ΚΕΦ. Η. Περὶ τῆς τῶν Ἀποστόλων ἐκλογῆς. ἐκλογῆς. Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός· καὶ ἀπῆλθον πρὸς αὐτόν. καὶ ἐποίησε δώδεκα ἵνα ὦσι μετ’ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύττειν. Ἀναβαίνει εἰς τὸ ὄρος, ὥς φησιν ὁ Λουκᾶς, προσεύξασθαι. πανταχοῦ γὰρ ὡς ἐπίπαν τοῖς θαύμασι τὴν εὐχὴν ἐπιτίθησιν, οὐχ ὡς ἀσκῶν ἀρετὴν, ἀλλ’ ἵνα ἡμεῖς μάθωμεν διανυκτερεύειν ἐν προσευχῇ τοῦ Θεοῦ, καὶ τῶν ὑφ’ ἡμῶν γενομένων c καλῶν αὐτὸν αἴτιον καὶ ποιητὴν καὶ συνεργὸν ὑπολαμβάνειν, καὶ ἀνυμνεῖν τὸν τῶν ἀγαθῶν δοτῆρα· ἴσως δὲ καὶ ἕτερόν τι οἰκονομῶν καὶ τοὺς ἡγουμένους διδάσκων τῆς ἐκκλησίας πρὸ τῶν γινομένων ὑπ’ αὐτῶν χειροτονιῶν διανυκτερεύειν ἐν προσευχῇ, ὅπως μὴ ματαία γένηται αὐτοῖς ἡ προβολή d. αὐτὸς γὰρ ὡς Θεὸς ἐπιστάμενος τὰς ἁπάντων καρδίας καὶ τὰ μέλλοντα εἰδὼς ἀκριβῶς, τῶν ἑαυτοῦ Ἀποστόλων, οὕτω τὴν προβολὴν e ἐποιήσατο· εἰ καὶ τὸν Ἰούδαν ἑκουσίως προἐξάκουστα x Poss. y συνεχομένοις L. z τε Ρ. a ἐκκόψωσι L. b ἀπ’ αὐτ’. Poss. c γινομένων Ρ. d Sic P.L. προσβ. Poss. e προσβ. Poss. εἴλετο, ἵνα δείξη ὡς οὐ φύσει εἰσὶ σωζόμενοι καὶ ἀπολλύμενοι f. ἀλλ’ ἕκαστος ἑαυτὸν σωτηρίας ἣ ἀπωλείας ἀποδείκνυσιν ἄξιον. ὅτι γὰρ ᾔδει ὡς προδότης ἔσεται Ἰούδας, διδάσκει τὰ εὐαγγέλια. γενομένης οὖν, κατὰ τὸν Λουκᾶν, ἡμέρας, προσκαλεῖται οὓς ἠθέλησε, καὶ ἐκλεξάμενος ἐξ αὐτῶν δώδεκα (ἦσαν γὰρ πλείους οἱ παρόντες) Ἀποστόλους ὠνόμασεν, εἰς παρασκευὴν τοῦ πράγματος καί εἰς τὸ μέλλον ὑπ’ αὐτῶν πληρωθήσεσθαι ἔργον, δοὺς αὐτοῖς δύναμιν (τοῦτο γὰρ ἡ ἐξουσία) θεραπεύειν τὰς g νόσους καὶ ἀπελαύνειν. εἶτα λέγει καὶ τὰ ὀνόματα, ἵνα μὴ σφάλῃς περὶ τὰς προσηγορίας, ἴνα μὴ ὁ τυχὼν εἴπῃ Ἀπόστολος γεγονέναι. καὶ φησιν ὡς h ἐπέθηκεν ὄνομα τῷ Σίμωνι ὄνομα Πέτρον i, ἵνα προλάβῃ τὸ ἔργον ἡ κλῆσις προφητικῶς. Πέτρος γὰρ αὐτὸν κέκληκεν, ἐπειδὴ ἐν πέτρᾳ ἤμελλεν οἰκοδομεῖν, ἐπειδὴ ἀρραγὴς ἣν ὁ λόγος καὶ ἡ πίστις ἀσάλευτος. καὶ τοὺς υἱοὺς εβεδαίου Ἰάκωβον, καὶ Ἰωάννην ἐπονομάζει Βοανεργὲς, ὁ ἐστιν υἱοὶ βροντῆς, διὰ τὸ μέγα καὶ διαπρύσιον ἠχῆσαι τῇ οἰκουμένῃ τῆς θεολογίας τὰ δόγματα καὶ τόνδε, καὶ τόνδε, ἵνα μάθῃς τοὺς δώδεκα. Καὶ ἔρχονται εἰς οἶκον, καὶ συνέρχεται πάλιν ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μήτε ἄρτον φαγεῖν. καὶ ἀκούσαντες οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι ἐξέστη. Ὅτε τοίνυν ἐξελέξατο, ἔρχεται εἰς οἶκον, καὶ συνέρχεται πάλιν ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν· καὶ ἀκούσαντες οἱ πη αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτὸν, ἔλεγον γὰρ ὅτι ἐξέστη. τίνες ἀκούσαντες, ἣ πόθεν ἐξῆλθον, οὐ σαφῶς διηγήσατο. νομίζων οὐν περὶ τῶν Φαρισαίων καὶ Γραμματέων λέγειν τὸν Εὐαγγελιστὴν, ὡς ἀκούσαντες περὶ αὐτοῦ καὶ τοῦ περιεστῶτος αὐτὸν ὄχλου, ὑπὸ βασκανίας ἐκβακχευθέντες εἰς ὀργὴν, ἔδραμον αὐτὸν ἐπισχεῖν, ἐκεῖνο k ὑπολαμβάνοντες πάσχειν ὅπερ αὐτοὶ πεπόνθασι. μανία γὰρ σαφὴς καὶ φρενῶν ἔκστασις τὸν τῶν τοιούτων θαυμάτων l ποιητὴν, καὶ ψυχῶν εὐεργέτην, καὶ θεικῆς σοφίας f φύσεις εἰσὶ σωζομένων καὶ ἀπολλυμένων L. g τὲ Ρ. h ὃς Ρ. i Πέτρῳ P. k ἐκεῖνον L. l τοσούτων ποιητ. Poss. διδάσκαλον, ὑπολαμβάνειν ἐξίστασθαι. ὅθεν ἐπάγει πέρι τινων φησι σαφῶς διηγούμενος ὅτι οἱ γραμματεῖς κ. τ. ἑ. Καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον, ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Επειδὴ ἀντιλέγειν οὐκ εἰχον τοῖς γινομένοις, ἑτέρως αὐτὸν m διαβάλλειν ἐπειράσθησαν, ἐν τῷ εελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων φήσαντες ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια· ὥστε εὐγνωμονέστερα τῶν ἀρχόντων τὰ πλήθη. τοῖς μὲν γὰρ ἐμποδίζει περὶ τὴν δικαίαν κρίσιν ἡ φιλοδοξία· τοῖς δὲ ἀνεπισκότητος ἡ διάνοια κατὰ τοῦτο· ὅπου δὲ οὐκ ἐπισκοτεῖται ὁ νοῦς, ὀξύτερον ὁρᾷ, καὶ πρὸς τὴν ἐπίγνωσιν τοῦ Κυρίου προάγονται· οἱ δὲ τοῦ νόμου διδάσκαλοι συκοφαντοῦσι, καὶ πρᾶγμα τοῖς θείοις διδάγμασιν ἐναντιώτατον ὑπὸ τοῦ πονηροῦ λύσιν ἐννοοῦσι γίνεσθαι. Καὶ προσκαλεσάμενος αὐτοὺς, ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; καὶ ἐὰν βασιλεία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη· καὶ ἐὰν οἰκία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ οἰκία ἐκείνη· καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ’ ἑαυτὸν, μεμέρισται, καὶ οὐ δύναται σταθῆναι, ἀλλὰ τέλος ἔχει. Σφόδρα ἀπὸ τῶν παραδειγμάτων ἰσχυρὰν ἐποιήσατο τὴν ἀπόδειξιν τοῦ μηδὲ δυνατὸν εἶναι τοῦτο γενέσθαι ὅπερ ἐκεῖνοι φασιν· ἀνάγκη γὰρ τὴν μερισθεῖσαν βασιλείαν ὑπὸ τῶν ἐμφυλίων πολέμων ἣ πάντως πλεῖστον ὅσον ἑαυτῆς ἐλάττονα γίνεσθαι n. τὸ δ᾿ αὐτὸ καὶ ἐπὶ οἰκίας καὶ πόλεως ἐστὶν ἰδεῖν ὁμοίως συμβαῖνον. οὐκοῦν καὶ ἡ τοῦ Σατανᾶ βασιλεία, εἴπερ ἐφ’ ἑαυτὴν μεμέρισται, καὶ ὁ Σατανᾶς τὸν Σατανᾶν ἀπελαύνει τῶν ἀνθρώπων, ἤγγικεν ἡ κατάλυσις τῶν δαιμόνων, ὡς ἔοικε· τὸ μὲν γὰρ κράτος αὐτοῖς ἐν τῷ τῶν ἀνθρώπων κρατεῖν. εἰ δὲ τοῦτο αὐτοὶ ἑαυτοῖς ἀφαιροῦσιν, οὐδὲν ἕτερόν ἐστιν εἰπεῖν ἣ τὴν βασιλείαν αὐτοῖς λελύσθαι. εἰ δὲ συνέαὐτὰ m Poss. n Sic P.L. ἐμφυλ. ἣ πάντως ἀπολέσθαι Poss. στηκεν ἡ βασιλεία τοῦ πονηροῦ, καὶ κρατεῖ τῶν ἐν ἀνθρώποις ἔτι, δῆλος ὡς οὐ διῃρέθη κἀς ἑαυτῆς. Οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ, διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει. Οὐκοῦν ἐπειδὴ σκεύη τῶν δαιμόνων γεγόνασιν οἱ ἄνθρωποι διὰ τὰς κακίας ὑπὸ τὴν ἐκείνων ο καταστάντες ἐξουσίαν, ἀδύνατον ἦν ἀφαιρεθῆναι τοὺς δαίμονας τὴν οἰκείαν κτῆσιν, ἀλλ’ ἣ πρότερον αὐτῶν ἡττηθέντων, καὶ δεσμοῖς περιβληθέντων εἰς τὸ μὴ δύνασθαι αὖθις ὑπὲρ τῶν ἰδίων διαμάχεσθαι κτημάτων. τοῦτο δὲ ὑπὸ τῶν δαιμόνων οὐκ ἄν ποτε ἐγένετο· ἐπεὶ μηδὲ οἷόν τε ἦν ἐκείνους ἑαυτοὺς ἀφελέσθαι τῆς ἐξουσίας αὐτῶν τοὺς ἀνθρώπους. Ἀμὴν λέγω ὑμῖν, Ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶ βλασφημίαι ὅσας ἃν βλασφημήσωσιν· ὃς δ’ ἃν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ’ ἔνοχός ἐστιν αἰωνίου κρίσεως· ὅτι ἔλεγον, Πνεῦμα ἀκά. θαρτον ἔχει. Ωσπερ ἐνταῦθα ἡ ἄφεσις τῶν ἁμαρτιῶν οὐκ ἀνεμφάτως εἴρηται τῆς μετανοίας, οὕτως καὶ τὸ κατὰ τοῦ Πνεύματος βλάσφημον οὐκ ἀνεπίδεκτον πάντως τὴν μετάγνωσιν ἕξει· σκληρὸν γὰρ τοῦτο καὶ ἀνεπίγνωμον πάντη· καὶ τῆς τοῦ πάντας ἀνθρώπους ἐλαύνοντας ἐπὶ σωτηρίαν φιλανθρωπίας. Τὴν εἰς τὸν Θεὸν βλασφημίαν ἀσύγγνωστον εἶναί φησι τῷ τοῦ Πνεύματος ὀνόματι· ὥσπερ γὰρ ἡ τοῦ Πνεύματος ἐνέργεια βασιλεία Θεοῦ· οὕτως καὶ ἡ βλασφημίας ἡ κατὰ τούτου κατὰ Θεοῦ γίνεται. ἀσυγχώρητον δὲ εἶναι λοιδορίαν Θεοῦ, ὡς ἐν ἑαυτῇ q συγγνώμην οὐκ ἔχουσαν. τὴν γὰρ εἰς υἱὸν r ἔχειν πρὸς σύγκρισιν ἐκείνης, καθ’ ὃ νενόμιστο τότε s, καὶ ἑώρατο ἄνθρωπος ὣν, καὶ δι’ εὐτελείας ἐλθὼν καὶ γένους εὐκαταφρονήτου· τὸ δὲ μήτε ἐπὶ τοῦ παρόντος αἰῶνος μήτε ἐπὶ τοῦ μέλλοντος ἀφίεσθαι, τὴν κατὰ νόἐκείνου o L. P βασιλεία Ρ. q ὡς ἐν ἑαυτῇ om. Ρ. r αὐτὸν P.L. νενόμιστό τε P.L. μον ἑρυηνεύει t κρίσιν καὶ τὴν μέλλουσαν. ὅτε γὰρ νόμος τὸν καταρώμενον Θεὸν θανατοῦσθαι κελεύει, καὶ ὁ Κύριος ἐπιψηφιεῖται τῷ νόμῳ, συγγνώμην ἐπὶ τῷ τοιούτῳ μὴ διδούς. παρασεσιωπημένη δὲ ἐν τούτοις ἡ διὰ βαπτίσματος ἄφεσις εἴη, ἐπεὶ μηδὲ καιρὸς ἦν πω u περὶ ταύτης Ἰουδαίοις διαλέγεσθαι. μεταξὺ γάρ πὼς εὑρίσκεται αὕτη τῆς τε ἐν τῷ αἰῶνι τούτῳ καὶ τῆς μελλούσης κατακρίσεως, ὅτι πᾶς ὁ βαπτιζόμενος ἔξεισιν ἀπὸ τοῦ αἰῶνος τούτου, καὶ μεταξὺ πῶς παρούσης καὶ τῆς μελλούσης ζωῆς ἐξετάζεται· καὶ οὕτω παραίτησιν τῆς ἐκ νόμου κατακρίσεως ἴσχει κατὰ τὸν λέγοντα Παῦλον, “Θεὸς ὁ δικαιῶν, τὶς ὁ κατακρίνων;” οὐκοῦν τὸ τὰ θαύματα καὶ τὴν τῶν δαιμόνων κατάλυσιν, ἃ μόνου τοῦ Πνεύματός ἐστι ποιεῖν, ταῦτα τῷ δαίμονι παρατιθέναι, οὐδεμίαν ὑμῖν ἀπολογίαν ἢ συγνώμην τῆς βλασφημίας καταλείπει. ταῦτα δὲ οὔτε τὴν εἰς ἑαυτὸν βλασφημίαν ἀφίεσθαι ἀποφηνάμενος x, οὔτε τοῖς βλασφημοῦσι κατὰ τοῦ Πνεύματος χώραν μετανοίας, εἰ βούλοιντο y, ἀφιεὶς οὐδεμίαν, ἀλλ’ ἐν παραθέσει τὴν εἰς αὐτὸν βλασφημίαν, ὡς εἰς ἄνθρωπον τότε γίνεσθαι μόνον δοκοῦσαν, ἐλάττονα φάσκων εἶναι, ὅταν τῇ βλασφημίᾳ τοῦ Ἁγίου συγκρίνηται Πνεύματος. Ἔρχονται οὖν οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ, καὶ ἔξω ἑστῶτες ἀπέστειλαν πρὸς αὐτὸν, φωνοῦντες αὐτόν. καὶ ἐκάθητο ὄχλος περὶ αὐτόν· εἶπον δὲ αὐτῷ, Ἴδου, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου καὶ αἱ ἀδελφαί σου ἔξω ζητοῦσί σε. καὶ ἀπεκρίθη αὐτοῖς λέγων, Τίς ἐστιν ἡ μήτηρ μου ἢ οἱ ἀδελφοί μου; καὶ περιβλεψάμενος κύκλῳ τοὺς περὶ αὐτὸν καθημένους, λέγει, Ἴδε, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. ὃς γὰρ ἃν ποιήση τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ ἐστί. Δείκνυσιν ὅτι πάσης προτιμᾷ συγγενείας τοὺς κατὰ τὴν πίστιν οἰκείους· ταῦτα δὲ ἔφη οὐκ ἀποδοκιμάζων πάντως τὴν μητέρα καὶ τοὺς ἀδελφούς· ἀλλὰ δεικνὺς ὅτι πάσης σωματικῆς t ἑρμηνεύειν Ρ. u erasum Ρ. x ἀποφαινόμενος P.L. y ὥλοιντο Ρ. z Sic Ρ. τὴν βλασφημίαν Poss. συγγενείας προτιμᾷ τῆς ψυχῆς τὴν οἰκειότητα· διὰ τούτου κἀκείνους στέργων ταῦτα ἐπάγοιντο· πρὸς γὰρ τὸν οἰόμενον ὡς ἐπὶ b σπουδαιότερον καλεῖν αὐτὸν τῶν οἰκείων τὴν ὁμιλίαν, ἀναγκαῖον ἦν τοῦτο εἰπεῖν, ὁμοῦ καὶ εἰς διδασκαλίαν τῶν παρόντων. ἄλλως δέ φησιν ὅτι μήπω τότε πεπιστεύκεισαν εἰς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, ὡς μανθάνομεν παρὰ Ἰωάννου. παρὰ δὲ τοῦ Μάρκου, ὅτι ὡς ἐξεστηκότα κατέχειν ἐπείρουν. ἐπειδὴ c γοῦν τοιαύτης ἤσαν διανοίας, καὶ ὁ Κύριος αὐτῶν οὐχ ὡς οἰκείων ἐμνήσθη· μανθάνομεν δὲ ὅτι καὶ τοῦ Χριστοῦ κατὰ Πνεῦμα d συγγενεῖς καθιστάμεθα. ΚΕΦ. Θ. Περὶ τοῦ σπόρου παραβολή. Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν· καὶ συνήχθη πρὸς αὐτὸν ὄχλος πολὺς, ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῆ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦν. καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλὰ, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὑτοῦ. Κάθηται πρὸς τῇ θαλάσσῃ τῆς e ἐν μέσοις ὄχλοις διατριβῆς ὑφιστάμενος· καὶ οὐδ’ οὕτως εὐρυχωρία καταλείπεται διὰ τὴν τοῦ πλήθους συνδρομὴν, ἀλλ’ ἐπὶ τὸ πλοῖον ἀναβαίνει. πρὸς γὰρ τὴν χρείαν αἱ πράξεις καλῶς γίνονται. διδάσκει τοίνυν ἐκ θαλάττης τοὺς ἐπὶ γῆς ἑστηκότας· συνήθως δὲ διὰ πλοίου, καὶ οὐκ αὐτῆς τῆς θαλάττης ἐπιβεβηκὼς f, καίτοι δυνάμενος, ἵνα μήτε τῆς ἀκροάσεως ἐκβάλῃ διὰ τῆς ἐκπλήξεως, μήτε θαυματουργὸς μᾶλλον ἣ διδάσκαλος φαίνηται· τὸ γὰρ περιττὸν καὶ οὐ κατὰ φιλανθρωπίαν γινόμενον παράδοξον, ἄκαιρον εἶχε τὴν θαυματουργίαν· ἐπειδὴ τοίνυν σημεῖα πολλὰ ἐποίησε, πάλιν τὴν ἐκ τῆς διδασκαλίας ὠφέλειαν παρέχει· καὶ κάθηται ἐν τῷ πλοίῳ ἁλιεύων καὶ σαγηνεύων τοὺς ἐν τῇ γῇ. ἐκάθισε δὲ οὕτω. οὐ γὰρ ἁπλῶς αὐτὸ τέθεικεν ὁ Εὐαγγελιστὴς, ἵνα μετ’ ἀκριβείας συνθῇ τὸ θέατρον. b ἐπί τι Ρ. καὶ ἐπί τι L. c ἐπειδὴ τοιαύτη διανοία λαὶ ὁ P.L. d Sic P.L. male Poss. πατέρα. e τοῖς Ρ. f ἐπιβέβηκε Ρ. μεταβέβηκε Poss. καὶ μηδένα ἀφῇ g κατὰ νώτου, ἀλλὰ πάντας ἀντιπροσώπους ἔχει. καθίσας δὲ ἐκεῖ διὰ παραβολῶν φθέγγεται· καὶ πᾶσαι αἱ παραβολαὶ, ἃς ἐφεξῆς ἐνταῦθα τίθησι, πρόρρησίς h εἰσι τῶν ἀπὸ τοῦ κηρύγματος, ἤτοι περὶ τὸ κήρυγμα ἐσομένων· λέγει δὲ αὐτὰ πολλῶν μὲν ἑτέρων ἕνεκεν, τὴν τούτων προαγόρευσιν ἀναγκαίαν εἶναι νομίσας αὐτῷ· μάλιστα δὲ ὡς ἃν μὴ καθάπερ οἱ λοιποὶ τῶν διδασκαλίας ἀρξάντων τινὸς, δοκῇ καὶ αὐτὸς ἀγνοίᾳ τῶν ἑξῆς ἐσομένων κηρύττειν τὸ Εὐαγγέλιον. προλέγει τοίνυν καὶ τοῦ κηρύγματος τὴν ἐπίδοσιν, καὶ τῶν ἀπειθούντων τὴν φαυλότητα, ἣ μὴ γνησίᾳ διαθέσει τῶν τῷ Εὐαγγελίῳ προσιόντων τὴν χαυνότητα. ἀλλὰ μὴν καὶ τὴν ἐν τούτοις σπουδὴν, ὡς διὰ πάντων δῆλον γενέσθαι τοῖς ἀκούουσιν, ὅτι σφόδρα εἰδὼς οἷά τινα τὰ περὶ τὸ κήρυγμα ἔσται, κέχρηται τῆ διδασκαλίᾳ· τῶν σπουδαίων ἕνεκα πάντα διαπραττόμενος. Ἀκούετε. ἰδοὺ, ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν, καὶ ἦλθε τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτό· ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες, ὅπου οὐκ εἶχε γῆν πολλήν· καὶ εὐθέως ἐξανέτειλε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς· ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας· καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ συνέπνιξαν αὐτὸ, καὶ καρπὸν οὐκ δέδωκε. καὶ ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξάνοντα, καὶ ἔφερεν ἓν τριάκοντα, καὶ ἓν ἑξήκοντα, καὶ ἓν ἑκατόν. Πρώτην ταύτην παραβολὴν τίθησι ποιοῦσαν τὸν ἀκροατὴν προσεκτικώτερον. ἐπειδὴ γὰρ αἰνιγματωδῶς ἤμελλε διαλέγεσθαι διὰ τὸ εἶναι καὶ Γραμματεῖς καὶ Φαρισαίους ἀναμεμιγμένους τῷ πλήθει, διανίστησι τὴν διάνοιαν τῶν ἀκουόντων πρῶτον διὰ τῆς παραβολῆς· πρὸς τούτοις καὶ ἵνα ἐμφατικώτερον l τὸν λόγον ποιήσῃ, ἐν παραβολαῖς φθέγγεται, καὶ ἵνα k πλείονα τὴν μνήμην ἐνθῇ, καὶ ὑπ’ ὄψιν ἀγάγῃ τὰ πράγματα. οὕτως καὶ οἱ προφῆται g ἀφῆῃκε διὰ νώτου Poss. h προρρήσεις Ρ. i ἐμφαντ. P.L. K ἵνα om. P.L. ποιοῦσιν· ἀνοίγει οὖν ἐν παραβολαῖς τὸ στόμα, κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, καὶ φησιν, “ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν.” πόθεν ἐξῆλθεν ὁ πανταχοῦ παρὼν, ὁ πάντα πληρῶν; οὐ τόπῳ, ἀλλὰ σχέσει καὶ οἰκονομίᾳ τῇ πρὸς ἡμᾶς ἐγγύτερος ἡμῖν γενόμενος διὰ τῆς κατὰ τὴν σάρκα παραμονῆς l. ἐπειδὴ γὰρ εἰσελθεῖν οὐκ ἠδυνάμεθα, τῶν ἁμαρτημάτων διατειχιζόντων ἡμῶν τὴν εἴσοδον, αὐτὸς ἔρχεται πρὸς ἡμᾶς. ἐξῆλθεν οὖν σπεῖραι τὸν τῆς εὐσεβείας λόγον· σπόρον γὰρ ἐνταῦθα τὴν διδασκαλίαν φησὶν, ἄρουραν δὲ τῶν ἀνθρώπων τὰς ψυχάς. καὶ ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν. οὐκ εἶπεν ὅτι αὐτὸς ἔρριψεν, ἀλλ’ ὅτι ἔπεσεν ὃ δὲ παρα m τὴν πέτραν ὃ δὲ ἐπὶ τὰς ἀκάνθας ὃ δὲ ἐπὶ τὴν n γῆν τὴν καλήν. τέταρτον οὖν ο μέρος ἐσώθη· καὶ οὐδὲ τοῦτο ἐπίσης p καρποφορεῖ. ἀλλὰ κἀνταῦθα q πολλὴ ἡ διαφορά· ταῦτα δὲ ἔλεγε, δηλῶν ὅτι μετ’ ἀφθονίας ἅπαντα r διελέγετο· καθάπερ ὁ σπείρων οὐ διαιρεῖ τὴν ὑποκειμένην γῆν, ἀλλ’ ἁπλῶς καὶ ἀδιακρίτως βάλλει τὰ σπέρματα· οὕτω καὶ αὐτὸς ἅπασι διελέγετο, τὰ πη ἑαυτοῦ πληρῶν, καίτοι προειδὼς τὰ ἐσόμενα· ἵνα λέγῃ, “τί ἐμὲ s ἔδει “ποιῆσαι καὶ οὐκ ἐποίησα;” καὶ οἱ μὲν προφῆται ὡς περὶ ἀμπέλου t διαλέγονται τῷ δήμῳ u, οὗτος δὲ ὡς περὶ σπόρου, δηλῶν ὅτι ταχεῖα νῦν ἅπασιν x ὑπακοὴ καὶ εὐκολωτέρα, καὶ εὐθέως τὸν καρπὸν δώσει. ὅταν δὲ ἀκούσῃς, ἐξῆλθεν ὁ σπείρων σπείραι, μὴ ταυτολογίαν νομίσῃς· ἐξέρχεται γὰρ πολλάκις ὁ σπείρων, καὶ ἐφ’ ἕτερον πρᾶγμα, ἣ ἀνανεῶσαι, ἣ τὰς πονηρὰς ἐκτεμεῖν y βοτάνας, ἢ ἄλλο τι z ἐπιμελήσασθαι· αὐτὸς δὲ ἐπὶ τὸ σπεῖραι. πόθεν ὖν τὸ πλέον ἀπώλετο τοῦ σπόρου; οὐ παρὰ τὸν σπείροντα a, ἀλλὰ παρὰ τὴν ὑποδεχομένην γῆν, τοῦτ’ ἐστι, παρὰ τὴν ἀκούουσαν ψυχήν. καὶ τί δήποτε οὐ προφανῶς τοῦτο φησι b; ὅτι οὐ βούλεται αὐτῶν σφόδρα καθικέσθαι, ὥστε μὴ εἰς ἀπόγνωσιν ἐμβάλλειν c, ἀλλὰ καταλιμπάνει d τῷ συνειδότι τῶν ἀκουόντων τὸν ἔλεγχον· ταύτην δὲ λέγει τὴν παραβολὴν τοὺς μαθητὰς ἀλείφων καὶ παιδεύων, κἂν πλείους τῶν δεχομένων τὸν λόγον οἱ ἀπολλύμενοι ὦσι, μὴ l παραβολῆς Ρ. m ἐπὶ P. n Ρ. ο οὖν om. Ρ. p ἐπ’ ἴσης Ρ. q καἰ ἐντ’. P.L. r ἅπασι. s. τί με P.L. t ἀγγέλου Ρ. u τοῦ δήμου P.L. x ἔσται ἡ ὑπ’. L. y P.L. ἐκταμεῖν Poss. z ἀλλ’ ὅτι Ρ. a σπείραντα P.L. b Ρ. c ἐμβαλεῖν Ρ. d Ρ. καταπίπτειν. καὶ γὰρ ἐπὶ τοῦ δεσπότου σου τοῦτο γέγονε· καὶ ὁ πάντα προειδὼς ἐπιστάμενος ταῦτα ἔσεσθαι, οὐκ ἀπέστη τοῦ σπόρου. καὶ ὁ μὲν γεωργὸς εἰκότως ἂν ἐγκαλοῖτο ὅπου δήποτε ῥίπτων τὸν σπόρον, ὁ δὲ διδάσκαλος πολὺν σχοίη τὸν ἔπαινον. ὁ μὲν γὰρ γεωργὸς εἰκότως ἃν ἐγκαλοῖτο τοῦτο ποιῶν· οὐ γὰρ ἔνι τὴν πέτραν γενέσθαι γῆν, οὐδὲ τὴν ὁδὸν μὴ εἶναι ὁδὸν, ἣ μὴ εἶναι ἀκάνθας· ἐπὶ δὲ τῶν λογικῶν e οὐχ οὕτως. δυνατὸν γὰρ τὴν πέτραν μεταβληθῆναι καὶ γίνεσθαι f γῆν λιπαρὰν, καὶ τὴν ὁδὸν μηκέτι καταπατεῖσθαι, μηδὲ προκεῖσθαι τοῖς περιοῦσιν ἅπασιν. ἀλλ’ ὡς g ἄρουραν πίονα γίνεσθαι h, καὶ τὰς ἀκάνθας ἀφανισθῆναι καὶ πολλῆς ἀπολαύειν ἀδείας τὰ σπέρματα. εἰ γὰρ μὴ ἐξῆν, οὐκ ἃν ἔσπειρεν οὕτως. σὺ δέ μοι σκόπει, ὅτι οὐ μία τῆς ἀπω- λείας ἡ ὁδὸς, ἀλλὰ διάφοροι· οἱ μὲν γὰρ τῇ ὁδῷ ἐοικότες οἱ ῥάθυμοι καὶ ὀλίγωροι· οἱ δὲ τῇ πέτρᾳ ἀσθενέστεροι i, μονονουχὶ μηδενὸς ἐπηρεάσαντος k τὴν διδασκαλίαν μαρανθῆναι, πόσῳ μᾶλλονl καὶ πειρασμῶν ἐπικειμένων· οἱ δὲ ἐν ταῖς ἀκάνθαις, πολλῷ τούτων ἀσυγγνωστότεροι. ὑστέραν δὲ τίθησι τὴν καλὴν γῆν, οὐκ ἀφιεὶς ἀπογνῶναι, ἀλλὰ διδοὺς ἐλπίδας μετανοίας· καὶ ὅτι δυνατὸν ἐκ τῶν εἰρημένων εἰς ταύτην μεταβαλεῖν· καίτοι εἰ καὶ ἡ γῆ καλὴ, καὶ ὁ σπορεὺς εἷς, καὶ τὰ σπέρματα τὰ αὐτά. Διατὶ ὁ μὲν ρ ὁ δὲ ξ ὁ δὲ λ; ἐνταῦθα πάλιν παρὰ τὴν φύσιν τῆς γῆς ἡ διαφορὰ, τουτέστι παρὰ τὴν γνώμην m. πολλὴ δὲ ἡ φιλανθρωπία τοῦ γεωργοῦ, ὅτι καὶ τοὺς πρώτους ἀποδέχεται, καὶ τοὺς δευτέρους οὐκ ἐκβάλλει, καὶ τοῖς τρίτοις δίδωσι χώραν. Καὶ ἔλεγεν, Ὁ ἔχων ὤτα ἀκούειν, ἀκουέτω. ὅτε δὲ ἐγένετο καταμόνας, ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὴν παραβολήν. καὶ ἔλεγεν αὐτοῖς, Ὑμῖν δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάντα γίνεται. Εἰπὼν δὲ ὁ Εὐαγγελιστὴς, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, ἴδιον αὐτοῦ τὸν λόγον ἔδειξε καὶ οὐκ ἀλλότριον. οὐκ ἔστι e λόγον L. f γενέσθαι P.L. g ἵνα L. h om. P.L. i ἀσθενέστεροι μόνον· οὐκέτι δὲ ἴσον μηδένος ἐπ’. L. k ἐπηρεάζοντος P.L. l π. μᾶλλον om. L. m γνῶσιν Poss. γὰρ Πέτρου ἣ Παύλου ἡ διδαχὴ, ἀλλὰ τοῦ Σωτῆρος· “ἐξῆλθεν “γάρ,” φησιν, “ὁ σπείρων σπεῖραι τὸ σπέρμα αὐτοῦ·” ἔλεγεν δὲ καὶ ὁ Σωτὴρ, “μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ὑμῶν “ὁ διδάσκαλος