ΚΕΦ. ΛΗ. Περὶ τῶν Σαδδουκαίων. Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὑτὸν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι· καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες, τινες εἰσιν οἱ Σαδδουκαῖοι ; αἵρεσις Ἰουδαίων ἑτέρα λέγουσα μὴ εἶναι ἀνάστασιν, μήτε Ἄγγελον, μήτε πνεῦμα. καὶ ἐντεῦθεν μὲν οὐδὲν αὐτῷ περὶ ἀναστάσεως λέγουσι. πλάττουσι δέ τινα λόγον, καὶ πρᾶγμα συντιθέασιν ὡς ἐπίπαν μὴ γεγενημένον, οἰόμενοι εἰς ἀπορίαν αὐτὸν ἐκβαλεῖν q, καὶ τὸ ἀνάστασιν εἶναι ἀνατρέψαι. καὶ τίνος ἕνεκεν οὐκ ἔπλασαν δύο ἢ τρεῖς, ἀλλ’ ἑπτά; ὥστε ἐκ περιουσίας κωμῳδῆσαι τὴν ἀνάστασιν. διὸ καὶ λέγουσι, πάντες ἔσχον αὐτήν· τι οὖν ὁ Χριστός ; πρὸς ἀμφότερα ἀπο- ο δυνάμενα P. Ρ ἄρχοντας L. q ἐμβαλεῖν Ρ. F κρίνεται, οὐ πρὸς τὰ ῥήματα, ἀλλὰ πρὸς τὴν γνώμην, ἱστάμενος καὶ ὅτι ἀνάστασις ἔσται, καὶ οὐ τοιαύτη ἀνάστασις οἴανΡ, ὥς φασί τινες, τοὺς Φαρισαίους ὑπολαμβάνειν. τι γάρ φησι ; πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. ἐπεὶ γὰρ ὡς εἰδότες, Μωσέα προεβάλλοντο καὶ τὸν νόμον, δείκνυσιν αὐτοὺς τὰς γραφὰς ἀγνοοῦντας, ἐκ δὲ τούτου καὶ τὴν δύναμιν τοῦ Θεοῦ. καὶ ἐπειδὴ αἴτιον ἦν τοῦ μὴ νομίζειν ἀνάστασιν, τὸ τοιαύτην ὑποπτεύειν γενήσεσθαι πραγμάτων κατάστασιν, τὸ αἴτιον θεραπεύει, εἶτα καὶ τὸ σύμπτωμα. ἐν γὰρ τῇ ἀναστάσει, φησὶν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται. ψεῦδος οὖν ὑποτίθεσθε ἀγνοοῦντες τὴν περὶ τῆς ἀναστάσεως γραφὴν, καὶ τὴν δύναμιν τοῦ Θεοῦ, τὴν ἐκ μὴ ὄντων τῷ λόγῳ τὰ πάντα συστησαμένην· ἥτις καὶ τὰ διεφθαρμένα εἰς ἀνάστασιν ἄγει. καὶ ἐπειδὴ μενοῦσιν ὡσαύτως ἄνθρωποι μηκέτι αὐξανόμενοι εἰς πλῆθος, καθάπερ καὶ οἱ Ἄγγελοι· διὰ τοῦτο κοινωνία γάμων ἀναιρεθήσεται· τοῦτο γὰρ τὸ ὡς “ Ἄγγελοι τοῦ Θεοῦ ἐν τοῖς οὐρανοῖς.” ὥσπερ γὰρ τὸ ἀγγελικὸν πλῆθος πολὺ μὲν ὂν, οὐ μὴν ἐκ γενέσεως αὐξηθὲν, ἀλλ’ ἐκ δημιουργίας ὑπάρχον· οὕτω δὴ καὶ τὸ ἀνιστάμενον πλῆθος. ὅτι δὲ γενήσεται ἀνάστασις, καὶ οὐκ ἀδύνατον τὸ πρᾶγμα τοῦτο, ἐξ ἐπαγγελίας τοῦ Θεοῦ συνίστησι, καὶ οὐκ ἐκ φυσιολογίας. οὐχὶ γὰρ τῶν οὐκ ὄντων, φησὶν, ἅγιος Θεὸς ὁ Θεὸς, οὐ γὰρ εἶπεν