσιν ἤμελλεν ἔσεσθαι καὶ παράκλησις ἐπὶ πίστιν, διὰ τοῦ δοθησομένου αὐτῇ δικαίως ἐπαίνου. Ἐξ ἀνεπιγράφου. Πρότερον μὲν οὐκ ἐτόλμα δι’ εὐλάβειαν ἄντικρυς ἀπαντᾷν, καὶ περὶ θεραπείας ἀξιοῦν, ζητουμένη δὲ b Sic. Leg. τοῦτο ἅπαντα πρεπόντως, ἔμφοβός τε καὶ εὐλαβὴς καὶ τὸ σέβας ἀρμόττον προσφέρουσα· καὶ τὴν ὁμολογίαν τῆς ἰάσεως εἰς ἐμφανὲς πᾶσι ποιεῖται, οὐ τῷ πάντα εἰδότι, ἀλλὰ τοῖς ἀγνοοῦσιν, αἰσθήσει τὴν ἴασιν ἐπεγνωκυῖα. Λέγει γὰρ καὶ τοῦτο ὁ Μάρκος “ὅτι ἔγνω “τῷ σώματι, ὅτι ἰᾶται ἀπὸ τῆς μάστιγος.” ἣν δ’ ἐκ τῆς ἐπαφῆς ἔλαβε θεραπείαν, ταύτην καὶ διὰ τοῦ λόγου ἐβεβαίωσεν ὁ Σωτῆρ’ εἰπὼν, “πορεύου ἐν εἰρήνῃ, καὶ ἴσθι ὑγιῆς ἀπὸ τῆς μάστιγός σου,” καὶ ὑγίαινε πρῶτον τῇ πίστει τὴν ψυχήν· εἶτα δὲ καὶ τὸ σῶμα. Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγωγου. Τίτου Βοστρῶν. Ἴνα γὰρ μὴ εἴπῃ καὶ αὐτὸς, ἐπίσχες, οὐ χρείαν σου ἔχω, Κύριε, ἤδη γέγονε τὸ πέρας, ἀπέθανεν, ἣν προσεδοκῶμεν ὑγιαίνειν· ἄπιστος γὰρ ἦν, Ἰουδαϊκὸν ἔχων φρόνημα, φθάνει ὁ Κύριος καί φησι, μὴ φοβοῦ, παῦσον τῆς ἀπιστίας τὰ ῥήματα, ἐπίσχες τὴν γλῶτταν, μόνον πίστευε κατὰ τὴν γυναῖκα, ἦν γὰρ αὐτὴ καθάπερ προοίμιον τῆς μελλούσης θαυματουργίας. Ἐξ ἀνεπιγράφου. Ἀθορύβως περὶ τὴν τηλικαύτην πάρεστι δύναμιν, οὐκ ὄχλον ἐπαρομένος, ἀλλ’ ὅσον οἷόν τε τὸν ὄχλον ἀφιστάς· τῶν μὲν μαθητῶν μόνους τρεῖς συμπαραλαβὼν, τῷ δὲ ὄχλῳ πρόφασιν ἀναχωρήσεως προβάλλων, τὸ μὴ τεθνάναι φᾶναι τὴν κόρην, ἀλλὰ καθεύδειν. προσκαλεσάμενος δὲ μόνους ἐκ πάντων τοὺς γονεῖς, οὕτω τὴν κόρην καθάπερ καθεύδουσαν ἀνίστησιν, ἀληθὲς τῇ θαυματουργίᾳ ποιήσας τὸ καθεύδειν αὐτήν· ὅπερ ἄνευ τῆς ἀναστάσεως οὐκ ἃν ἦν ἀληθές. Διόπερ οἱ μὲν τὴν ἀνάστασιν οὐ προσδοκῶντες κατεγέλων, καθεύδειν ἀκούοντες τὴν τεθνηκυῖαν· αὐτὸς δὲ κατὰ τὴν αὐτοῦ δύναμιν ἀληθὲς τὸ εἰρημένον ἀπέδειξεν. Ὅτι τῶν ἄλλων οὗτοι ἦσαν ὑπερέχοντες, καὶ ὁ μὲν Πέτρος ἐκ τοῦ σφόδρα φιλεῖν αὐτὸν ἐδήλου τὴν ὑπεροχήν· ὁ δὲ Ἰωάννης ἐκ τοῦ σφόδρα φιλεῖσθαι, καὶ Ἰάκωβος δὲ ἀπὸ τῆς ἀποκρίσεως, ᾗ ἀπεκρίνατο λέγων, δυνάμεθα πιεῖν τὸ ποτήριον· οὐκ ἀπὸ τῆς ἀποκρίσεως κρίσεως δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἔργων, τῶν τε ἄλλων καὶ ἀφ’ ὧν ἐπλήρωσεν, ἅπερ εἶπεν. Οὕτω γὰρ ἦν σφοδρὸς καὶ βαρὺς Ἰουδαίοις, ὡς καὶ τὸν Ἡρώδη ταύτην δωρεὰν μεγίστην νομίσαι χαρίσασθαι τοῖς Ἰουδαίοις, εἰ ἐκεῖνον ἀνέλοι c. c Hæc Chrys. sunt. Cf. Cat. ad S. Matth. p. ΚΕΦ. ΚΖ. Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν. Κυρίλλου Ἀλεξανδρείασ. Ἀληθὲς εἰπεῖν ὅτι πόνων ἀγαθῶν καρπὸς εὐκλεής· τοῖς γάρ τοι τὴν πάναγνου καὶ ἀβέβηλον, κατά γε τὸ ἀνθρώποις ἐγχωροῦν, κατορθοῦν ἐθέλοντας ζωὴν, τοῖς πη ἑαυτοῦ χαρίσμασι καταφαιδρύνει Χριστὸς, καὶ πλουσίαν αὐτοῖς ὑγιοπρεπῶν χαρίζεται τὴν ἀντέκτησιν, καὶ δόξης αὐτοῦ τῆς ἰδίας καθίστησι κοινωνούς. δέχου τοῦ πράγματος ἀπόδειξιν σαφῆ τε καὶ ἐνεργῆ τοὺς ἁγίους Ἀποστόλους· ὅρα γεγονότας ἐκπρεπεστάτους. καὶ τῇ ὑπὲρ ἄνθρωπον δόξη κατεστεμμένους, μένοντος αὐτοῖς μετὰ τῶν ἄλλων καὶ τοῦτο Χριστοῦ. Δέδωκε γὰρ αὐτοῖς, φησὶ, “δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θερα- “πεύειν,” ἀλλ’ ὅρα πάλιν τὸν ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, τὸ τῆς ἀνθρωπότητος ὑπερτρέχοντα μέτρον, καὶ τοῖς τῆς θεότητος ἀξιώμασι διαπρέποντα· ἐπέκεινα γὰρ τῶν τῆς ἀνθρωπότητος μέτρων τὸ διδόναι κατὰ πνευμάτων ἀκαθάρτων, οἷς ἂν βούληται τὴν ἐξουσίαν· καὶ μὴν καὶ τὸ δύνασθαι νοσημάτων ἐλευθεροῦν τοὺς ἐνειλημμένους καὶ μόνον Θεοῦ. Ἡ γὰρ τῆς ἀνωτάτω φύσεως ὑπεροχή τε καὶ διδασκαλία καὶ δόξη οὐδενὶ τῶν ὄντων ἔνεστι φυσικῶς, πλὴν ὅτι αὐτῷ τε καὶ μόνῳ. ἀξία τοίνυν θαύματος ἡ τοῖς ἁγίοις Ἀποστόλοις ἐκνεμηθεῖσα χάρις, ἐπέκεινα δὲ ἐπαίνου καὶ θαύματος ἡ τοῦ νέμοντος ἀφθονία· τὴν ἑαυτοῦ γὰρ, ὡς ἔφην, ἐχαρίζετο δόξαν· ἄνθρωπος ἐξουσίαν κατὰ πνευμάτων δέχεται πονηρῶν, καὶ τὴν οὕτως ὑπέροπτον ὀφρὺν τὴν τοῦ διαβόλου φήμην καταστρέφει, καί τοι λέγοντα ποτὲ “τὴν οἰκουμένην ὅλην κατα- “λήψομαι τῇ χειρὶ ὡς νοσσίαν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, “καὶ οὐκ ἔστιν ὃς διαφεύξεται με, ἢ ἀντείπῃ μοι. ἐσφάλλετο δὲ τῆς ἀληθείας καὶ διημάρτηκε τῆς ἐλπίδος ὁ σοβαρὸς καὶ θρασύς, καὶ τῆς ἁπάντων ἀσθενείας κατακαυχώμενος. Ἀντιτάξεται γὰρ αὐτῷ τοὺς τῶν ἱερῶν κηρυγμάτων ἱερουργοὺς, ὁ τῶν δυνάμεων Κύριος, καὶ τοῦτο ἦν ἄρα τὸ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν προκε- κηρυγμένον, περί τε τοῦ Σατανᾶ καὶ τῶν ἁγίων μυσταγωγῶν, ὅτι “ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτόν· καὶ ἐκνήψουσιν οἱ “ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς·” μόνον γὰρ οὐχὶ κατεδηδόκασι τὸν Σατανᾶν, ἐπιβουλεύοντες αὐτοῦ τῆ δόξη, καὶ διαρπάζοντες αὐτοῦ τὰ σκεύη, καὶ προσκομίζοντες τῷ Χριστῷ διὰ πίστεως τῆς εἰς αὐτὸν. ΚΕΦ. ΚΗ. Περὶ τῶν ε΄ ἄρτων καὶ τῶν β΄ ἰχθύων. Προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ, ἀπόλυσον τὸν ὄχλον. Κυρίλλου Ἀλεθανδρείασ. Καὶ τί τὸ “ἀπόλυσόν” ἐστιν, έξετάσωμεν ἀκριβῶς. οἱ μὲν, ὡς ἔφην, τῶν ἑπομένων αὐτῷ πονηρῶν πνευμάτων συνεχόντων αὐτοὺς ἀπαλλάττεσθαι παρεκάλουν, οἱ δὲ καὶ ἑτέρων ἀρρωστημάτων ἐζήτουν ἀπόθεσιν. ὡς οὖν εἰδότες οἱ μαθηταὶ ὅτι κατανεύσας μόνον ἀποπεραίνει τοῖς κάμνουσι τὸ ποθούμενον, τὸ “ἀπόλυσον αὐτοὺς” φασὶ, καὶ οὐκ αὐτοὶ μᾶλλον ἀκηδιῶντες ὡς παρακμάσαντος τοῦ καιροῦ, ἀλλὰ τῆς εἰς τοὺς ὄχλους ἀγάπης ἐχόμενοι, καὶ οἷον μελετῶντες ἤδη τὴν ποιμενικὴν ἐπιστήμην καὶ τοῦ κήδεσθαι λαῶν ἀρχόμενοι. Τοῦ αὐτοῦ. “Κατακλίνατε αὐτούς” ἵνα δὲ καὶ ἐπὶ μείζω εἰς ὕψος τὸ πρᾶγμα τρέχῃ, καὶ Θεὸς ὢν φύσει διὰ τρόπου παντὸς ἐπιγινώσκηται, πολυπλασιάζει τὸ βραχύ. βλέπει τε εἰς οὐρανὸν, οἷον τὴν ἄνωθεν εὐλογίαν αἰτῶν. ἔδρα δὲ καὶ τοῦτο δι’ ἡμᾶς οἰκονομεικῶς. ἔστω μὲν γὰρ αὐτὸς ὁ πάντα πληρῶν, ἡ ἄνωθεν καὶ παρὰ Πατρὸς εὐλογία· ἵνα δὲ μάθωμεν ἡμεῖς, ὅτι τραπέζης ἀρχόμενοι καὶ μέλλοντες ἄρτους διακλᾷν, Θεῷ προσάγειν ὀφείλομεν ὑπτίαις ὥσπερ ἐνθέντες χερσὶ, καὶ τὴν ἄνωθεν εὐλογίαν ἐπ’ αὐτὸν καταφέρειν, ἀρχὴ καὶ τύπος καὶ ὁδὸς τοῦ πράγματος γέγονεν ἡμῖν οἰκονομικῶς. εἶτα ὅποι ποτὲ προέβη τὸ θαῦμα· κατεκορέσθη πληθὺς ἀνδρῶν οὐκ ὀλίγων, εἰς πέντε γὰρ ἐξετείνετο χιλιάδας χωρὶς γυναικῶν καὶ παίδων· τοῦτο γὰρ ἕτερός τις τῶν Εὐαγγελιστῶν τοῖς ἑαυτοῦ προσήνεγκε λόγοις· καὶ οὐ μέχρι τούτου τὸ παράδοξον, ἀλλὰ γὰρ καὶ κόφινοι συνελέγησαν κλασμάτων δώδεκα· καὶ τι τὸ ἐντεῦθεν; πληροφορία σαφὴς, ὅτι τῆς φιλοξενίας τὸ χρῆμα πλουσίαν ἔχει παρὰ Θεοῦ τὴν ἀντέκτησιν. Ἔξεστι δὲ καὶ ἰδεῖν τοῖς ἀρχαιοτέροις θαύμασι τὰ νέα συμβαίνοντα, καὶ μιᾶς ὄντα καὶ τῆς αὐτῆς δυνάμεως ἐνεργήματα. ἔβρεξεν ἐν ἐρήμῳ τὸ μάννα τοῖς ἐξ Ισραὴλ· ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον Ἀγγέλων ἔφαγεν ἄνθρωπος κατὰ τὸ ἐν ψαλμοῖς ὑμνούμενον· ἀλλ’ ἰδοὺ δὴ πάλιν ἐν ἐρήμῳ τοῖς ἐν ἐνδείᾳ τροφῆς κεχωρήγηκεν ἀφθόνως, οἷον ἐξ οὐρανοῦ καθιεὶς αὐτήν· τὸ γὰρ πολυπλασιάσαι τὸ βραχὺ, καὶ οἷον ἐκ τοῦ μηδενὸς τὴν οὕτω πολλὴν ἀποθρέψαι πληθὺν, οὐκ ἀπεοικὸς ἃν εἴη τῳ πρώτῳ σημείῳ.