ὁ ἐν τοῖς οὐρανοῖς·” ἐκεῖνος γὰρ μόνος ἀληθὴς διδάσκαλος, ὁ δίχα τοῦ μαθεῖν διαλεγόμενος. ταῦτα μὲν ὁ Σωτῆρ’ ἐλάλει καὶ ἡρμήνευσεν· “ὅτε δὲ ἐγένετο καταμόνας ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα, καὶ τὰ ἑξῆς. Ἴνα εἴπῃ, ὅτι ὑμεῖς ἄξιοι ὄντες ἅπαντα μαθεῖν τὰ πρὸς διδασκαλίαν συντείνοντα τοῦ κηρύγματος, μαθήσεσθε καὶ τῶν παραβολῶν τὴν σαφήνειαν· πρὸς δὲ τούτους κατὰ παραβολῶν κέχρημαι τῇ διδασκαλίᾳ n. ἐπειδὴ μηδὲ ἄξιοι μαθεῖν εἰσι, διὰ τὴν κακίαν τοῦ τρόπου ο. οὔτε γὰρ ἀγνοῶν Ἰουδαίους ἀπιστήσαντας ἦλθε πρὸς αὐτοὺς ὁ Κύριος, οὔτε πάντα πρὸς τὴν πίστιν ἐνάγων αὐτοὺς, ἀλλὰ τοῖς μὲν σημείοις δυσωπῶν, ἰκανοῖς οὖσι καὶ τοὺς πάνυ σκληροὺς καὶ ἀσυνέτους ἐνάγεσθαι· ἵνα διὰ τούτων εἶεν ἀναπολόγητοι περὶ τῆς ἀπιστίας· τὴν δὲ διὰ γνώσεως προαγωγὴν οὐ παρέχων, ὅτι τοῦ κατὰ τὸν νόμον, ὃν ἔλαβον, μὴ παρέχοντες τὴν ὑπακοὴν, οὐ δίκαιον κρῖναι τοῦ καινοῦ λόγου μετασχεῖν, ἀλλ’ ἐκατέρων ἀφαιρεθῆναι. ἐν p μὲν γὰρ τῷ νέῳ καὶ ὁ παλαίος· ὅπου δὲ ὁ νέος οὐκ ἔστιν, οὐδὲ ὁ παλαιὸς ἔτι χώραν ἔχειν δύναται. δείκνυσιν οὖν τῷ παραδείγματι τῶν ὑπηκόων μαθητῶν ὅτι δι’ ἀντιλογίαν ἀνάξιοι τῆς σαφοῦς διδασκαλίας οἱ λοιποί. τὸ δὲ ὅλως λαλεῖν διὰ παραβολῶν, καὶ μὴ παντελῶς ἀποσιωπᾷν, ἐπιδείκνυσιν ὅτι τοῖς μὴ προσιοῦσι πλησίον τοῦ ἀγαθοῦ, καὶ εἰ φανείη τὸ ἀγαθὸν δι’ ἑαυτοῦ q, ἀμυδρῶς μᾶλλον ἣ ἐναργῶς φαίνεται· ὥσπερ καὶ σώματος εἶδος r τοῖς πόρρωθεν ἑστῶσι, σαφῶς οὐ καταλαμβάνεται. οὐδὲ βούλεσθέ, φησι, παρασχεῖν τοῖς διὰ τέλους ἀπειθέσι τὴν τῆς σοφίας ἀνάπτυξιν· ὅταν γάρ τις ἐπάγηται προαίρεσιν εὐσεβῆ καὶ γνώμης ὀρθότητα, λήψεται μετὰ πολλῆς τῆς περιουσίας τῶν ἀποκρύφων τὴν ἀποκάλυψιν· ὅταν δὲ μηδὲν ὑγιὲς φρονῇ, οὐδὲ τῶν προχείρων τοῖς πολλοῖς ἀξιοῦται δέξασθαι τὴν ἀκρόασιν. Ἵνα βλέποντες βλέπωσι, καὶ μὴ ἴδωσι· καὶ ἀκούδιδασκαλίαν n n διδασκαλίαν Ρ. o Sic. P.L. προσώπου Poss. p Sic. P.L. ἦν Poss. q ἑαυτὸ Ρ. r σωματοειδῶς Poss. ὄντες ἀκούωσι, καὶ μὴ συνιῶσι· μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς τὰ ἁμαρτήματα. Εἶτα καὶ τῇ ἐπαγωγῇ τῆς προφητικῆς φωνῆς τὴν κακία, αὐτῶν ἐλέγχει, ὡς πόρρωθεν κηρυττομένην. “βλέποντες γὰρ οὐ “βλέψουσι. καὶ οὐ μὴ ἴδωσι. καὶ ἀκούσονται καὶ οὐ μὴ συνιῶσι·” οὐδὲ γὰρ βουληθήσονται τὴν χάριν αὐτοῦ παραδέξασθαι. διό φησιν, “ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε· καὶ ταῖς ἀνομίαις ὑμῶν “ἐξαπέστειλα μητέρα ὑμῶν. διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· “ἐκάλεσα καὶ οὐκ ἦν ὁ ἐπακούων.” τὸ μὲν οὖν βλέψαι ὑπῆρχεν αὐτοῖς ἀπὸ τῆς χάριτος τοῦ ὀφθέντος· τὸ δὲ μὴ ἰδεῖν συμβέβηκεν ἀπὸ τοῦ αὐτοὺς q μῦσαι τοὺς ἑαυτῶν ὀφθαλμοὺς, καὶ προσποιηθῆναι μὴ βλέπειν. ὁμοίως δὲ καὶ τὸ μὴ ἀκοῦσαι ἀπὸ τοῦ μὴ βούλεσθαι συνιέναι τὰ λεγόμενα, ἀλλὰ καταφρονεῖν τῶν λεγομένων. καὶ οὕτως συμβήσεται αὐτοῖς τὸ μὴ ἀπαλλαγῆναι τῶν οἰκείων ἁμαρτημάτων, ἀλλ’ ἀντιπαθῶς ἔχειν πρὸς τὴν ἑαυτῶν σωτηρίαν· Καὶ ἔλεγεν αὐτοῖς, μήτι ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ, ἣ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ; Ὁ βουλόμενος τὸν λύχνον ἐφαρμόζειν καὶ r τοῖς τελειοτάτοις τῶν τοῦ Ἰησοῦ μαθητῶν, δυσωπήσει ἡμᾶς ἀπὸ τῶν περὶ τοῦ Ἰωάννου λελεγμένων· ὅτι ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων. ἀλλὰ καὶ τὸ, “ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμὸς,” ἀναφερόμενον ἐπὶ τὸν ἐν ἑκάστῳ νοῦν s πᾶσιν ἀνθρώποις ἐφαρμόσει. ἀλλὰ καὶ “ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι “καιόμενοι,” πρὸς πάντας εἴρηται τοὺς t μαθητὰς τοῦ Ἰησοῦ. φήσει τις οὖν ἐπὶ τὴν ἐνεστηκυῖαν ζωὴν ἀναφέρεσθαι τὸ εἰρημένον περὶ τοῦ μὴ δεῖν τὸν ἀναφέντα u λύχνον ἐν τῇ ψυχῇ λογικὸν κρύπτειν αὐτὸν, ἀλλ’ ἐπιτιθέναι λυχνίᾳ x. εἰς σύμβολον ἧς Μώσης ἐν τῇ σκήνη ἀπέθετο τοῦ μαρτυρίου. χρὴ οὖν τὸν λύχνον μὴ ὑπὸ τὸν μόδιον τοῦ σιτομετρίου εἶναι· μοδίῳ γὰρ σιτομετρείσθωσαν ὑπὸ τοῦ πιστοῦ καὶ φρονίμου οἰκονόμου οἱ σύνδουλοι, βλεπέτωσαν δὲ q αὐτοῖς Ρ. r Ρ. s Sic P.L. τῶν ἐκαστῶν οὖν Poss. t τὰς Ρ. u ἀνάψαντα P.L. x λυχνίαν Ρ. τὰς αὐγὰς τοῦ λύχνου ἐπικειμένου τῇ λυχνίᾳ καὶ εἰς φανερὸν τοῦ λόγου προαγομένου οἱ ἐν τῇ οἰκίᾳ πάντες τῆς ἐκκλησίας y. ἀλλ’ οὐδὲ ὑπὸ τὴν κλίνην τιθέασι τὸν λύχνον, ἔνθα τις ἀναπαύεται, οὐδὲ ἄλλου τινὸς σκεύους ὑποκάτω. τοῦτο γὰρ ὁ ποιῶν οὐ προνοεῖται τῶν εἰσπορευομένων εἰς τὴν ἰκίαν z, οἷς δεῖ προστίθεσθαι a τὸν λύχνον, οἱ τῷ ἀληθινῷ φωτὶ καὶ λόγῳ τῷ λαμπρῷ καὶ ταῖς ἀκτῖσι τῆς σοφίας ἀνάπτοντες τὸν ἐν αὐτοῖς νοῦν φύσιν ἔχοντα· καθ’ ἣν κατεσκεύασεν αὐτὸν ὁ δημιουργός· λύχνου δεομένου τῆς ἀπὸ τοῦ λόγου καὶ σοφίας καὶ τῆς ἀληθείας τοῦ ἀληθινοῦ φωτὸς ἀνάψεως. καὶ νομιστέον τὴν “ἔστωσαν ὑμῶν οἱ λύχνοι καιόμενοι” ἐντολὴν, ὑπὸ μὲν τῶν προνοουμένων ἔχειν ἐν τῇ ψυχῇ τὸν νοῦν διορατικώτατον b, καὶ μετέχοντα τοῦ εἰπόντος “ἐγὼ φῶς εἰς τὸν “κόσμον ἐλήλυθα,” πληροῦσθαι. οἱ γὰρ καίοντες τὸν λύχνον καὶ τιθέντες ἐπὶ τὴν λυχνίαν, ἵνα λάμπῃ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ, προτρέψονται c καὶ τοὺς d ἐν τῇ οἰκίᾳ βλέποντας τὴν τοῦ λύχνου λαμπρότητα καὶ αὐτοὺς καίειν τὴν ἑαυτῶν λυχνίαν. δυνάμει οὖν τοῦτό φησιν, ἐγὼ μὲν ἧφα τὸ φῶς, τὸ δὲ μεῖναι καιόμενον τῆς ὑμετέρας ἔστω σπουδῆς, οὐ δι’ ὑμᾶς αὐτοὺς μόνον, ἀλλὰ καὶ διὰ τοὺς μέλλοντας τῆς αὐγῆς ἀπολαύειν e, καὶ πρὸς τὴν ἀλήθειαν χειραγωγεῖσθαι. ἐὰν γὰρ ὑμεῖς ᾖτε μετὰ ἀκριβείας βιοῦντες, οὐ δυνήσονται αἱ κατηγορίαι συσκιάσαι ὑμῶν τὴν λαμπάδα. Οὐ γάρ ἐστί τι κρυπτὸν, ὃ ἐὰν μὴ φανερωθῇ· οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ’ ἵνα εἰς φανερὸν ἔλθῃ. Πάλιν δὲ αὐτοὺς διὰ τούτων εἰς ἀκρίβειαν ἄγει βίου, παιδεύων ἐναγωνίους εἶναι ὡς ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς κειμένους, καὶ ἐν μέσῳ τῆς οἰκουμένης θεάτρῳ ἀγωνιζομένους. μὴ γὰρ δὴ τοῦτο εἰδῆτε, φησὶν, ὅτι ἐνταῦθα καθήμεθα νῦν, καὶ ἐν μικρῷ γωνίας ἔσμεν μέρει. οὕτω γὰρ ἔσεσθε κατάδηλοι πᾶσιν, ὡσανεὶ λύχνος ἐν οἰκίᾳ ὑπὲρ τῆς λυχνίας φαίνων. ποῦ νῦν οἱ τῇ δυνάμει τοῦ Χριστοῦ διαπιστοῦντες; ἀκουέτωσαν ταῦτα, καὶ τῆς προφητείας τὴν δύναμιν ἐκπλαγέντες, προσκυνείτωσαν αὐτοῦ τὴν ἰσχύν. διὰ τοῦτο γὰρ καὶ προσεκτικωτέρους ποιῶν τοὺς ἀκούοντας, ἐπιφέρει, y τῆ, ἐκκλησίᾳ L, z οἰκείαν Poss. a τίθεσθαι L. b διωρατικ. Cod. c προτρέψωνται L. d τοὺς om. Ρ. e ἀπολ. τ. αὐγ. L. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Εννόησον γὰρ ἡλίκα ὑπέσχετο τοῖς οὐδὲ ἐν τῇ χώρᾳ γνωρίμοις οὖσι τῇ αὐτῶν, ὅτι γῆ καὶ θάλασσα f αὐτοὺς εἴσεται, καὶ πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἥξουσιν οὐ φήμῃ μόνον, ἀλλὰ καὶ τῇ τῆς εὐεργεσίας ἐνεργείᾳ. Καὶ ἔλεγεν αὐτοῖς, βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν. ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ. Ἐπιφέρει “βλέπετε τι ἀκούετε.” νήψατε πρὸς τὸ μέτρον τῆς ὑπακοῆς, καὶ ἡ γνῶσις δοθήσεται, καὶ ὅσον ἃν βούληται τις σοφίας, ἐπισπάσηται τῇ προθυμίᾳ, πρὸς ὃ δίδωσι μέτρον ἀντιλαμβάνων· οὐδὲ γὰρ ἄμετρον ἐν ἀνθρώποις ἐστὶ χρηστὸν ἢ φαῦλον. διόπερ κατὰ τὴν ἀναλογίαν “οὗ ἐμετρήσαμεν μετρηθήσεται ἡμῖν, “μέτρῳ καλῷ σεσαλευμένῳ, πεπιεσμένῳ, ὑπερεκχυνομένῳ, ἀποδο- “θησομένῳ εἰς τὸν κόλπον ἡμῶν.” Ὃς γὰρ ἂν ἔχῃ πόθον καὶ προθυμίαν τοῦ ἀκούειν καὶ αἰτεῖν, δοθήσεται αὐτῷ ὃς δ᾿ ἂν οὐκ ἔχῃ θείας ἀκροάσεως ἔρωτα, διὰ τῆς καταφρονήσεως, καὶ εἴ τι ἔδοξεν ἔχειν τί νόμου γραπτοῦ, ἀρθήσεται ἀπ’ αὐτοῦ, κατὰ τὸ, “ἀρθήσεται ἡ βασιλεία τῶν οὐρανῶν “ἀφ’ ὑμῶν, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.” αἰνιττόμενος τοὺς ἐν εἰδήσει καυχωμένους τοῦ Μωσαϊκοῦ νόμου, καὶ βύοντας g τὰ ὦτα τοῦ μὴ ἀκούειν τῆς τοῦ Κυρίου διδασκαλίας. βασιλείαν Θεοῦ τὴν εἰς αὐτὸν πίστιν καλεῖ h, καὶ τῆς ἐνσάρκου παρουσίας αὐτοῦ κατὰ i τὴν οἰκονομίαν φησιν· κατὰ τὸ, “ἤγγικεν “ἡ βασιλεία τῶν οὐρανῶν,” καὶ, “ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς “ὑμῶν ἐστι,” τοῖς μαθηταῖς εἰρημένον. αὕτη οὖν ἔοικεν, “ὡς “ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς.” καὶ ἄνθρωπος γὰρ ἐστι k, καὶ τίς γνώσεται αὐτόν; Θεὸς γὰρ ὣν, καὶ υἱὸς Θεοῦ πρὸ αἰώνων ὑπάρχων, ἄνθρωπος ἀτρέπτως γέγονε δι’ ἡμᾶς, σπείρας τὴν f θάλαττα Ρ. g βύοντος Cod. L. qui hæc solus habet. h Om. P.L. i Om. P.L. k Sic P.L. ἦν Poss. γῆν καὶ τὸν ἅπαντα κόσμον φωτίσας τῷ τῆς θεογνωσίας λόγῳ· καὶ οἱονεὶ καθεύδει ἀναληφθεὶς, ἣ ὡς ἀλλαχοῦ φησιν, ἀπεδήμησεν· ἀναμένων διὰ τῆς μακροθυμίας καὶ ἀνεξικακίας καρποφορῆσαι τοὺς δεξαμένους καὶ ὁσημέραι δεχομένους τὸν σπόρον καὶ σωτήριον λόγον. ἐγείρεται δὲ νύκτα καὶ ἡμέραν κατὰ τὸ εἰρημένον, “ἐξε- “γέρθητι, ἵνα τί ὑπνοῖς Κύριε; ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς “τέλος,” τοῖς τῆς προνοίας λόγοις διεγείρων ἡμᾶς ὑπὲρ καρποφορίαν, διὰ τῶν δεξιῶν ὅπλων τῆς δικαιοσύνης καὶ χρηστοτέρων· τοῦτο γὰρ ἡ ἡμέρα καὶ τὸ φαιδρὸν τῆς χρηστότητος· καὶ διὰ τῶν ἀριστερῶν καὶ σκαιοτέρων· τοῦτο γὰρ ἡ νὺξ, τῶν τε διωγμῶν καὶ τῆς παιδείας τὸ σκυθρωπὸν ὑπομένουσαι. διὰ τούτων γὰρ ὁ σπόρος βλαστάνει τε καὶ μηκύνεται. τὸ δὲ, ὡς οὐκ οἰδεν αὐτὸς,” ἵνα εἴπῃ τῷ αὐτεξουσίῳ τῶν δεχομένων τὸν λόγον βουλήματι ἐπιτρέπων τὴν ἐργασίαν, καὶ μὴ τὸ πᾶν αὐτὸς κατεργαζόμενος· ἵνα μὴ ἀκούσιον ἡμῶν ᾖ τὸ ἀγαθόν. ὅθεν ἐπάγει, “αὐτομάτως n γὰρ ἡ γῆ “καρποφορεῖ,” οὐκ ἀνάγκης τὸ αὐτεξούσιον βιαζομένης, οὐ περιφορᾶς ἄστρων καὶ τύχης ἣ εἱμαρμένης, κατὰ τὸν τῶν ἐμπλήκτων ο λόγον, ἀλλὰ προαιρέσεως προιούσης εἰς τοῦτο. καρποφορεῖ δὲ πρῶτον χόρτον p νόμῳ φύσεως, καί ταῖς κατὰ μικρὸν ἀναβάσεσι προἰοῦσα εἰς τελείωσιν· ἐπειδὴ q καὶ ὡς νήπια γάλα ποτίζονται οἱ νεωστὶ τοῦ λόγου μετέχοντες, καὶ ἀναπίπτουσιν ἐπὶ τὸν χόρτον, οἱ ὡς ἀσθενοῦντες ἐσθίουσι λάχανα καὶ τῆς ἀλογωτέρας τροφῆς ἀπολαύουσι τῶν κριθινῶν r ἄρτων. εἶτα φέρει καὶ στάχυν τὸν προσαγόμενον τῷ θυσιαστηρίῳ τοῦ Κυρίου καὶ εἰς δράγμα γινόμενον τῶν ἐρχομένων ἐν ἀγαλλιάσει καὶ αἰρόντων τὰ δράγματα αὑτῶν. ὅταν δὲ παραδῷ ὁ καρπὸς, καὶ αἳ χῶραι λευκανθῶσι πρὸς θερισμὸν, ἐκτείνει τὸ s δρέπανον ὁ καλὸς γεωργὸς, ἵνα συναγάγῃ τὸν σῖτον εἰς τὰς ἀποθήκας. οὐδὲ γὰρ ἀρκεῖ πρὸς σωτηρίαν ἡμῖν τὸ ἀνθῆσαι μόνον ὡς χόρτος, διὰ τῆς ὑπακοῆς, ἀλλὰ καὶ ἀνδρείας, ἵνα ὡς καλάμη σίτου ἱστάμεθα τῶν πνεόντων ἀνέμων περιφρονοῦντες u, ἣ τῶν πειρασμῶν, εἰς ὕψος τείνοντες τῆς ψυχῆς τὸ ἀνάστημα· καὶ μνήμης δὲ διηνεκοῦς, ἵνα ὡς στάχυς ὠδινήσωμεν τὸν καρπὸν, καὶ l ὑποφαίνουσα L. n αὐτομάτη L. o ἐκπλ. L. p χορτίον P. q ἐπεὶ P.L. r κρῖ Ρ. s τὸ P. τὸν Poss. t ἀνδρίας Ρ. u παραφ. Ρ. τῇ ἐπεξεργασίᾳ τῆς ἀρετῆς τέλειον αὐτὸν ἀποδείξωμεν, τοῦ θερίζοντος τὴν χεῖρα πληροῦντα, καὶ εἰς εὐλογίαν Κυρίου τηρούμενον. θερισμὸς δ’ ἂν εἴη ὁ τῆς συντελείας καιρός. δρέπανον “ὁ τοῦ Θεοῦ “λόγος ζῶν τε καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν “δίστομον, καὶ διικνούμενος μέχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, “ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. ὁ πάντα ἔχων γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ. ἐνταῦθα γὰρ x τὸ δρέπανον οὐ τιμωρίαν τινὰ καὶ ἀρὰν δηλοῖ, ὡς y ἐν τῷ προφήτῃ Ζαχαρίᾳ, ἐπεὶ μὴ ἰσχύει κατὰ τῶν καρποφορούντων· “ἡ γὰρ ἀξίνη πρὸς τῇ ῥίζᾳ κεῖται τῶν μὴ ποιούντων καρπὸν “καὶ εἰς πῦρ βαλλομένων.” αὕτη δὲ ἡ δρεπάνη εἰς χεῖρας τίθησι τοῦ θερίζοντος, ἵνα μὴ ἀπόληταί z τι τοῦ σίτου. σημειῶσαι δὲ ὅτι ἐνταῦθα ἐπὶ τὸν τοιοῦτον καρπὸν αὐτὸς ἀποστέλλει τὸ δρέπανον· ἐν δὲ τῇ παραβολῇ τῶν ζιζανίων “τοὺς Ἀγγέλους αὐτοῦ ἀποστέλλει “συναγαγεῖν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς “ποιοῦντας τὴν ἀνομίαν· ἵνα βάλωσιν αὐτὰ εἰς τὴν κάμινον τοῦ πυρός. οὐδὲ γάρ εἰσιν ἄξιοι τῆς δεξιᾶς τοῦ ὑψίστου. αὕτη τοίνυν ἡ παραβολὴ περὶ τῶν δικαίων εἴρηται μόνων. ἡ δὲ πρώτη τέσσαρα τίθησι τάγματα, τριῶν διαφόρως a ἀπολλυμένων καὶ ἑνὸς σωζομένου κατὰ τὴν ἀναλογίαν τῆς πίστεως καὶ τῆς ἐργασίας. τρεῖς γὰρ καὶ τούτου εἴρηκε διαφοράς· ἐνταῦθα δὲ μίαν μόνην τέθηκε τῶν σωζομένων διαφορὰν, τὰς τρεῖς εἰς μίαν συνάγων c. ἅπασαι γὰρ φέρουσι σῖτον, κἂν μὴ d ὁμοίως ἀλλήλαις. Καὶ ἔλεγε, τίνι ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ; ἢ ἐν ποίᾳ παραβολῇ παραβάλωμεν αὐτήν; ὡς κόκκῳ σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερος πάντων τῶν σπερμάτων ἐστὶ τῶν ἐπὶ τῆς γῆς. καὶ ὅταν σπαρῇ, ἀναβαίνει, καὶ γίνεται πάντων τῶν λαχάνων μείζων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκίαν αὐτοῦ τὰ πετεινὰ του οὐράνου κατασκηνοῦν. καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν x δὲ Poss. y καθὰ καὶ L. z ἄληταί Ρ. a διαφόρων Poss. b ἀπολλυμένων P.L. ἐκκεκλεισμένων Poss. c συναγαγὼν P.L. d εἰ καὶ μὴ P.L. λόγον, καθὼς ἠδύναντο ἀκούειν. χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς. κατ’ ἰδίαν δὲ τοῖς μαθηταῖς αὑτοῦ ἐπέλυε πάντα. eΒραχὺς ὁ τῆς πίστεως λόγος ἐν κόσμῳ διὰ τοῦ κηρύγματος, καὶ τῶν πώποτε γενομένων ἐν ἀνθρώποις δογμάτων ἐν βραχυτάτοις οὗτος ἐπαγγέλλεται ῥήμασιν· ἡ δὲ ἐν τοῖς τελείοις λαλουμένη σοφία πλατύνει καὶ αὐξάνει τὸν λόγον, ἅτε δὴ μόνον ἐν ἀληθείᾳ πλατυνόμενόν τε καὶ αὐξανόμενον. μεῖζον δὲ ἀληθείας οὐδέν. Εἶθ᾿ οἱ μετέωροι τὸ φρόνημα, καὶ τοῖς ἰδίοις ἐπαιρόμενοι λόγοις ἐφίενται τῆς ὑπὸ τὸν ἀληθῆ λόγον σκιᾶς, καὶ καταφεύγουσιν ἐπ’ αὐτῆς. εἶτα συντομίᾳ χαίρων οὗτος ὁ μακάριος Εὐαγγελιστὴς, τῶν παραβολῶν ὑποδείξας τὸ εἶδος ἐπιφέρει, “καὶ τοιαύταις “παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς” καὶ τὰ ἑξῆς. Ἀρίστου ἐστὶ διδασκάλου πρὸς τὴν ἕξιν τῶν ἀκουόντων ποιεῖσθαι τοὺς λόγους, καὶ μήτε ῥίπτειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων· μήτε διὰ τῆς σαφηνείας τῶν ἀπορρήτων εἰς καταφρόνησιν παρατιθέναι f τὰ οὕτω μεγάλα. δεικνὺς δὲ ὁ Ματθαῖος ὡς οὐκ αὐτὸς καινοτομεῖ τὸ τοιοῦτον εἶδος τῶν λόγων, εἰσάγει τὸν προφήτην τοῦτον προαναφωνοῦντα τῆς διδασκαλίας τὸν τρόπον. Διδάσκων δὲ ἡμᾶς τοῦ Χριστοῦ τὴν γνώμην, ὅτι οὐχ ἵνα ἀγνόωσιν, ἀλλ’ ἵνα αὐτοὺς εἰς ἐρώτησιν ἄγῃ διελέγετο, ἐπήγαγεν, “καὶ “τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς·” καὶ ὅμως οὐδεὶς αὐτὸν ἠρώτησεν, καίτοιγε τοὺς προφήτας πολλάκις ἠρώτουν· οὗτοι δὲ οὐδὲν τοιοῦτον ἐποίουν. τὸ δὲ “κατ’ ἰδίαν τοῖς μαθηταῖς αὐτοῦ “ἐπέλυεν πάντα” νοήσωμεν, ὅτι πάντα ὅσα παρ’ αὐτοῦ ἐζήτουν μαθεῖν, ὡς τὴν παραβολὴν τοῦ σπόρου καὶ τὴν g τῶν ζιζανίων. τὰς γὰρ λοιπὰς ἀφῆκεν ἀνερμηνεύτους, εἰπὼν πρὸς αὐτοὺς h, “συνήκατε ταῦτα πάντα; οἱ δὲ εἶπον, ναὶ Κύριε.” σύνεσιν γὰρ ἐπεζήτει παρὰ τῶν ἀκουόντων ὁ Κύριος. μάθημα γὰρ κατέχεται τὸ νοούμενον, τὸ δὲ μὴ νοηθὲν ἀφαρπάζεται καθάπαν. ἤδη προ- e Hoc Sch. quod dedi e Cod. L. in Possini Catena Cyrillo diserte assignatur, unde non iniprobabile fit totum comment. esse ejus Patris. f προτιθέναι P.L. g τὴν om. P.L. h αὐτοῖς P.L. εἶπεν ἐν τῇ παραβολῇ. ὅθεν, εἰ κατεσχήκασι τὸ σπέρμα τὸ θεῖον διὰ τῆς συνέσεως, ἀναγκαίως ἐπερωτᾷ· ἡ δὲ ἐπερώτησις οὐκ ἐξ ἀγνοίας, ἀλλὰ πρὸς τὴν τῆς προσοχῆς διέγερσιν, καὶ πρὸς τὴν οἰκείαν τῶν ἀκροατῶν κατασκευήν· καὶ παραβολαὶ μὲν τὰ εἰρημένα καὶ δεόμενα σαφηνείας· οἱ δὲ ἐκ τῶν εἰρημένων πρότερον καὶ νενοημένων συνίασι καὶ ταῦτα· καὶ διὰ τοῦτο, φησὶν, ἐπέλυεν αὐτοῖς πάντα. ΚΕΦ. Ι. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. Καὶ λέγει αὐτοῖς ἐν ἐκείνη τῇ ἡμέρᾳ, ὀψίας γενομένης, διέλθωμεν εἰς τὸ πέραν. καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ· καὶ ἄλλα δὲ πλοιάρια ἦν μετ’ αὐτοῦ. καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη· τὰ δὲ χύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε αὐτὸ ἤδη γεμίζεσθαι. Ὁ μὲν Μάρκος ἀπαλλάττων ἑαυτὸν τοῦ i ἀπαιτηθῆναι τῶν χρόνων τὴν τάξιν, οὕτως εἶπεν, ὁμοίως δὲ καὶ ὁ Λουκᾶς. ὁ δὲ ατθαῖος οὐχ οὕτως· ἀλλὰ καὶ ἀκολουθίαν ἐνταῦθα διατηρεῖ. οὐδὲ γὰρ οὕτως πάντες πάντα ἔγραφον. ταῦτα δὲ εἴρηται ἵνα μὴ τὴν παράλειψιν k διαφωνίαν τις εἶναι νομίζῃ l. τοὺς μὲν οὖν μαθητὰς μεθ’ ἑαυτοῦ ἔλαβεν, τοὺς ὄχλους ἀφεὶς, ἤγουν προπέμψας. παρέλαβε δὲ οὐ μάτην οὐδὲ εἰκῆ· ἀλλ’ ὥστε ποιῆσαι θεατὰς τοῦ μέλλοντος ἔσεσθαι θαύματος, καὶ ἵνα μὴ μέγα φρονῶσιν, ὅτι τοὺς ἄλλους πέμψας, αὐτοὺς κατέσχεν, ἀφίησι κλυδωνισθῆναι· τοῦτό τε, κατορθῶν καὶ πειρασμοὺς φέρειν γενναίως. ὁ μὲν οὖν Ματθαῖός φησιν ὅτι ἐκάθευδεν· ὁ δὲ Μάρκος καὶ πῶς ἐκάθευδεν εἶπεν, ὅτι ἐν προσκεφαλαίῳ, ἁπλῶς δεικνὺς m τὸ ἄτυφον, καὶ πολλὴν ἐντεῦθεν ἡμᾶς παιδεύων φιλοσοφίαν. τοῦ κλυδωνίου τοίνυν διεγερθέντος, διεγείρουσιν αὐτὸν λέγοντες, διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; ὁ δὲ Ἰησοῦς διεγερθεὶς, τῇ θαλάσσῃ ἐπετίμησε καὶ τοῖς i Sic L. τὸ Poss. et Ρ. k παράληψιν P.L. 1 νομίζοι P.L. m διαδεικνὺς L. μαθηταῖς, δείξας ἐντεῦθεν, ὅτι θαρρεῖν χρὴ, κἂν μεγάλα διεγείρηται τὰ κύματα, καὶ ὅτι πάντα συμφερόντως οἰκονομεῖ. καὶ γὰρ τὸ θορυβηθῆναι συμφερόντως ἐγίνετο, ὥστε μεῖζον φανῆναι τὸ θαῦμα, καὶ διηνεκῆ γενέσθαι τοῦ συμβάντος τὴν μνήμην. διὰ τοῦτο καὶ καθεύδει. εἰ γὰρ ἐγρηγορότος n ἐγένετο, ἣ οὐκ ἃν ἐφοβήθησαν, ἣ οὐκ ἃν παρεκάλεσαν, ἣ οὐδὲν ἐνόμισαν αὐτὸν δύνασθαι τι τοιοῦτον ποιεῖν. διὰ τοῦτο καθεύδει, διδοὺς καιροὺς τῇ δειλίᾳ, καὶ τρανοτέραν αὐτοῖς ποιῶν τὴν αἴσθησιν τῶν γινομένων. ἐπεὶ οὖν πάντας εἶδον εὐεργετηθέντας, αὐτοὺς δὲ οὐδενὸς ἀπολελαυκότας, ὕπτιοι ἦσαν· ἔδει δὲ αὐτοὺς διὰ τῆς οἰκείας αἰσθήσεως ἀπολαῦσαι τῶν εὐεργεσιῶν. συγχωρεῖ τὸν χειμῶνα, ἵνα διὰ τῆς ἀπαλλαγῆς σαφεστέραν λάβωσιν αἴσθησιν τῆς εὐεργεσίας. διὰ τοῦτο δὲ οὐδὲ παρόντων ἄλλων τοῦτο ποιεῖ, ὥστε μὴ καταγνωσθῆναι αὐτοὺς ὀλιγοπιστίᾳ, ἀλλ’ αὐτοὺς