ἤμην, ἀλλ’ εἰμὶ τῶν ζώντων καὶ τῶν ὄντων ἴσμεν δὲ ὅτι καὶ πρὸς τὴν λέξιν ταύτην οἱ ἀπὸ τοῦ Οὐαλεντίνου r καὶ Μαρκίωνος ἔτι διαμάχονται, ἐπὶ ψυχὰς ἀνάγοντες τὸν λόγον. ταύτας γὰρ ζῆν, καὶ περὶ τούτων εἰρηκέναι τὸν Κύριον ὡς τούτων ὄντος Θεοῦ τοῦ Θεοῦ s. οὐ δήπου δὲ Σαδδουκαίοις περὶ ψυχῶν ἦν ἡ αἰτιολογίαι, ἀλλὰ περὶ σωμάτων· ὥστε περὶ τούτων ἡ ἀπόκρισις. λέγεται δὲ τότε ἀνίστασθαι ὁ νεκρὸς, ὅτε μετὰ σώματος ἡ ψυχή· οὐκ ὡς ἐν τῷ μεταξὺ τῆς ψυχῆς διαλελυμένης, ἀλλ’ ὡς ἀπρακτούσης, καὶ τὰ τῆς ψυχῆς ἴδια ὅσα μετὰ σώματος ἔσχεν οὐκ ἐχούσης. ἓν γάρ τι τὸ συναμφότερόν u ἐστιν ἐν ἀνθρώποις, καὶ ἡ ζωὴ κοινὴ, καὶ ἑκατέρων ν δεῖ w πρὸς τὸ τὴν ἐκ θανάτου ζωὴν πάλιν συστῆναι. Ρ οἵαν Ρ. οἷα L. et Poss. q τῶν ὀντ. κ. τ. ηώντ. L. r βαλεντίνου L. s ὄντα Θεὸν Poss. t ἀντιλογία Ρ. u Sic P.L. συναμφοτέρων Poss. v ἑκάτερον L. w δὴ P.L. ΚΕΦ. ΛΘ. Περὶ τοῦ γραμματέως. Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, εἰδὼς ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτὸν, ποία ἐστὶ πρώτη πασῶν ἐντολή ; Ὁ μὲν Ματθαῖος ὅτι πειράζων ἠρώτησεν· ὁ δὲ Μάρκος τουναντίον. “ εἰδὼς ” γάρ φησιν “ ὁ Ἰησοῦς ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν “ αὐτῷ οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ. ” οὐκ ἐναντιούμενοι ἑαυτοῖς, ἀλλὰ καὶ σφόδρα συνᾴδοντες. ἠρώτησε μὲν γὰρ πειράζων παρὰ τὴν ἀρχὴν, ἀπὸ δὲ τῆς ἀποκρίσεως ὠφεληθεὶς, ἐπῃνέθη. οὐδὲ γὰρ παρὰ τὴν ἀρχὴν αὐτὸν ἐπῄνεσεν, ἀλλ’ ὅτε εἶπεν, ὅτι τὸ ἀγαπᾷν τὸν πλησίον πλεῖόν ἐστι τῶν ὁλοκαυτωμάτων, τότε φησὶν, “ οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας·” ὅτι τῶν ταπεινῶν ὑπερεῖδε, καὶ τὴν ἀρχὴν τῆς ἀρετῆς κατέλαβε. καὶ γὰρ πάντα ἐκεῖνα διὰ τοῦτο, καὶ τὸ σάββατον καὶ τὰ λοιπὰ, καὶ οὐδὲ οὕτως αὐτῷ ἀπηρτισμένον τὸν ἔπαινον x συνέθηκεν, ἀλλ’ ἔτι λείποντα· τὸ γὰρ εἰπεῖν, οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας, δείκνυσιν ἔτι ἀπέχοντα, ἵνα ζητήσῃ τὸ λεῖπον. τίνος οὖν ἕνεκεν τὴν ἀρχὴν ταύτην τῷ Ἰησοῦ προεβάλετο τὴν ἐρώτησιν ; προσδοκῶν τινα λαβὴν παρέξειν αὐτῷ ὡς ἐπιδιορθωσόμενον αὐτὸν, διὰ τὸ καὶ ἑαυτὸν