ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΚΑTΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΥ. α΄ Περὶ τοῦ δαιμονιζομένου. β΄. Περὶ τῆς πενθερᾶς Πέτρου. γ΄. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων. δ΄. Περὶ τοῦ λεπζοῦ. ε΄. Περὶ τοῦ παραλυτικοῦ. ς΄. Περὶ Λευῒ τοῦ τελώνου. ζ΄. Πεζὶ τοῦ ξηρὰν ἔχοντος χεῖρα. η΄. Περὶ τῆς τῶν Ἀποστόλων ἐκλογῆς. θ΄. Περὶ τοῦ σπόρου παραβολή. ι΄. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. ία. Περὶ τοῦ λεγεῶνος. ιβ΄. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου. ιγ΄. Περὶ τῆς αἱμορροούσης. ιδ΄. Περὶ τῆς τῶν Ἀποστόλων διαταγῆς. ιε΄. Περὶ Ἰωάννου καὶ Ἡρώδου. ις΄. Περὶ τῶν πέντε ἄρτων. ιζ΄. Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου. ιη΄. Περὶ τῆς παραβάσεως ἐντολῆς τοῦ Θεοῦ. ιθ΄. Περὶ τῆς Φοινίσσης. κ΄. Περὶ τοῦ μογιλάλου. κα΄. Περὶ τῶν ἑπτὰ ἄζτων. κβ΄. Περὶ τῆς ζύμης τῶν Φαρισαίων. κγ΄. Περὶ τοῦ τυφλοῦ. κδ΄. Περὶ τῆς ἐν Καισαζείᾳ ἐπερωτήσεως. κε΄. Πεζὶ τῆς μεταμορφώσεως τοῦ Ἰησοῦ. κς΄. Περὶ τοῦ σεληνιαζομένου. κζ΄. Περὶ τῶν διαλογιζομένων, τίς μείζων; κη΄. Περὶ τῶν ἐπερωτησάντων φαζισαίων. κθ΄. Πεζὶ τοῦ ἐπερωτήσαντος αὐτὸν πλουσίου. λ΄. Περὶ τῶν υἱῶν Ζεβεδαίου. λβ΄. Περὶ τοῦ πώλου. λγ΄. Περὶ τῆς ξηρανθείσης συκῆς. λδ΄. Περὶ ἀμνησικακίας. λε’. Περὶ τῶν ἐπερωτησάντων τὸν Κύριον Άρχιερέων καὶ Γραμ- ματεων. λς΄. Περὶ τοῦ ἀμπελῶνος. λζ΄. Περὶ τῶν ἐγκαθέτων διὰ τὸν κῆνσον. λῆ. Πεζὶ τῶν Σαδδουκαίων. ’λθ’. Περὶ τοῦ Γραμματέως. μ΄. Περὶ τῆς τοῦ κυρίου ἐπερωτήσεως. μα΄. Πεζὶ τῆς τὰ δύο λεπτά. μβ΄. Περὶ συντελείας. μγ΄. Πεζὶ τῆς ἡμέζας καὶ ὥρας. μδ΄. Πεζὶ τῆς ἀλειψάσης μύρῳ. με Περὶ τοῦ Πάσχα. μς΄. Περὶ τῆς προδόσεως προφήτεια. μζ΄. Περὶ τῆς τοῦ Πέτρου ἀρνήσεως. μὴ. Περὶ τῆς αἰτήσεως τοῦ σώματος τοῦ Κυρίου. ΥΠΟΘΕΣΙΣ Εἰσ Τὸ Κατὰ Μάρκον Ἅγιον Εὐαγγέλιον ἐκ τῆσ Εἰσ Αὐτὸν Ἑρμηνείασ τοῦ ἐν Ἁγίοις Κυρίλλου Ἀλεξανδρείασ. a Πολλων εἰς τὸ κατὰ Ματθαῖον καὶ εἰς τὸ κατὰ Ἰωάννην τὸν υἱὸν τῆς βροντῆς, συνταξάντων ὑπομνήματα, ὀλίγων δὲ εἰς τὸ κατὰ Λουκᾶν, οὐδενὸς δὲ ὅλως, ὡς οἶμαι, εἰς τὸ κατὰ Μάρκον Εὐαγγέλιον ἐξηγησαμένου (ἐπεὶ μηδὲ μέχρι τήμερον ἀκήκοα, τοῦτο b πολυπραγμονήσας παρὰ τῶν σπουδὴν c ποιουμένων τὰ τῶν ἀρχαιοτέρων συνάγειν πονήματα) συνεῖδον τὰ κατὰ μέρος καὶ σποράδην εἰς αὐτὸ εἰρημένα παρὰ τῶν διδασκάλων τῆς Ἐκκλησίας, συναγαγεῖν, καὶ σύντομον Ἑρμήνειαν συντάξαι. Ὅπως μὴ μόνον ἀπὸ τῶν τῆς καινῆς διαθήκης βιβλίων δόξῃ παρεωρᾶσθαι, ἢ ὡς μηδὲ μιᾶς ἐπιστάσεως δεομένου, ἣ ὡς δυναμένων ἡμῶν ἐκ τῆς τῶν λοιπῶν ἑρμηνείας καὶ τούτου τὴν διάνοιαν ἀνεξευρίσκειν. Μηδεὶς δὲ προπετείας ἣ θράσους γραφὴν ποιείσθω τοῦ ἐγχειρήματος, ἀλλὰ μᾶλλον ταῖς εὐχαῖς συνεργείτω ἄξιον τῆς προθέσεως ἐπιθεῖναι τὸ πέρας. d Μετὰ ατθαῖον Μάρκος ὁ Εὐαγγελιστὴς συγγραφὴν ποιεῖται, ἐκαλεῖτο δὲ καὶ Ἰωάννης. υἱὸς δὲ οὗτος ἐστὶ e Μάριας τῆς τοὺς Ἀποστόλους δεξαμένης f ἐν Ἱερουσαλὴμ ἐν τῇ αὑτῆς οἰκίᾳ, ὡς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων δηλοῦται, περὶ τῆς τοῦ διὰ τοῦ Ἀγγέλου ἀπὸ τοῦ δεσμωτηρίου ἀπολύσεως τοῦ Πέτρου. “συνιδὼν γὰρ,” φησὶν, “ἦλθεν ἐπὶ τὴν οἰκίαν “τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ “συνηθροισμένοι.” Καὶ τὰς μὲν ἀρχὰς τῷ Βαρνάβᾳ, ἀνεψιῷ ὄντι g αὐτοῦ, καὶ τῷ Παύλῳ συνείπετο ὡς πάλιν ἐν ταῖς Πράξεσιν εἴρηται τῶν Ἀποστόλων. Καὶ Παῦλος δὲ πρὸς Κολοσσαεῖς i a Ed. Βίκτωρος Πρεσβυτέρου Ἀντιοχείας εἰς τὴν τοῦ κατὰ Μάρκον Ἑρμήνειαν. b ταύτης Ρ. ταῦτα L. c διὰ σπουδῆς L. d καὶ μετ’ ὀλίγα Ρ. ἰστέον ὅτι Poss. et Ρ. e ἦν Poss. f δεξιουμένης L. g ἀνεψιὸς ὤη Poss. ἀνεψίῳ ὄντι P.L. h συνήπτετο Poss. i Κολασαεῖς P.L. K(??) Poss. μνήμην αὐτοῦ ποιεῖται, φάσκων, “ἀσπάζεται ὑμᾶς Μάρκος ὁ “ἀνεψιὸς Βαρνάβα.” Καὶ ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ, “ἀναλαβὼν