μόνους λαβὼν διορθοῦται. οὐδὲ γὰρ τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον, ἀλλ’ ὅτι μὲν δύναται δειγερεὶς ἐπιτιμᾷν ᾔδεσαν, ὅτι δὲ καὶ καθεύδων, οὐδέπω. διὸ καὶ ἐπιτιμῶνται πολλάκις, ὡς ὅταν λέγῃ, “ ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοι “ ἐστε;” μὴ τοίνυν θαυμάσῃς, εἰ τῶν μαθητῶν ἀτελέστερον διακειμένων o, οἱ ὄχλοι οὐδὲν μέγα ἐφαντάζοντο. ἐθαύμαζον γὰρ λέγοντες, “ ποταπός ἐστιν ὁ ἄνθρωπος οὗτος, ὅτι καὶ ἡ θάλασσα καὶ ὁ “ ἄνεμος αὐτοῦ ὑπακούει;” ὁ δὲ Χριστὸς οὐκ ἐπετίμησεν ὅτι ἄνθρωπον αὐτὸν ἐκάλουν· ἀλλ’ ἀνέμενε αὐτοὺς διὰ τῶν σημείων διδάσκειν, ὅτι πεπλανημένη ἦν αὐτῶν ἡ ὑπόληψις. πόθεν δὲ ἄνθρωπον αὐτὸν ἐνόμιζον; ἀπό τε τῆς ὄψεως, ἀπό τε τοῦ ὕπνου, καὶ τοῦ πλοίου κεχρῆσθαι. διὰ δὴ τοῦτο εἰς ἀμηχανίαν ἐξέπιπτον λέγοντες, ποταπός ἐστιν; ὁ μὲν γὰρ ὕπνος καὶ τὸ φαινόμενον ἄνθρωπον ἐδείκνυ· ἡ δὲ θάλασσα καὶ ἡ γαλήνη Θεὸν ἐνέφηνε. μόνῳ γὰρ ἐπιτάγματι πᾶσαν εὐθὺς τὴν ζάλην διέλυσεν. οὐκ εὐχῆς δεηθεὶς Ρ, οὐ ῥάβδον ὡς Μώσης ἐπανατεινάμενος q, ἀλλ’ ὡς δεσπότης ἐπιτάττων θεραπαινίδι, καὶ ὡς δημιουργὸς κτίσματι. ἐπειδὴ δὲ ἀπέβη τῆς θαλάσσης, διαδέχεται θαῦμα ἕτερον φοβερώτερον. n ἐγρηγορότως L. o ἀτελέστεροι διακείμενοι Ρ. P Male Poss. ἔχιν δὲ θείς. q ἐπανατεινόμενος Ρ. ΚΕΦ. ΙΑ. Περὶ τοῦ Λεγεῶνος. Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν Γαδαρηνῶν. Ελθόντι δὲ εἰς τὴν χώραν τῶν Γερασηνῶν, ἤτοι τῶν Γεργεσηνῶν, νῶν, καὶ τὰ ἑξῆς. οὔτε Γαδαρηνῶν οὔτε Γερασηνῶν r τὰ ἀκριβῆ ἔχει τῶν ἀντιγράφων, ἀλλὰ Γεργεσηνῶν. Γάδαρα γὰρ πόλις ἐστὶ τῆς Ἰουδαίας, περὶ ἣν τὰ διαβόητα θερμὰ s τυγχάνει· λίμνη δὲ κρημνοῖς παρακειμένη οὐδαμῶς ἔστιν ἐν t αὐτῇ, ἣ θάλασσα. καὶ Γέρασα δὲ τῆς Ἀραβίας ἐστὶ πόλις, οὔτε θάλασσαν οὔτε λίμνην πλησίον ἔχουσα· καὶ οὐκ ἂν οὕτω προφανὲς ψεῦδος καὶ εὐέλεγκτον οἱ Εὐαγγελισταὶ n εἰρήκεισαν x, ἄνδρες ἐπιμελῶς γινώσκοντες τὰ περὶ τῆς Ἰουδαίας. Γέργεσα τοίνυν ἐστὶν ἀφ’ ἧς οἱ Γεργεσηνοὶ γ, πόλις ἀρχαία περὶ τὴν νῦν καλουμένην Τιβεριάδα λίμνην z, περὶ ἢν κρημνὸς παρακείμενος τῇ λίμνῃ, ἀφ’ ἧς δείκνυται τοὺς χοίρους ὑπὸ τῶν δαιμόνων καταβεβλῆσθαι. ἑρμηνεύεται δὲ ἡ Γέργεσα, παροικία ἐκβεβληκότων, ἐπώνυμος οὖσα τάχα προφητικῶς a, οὗ περὶ τὸν σωτῆρα πεποιήκασι, παρακαλέσαντες αὐτὸν μεταβῆναι ἐκ τῶν ὁρίων αὐτῶν οἱ τῆς χώρας b πολῖται. καὶ ταῦτα Ὠριγένης φησὶν ἐν τῷ ἑκτῷ τόμῳ τῶν εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον ἐξηγητικῶν. Καὶ οὔτε ἁλύσεσιν οὐδεὶς ἠδύνατο αὐτὸν δῆσαι. διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπάσθαι ὑπ’ αὐτοῦ τὰς ἀλύσεις, καὶ τὰς πέδας συντετρίφθαι· καὶ οὐδεὶς αὐτὸν ἴσχυε δαμάσαι. διαπαντος νυκτὸς κα ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. Ἰστέον δὲ ὡς Μάρκος μὲν καὶ Λουκᾶς ἕνα φασὶν c εἶναι τὸν δαιμονιζόμενον, Ματθαῖος δὲ δύο· τοῦτο δὲ οὐ διαφωνίαν ἐμφαίνει. r Γερασηνῶν Ρ. Γερασενῶν Poss. s θρέμματα L. t Om. L. u μαθηταὶ P. et Poss. x εἰρήκεσαν Ρ. y Γεργέσεοι Ρ. Γεργεσαῖοι L. z πόλιν Poss. a ἀφ’ οὐτ’ Poss. ἀφ’ om. Ρ. b τῶν χοίρων P.L. c φησὶν Ρ. εἰ μὲν γὰρ εἶπον ὅτι εἷς μόνος ἣν, ἐδόκουν ἀμφιβάλλειν τῷ Ματθαίῳ. εἰ μὲν d δὲ οἱ μὲν περὶ τοῦ ἑνὸς, ὁ δὲ περὶ τῶν δύο διελέχθη e, οὐ μάχης τὸ εἰρημένον, ἀλλὰ διαφόρου διηγήσεως. καὶ γὰρ ἔμοιγε δοκεῖ τὸ χαλεπώτερον τούτων f ἐπιλεξάμενοι εἰρηκέναι. διὸ καὶ τραγικώτερον ἀπαγγέλλει τὴν συμφοράν· οἷον ὅτι τὰ δεσμὰ καὶ τὰς ἁλύσεις διαρρήξας g ἐπλανᾶτο κατὰ τὴν ἔρημον. ὁ δὲ Μάρκος, καὶ τοῖς λίθοις ἔκοπτεν ἑαυτόν φησι. συνέβαινε δὲ καὶ ἀμφοτέρων ὁμοίως ὄντων χαλεπῶν, ἁπλῶς εἰπεῖν ὅτι δαιμονιζόμενος, μὴ ἀκριβολογησάμενοι h περὶ τὸν ἀριθμὸν, ἐπεὶ μηδὲ συντελεῖν τοῦτο ἐνόμιζον εἰς τὸ μείζονα τοῦ ποιήσαντος φανῆναι τὴν δύναμιν. ὁ γὰρ τὸν ἕνα θεραπεύσας τοιοῦτον ὄντα, οὐδὲ δύο οὐδὲ πλείονας ὁμοίως διακειμένους θεραπεύειν ἀδύνατος ἦν. Ἔλεγε γὰρ αὐτῷ, ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. Επειδὴ τοίνυν ἄνθρωπον αὐτὸν ὡμολόγησαν, ἦλθον οἱ δαίμονες τὴν θεότητα ἀνακηρύττοντες. καὶ οἱ τῆς θαλάσσης κυμαινούσης καὶ πάλιν ἡσυχαζούσης οὐκ ἀκούσαντες, ἤκουον τῶν δαιμόνων ταῦτα βοώντων, ἅπερ ἐκείνη διὰ τῆς γαλήνης ἔκραζεν. εἶτα ἵνα μὴ δόξῃ κολακείας τὸ πρᾶγμα εἶναι, ἀπὸ τῆς πείρας τῶν πραγμάτων βοῶσι, λέγοντες, “ ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς ” διὰ δὴ τὸ πρότερον ὁμολογεῖται ἡ ἔχθρα, ἵνα μὴ ὕποπτος αὐτῶν ἡ ἱκετηία γένηται. καὶ γὰρ ἐμαστίζοντο ἀοράτως πιμπράμενοι καὶ τὰ ἀνήκεστα πάσχοντες ἀπὸ τῆς παρουσίας ἐκείνης. νομίσαντες δὲ ἤδη τὴν κόλασιν αὐτοῖς ἐφεστάναι, ἔδεισαν ὡς ἤδη εἰς τιμωρίαν ἐμπεσούμενοι. διὸ καὶ ἀξιοῦσι μὴ πρὸ καιροῦ δοῦναι τὴν δίκην. ἐπειδὴ γὰρ κατέλαβεν αὐτοὺς τὰ δεινὰ ἐκεῖνα καὶ παράνομα ἐργαζομένους, καὶ τὸ πλάσμα τὸ ἑαυτοῦ παντὶ διαστρέφοντας τρόπῳ καὶ τιμωρουμένους, καὶ ἐνόμιζον αὐτὸν δι’ ὑπερβολὴν τῶν γενομένων οὐκ ἀναμενεῖν τὸν καιρὸν τῆς κολάσεως, διὰ τοῦτο παρεκάλουν καὶ ἐδέοντο. καὶ οἱ μηδὲ δεσμῶν ἀνεχόμενοι σιδηρῶν, ἔρχονται δεδεμένοι· καὶ οἱ τὰ ὄρη κατατρέχοντες, εἰς τὰ πεδία ἐξῄεσαν. d Om. Ρ. e διελέγχθη Ρ. f τοῦτον Ρ. g διαρρήσσων P.L. h ἀκριβολογησάμενον Ρ. Τί δήποτε καὶ τοῖς τάφοις ἐμφιλοχωροῦσιν οἱ δαίμονες; ὀλέθριον δόγμα τοῖς πολλοῖς ἐνθεῖναι βουλόμενοι, οἷον ὅτι αἱ ψυχαὶ τῶν ἀπελθόντων δαίμονες γίνονται· ὃ μηδέποτε γένοιτο μηδὲ μέχρις ἐννοίας λαβεῖν. ἄλλως δέ, φησιν, εἰ καὶ ἄγαν εἰσὶ μοχθηροὶ τὸν τρόπον οἱ δαίμονες, ἀλλ’ οὖν γε ἴσασιν ὅτι πάντως αὐτοὺς ὑπὲν τῶν ἁμαρτημάτων μένει τις κόλασις ὕστερον. ὅτι δὲ οὐχ ὁ καιρὸς ἐπέστη τῆς κολάσεως, ῥᾳδίως ἠδύναντο γνῶναι, ἐξ ὧν οὐ τιμωρίᾳ παρεδίδοντο νῦν, ἀλλ’ ὥστε ἀναχωρῆσαι μόνον τῶν ἀνθρώπων συνώθει αὐτούς. ἔλεγε γὰρ ὁ Σωτὴρ, “ ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρ- “ ’τον ἐκ τοῦ ἀνθρώπου.’ ὡς οὖν καιρὸν ἔχοντες ἃ βούλονται ποιεῖν ἐν τῷ μέσῳ περὶ τοὺς ἀνθρώπους, οὕτω κατεβόων τοῦ Κυρίου, ὡς ἃν πρὸ τοῦ προσήκοντος καιροῦ μάτην αὐτοὺς βιαζομένου καὶ τιμωριαις ὑπάγοντος. Καὶ ἐπηρώτα αὐτὸν, Τί σοι ὄνομα; καὶ ἀπεκρίθη λέγων, λεγεὼν ὄνομά μοι· ὅτι πολλοί ἐσμεν. Ἐπηρώτα δὲ αὐτὸν, “ τί ὄνομά σοι ” ἐπειδὴ γὰρ ὁ Κύριος ᾔδει τὸ πλῆθος τῶν ἐνοικούντων δαιμόνων, οἱ δὲ ὁρῶντες ἕνα μὲν ἄνδρα ἔβλεπον h, μιᾶς δὲ φωνῆς προφερομένης ἤκουον, λέγει, εἰπὲ, τι ὄνομά σοι; ἵνα μὴ αὐτὸς εἴπῃ ὅτι πολλοί εἰσιν, ἀλλ’ αὐτοὶ ὁμολογήσουσιν ὅτι πολλοὶ τυγχάνουσ’ ἱν· ἀποκρίνεται δὲ, λέγων ὅτι ὄνομά μοι λεγεών. καὶ οὐδὲ λέγει τὸν ἀριθμὸν, ἀλλ’ ἁπλῶς σημαίνει τὸ πλῆθος. οὐδὲν γὰρ ὠφελεῖ εἰς γνῶσιν ἡ ἀκρίβεια. Καὶ παρεκάλει αὐτὸν πολλὰ, ἵνα μὴ αὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας. “Καὶ παρεκάλει αὐτὸν πολλὰ, ἵνα μὴ ἀποστείλῃ αὐτοὺς ἔξω τῆς “ χώρας,” ἢ εἰς τὴν ἄβυσσον ἀπελθεῖν, ὥς φησιν ὁ Λουκᾶς. ἡ γὰρ ἄβυσσος ἀναχώρησίς ἐστι τούτου τοῦ κόσμου. ἀξιοῦσι τοίνυν οἱ δαίμονες μὴ πεμφθῆναι ἔξω τῆς γῆς, μηδὲ ὅπου οὐκ ἔστιν ἄνθρωτπος, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. ὥστε ὁ Κύριος ἠδύνατο μὲν ἐπιτάξαι αὐτοῖς, συνεχώρησε δὲ αὐτοὺς εἶναι ἐν τῇ γῇ ταύτῃ· ὥσπερ οὖν καὶ τὸν h Βλέπουσι L. διάβολον, ἵνα μὴ τοῦ ἀντιπάλου τῇ ἀπουσίᾳ i ζημιώσῃ τὴν ἀνθρωπότητα τοῦ στεφάνου τῆς νίκης. Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη. Εἰς δὲ τοὺς χοίρους ἐπέτρεψεν εἰσελθεῖν]. ἅπαντες δὲ ὑπὸ τῶν δαιμόνων ἐλασθέντες κατὰ τοῦ κρημνοῦ ῥίψαντες ἑαυτοὺς εἰς τὴν θάλασσαν ἐνέβαλον k, ὡς τοὺς βόσκοντας ὁμοῦ τὲ φοβηθῆναι καὶ θαυμάσαι τὸ γινόμενον, καὶ εἰσελθόντας ἀπαγγεῖλαι τοῖς ἐν τῇ πόλει ἅπαντα τὰ γενόμενα. ἐφ’ οἷς εἰκότως ἐκπλαγέντες ἐκεῖνοι, ἐξῆλθον πρὸς τὸν Ἰησοῦν· καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ’ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα, καὶ παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ καθήμενον, καὶ τὸν εὐεργέτην ἐπιγινώσκοντα. καὶ ἐξεπλάγησαν ἐπὶ τῷ γενομένῳ· καὶ τὴν προσήκουσαν ἀποδόντες ἐν τῇ συναντήσει τιμὴν, παρεκάλεσαν ἐφ’ ἑτέρους μεταβῆναι τόπους, ὡς οὐκ ἄξιοι ὄντες τοσοῦτον ἀγαθὸν ἐπὶ τῆς οἰκείας χώρας ἔχειν, δείσαντες μήπου τι καὶ μεῖζον πάθωσιν ἀπὸ τῆς τοῦ παρόντος δυνάμεως τῶν οἰκείων ἁμαρτημάτων ἕνεκεν. Αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν, εἶτα ὁ πάσχων οὐκ ἀναχωρεῖ τοῦ Σωτῆρος, ἀλλ’ ἠξίωσεν ἵνα ᾗ σὺν αὐτῷ· οὕτως ἐνέφηνεν φηνεν ὥστε καὶ τὸν Σωτῆρα ἐπιγνῶναι καὶ δεδοικέναι μὴ πάλιν ὑποστρέψωσιν οἱ δαίμονες εἰς αὐτόν. Καὶ ἀπῆλθε καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον. ‘O δὲ Κύριος ἵνα μὴ δόξῃ διὰ τῆς παρουσίας φυλάττειν l μόνον, ἀπέλυσεν αὐτόν· μηδένα, φησὶν, εὐλαβήθητι. ἡ γὰρ παρουσία ἐλαττοῖ τὸ θαῦμα, ἡ δὲ ἀπουσία σημαίνει μειζόνως τὴν ἐνέργειαν. ὑπόστρεφε εἰς ’τον οἶκον σου, ἔχων παρ’ ἐμοῦ τὸ ἐνέχυρον τῆς σω- τηρίας, καὶ διηγοῦ τοῖς ἄλλοις τὸ θαῦμα, ἵνα βεβαιώσῃς τὴν χάριν. ὃ δὴ καὶ ποιῶν διετέλει. ζητεῖται m τίνος ἕνεκεν ὁ Κύριος τοῖς δαίμοσι εἰσελθεῖν n ἐπιτάττει ο εἰς τοὺς χοίρους οὕτως αἰτήσασι; μέγιστα κακὰ διετίθεσαν τοὺς ἀνθρώπους p οἱ δαίμονες. i ἡ ἀπουσία L. j Om. Ρ. k ἔβαλλον L. l φυλάσσειν Ρ. m ζητητέον Ρ. ζητεῖτε L. n εἰσ. αἰτήσασιν εἰς τ. χοίρους ἐπέτρεψεν L. ο ἐπιτάσσει Ρ. P τοῖς ἀνθρώποις L. ἐντεῦθεν δὲ πολλοὶ ὡς εἰκὸς, συνεξέταζον πρὸς ἀλλήλους, τίνος ἕνεκεν ταῦτα ποιούντων ἀνέχεται ὁ Θεός; βουληθεὶς οὖν ὁ Κύριος ἅπασι δεῖξαι, καὶ ἥντινα τὴν ὀργὴν κατὰ τῶν ἀνθρώπων οἱ δαίμονες ἔχουσι, καὶ ὅτι πολὺ r ἐλάττονα ἢ βούλονται καὶ δύνανται, τοὺς ἀνθρώπους ἐργάζονται κακὰ, τῇ τοῦ Θεοῦ κωλυόμενοι δυνάμει· ἐπὶ μὲν ἀνθρώπων ταύτην οὐ παρείχετο s ἀπόδειξιν· ἐπέτρεψε δὲ αὐτοῖς εἰς τοὺς χοίρους εἰσελθεῖν, ὥστε ἀπ’ ἐκείνων τήν τε ὀργὴν φανῆναι τῶν δαιμόνων καὶ τὴν δύναμιν νοεῖν t, καὶ ὅτι οἱ τοσούτους χοίρους συντόμως ἀφανίσαντες, οὐκ ἀδύνατοι τὰ αὐτὰ διατιθέναι τοὺς ἀνθρώπους καθεστήκασιν u, ὡς διὰ πάντων φανερὰν εἶναι τοῦ Θεοῦ τὴν δύναμιν, κωλύοντος αὐτοὺς ἅπαντα πράττειν εἰς τοὺς ἀνθρώπους ὅσα καὶ βούλονται. ΚΕΦ. ΙΒ. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου. Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ’ αὐτὸν, καὶ ἦν παρὰ τὴν θάλασσαν. καὶ ἰδοὺ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτὸν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ. καὶ παρεκάλει αὐτὸν πολλὰ, λέγων, ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας, ὅπως σωθῇ καὶ ζήσεται. καὶ ἀπῆλθε μετ’ αὐτοῦ, καὶ ἠκολούθει αὐτῷ ὄχλος πολὺς, καὶ συνέθλιβον αὐτόν. Θαῦμα δὲ πάλιν ἕτερον διαδέχεται. ἄρχων γὰρ τῆς συναγωγῆς ἀπαντᾷ πρὸς τὸν Κύριον, οὐ προλαμβάνων εὐγνωμοσύνῃ τὴν πίστιν, ἀλλ’ ἀναγκαζόμενος ὑπὸ νόσου τῆς θυγατρός. ὄνομα δὲ ἦν αὐτῷ Ἰάειρος. τὸ ὄνομα κεῖται διὰ τοὺς Ἰουδαίους τοὺς εἰδότας τὸ γεγονὸς ἵνα γένηται τὸ ὄνομα ἀπόδειξις τοῦ θαύματος. παρεκάλει δὲ τὸν Ἰησοῦν ὑπὲρ ἰδίας θυγατρὸς, ἣν Ματθαῖος μὲν τετελευτηκέναι φησὶ, Μάρκος δὲ τότε μὲν y ἀρρωστεῖν δεινῶς, ὕστερον q πολλὰ P. r πολλοὶ Ρ. s παρέσχετο P.L. t Om. P.L. u καθεστήκεσαν L. x γένος L. y τὸ μὲν P. δὲ ἐλθόντος τινὸς τῶν τοῦ ἀρχισυναγώγου, ἐν ὅσῳ ἀπιέναι ὁ Κύριος ἔμελλεν, ἀπαγγεῖλαι ὅτι δὴ τετελεύτηκε, καὶ περιττὸν αὐτῷ τὸ σκύλλον· τὸν διδάσκαλον. ἐπειδὴ γὰρ ὡς διδάσκαλον ἐνόμιζον αὐτὸν καλεῖσθαι, ἵνα ἐλθὼν ἐπεύξηται τῇ παιδὶ a, ἐνόμισαν μηκέτι αὐτοῦ χρείαν εἶναι διὰ τὸ τεθνηκέναι αὐτήν. οὐκ εἰδότες ὅτι δυνατὸς ἦν καὶ ἀποθανοῦσαν ἀναστῆσαι. τοῦτο μὲν οὖν οὕτως ἔχει. Ματθαῖος δὲ τοῦτο τὸ πρᾶγμα b μόνον εἶπε c γενόμενον, ὡς ἃν δι’ ἑκατέρου ὁμοίως ἐκείνου σημαινομένου ὅτι δὴ νεκρὰν ἤγειρεν, συν- τόμως εἶπεν d ὅτι τετελεύτηκε, παρεὶς τὴν ἀκρίβειαν. ὑπισχνεῖται ὁ Κύριος ἀπελεύσεσθαι e καὶ ἀναστήσειν αὐτῷ τὴν παῖδα. εἵποντο δὲ αὐτῷ καὶ οἱ μαθηταί.