ποιεῖν Θεόν. τί οὖν ὁ Χριστός ; δεικνὺς ὅθεν ἦλθεν ἐπὶ ταῦτα, ἀπὸ τοῦ μηδεμίαν ἔχειν ἀγάπην, ἀπὸ τοῦ φθόνῳ καὶ ζηλοτυπίᾳ τήκεσθαί, φησιν, ἀγαπήσῃ Κύριον τὸν Θεόν σου, αὕτη πρώτη, καὶ μεγάλη ἐντολή. δευτέρα δὲ ὁμοία αὐτῆς, “ καὶ ἀγαπήσεις τὸν “ πλησίον σου ὡς ἑαυτόν.” διατί δὲ ὁμοία αὐτῆς ; ὅτι αὕτη ἐκείνην προοδοποιεῖ, καὶ αὐτὸ τὸ ἀγαπᾷν ἡμᾶς Κύριον τὸν Θεὸν ἡμῶν ἤρτηται τοῦ ἀγαπᾷν ἡμᾶς ἑαυτούς. ἀγαπῶντες γὰρ ἑαυτοὺς, ἀγαπῶμεν τὸν ποιήσαντα ἡμᾶς τοιούτους, ὡς y εἶναι κατ’ εἰκόνα τοῦ κτίσαντος ἡμᾶς. οὐ γὰρ ἐκ τοῦ ἀγαπᾷν τὸν Θεὸν ἀγαπῶμεν ἑαυτοὺς, ἀλλ’ ἐκ τοῦ ἀγαπᾷν ἑαυτοὺς εὐχαριστοῦμεν τῷ ἡμᾶς ποιήσαντι καὶ χαρισαμένῳ τὰ τοιαῦτα, ἅτινά ἐστι δυσεξαρίθμητα, x Sic P.L. τοῦ ἐπαίνου Poss. y ὡς om, L. ἀμειβόμενοι κατὰ τὸ δυνατὸν ἡμῖν αὐτὸν διὰ τῆς τοιαύτης ἀγάπης. “ πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται “ πρὸς τὸ φῶς.” καὶ πάλιν· “ εἶπεν ἄφρων ἐν καρδίᾳ αὑτοῦ, οὐκ ἔστι “ Θεός·” καίτοι z ἀπὸ τούτου διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι. “ καὶ ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει, καὶ τὸ κεφάλαιον τούτων a, “ ἀγαπήσεις τὸν πλησίον σου.” τὴν πρώτην οὖν ἐρωτηθεὶς, ἐπήγαγε καὶ τὴν δευτέραν, οὐδὲν αὐτῆς ἀποδέουσαν· πλεονάζει δὲ τῇ ἐπαναλήψει τῇ περὶ τοῦ αὐτοῦ πράγματος ὁ νόμος τὸ ἐν ὅλῃ καρδίᾳ, καὶ τὸ ἐν ὅλῃ ψυχῇ, καὶ τὸ ἐν ὅλῃ τῇ διανοίᾳ, ἵνα ἐπιτείνῃ τὴν ἀγάπην εἰς τελειότητα· μὴ καταλιπὼν ἀπόκλεισιν ἐπ’ ἄλλο μηδὲν, ὅπερ ἐλαττώσῃ b τὴν πρὸς Θεὸν ἀγάπην. ταύτην οὖν εἰπὼν μεγάλην ὁ Κύριος, προσέθηκε καὶ πρώτην εἶναι ταύτην, ἵνα καὶ τὴν δευτέραν ἐπεισαγάγῃ, συνημμένην αὐτῇ καὶ μὴ δυναμένην διίστασθαι. διὸ καὶ περὶ μιᾶς ἐρωτηθεὶς, οὐκ ἀπεσιώτησε τὴν ἀχώριστον αὐτῆς. οὐ γὰρ ἀληθὴς ἡ πρὸς Θεὸν ἀγάπη, τὴν πρὸς τὸν πλησίον οὐκ ἔχουσα. εἶτα ἐπειδὴ ἀπεκρίθη, καὶ ἀντερωτᾷ. ΚΕΦ. Μ. Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, ἔλεγε διδάσκων ἐν τῷ ἱερῷ, πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς ἐστὶ Δαβίδ ; Μετὰ τὸ ἐπαινέσαι τὸν εἰρηκότα ὅτι εἷς ἐστιν ὁ Θεὸς, ἵνα μὴ ἔχωσι λέγειν ὅτι θαύματα μὲν ἐποίησε, τῷ νόμῳ δὲ ἐναντίος καὶ τῷ Θεῷ πολέμιός ἐστι· διὰ τοῦτο μετὰ τοσαῦτα τοῦτο ἐρωτᾷ, λανθανόντως ἐνάγων αὐτοὺς εἰς τὸ καὶ αὐτὸν ὁμολογῆσαι Θεόν. ἐπειδὴ γὰρ πρὸς τὸ πάθος ἤμελλεν ἰέναι, λοιπὸν τίθησι τὴν κυρίαν αὐτῶν ἀνακηρύττουσαν προφητείαν. ἀλλ’ οὐχ ἁπλῶς οὐδὲ προηγουμένως, ἀλλ’ ἀπὸ αἰτίας εὐλόγου. ἀνατρέπων γὰρ αὐτῶν τὴν πεπλανημένην δόξαν, οὕτως εἰσάγει τὸν Δαβὶδ ἀνακηρύττοντα αὐτοῦ τὴν θεότητα, καὶ τὸ γνήσιον τῆς βιότητος, καὶ τὸ ὁμότιμον z καὶ τί P.L. a αὐτῶν P.L. b ἐλαττώσει Ρ. c πρὸς τὸν Πατέρα. καὶ οὐδὲ μέχρι τούτων ἵσταται. ἀλλ’ ὥστε καὶ φοβῆσαι καὶ τὰ ἑξῆς ἐπάγει λέγων, “ ἕως ἃν θῶ τοὺς “ ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.” ἵνα κἂν οὕτως αὐτοὺς ἐπαγάγηται. πρότερον δὲ εἶπε, τι ὑμῖν δοκεῖ; τίνος υἱὸς ἦν ; ὥστε d εἰς ἐρώτησιν αὐτοὺς ἀγαγεῖν. ἐπειδὴ εἶπον, τοῦ Δαβὶδ καὶ μὴν ὁ Δαβὶδ τάδε ἔφη) ἀλλὰ πάλιν ἐν τάξει ἐρωτήσεως, “ πῶς οὖν ὁ Δαβὶδ ἐν πνεύματι ; ” ὥς τε μὴ προσθεῖναι αὐτοῖς τὰ λεγόμενα. διὸ οὐδὲ εἶπε, τι οὖν ὑμῖν δοκεῖ περὶ ἐμοῦ ; ἀλλὰ, περὶ τοῦ Χριστοῦ ; ὅρα δὲ πῶς αὐτοὺς ἐρωτῶν συλλογίζεται. εἰ οὖν Δαβὶδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἦν ; οὐκ ἀναιρῶν τὸ υἱὸν αὐτοῦ εἶναι· ἄπαγε· ἀλλὰ τὴν ὑπόνοιαν διορθούμενος· πῶς υἱὸς αὐτοῦ ἦν, οὕτως ὡς ὑμεῖς φατε, μόνον υἱὸς καὶ οὐχὶ Κύριος αὐτοῦ ἢν ; καίτοι τοῦτο μετὰ τὴν μαρτυρίαν οὐκ εἶπε, καὶ μὴν Κύριος αὐτοῦ ἐστὶν, ἀλλὰ πῶς, ἐκείνων ἦν ἐρωτῆσαι, ἀλλ’ οὐκ ἠρώτησαν. οὐδὲ γὰρ ἐβούλοντό τι τῶν δεόντων μαθεῖν. διὸ καὶ αὐτὸς ἐπήγαγεν λέγων, ὅτι Κύριος αὐτοῦ ἦν e. οὐκ ἦν δὲ ἴσον ἀκοῦσαι, Ἰουδαίων ἁπάντων Κύριον, καὶ τοῦ Δαβίδ. σὺ δέ μοι σκόπει τὸ εὔκαιρον. ὅτε γὰρ εἶπεν εἷς ἐστι Κύριος, τότε καὶ περὶ αὐτοῦ εἶπεν, ὅτι Κύριός ἐστι καὶ ἀπὸ προφητείας, οὐκέτι ἀπὸ ἔργων μόνον, καὶ δείκνυσιν αὐτὸν ὑπὲρ αὐτοῦ ἀμυνόμενον, καὶ ὁμόνοιαν τοῦ Πατρὸς πρὸς αὐτόν. οὐδὲ γὰρ κατὰ τοὺς Ἰουδαίους τὸν υἱὸν Κύριον ἐχρῆν λέγεσθαι τοῦ Πατρὸς, τοὐναντίον δὲ, ὥσπερ καὶ τὸν Σολομῶνα ἡ μητὴρ f δοῦλον καλεῖ g τοῦ πατρὸς, λέγουσα, οὐχὶ Σολομῶνα τὸν δοῦλόν σου. πατέρα δὲ περὶ υἱοῦ λέγειν ὡς περὶ Κυρίου, παντελῶς ἀπᾷδον h, καὶ παρὰ τὴν φύσιν· καὶ μάλιστα ὁπότε κατὰ Πνεῦμα κινούμενον i λαλεῖ. οὐκ εἶπε δὲ τοῦ κύος Κύριον, ἀλλὰ τοῦ Δαβίδ. οὐ γὰρ ἐπειδὴ ἐν Πνεύματι λαλῶν Κύριον ἐκάλεσε τὸν Χριστὸν, διὰ τοῦτο δουλοποιητέον τὸ Πνεῦμα, ὡς τολμῶσιν οἱ εἰς τὸ Πνεῦμα δυσφημοῦντες. λέγει οὖν καὶ υἱὸν αὑτὸν τῆς παιδίσκης τοῦ Θεοῦ ὁ Δαβὶδ, καὶ οὐ δήπου τῷ Πνεύματι καὶ τοῦτο ἁρμόσει, ἀλλ’ εἰς τὸ ἴδιον πρόσωπον εἴρηται αὐτῷ ταῦτα καὶ ἄλλα πολλά. c τὸ add. Ρ. d ὥστε Ρ. ὅστε Poss. e ἐστὶν L. f ἡ μητ. om. L. ὁ, ἐκάλει L. h ἀπόδων L. i κινούμενος P.L. Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὑτοῦ, βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν, καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς. “ Καὶ ἔλεγεν αὐτοῖς·” τίσιν αὐτοῖς; δηλονότι τοῖς ἀπὸ τοῦ λαοῦ, περὶ ὧν εἶπε, “ καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.” φυλάξατε τοίνυν, φησὶν, ἑαυτοὺς ἀπὸ τῶν γραμματέων. μὴ ζηλοῦτε, μὴ μακαρίσητε, τὴν ἔξωθεν σκηνὴν θεωροῦντες. οὐ γὰρ ἕνεκα Θεοῦ k τὸ σχῆμα τὸ νόμιμον προβάλλονται, ἀλλ’ ἕνεκα τοῦ δοκεῖν ἀνθρώποις εὐσεβεῖν, καὶ κομίζεσθαι παρὰ ἀνθρώπων τὴν ἀνωφελῆ προτίμησιν. ἱκανὰ γὰρ ταῦτα πάντα ἐνδείξασθαι τῶν ἀνθρώπων τὸ πεφυσιωμένον καὶ περιττόν l. καρποῦνται γάρ, φησι, τοὺς οἴκους, καὶ ἃ ταῖς χήραις ταῖς ἀσθενέσιν ἔδει δίδοσθαι, κομίζονται. σχῆμά τι περιττῆς εὐλαβείας, τὸ παρεκτείνειν ἐπὶ πολὺ τὰς εὐχάς. ὅσῳ δὲ μᾶλλον τετίμηνται παρὰ τῷ λαῷ, καὶ τὴν τιμὴν εἰς βλάβην ἕλκουσι, τοσούτῳ μᾶλλον καταδικασθήσονται. δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται. ταῦτα δὲ λέγων καὶ τοὺς Ἀποστόλους ἐπαίδευε μὴ μιμεῖσθαι τοὺς παρὰ Ἰουδαίοις διδασκάλους καὶ γραμματεῖς, ἀλλ’ αὐτὸν ζηλοῦν. ἐπειδὴ γὰρ διδάσκαλοι τῆς οἰκουμένης προεχειρίζοντο, διὰ τούτων αὐτοῖς εἰσηγεῖται ἀρίστης πολιτείας κατάστασιν. ΚΕΦ. ΜΑ. Περὶ τῆς β΄ λεπτά. Καὶ καθίσας ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου, ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά. Ἐμέτρησεν οὐ τὸ βεβλημένον, συνεμέτρησε δὲ τὴν προθυμίαν. ἐκπλήττου τοίνυν τὸ κριτήριον τοῦ Θεοῦ, ὡς οὐ μεγέθει δωρεῶν ἀποβλέπει, ἀλλὰ τῇ προθυμίᾳ τῆς γνώμης. ἐκεῖνοι πολλὰ ἔχουσί φησιν· ἐκ τοῦ περισσεύματος δεδώκασιν· αὕτη τὴν αὑτῆς περιουσίαν προσήγαγεν. αὕτη ἡ χήρα τῶν γαστριζουσῶν τοὺς γραμματεῖς m τιμιωτέρα καθέστηκεν. ἐκεῖναι γὰρ σχήματι n διδασκάλῶν k τοῦ κυρίου L. 1 περὶ αὐτὸν P.L. m Sic P.L. τῶν γραμματέων Poss. n σχήμασι Poss. καὶ κωτίλοις στωμύλοις φλυαρίαις ο] προσανέχουσι λόγοις, μηδὲν εἰς ψυχὴν ὠφελούμεναι· ἀλλὰ καὶ τὰ οἴκοι μάτην προσαναλίσκουσαι· αὕτη λάθρα διαδίδωσι τῷ Θεῷ, μηδὲν ἑαυτῇ εἰς περιουσίαν καταλιμπάνουσα Ρ· οὐ κολακευομένη ὑπὸ τῶν ἡγουμένων· Θεῷ δὲ τὴν ἑαυτῆς δεικνῦσα προαίρεσιν. ΚΕΦ. ΜΒ. Περὶ τῆς συντελείας. Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν, καὶ τὰ ἑξῆς. Ἐπειδὴ πολλὰ περὶ τῆς ἐσομένης τῇ πόλει ἐρημίας καὶ τῷ ναῷ προεφήτευσεν, ὅτι ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος, οἱ ἀκούσαντες ταῦτα, ὥσπερ θαυμάζοντες προσῆλθον, ἐπιδεικνύντες τοῦ ναοῦ τὸ κάλλος, καὶ διαποροῦντες εἰ τοσαῦτα μεγέθη καὶ κάλλη οἰκοδομημάτων ἀφανισθήσεται. ὁ δὲ Κύριος τούτων ἀκούσας, οὐδὲν ἧττον τὴν παντελῆ αὐτοῦ ἀπώλειαν προαναφωνεῖ. εἰ δέ φασί τινες, μήπω εἰς τέλειον τοῦτο γεγενῆσθαι, ἀλλ’ ἔτι σώζεσθαι λείψανον τούτων, οὐδ’ οὕτω διέπεσεν ἡ ἀπόφασις q. καὶ γὰρ r τὴν ἐρημίαν ἐνδεικνύμενος τὴν παντελῆ ταῦτα ἔλεγεν, καὶ τὴν τῆς νομικῆς λατρείας κατάλυσιν περὶ τὸν κατ’ ἐκεῖνον τὸν τόπον ἔνθα ἦν. ἔστι γὰρ αὐτοῦ μέρος μέχρι τῶν θεμελίων ἠφανισμένον. ἣ καὶ ἐκ τῶν γεγενημένων καὶ περὶ τῶν λειψάνων θαρρεῖν χρὴ, ὡς τέλεον ἀπολλυμένων. Ἕτερος δέ φησιν s. ἐπειδὴ γῆ ἐκεῖνοι τὸ ἱερὸν ἐδείκνυσαν ὡς ἄριστα κατεσκευασμένον, καὶ διὰ τοῦτο οὐκ ὄφειλον καταπεσεῖν, ἐπὶ τὸ καθολικὸν τὸν λόγον ἐξήγαγεν, ὅτι ἔσται καιρὸς ὅτε πάντα συντελεσθήσεται, ὡς μηδὲ λίθον ἐπὶ λίθῳ μεῖναι. τοῦτο γὰρ περὶ τῆς καθόλου συντελείας ἔφη. καὶ πάλιν ὁ Μάρκος οὐ πάντας αὐτόν φησιν ἐρωτῆσαι περὶ τῆς συντελείας τῶν Ἱεροσολύμων, ἀλλὰ μόνους τοὺς προγεγραμμένους. καὶ ὁ Λουκᾶς ἓν ο στωμύλοις φλυαρίαις Poss. om. P.L. P καταναλίσκουσα Ρ. q Sic L. ἀπόκρισις Ρ. et Poss. r ἢ γὰρ L. s ἄλλως δέ φ. L. t Sic L. καθολικῆς Ρ. et