ἄγαγε j μετὰ σεαυτοῦ, k ἔστι γάρ μοι εὔχρηστος εἰς “διακονίαν.” ἐπὶ τῆς Ρώμης δὲ μετὰ ταῦτα συνῆν l τῷ Πέτρῳ, καθὼς m ἐν τῇ πρώτῃ αὐτοῦ n Ἐπιστολῇ γράφων τοῖς ἐν τῇ διασπορᾷ φησὶν, “ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι Ἐκκλησία “συνεκλεκτὴ, καὶ Μάρκος ὁ υἱός μου.” Τὴν ἱερὰν τοίνυν τοῦ θείου ο κηρύγματος διδασκαλίαν παρὰ τῶν μαθητῶν τοῦ Σωτῆρος p δεδιδαγμένος ἦν, καὶ σὺν αὐτοῖς ἐποιεῖτο ταύτην καὶ ἐπὶ τῆς Ρώμης ἐπλήρου. Παρακλήσεσι δὲ παντοίαις ᾔτουν αὐτὸν αὐτόθι, φασιν r, ἔγγραφον αὐτοῖς ἐκθέσθαι τὴν διήγησιν τοῦ σωτηρίου s κηρύγματος, καὶ ταύτην αἰτίαν γενέσθαι τῆς τοῦ λεγομένου κατὰ Μάρκον ὐαγγελίου t γραφῆς. γνόντα δὲ τὸ πραχθὲν τὸν Ἀπόστολον, ἀποκαλύψαντος αὐτῷ τοῦ Πνεύματος, ἡσθῆναι μὲν τῇ τῶν ἀνδρῶν προθυμίᾳ, κυρῶσαι τὲ τὴν γραφὴν εἰς ἔντευξιν ταῖς Εκκλησίαις. Εἰρηναίου. Μετὰ τὴν τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου ἔκδοσιν, Μάρκος ὁ μαθητὴς καὶ Ἑρμηνευτὴς Πέτρου, καὶ αὐτὸς τὰ ὑπὸ Πέτρου κηρυττόμενα ἐγγράφως ἡμῖν παραδέδωκε. Τὸ κατὰ Μάρκον Εὐαγγέλιον συνεγράφη ἀπὸ Μάρκου μετὰ δέκα χρόνους τῆς Χριστοῦ ἀναλήψεως· οὗτος ὑπὸ Πέτρου Ἀποστόλου ἤκουσε τὸ Εὐαγγέλιον καὶ συνεγράψατο αὐτὸ, μαθητὴς ὣν Πέτρου. Sch. Cod. L. Ἰουστίνου. Ἐπειδὴ τοίνυν ἐχρῆν τοὺς ὑπὸ τῶν Ἀποστόλων ἀγρευομένους ἀποθανεῖν ἀπὸ τῆς προτέρας αὐτῶν ἐν ἁμαρτίᾳ ζωῆς, ἐλθόντας πρὸς τὸ φῶς τῆς θεογνωσίας καὶ τὴν πνοὴν τοῦ παντοκράτορος, τὸ ζωοποιὸν καὶ πανάγιον Πνεῦμα, διὰ τοῦτο ἡ ἄγρα τῶν ἰχθύων παρείκασεν ὁ Κύριος τὴν ἄγραν τῶν ἀνθρώπων, καὶ τοὺς Ἀποστόλους ἐξ ἁλιέων ἐξελέξατο, καὶ ἁλιέας ποιεῖν ἀνθρώπων ἐπηγγείλατο. προσέθηκε δὲ καὶ τὸ ζωγρῶν κατὰ τὸν Λουκᾶν, τὸ ἐλλεῖπον τοῦ ὑποδείγματος τῷ ἐπιδεικνυμένῳ προσθέμενος. ταῦτα θεικῇ δυνάμει προηγόρευσεν ὁ Σωτῆρ’· ταῦτα τοῖς ἔργοις πιστὰ j ἄγε L. k σεαυτοῦ Ρ. ἑαυτοῦ Poss. l σὺν Poss. m ὅς φησιν Poss. n Ρ. ο Κυρίου Poss. P παρ’ αὐτῶν Poss. q ταύτης Ρ. r φησιν P.L. s Κυρίου Poss. t εὐαγγέλιον L. καὶ ἀληθῆ ἀπέδειξεν ὁ αὐτός. ὁ γοῦν ἀμφιβολεὺς ἐκεῖνος, ὁ ἁλιευτὴς, ὁ Σύρος, ἀντὶ τῆς τῶν ἰχθύων θήρας ὅσας ἀνθρώπων ἐσαγήνευσε μυριάδας, λόγων ἀπορρήτων δικτύοις θεικῇ δυνάμει συμπλακεῖσιν, οὐκ ἔστιν ἀριθμῷ περιλαβεῖν δυνατόν· ὄψις δ᾿ ἀδήλων τὰ φαινόμενα. ἃ γὰρ ὁ μακρὸς αἰὼν τοῦ βίου πρὸ τῆς τοῦ Σωτῆρος ἐπιφανείας οὐκ ἤνεγκεν· ἃ μήτε Μώσης ὁ τῶν Ἑβραίων νομοθέτης, μήτε οἱ μετὰ Μωσέα τοῦ Θεοῦ προφῆται, πολλὰ καμόντες διὰ πάσης νυκτὸς τῇ πρὸ τῆς ἐπιφανείας αὐτοῦ καταπράξασθαι μὴ δεδύνηνται, ταῦτα ὁ Γαλιλαῖος, ὁ πένης, ὁ βάρβαρος φωνὴν, αὐτὸς ἐκεῖνος ὁ Πέτρος κατεπράξατο. δεῖγμα δὲ τῶν τότε ἐπιτελεσθέντων πρὸς Πέτρου, αἱ εἰς δεῦρο διαλάμπουσαι ἐκκλησίαι, πολὺ μᾶλλον τῶν τότε σκαφῶν λογικῶν ἰχθύων πληθύουσαι· οἷα κατὰ Καισάρειαν τῆς Παλαιστίνης τυγχάνει· οἵα ἡ ἐπὶ Ἀντιόχειαν τὴν κατὰ Συρίαν· οἵα ἡ ἐπ’ αὐτῆς τῆς Ῥωμαίων πόλεως. τάσδε γὰρ αὐτὸς ὁ Πέτρος τὰς ἐκκλησίας, καὶ τὰς ἀμφ’ αὐτὰς ἁπάσας συστησάμενος μνημονεύεται· καὶ τὰς ἐπ’ Αἰγύπτου κατ’ αὐτὴν τὴν Ἀλεξάνδρειαν αὐτὸς πάλιν· οὐ μὴν δι’ ἑαυτοῦ, διὰ δὲ Μάρκου τοῦ μαθητευθέντος αὐτῷ κατεστήσατο. αὐτὸς μὲν γὰρ ἀμφὶ τὴν Ἰταλίαν καὶ πάντα τὰ ἀμφὶ ταύτην ἔθνη ἐσχόλαζε. τὸν δ’ αὐτοῦ φοιτητὴν Μάρκον τῶν κατ’ Αἴγυπτον διδάσκαλον καὶ σαγηνευτὴν ἀποδέδειχεν. Ap. Macar. Chrysoceph. Cod. Barocc. 156. f. 131. vers. ΕΥΑΓΓΕΛΙΟΝ TO ΚΑTΑ ΜΑΡΚΟΝ. Ἀρχὴ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ Υἱοῦ Θεοῦ. ὡς γέγραπται ἐν τοῖς προφήταις, Ἴδου ἐγὼ ἀποστέλλω τὸν Ἄγγελον μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθεν σου. Ἰωάννην οὖν τελευταῖον τῶν προφητῶν ἀρχὴν εἶναι τοῦ Εὐαγγε. λιου φησὶν ὁ Μάρκος, ἐπιφέρων “ ὡς γέγραπται ἐν τοῖς προφήταις· “ Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν Ἄγγελόν μου πρὸ προσώπου σου, ὃς “ κατασκευάσει τὴν ὁδόν σου.” τοῦτο προφητικὸν Μαλαχίου ἐστὶν, οὐχ Hσαίου. γραφέως τοίνυν ἐστι σφάλμα, ὥς φησιν Εὐσεβίος ὁ Καισαρείας ἐν τῷ πρὸς Μαρῖνον περὶ τῆς δοκούσης ἐν τοῖς Εὐαγγελίοις περὶ τῆς ἀναστάσεως διαφωνίας. Ὠριγένης δὲ ἐν ἑκτῷ τόμῳ τῶν εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον ἐξηγητικῶν φησι, δύο προφητείας ἐν διαφόροις εἰρημένας τόποις ὑπὸ δύο προφητῶν εἰς ἓν συναγαγὼν πεποίηκεν, καθὼς γέγραπται ἐν Ἡσαΐᾳ τῷ προφήτῃ “ἰδοὺ ἀποστέλλω τὸν Ἄγγελόν μου πρὸ προσώπου σου, ὃς “ κατασκευάσει τὴν ὁδόν σου· φωνὴ βοῶντος ἐν τῇ ἑ ρημῷ, Ἑτοι- “ μάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.” τὸ μὲν γὰρ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ μετὰ τὴν περὶ τοῦ Ἐζεκίου ἱστορίαν ἀναγέγραπται. τὸ δὲ “ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν Ἄγγελόν “ μου πρὸ προσώπου σου” ὑπὸ Μαλαχίου. ἐπιτεμόμενος οὖν ὁ Εὐαγγελιστὴς, ὡς ὑπὸ ‘Hσαΐου εἰρημένας τὰς δύο χρήσεις παρἔθηκεν. τὴν δὲ ὁμοίαν ἐπιτομὴν πεποίηται, καὶ ἔπι τοῦ “ ἴδου ἐγὼ “ ἀποστέλλω τὸν Ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευ- “ άσει τὴν ὁδόν σου,” παρασιωπήσας τὸ προκείμενον “ἔμπροσθέν “ σου.” καὶ ἐν ἄλλοις δὲ οὐ μόνος αὐτὸς ἀλλὰ καὶ οἱ λοιποὶ Εὐαγγελισταὶ τοῦτο ποιοῦσιν, ἐπιτεμόμενοι τὰς προφητικὰς ῥήσεις. ταύτην δὲ τὴν χρῆσιν παρήγαγεν καὶ ὁ Ματθαῖος ὡς ἐπ’ αὐτοῦ εἰρημένην τοῦ Σωτῆρος περὶ τοῦ βαπτιστοῦ πρὸς τοὺς ὄχλους, ἡνίκα μετὰ τὴν ἐρώτησιν οἱ τοῦ Ἰωάννου μαθηταὶ ἐπορεύθησαν. εἰπὼν γὰρ “τί ἐξήλθετε προφήτην ἰδεῖν; ναὶ λέγω ὑμῖν καὶ περισ- “σότερον προφήτου” φησίν· “οὗτος γάρ ἐστιν περὶ οὗ γέγραπται “ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν Ἄγγελον μου πρὸ προσώπου σου” καὶ τὰ ἑξῆς. πρότερον γὰρ τῶν Ἰουδαίων μαρτυρίαν θεὶς, τότε τὴν τῷ προφήτῃ ἐφαρμόζει. Τὸ δὲ “πρὸ προσώπου σου,” καθάπερ γὰρ ἐπὶ τῶν βασιλέων οἱ ἐγγὺς τοῦ ὀχήματος ἐλαύνοντες οὗτοι τῶν ἄλλων εἰσὶ λαμπρότεροι, οὕτω δὴ καὶ Ἰωάννης ἐγγὺς αὐτῆς φαίνεται τῆς παρουσίας ἐλαύνων. Καὶ ταύτην ἐπιτεμόμενος οὕτω παρέθηκεν, μὴ ἔχουσαν οὕτως ἐν τῷ προφήτῃ, ἀλλὰ “τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν.” τίς δὲ ἦν ὁ ταῦτα βοῶν τοῖς ἀποσταλεῖσιν πρὸς Ἰωάννην ὑπὸ τῶν ἀρχιερέων καὶ διδασκάλων τοῦ λαοῦ πυνθανόμενοι τὲ ὅστις εἴη καὶ διερωτῶσι, μὴ ἆρα αὐτὸς εἴη ὁ Χριστὸς, Ἠλίας, ἣ ὁ προφήτης; τούτων μὲν οὐδεὶς εἶναι ἔλεγεν· διερωτῶσι δὲ ἑξῆς καὶ λέγουσιν, εἶπον οὖν ἡμῖν ὅστις εἴη, ἵνα ἀπόκρισιν [ὑμῖν] δῶμεν τοῖς πέμψασιν ἡμᾶς, τί λέγεις περὶ σεαυτοῦ; ταύτην τὴν ἀπόκρισιν ἐδίδου λέγων, “ἐγὼ “φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ” καὶ τὰ ἑξῆς. ὅπερ εἰς ἑαυτὸν πληροῦσθαι ἐδίδασκεν, ἑαυτὸν μὲν εἶναι τὸν βοῶντα ἐπὶ τῆς ἐρήμου παριστὰς, καὶ τὴν ἔρημον ἑτέραν οὖσαν παρὰ τὴν Μώσεως δεικνὺς, ἐν ἧ τὰς διατριβὰς ἐποιεῖτο. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Ἤδη δ᾿ ἐπὶ θύραις παρεῖναι ἐσήμαινε τὸ σωτήριον τοῦ Θεοῦ. σαφῶς δὲ παρίστησιν ἡ προφητεία μὴ ἐν τῇ Ἱερουσαλὴμ γενήσεσθαι τὰ τεθεσπισμένα, ἀλλ’ ἐπὶ τῆς ἐρήμου, ἅτινα ἐπληροῦτο πρὸς ἱστορίαν καὶ λέξιν ἐπὶ τοῦ βαπτιστοῦ Ἰωάννου κηρύσσοντος τὴν σωτήριον ἐπιφάνειαν ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου, ἐν ᾗ καὶ ἡ δόξα τοῦ Χριστοῦ πᾶσιν ἐγνώσθη· ὅτε βαπτισθέντος αὐτοῦ ἠνοίχθησαν οἱ οὐρανοὶ, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐν εἴδει περιστερᾶς καταβὰν ἔμεινεν ἐπ’ αὐτόν. φωνή τε ἐνέχθη πατρικὴ τῷ Υἱῷ μαρτυροῦσα, “οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, αὐτοῦ “ἀκούετε.” τοῦτό τοι προεγνωκὼς ἐν πνεύματι ὁ μακάριος Ζαχαρίας ὁ τούτου πατὴρ, προεφήτευσε λέγων, “καί σὺ παιδίον προφήτης “Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοι- “μάσαι ὁδοὺς αὐτοῦ.” ἅπερ οὖν πλατύτερον ἐξέθετο ὁ Ματθαῖος, συντεμὼν ὁ παρὼν Εὐαγγελίστης ἐπιφέρει “ἐγένετο Ἰωάννης “βαπτίζων ἐν ἐρήμῳ καὶ τὰ ἑξῆς. Ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῆ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Τὸ δὲ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εἰρήκει ὁ μακάριος βαπτιστὴς πρὸς τοὺς σταλέντας ὑπὸ f τῶν ἀρχιερέων καὶ διδασκάλων τοῦ λαοῦ. πυνθανομένων γὰρ αὐτῶν καὶ διερωτώντων “τίς εἶ; ἵν “ἀπόκρισιν δῶμεν,” καὶ τὰ ἑξῆς. αὐτὸς ἀνταπεκρίθη τὸ, “φωνὴ “βοῶντος ἐν τῇ ἐρήμῳ,” ὡς καὶ τὸ ἐπαγόμενον δηλοῖ κηρύττων g βάπτισμα μετανοίας, καὶ τὰ ἑξῆς. h ὁρᾷς καὶ διὰ τί i ἐκήρυττεν, εἰς τοῦτο δηλονότι k μόνον ἔτι προοδοποιῶν παραγεγόνει, καὶ προετοιμάζων, οὐ τὴν δωρεὰν χαριζόμενος, ὅπερ ἦν ἄφεσις, ἀλλὰ προπαρασκευάζων τὰς ψυχὰς τῶν μελλόντων δέχεσθαι τὸν τῶν ὅλων Θεόν. Τὸ μὲν γὰρ Ἰωάννου βάπτισμα διὰ μετανοίας ἐκάθηρεν εἰς εὐτρεπισμὸν ἁγιασμοῦ· τὸ δὲ τοῦ Χριστοῦ, διὰ χάριτος ἡγίαζεν εἰς τελείωσιν. Ἦν δὲ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου. Ὥπερ σαφέστερον ὁ Ματθαῖός φησιν, ὡς τὸ ἔνδυμα αὐτοῦ ἦν ἀπὸ τριχῶν καμήλου. f παρὰ Ρ. g κηρύσσων P. h ὁρᾶς ὅτι καὶ δι’ ὧν ἐκήρυττεν, ἐν τούτῳ δηλοῦται ὅτι προοδοποιῶν μόνον παρεγένετο L. i καὶ δι’ αὐτὸ Ρ. k ἐν τούτω, δηλοῦντι Ρ. l παρεγένετο Ρ. Οὕτω μετανοίας καὶ βασιλείας εἶχε σύμβολα τὸ σχῆμα ἐκεῖνο· ἣ ὡς ὁ ἄλλος m φησὶ, πένθους ἦν σύμβολον τὸ ἔνδυμα Ἰωάννου, καὶ n νεκρώσεως τοῦ λαοῦ ἡ δερματίνη ζώνη· τοῦτο γὰρ ὁ Σωτῆρ’ ἐσήμανε ο λέγων, “ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε Ρ, ἐθρη- “νήσαμεν, καὶ οὐκ ἐκόψασθε, ἦλθε γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε “πίνων καὶ εἴπατε, δαιμόνιον ἔχει. πρὸς τὸ ἐθρηνήσαμεν ἀποδοὺς, πρὸς δὲ τὸ “ηὐλήσαμεν” περὶ ἑαυτοῦ, “ἦλθεν ὁ υἱὸς τοῦ “ἀνθρώπου ἐσθίων,” καὶ τὰ ἑξῆς. Ἡ δὲ τροφὴ q αὐτοῦ, r ὡς ἡγοῦμαι, σύμβολον ἦν τῆς λογικῆς τοῦ λαοῦ τότε s τροφῆς, οὐκ ἐσθίοντός τι τῶν καθαρῶν πετεινῶν τοῦ οὐρανοῦ, τρεφομένου δὲ τῷ μὲν δοκοῦντι t λόγῳ μετεωροπόρῳ, ἀλλ’ οὐ βεβηκότι u ὑπὲρ τῶν πτερύγων, οὐδὲ δυναμένῳ x ὑπεραναβῆναι τῆς γῆς, καὶ ἐπὶ τὰ ὑψηλὰ φθάναι αὐτῆς y. Ὠσπερ ἦν z καὶ μέλι ἄγριον γενόμενον μὲν ὑπὸ τῶν νοητῶν μελισσῶν τῶν προφητῶν, μὴ γεωργούμενον δὲ καὶ ἡμερούμενον διὰ τῆς ἐμμελοῦς νοήσεως καὶ ζητήσεως. Καὶ ἐκήρυσσε λέγων· Ἔρχεται ὁ ἰσχυρότερος μου, ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. Ετερόν ἐστιν ὁ φησιν ὁ Ματθαῖος, βαστάζειν τὰ ὑποδήματα. ἕτερον δὲ τὸ κύψαντα λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων. καὶ ἀκόλουθόν γε, μηδενὸς σφαλλομένου τῶν Εὐαγγελιστῶν, ἀμφότερα κατὰ διαφόρους καιροὺς εἰρηκέναι τὸν a βαπτιστὴν, καθ’ ἕτερον νοῦν b. κειμένου γὰρ περὶ τῶν αὐτῶν, ὡς οἴονται τινες οἱ ὑπομνημονεύσαντες c, διαφόρως ἠνέχθησαν, μὴ ἀκριβοῦντες τῇ μνήμῃ ἕκαστον τῶν εἰρημένων ἣ γεγενημένων. Ἱμάντά φησι τὸν σφαιρωτῆρα d τοῦ ὑποδήματος· πρὸς δὲ τὸ μέγεθος τοῦ ἀξιώματος, καὶ τῆς θεότητος τὴν ὑπεροχὴν ἀφορῶν, οὐδ’ ἐν ὑπηρέτου, φησὶ, τάξει καταλογισθῆναι ἱκανός εἰμι· πᾶσα γὰρ ἡ e ἀνθρώπου φύσις “ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς σίελος f m ἢ ἄλλως φ. L. n Ρ. o ἐσήμαινε Ρ. Ρ ὀρχήσασθε Poss. q καὶ ἡ τρ. Ρ. r δέ φησιν Ρ. s τούτου Poss. t δὲ εἰ καὶ δοκ. P.L. u P.L. x L. δυναμένου Ρ. y φθάνειν αὐτὴν Ρ. αὐτῆς L. z οὖν Ρ. a P.L. b καθ’ ἕτερον καὶ ἕτερον νοῦν Ρ. καὶ ὧρον om. L. c ἀπομν. L. d σφαιροτ. Ρ. e P.L. f ὡς σίελος L. καὶ σίαλον Ρ. et Poss. “ λογισθήσεται, καὶ ἡ ταὐτῆς δικαιοσύνη ὡς ῥάκος g ἀποκαθη- “ μένης.” Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. Ὡς μηδέπω Πνεύματος Ἁγίου δοθέντος, ἐν ὕδατι βαπτίζειν φησὶν, αὐτὸν δὲ, τουτέστι τὸν Χριστὸν, βαπτίσειν ἐν Πνεύματι Ἁγίῳ προλέγει· οὖπερ καὶ ἔτυχον, μετὰ τὴν εἰς τοὺς οὐρανοὺς ἄνοδον, τοῦ χαρίσματος h πρῶτοι οἱ θεσπέσιοι μαθηταὶ, κατὰ τὴν τοῦ Σωτῆρος i ἐπαγγελίαν, εἰπόντος τοῖς μαθηταῖς, “ὑμεῖς δὲ “βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ κατὰ πολλάς.” Διὰ τοῦτο προλαβὼν ὁ Ἰωάννης φησιν, “ἔρχεται ὁ k ἰχυρότε- “ρός μου, ὀπίσω μου, οὗ οὐκ εἶμι ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα “τῶν ὑποδημάτων αὐτοῦ. καὶ αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι “Ἁγίῳ·” καὶ τὰ ἑξῆς. ἵν ὅταν l αὐτὸν θεάσῃ m μετὰ τῶν δούλων ἐρχόμενον βαπτισθῆναι, μὴ θορυβηθῇς· ἐν γὰρ τοῖς ταπεινοῖς τούτοις μάλιστα αὐτοῦ διαλάμπει τὸ ὑψηλόν· ἕτερα γάρ τινα οἰκονομῶν ἐπὶ τὸ βάπτισμα ἔρχεται τοῦ n Ἰωάννου. ὃ τοῦ μὲν ἡμετέρου ἀτελέστερον ἦν, τοῦ δὲ Ἰουδαϊκοῦ ὑψηλότερον· μέσον πῶς ἀμφοτέρων ὑπάρχον, ἵνα δι’ αὐτῆς τῆς τοῦ βαπτίσματος φύσεως μάθῃς, ὅτι οὐ δι’ ἁμαρτίας ἐβαπτίσθη· αὐτὸς γὰρ ἦν ὁ αἴρων τὴν ο ἁμαρτίαν τοῦ κόσμου, “ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, “οὐδ᾿ εὑρέθη δόλος,” καὶ τὰ ἑξῆς Ρ. οὐδὲ ὡς τῆς τοῦ πνεύματος δεόμενον χορηγίας, ἑκάτερον γὰρ τούτων ἔρημον ἦν ἐκεῖνο τὸ βάπτισμα· ἀλλ’ οὐδὲ πολλῷ πλέον εἰς μετάνοιαν καθάπερ οἱ λοιποὶ παραγίνονται q. Καὶ αὐτοῦ γὰρ τοῦ βαπτιστοῦ πολὺ μείζων r ἦν, καὶ ἀσυγκρίτως ἐστὶ καθαρώτερος. τίνος οὖν ἕνεκεν ἐβαπτίσατο; ἵνα γνωρισθῇ τοῖς πολλοῖς, καὶ πιστεύσωσιν, ὡς ὁ Παῦλός φησι. Διὰ τοῦτο δὲ s καὶ ἡ τοῦ Πνεύματος τηνικαῦτα γίνεται κάθοδος, οὐχ ὡς τότε πρῶτον ἐπιφοιτήσαντος (οὐδὲ γὰρ ἦν g ῥάκκος Ρ. h τοῦ Χριστοῦ L. i πνεύματος Ρ. k Ρ. l ἵνα ὅτ᾿ ἂν Ρ. m θεωρήσῃ Ρ. n τὸ P.L. o P.L. p Ρ. q παραγίνεται L. τ μεῖζον Ρ. s τούτου δὲ Ρ. ἔρημος) ἀλλ’ ἵνα δείξῃ τὸν κηρυττόμενον, ὥσπερ δακτύλῳ τινι τῇ πτήσει πᾶσι t γνώριμον ποιοῦν u. καὶ διὰ τὸ πληρῶσαι πᾶσαν δικαιοσύνην, βαπτίζεται v, ἥτις ἐστιν τῶν ἐντολῶν ἡ πλήρωσις. ἐντολὴ δὲ καὶ τὸ πεισθῆναι x προφήτῃ βαπτίζοντι· ὅτι γὰρ βούλημα ἦν τοῦ Θεοῦ τὸ βάπτ’ ἵζεσθαι πάντας τότε, ἄκουσον τί φησιν· “ὁ πέμψας με βαπτίζειν ὕδατι.” καὶ πάλιν ὁ Χριστός· “οἱ τελῶναι καὶ αἱ y πόρναι ἐδικαίωσαν τὸν Θεὸν “βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου, οἱ δὲ Φαρισαῖοι καὶ οἱ z “Γραμματεῖς ἠθέτησαν τὴν βουλὴν τοῦ Θεοῦ, μὴ βαπτισθέντες “ὑπ’ αὐτοῦ.” Εἰ τοίνυν πείθεσθαι a τῶ Θεῶ δικαιοσύνη, ὁ δὲ Θεὸς ἔπεμψε τὸν Ἰωάννην, ὥστε βαπτίσαι τὸν λαὸν, μετὰ τῶν ἄλλων ἁπάντων τῶν νομικῶν, καὶ τοῦτο ἐπλήρωσεν ὁ b Χριστός. εἰ δὲ καὶ διὰ τὸ c ἁγιάσαι τὰ ὕδατα ἡμῖν ἐβαπτίσθη· καὶ τοῦτο λέγων οὐκ ἃν ἁμάρτοις. διὸ καὶ τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς κατήει d. ὅπου γὰρ καταλλαγὴ Θεοῦ, περιστερὰ, ὡς ἐπὶ τῆς κιβωτοῦ τοῦ Νῶε· καὶ νῦν ἐν εἴδει περιστερᾶς, οὐκ ἐν σώματι, τὸ Πνεῦμα ἔρχεται, τὸν ἔλεον τοῦ Θεοῦ καταγγέλλον e τῇ οἰκουμένῃ, ἅμα καὶ δηλοῦν, ὅτι τὸν πνευματικὸν, ἀπόνηρον εἶναι χρὴ καὶ πρᾶον, ἁπλοῦν τε καὶ ἄδολον. Καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανοὺς, καὶ τὸ Πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ’ αὐτόν. Σχίζονται δὲ οἱ οὐρανοὶ, ἢ f κατὰ ατθαῖον ἀνοίγονται, ἵνα τοῖς ἀνθρώποις ἀποδοθῇ ἐξ οὐρανοῦ ὁ ἁγιασμὸς, καὶ συναφθῇ τοῖς ἐπίγείοις g τὰ οὐράνια. ἡ δὲ φωνὴ ἡ ἐνεχθεῖσα, ἣ ἀγγελική τις ἦν, ἣ καὶ ἑτέρα ἐκ h προσώπου τοῦ Πατρός. Ἐνταῦθα ἕτερά τινα οἰκονομεῖ ὁ Σωτῆρ’ ἐρχόμενος ἐπὶ τὸ βάπτισμα Ἰωάννου· τοῦτο γὰρ τοῦ μὲν ἡμετέρου πολὺ ἦν ἀτελέστερον, τοῦ δὲ Ἰουδαικοῦ ὑψηλότερον. ἐλήλυθε γὰρ ἐπὶ τοῦτο, ἵνα δείξῃ διὰ τῆς τοῦ βαπτίσματος φύσεως, ὅτι οὐ δι’ ἁμαρτίας ἐβαπτίσθη, οὐδὲ ὡς τῆς τοῦ Πνεύματος δεόμενος χορηγίας. καὶ t κτίσει πάση Poss. u P.L. v P.L. x πεισθῆναι P.L. πλυθῆναι Poss. y Ρ. z Ρ. a τῷ θεῷ πείθεσθαι Ρ. b P.L. c P.L. d κατιεῖ Ρ. κάτεισιν L. e καταγγέλον L. f οἳ L. g ἐπὶ γῆς L. h ὡς ἐκ L. γὰρ καὶ ἀναμάρτητος ἦν, καὶ τὸ Πνεῦμα ἐν ἑαυτῷ οὐσιωδῶς εἶχεν ἀεὶ. Εἰ ἄλλος ἐν ἄλλῳ ἐστὶ κατὰ τοὺς λόγους τοῦ Νεστορίου, ἔδει εἰπεῖν, ἔν σοί ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. Καὶ εὐθὺς τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον. καὶ ἦν ἐκεῖ ἐν τῆ ἐρήμῳ ἡμέρας τεσσαράκοντα, πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ. Ἐπειδὴ i πάντα πρὸς διδασκαλίαν ἡμῶν ἔπραττέ τε καὶ ὑπέμενεν, ἀνέχεται καὶ τῆς ἐκεῖσε ἀναγωγῆς k, καὶ τῆς πρὸς τὸν διάβολον πάλης, ἵνα ἕκαστος τῶν βαπτιζομένων, εἰ κατὰ τὸ βάπτισμα μείζονας ὑπομείνειε πειρασμοὺς, μὴ ταράττηται ὡς παρὰ προσδοκίαν τοῦ πράγματος γενομένου, ἀλλὰ μένῃ m γενναίως πάνθ’ n ὑποφέρων. Διὰ τοῦτο γὰρ o οὐδ’ Ρ ἐπιόντας κωλύει τοὺς πειρασμοὺς ὁ Θεός· πρῶτον μὲν ἵνα μάθῃς ὅτι πολλῷ γέγονας ἰχυρότερος· ἔπειτα ἵνα μένῃς μετριάζων, μηδὲ q τῷ μεγέθει τῶν δωρεῶν ἐπαρθῇς r, τῶν πειρασμῶν συστέλλειν σε δυναμένων s. καὶ ἵνα ὁ πονηρὸς ἀπὸ τῆς βασάνου τῶν πειρασμῶν πληροφορηθῇ ὅτι τέλεον αὐτὸν ἐγκαταλιπὼν ἀπέστης t. τέταρτον, ἵνα ταύτῃ ὥσπερ σίδηρος στομωθῇς, καὶ ἰσχυρότερος γένῃ. πέμπτον, ἵνα σαφῆ λαβῆς ἀπόδειξιν τῶν πιστωθέντων υ σοι θησαυρῶν. οὐδὲ γὰρ ἂν x ἐπῆλθεν ὁ διάβολος, εἰ μή σε σε y ἐν μείζονι γενόμενον z εἶδεν τιμῇ. Διὰ τοῦτο δὲ οὐκ ἀνιόντα ἁπλῶς δείκνυσί σοι τὸν Ἰησοῦν, ἀλλ’ ἀναγόμενον κατὰ τὸν τῆς οἰκονομίας λόγον· αἰνιττόμενος διὰ τούτων, ὅτι οὐκ αὐτοὺς ἐπιπηδᾷν χρὴ, ἀλλ’ ἑλκομένους a ἑστάναι γενναίως· Ἕλκει δὲ αὐτὸν εἰς τὴν ἔρημον, ἐπειδὴ τὸν διάβολον ἐβούλετο μετασπάσασθαι b, οὐ διὰ τῆς πείνης μόνον, ἀλλὰ καὶ διὰ τοῦ c τόπου δίδωσιν αὐτῷ λαβήν· τότε γὰρ μάλιστα ἐπιτίθεται, ὅταν i καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει, καὶ τὰ ἑξῆς. Ἐπειδὴ πρὸς διδασκαλίαν ἣν ἔπραττέν τε Ρ. k ἀγωγῆς Ρ. l ὑπομείνοιεν P.L. m μένει P. n πάντα Ρ. πάντα φέρων L. o γὰρ om. L. P οὐδὲ P.L. q καὶ μηδὲ L. r ἐπαρθεὶς P. s P.L. t ἀπέπτης L. u πιστευθ. P.L. x P.L. y P.L. z ἐν μειζ. εἶδε γεν. L. a P.L. b ἐπισπάσ. P.L. c P.L. ἴδῃ μεμονωμένους καὶ καθ’ ἑαυτοὺς ὄντας. ταύτῃ τοι καὶ ἄβατος ἢν ἡ ἔρημος, ὡς καὶ θηρίων πλήρης ὑπάρχειν. Καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. Διηκόνουν δὲ αὐτῷ οἱ Ἄγγελοι κατὰ τὴν πείραν, καὶ τὴν κατὰ τοῦ διαβόλου νίκην, τὴν τῶν ἀνθρώπων κατεργαζόμενοι σωτηρίαν, κατὰ τὸ εἰρημένον· “οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς “διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σω- “τηρίαν;” νόει δέ μοι καὶ καθ’ ἕκαστον, ὅτι συντελεσθέντος παντὸς πειρασμοῦ, Ἄγγελοι προσέρχονται διακονοῦντες τῷ νενι- κηκοτι. Ἀκολούθως ἐκτίθεται d τῷ Ματθαίῳ καὶ ὁ παρὼν Εὐαγγελιστής. κἀκεῖνος γὰρ κατὰ τὸ εἰπεῖν, ὡς Ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ, ἐπιφέρει· “ἀκούσας δὲ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, “ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.” καὶ μετ’ ὀλίγα· “ἀπὸ τότε “ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν e καὶ λέγειν, μετανοεῖτε· ἤγγικε “γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.” Προσέχειν δὲ χρὴ ὅτι ὁ μὲν Ἰωάννης ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας f κηρύσσει, λέγων πρὸ τοῦ, “ἤγγικεν ἡ βασιλεία τῶν ὐρα- “νῶν,” τὸ “μετανοεῖτε.” ὁ δὲ Σωτῆρ’ ἡμῶν ἀναχωρήσας εἰς τὴν Γαλιλαίαν καὶ καταλιπὼν τὴν Ναζαρὲθ, ὡς ὁ Ματθαῖός φησιν, “ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ g τὴν παραθαλασσίαν·” καὶ “ἀπὸ τότε ἤρξατο κηρύσσειν, καὶ λέγειν,” οὐχὶ, τὸ μετανοεῖτε, καὶ τὰ ἑξῆς, ἄλλα μόνον τὸ, “ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.” ἔδει γὰρ τὸ μετανοεῖτε προτασσόμενον τούτου λεχθῆναι ὑπὸ Ἰωάννου ἑτοιμάζοντος h τὴν ὁδὸν τοῦ Κυρίου. Κατὰ οὖν τὸν Μάρκον ὁ Κύριος ἡμῶν ἔλεγεν τὸ, πεπλήρωται ὁ καιρὸς, καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ. ἔδει i δὲ πληρωθέντος τοῦ καιροῦ k. κατὰ τὸ “ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν “αὐτοῦ.” τὴν l διὰ τῶν προφητῶν πέρας εἰληφέναι οἰκονομίαν m. διὸ κατὰ τὸν πειρασμὸν καὶ τοὺς προσελθόντας Ἀγγέλους διακονεῖν τῷ Ἰησοῦ, ἀκούει Ἰησοῦς n ὅτι Ἰωάννης παρεδόθη. Τὸ δὲ “μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ Εὐαγγελίῳ,” ὅρα εἰ d ἐκτίθεται P.L. e κηρύσσειν κ. τ. ἑξῆς L f P.L. g Καφαρναοὺμ Ρ. h P.L. i L. εἰ Ρ. k P.L. 1 P.L. m P.L. n P.L. δύναται λέγειν, ὅτι τὸ μὲν Ἰωάννου “ μετανοεῖτε” προσεκαλεῖτο τοὺς ἀκούοντας ἀποθέσθαι τὰ ἐν τῷ βίῳ ο ἁμαρτήματα· τὸ δὲ Ἰησοῦ, προέτρεπεν P εἰς τὸ μετανοεῖν ἀπὸ τοῦ νομικοῦ γράμματος ἐπὶ τὸ ζωοποιοῦν q πνεῦμα ἀνακαλυπτόμενον ἐν τῷ Εὐαγγελίῳ r. διὸ συνάπτει ὁ Ἰησοῦς τὸ “μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ Εὐ- “ αγγελίῳ s.” Μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἀναχωρεῖ εἰς τὴν Γαλιλαίαν, διδάσκων ἡμᾶς μὴ ὁμόσε χωρεῖν t, μηδὲ διαμάχεσθαι τῇ βίᾳ τῶν μονηρῶν. καὶ ἄλλως διετήρει ἑαυτὸν ταῖς πρὸ τοῦ u παθεῖν διδασκαλίαις καὶ θεραπείαις, ἵνα πληρώσας αὐτὰς, καὶ ἃ προέγνωκεν καὶ προώρισε, μετὰ τοῦτο x ἑαυτὸν ταπεινώσῃ y καὶ ὑπήκοος γένηται μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἀνεχώρησεν αὐτοῦ z μὴ παραμείνας διωχθῆναι, ἀλλ’ ὡς ἐνδεχομένου τοῦ αὐτὸν διωχθήσεσθαι a μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἀνεχώρησεν b. καὶ τοῦτο δὲ εἰδέναι προσήκει, ὡς καταλλήλως τῷ Ματθαίῳ ὁ Μάρκος τὰ πολλὰ c ἐκτίθεται, ἀλλ’ ἐπιτετμημένως. Μετὰ δὲ τὴν τῶν Ἀποστόλων ἐκλογὴν ἐπιφέρει, “καὶ εἰς “πορεύονται εἰς Καπερναούμ d.” ΚΕΦ. Α. Περὶ τοῦ δαιμονιζομένου. Καὶ εἰσπορεύονται εἰς Καπερναούμ. Τούτῳ τὰ ὁμοία παρέθετο καὶ ὁ Λουκᾶς· πόθεν δὲ καὶ εἰσπορεύονται εἰς Καπερναούμ; ἀπὸ τῆς Ναζαρὲτ, ὥς φησιν ὁ Λουκᾶς, “καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασι.” Καὶ εὐθέως τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν, ἐδίδασκε. Τότε γὰρ συνηγάγοντο e μόνον, ὡς διὰ τὴν τῆς ἀργίας f ἀναγκην, οὐ διὰ τὴν τοῦ νόμου φιληκοίαν· ταύτῃ τοι καὶ τοῦ σαββάτου αὐτοῖς ἐπέστησεν τὴν ἀνάγκην ὁ νόμος. ἐδίδασκεν οὖν ἐν ο βιοῦν L. P προετρέπετο L. q L. r P.L. s τοῖς εὐαγγελίοις Poss. t P.L. u πρὸς τὸ Ρ. x PL. y ταπεινώσει P.L. z L. a P.L. b P.L. c L. d post ἐπιτετμ. æc add. P.L. e συνήγοντο P.L. f ἀργίας P.L. σαββάτῳ, τὰς τῶν ἀκουόντων βουλόμενος θηρᾶσθαι ψυχὰς πρὸς εὐσέβειαν. Καὶ ἐξεπλήσσοντο ἐπὶ τῆ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ Γραμ- ματεῖς. “Καὶ g ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ,” ὅτι οὐ πρὸς χάριν τοὺς λόγους προέφερεν h, οὐ κολακεύων καὶ τὸν i τῶν ἀκροωμένων θηρώμενος ἔπαινον· ἀλλ’ ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ, προτρεπτικὸς εἰς σωτηρίαν, καὶ τιμωρίαν τοῖς ἀπειθοῦσιν k ἐπανατεινό- μενος. Καὶ ἦν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ. Διὰ τῆς προσθήκης τοῦ ἀκαθάρτου διαστέλλεται τὴν ὁμωνυμίαν l τοῦ πνεύματος· πνεῦμα γὰρ καὶ ὁ ἀὴρ, καὶ ἡ ψυχὴ, καὶ τὰ λειτουργικὰ πνεύματα προσαγορεύεται, καὶ τὸ Πνεῦμα δὲ τὸ Ἅγιον· ἵνα τοίνυν μὴ τῇ κοινότητι εἰς ἀδηλίαν ἐκπέσωμεν, διὰ τοῦτό φησι “πνεῦμα δαιμονίου ἀκαθάρτου.” ἀκαθάρτου m δὲ διὰ τὴν ἀσέβειαν, καὶ τὴν ἀπὸ θεοῦ ἀναχώρησιν, καὶ διὰ τὸ πάσαις ταῖς αἰσχραῖς καὶ πονηραῖς ἐφήδεσθαι n πρά- ξεσιν. Καὶ ἔκραξε φωνῇ μεγάλῃ λέγων· τί ἡμῖν καί σοι ἦλθες πρὸ καιροῦ, καὶ τὰ ἑξῆς. Στοχάζομαι σοῦ τὴν παρουσίαν, φησὶν, ὑποπτεύω τὴν ἄφιξιν ο. οὐδὲ γὰρ ἀσφαλῆ καὶ βεβαίαν τῆς παρουσίας εἶχεν τὴν γνῶσιν· εἰ καὶ τοῦτο εἰδέναι δοκεῖ, μεθ’ ὑποκρίσεως ἐκφέρων τοὺς λόγους. Διατὶ δέ φησιν, ἦλθες ἡμᾶς ἀπολέσαι; οὐκέτι γὰρ ἡμῖν δίδως χώραν, περιαιρῶν τὴν ἀσέβειαν, ἀπελαύνων τὴν πλάνην, θεογνωσίαν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐνιείς· “οἶδά σε τὶς εἶ, ὁ “ἅγιος τοῦ Θεοῦ.” ἅγιος ἦν καὶ ἕκαστος τῶν προφητῶν· ἀλλ’ οὐχ ἕνα τῶν πάντων σημαίνει, ἀλλὰ τὸν ἐκ τοῦ ἑνὸς ἕνα καταγγέλλει. g P.L. h προσέφερεν L. i τὴν Poss. k ἀπειθουμένοις P.L. 1 L. m ἀκάθαρτον P.L. n ἀναχώρησιν διὰ τὴν προαίρεσιν, διὰ τὸ ἐφείδεσθαι Ρ. ο P.L. διὰ γὰρ τοῦ ἄρθρου, τὸν ἕνα σημαίνει τῶν ἄλλων ἐξαίρετον p. καὶ διὰ τοῦ φόβου ἐπιγνώσκει τὸν q πάντων δεσπότην. ταύτῃ τοι καὶ τοῦ σαββάτου αὐτοῖς ἐπέστησε τὴν ἀνάγκην, καὶ ἐδίδασκεν ἐν σαββάτῳ, τῶν ἀκούοντων βουλόμενος θηράσασθαι ψυχὰς πρὸς εὐσέβειαν. ἀλλ’ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς· οὐδὲ γὰρ ἔχρηζεν ἡ ἀλήθεια τῆς ἀπὸ τῶν πονηρῶν δαιμόνων συστάσεως, οὐδὲ ταῖς τῶν ἀντικειμένων μαρτυρίαις σεμνύνεσθαι· ὅθεν φησίν, Ἐπετίμησεν αὐτῷ λέγων, φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. Ἅμα δὲ καὶ σωτήριον ἡμῖν r παραδίδωσι δόγμα, μὴ παντελῶς δαίμοσι πείθεσθαι, μηδὲ ἂν s τὴν ἀλήθειαν ἐπαγγέλλωνται λέγειν. “καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ, καὶ ῥῖψαν αὐτὸν τὸ δαιμόνιον” καὶ τὰ ἑξῆς· ἐπειδὴ ἐλάλει ὡς νήφων καὶ ὡς καθεστηκὼς ἐφθέγγετο, καὶ ἐνόμιζον οἱ παρόντες οὐκ ἀπὸ τοῦ δαίμονος ἀλλ’ ἐκ καρδίας τοὺς λόγους ἐκφέρεσθαι. Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον, καὶ κράξαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. ἐθάμβησαν δὲ πάντες· ὥστε συζητεῖν πρὸς αὐτοὺς λέγοντας, τί ἐστι τοῦτο; τίς ἡ διδαχὴ ἢ καινὴ αὕτη; ὅτι κατ’ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακουουσιν ἀυτῶ. Διὰ τοῦτο δὲ t συνεχώρησεν αὐτὸν ῥίψαι τὸ δαιμόνιον, ἵνα δῆλον γένηται ὅτι τὸ δαιμόνιον ἦν ὁ λαλήσας υ, καὶ οὐκ ἄνθρωπος ὁ φθεγξάμενος. τὸ γὰρ, “οἶδά σε τὶς εἶ,” σώφρονος ἦν. ἐξῆλθε δὲ ἀπ’ αὐτοῦ μηδὲν βλάψαν αὐτόν. οὐδὲ γὰρ ἐπειδὴ κατέβαλεν, ἤδη τραυματίαν ἀπέφηνεν· ἀλλὰ τὸ μὲν συνεχώρησεν ὁ Κύριος διὰ τοὺς παρόντας, βλάβην δὲ γενέσθαι οὐκ εἴασεν· ἵνα τοῦ ἐπιτάξαντος φανερωθῇ ἡ ἰσχύς. Ρ τ. ἄλλ. ἐξαιρ. om. L. q L. r ἡμῖν om. L. s μηδ’ ἂν L. t διὰ τ. δ. om. L. u ἐστὶ τὸ λαλῆσαι Ρ. λαλῆσαν L. ΚΕΦ. Β. Περὶ τῆς πενθερᾶς Πέτρου. Καὶ εὐθέως ἐκ τῆς συναγωγῆς ἐξελθόντες, ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου. Πίστις γὰρ x ἦν σαφὴς τὰ ὁρώμενα, καὶ μάρτυς ἡ θέα τῶν γενομένων, οὐχ ἁπλῶς ἀκοὴ πρὸς ἀμφιβολίαν καὶ πίστιν μερίζουσα τὴν διάνοιαν. ὅθεν συνεζήτουν πρὸς ἑαυτοὺς, τὶς ὁ λόγος οὗτος; τί δὲ τὸ γενόμενον θαῦμα; νομοθετεῖ μᾶλλον διδάσκων· ἐπιτάσσει καὶ τοῖς πονηροῖς δαίμοσι, καὶ φροῦδοι καθίστανται. παραγεγόνασι προφῆται· ἀλλὰ, “ τάδε λέγει Κύριος,” ἔφασκον. οὕτος δὲ ἐγὼ δὲ λέγω ὑμῖν. καινὴ τίς ἐστι διδαχὴ καὶ νέα, ὡς ἔοικεν, διαθήκη· ἐποίουν θαύματα καὶ προφῆται, ἀλλ’ ἐπικαλούμενοι τὸν Θεὸν, οὗτος δὲ φησὶ κατ’ ἐξουσίαν λέγει, “ Φιμώθητι καὶ ἔξελθε ἀπ’ αὐτοῦ. κύριος ὡς ἔοικε πάντων y ἐστί· καὶ οὕτως ἐξάκουστον ἐγένετο ἐν πάσῃ τῇ περιχώρῳ τὸ θαῦμα. Ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα· καὶ εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς. καὶ προσελθὼν ἤγειρεν αὐτὴν, κρατήσας τῆς χειρὸς αὐτῆς· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς εὐθέως, καὶ διηκόνει αὐτοῖς. Μετὰ δὲ ταῦτα “ ἐκ τῆς συναγωγῆς ἐξελθόντες” καὶ τὰ ἑξῆς· ἀνεχώρουν ὡς ἐν σαββάτῳ ἐπὶ ἑστίασιν εἰς τὸν οἶκον τοῦ μαθητοῦ z, καὶ ἡ διακονήσουσα συνείχετο πυρετῷ· καὶ εὐθέως οἱ μαθηταὶ λέγουσιν αὐτῷ περὶ αὐτῆς, ἤδη τῆς δυνάμεως αὐτοῦ πεῖραν ἔχοντες a. καὶ προσελθὼν, χεῖρα ἐκτείνας ὁ Λόγος σωματικὴν, τὴν πυρέσσουσαν ἤγειρεν, δεικνὺς γὰρ τὴν πρὸς τὸ ἴδιον σῶμα ἕνωσιν ἀδιαίρετον, δι’ αὐτοῦ ὡς ἐπὶ πάντας θεοσημείας εἰργάζετο· ἡ δὲ τοῦ πυρετοῦ ἐλευθερωθεῖσα, καὶ τῇ ἐπαφῇ τοῦ θείου σώματος ῥωσθεῖσα, τὴν διακονίαν αὐτοῖς ἀντεδίδου. διδάσκουσα ἡμᾶς, μὴ μάτην παρὰ Θεοῦ τὰς ἰάσεις ἐπιζητεῖν, ἀλλὰ τυχόντας ἰάσεως, ἐξυπηρετεῖσθαι αὐτοῦ τοῖς προστάγμασιν b, καὶ τοῖς ἁγίοις διακονεῖν. x P.L. y P.L. z τῶν μαθητῶν P.L. a εἰληφότες Poss. b αὐτὸν τοῖς πράγμασι L.