Poss. ἔφησεν εἶναι τὸ ἐρώτημα περὶ τῶν Ἱεροσολύμων, ἅτε νομιζόντων αὐτῶν τότε καὶ τὴν παρουσίαν αὐτοῦ εἶναι. ὁ δὲ Ματθαῖος δύο, πέρι τε τῆς καθαιρέσεως τοῦ ναοῦ, καὶ τῆς συντελείας τοῦ αἰῶνος u. ἅτε πλείονα παρρησίαν ἔχοντες. διὰ τοῦτο κατ’ ἰδίαν προσῆλθον, ἅτε ὑπὲρ τοιούτων πευσόμενοι. “ ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς “ αὐτοῖς ἤρξατο λέγειν, βλέπετε μή τις ὑμᾶς πλανήσῃ” καὶ τὰ ἑξῆς. διαφόρως δὲ ταῦτά τινες ἐξειλήφασιν. οἱ μὲν γὰρ περὶ τῆς συντελείας τοῦ αἰῶνος εἰρῆσθαι ταῦτα ὑπολαμβάνουσιν, οἱ δὲ περὶ τῆς ἐρημώσεως τῆς Ἱερουσαλήμ· καὶ τῆς μὲν προτέρας Ἀπολιναρίος καὶ Θεόδωρος ὁ Μοψουεστίας. τῆς δὲ δευτέρας Τίτος, καὶ ὁ ἐν ἁγίοις Ἰωάννης ὁ τῆς βασιλίδος ἐπίσκοπος. ἐπειδὴ τοίνυν ὁ Μάρκος περὶ ταύτης μόνης φησὶ τὴν ἐρώτησιν ποιῆσαι τοὺς μαθητὰς, ἀναγκαῖον καὶ ἡμᾶς ἐν τῷ παρόντι μάλιστα τοῖς δευτέροις ἐξακολουθῆσαι. ἄλλο τοίνυν ἠρώτησαν, καὶ ἄλλο ἀποκρίνεται· τὸν καιρὸν ἠθέλησαν μαθεῖν τῆς ἀπωλείας τῆς Ἱερουσαλήμ· ὁ δὲ πρὸ τῆς ἀπωλείας τῆς Ἱερουσαλὴμ ἀσφαλίζεται τὴν διάνοιαν ἐρωτησάντων· οὐδὲν γὰρ αὐτοὺς ὠφέλει ὁ καιρὸς, ἃν μὴ ὦσιν ἀσφαλεῖς περὶ τὴν πίστιν. ὁ γὰρ διάβολος τοῦ Χριστοῦ τὴν παρουσίαν ἀμβλύναι βουλόμενος, εἰσήγαγεν ἑτέρους πλάνους ἐπὶ τῶν μαθητῶν· οἷος ἦν ὁ Θευδᾶς καὶ Ἰούδας ὁ Γαλιλαῖος. ἐπεὶ τοίνυν ταῦτα ἤμελλε γίνεσθαι, καὶ πολλοὶ ἐσφετερίζοντο τὸ ὄνομα τὸ Χριστοῦ, λέγει τέως τούτοις, βλέπετε μὴ πλανηθῆτε, μὴ τῇ ὁμωνυμίᾳ σφαλῆτε· τότε γὰρ δύνασθε καὶ τὸν καιρὸν μαθεῖν τῆς ἀπωλείας Ἱερουσαλὴμ, ὅταν ἀσφαλεῖς γένησθε περὶ τὴν τοῦ παραγενομένου. ὅταν δὲ ἀκούσητε πολέμους, οὓς x ὁ Ἰώσηππος ἱστορεῖ γεγενῆσθαι πρὸ τῆς ἁλώσεως, ἀντάραντος y μὲν τοῦ ἔθνους καὶ οὐ διδόντος τοὺς συνήθεις φόρους Ῥωμαίοις, ἐφόδων δὲ Ῥωμαϊκῶν συνεχῶν γινομένων κατὰ τῶν Ἰουδαίων, μὴ θροεῖσθέ z, φησιν. οὔπω γὰρ τὸ τέλος τῆς πόλεως. πολλάκις γὰρ ἀνακωχὴ πολέμου γενήσεται διὰ τὴν τῶν κρατούντων φιλανθρωπίαν, καὶ πολλάκις Ἰουδαῖοι τὴν ἑαυτῶν ἀγνωμοσύνην ἐπιδείξονται. οὐ τοίνυν τοὺς ἔξωθεν καὶ πανταχοῦ τῆς οἰκουμένης λέγει πολέμους τί γὰρ αὐτοῖς u τῶν Ἱεροσολύμων om. L. x ὡς L. y ἀνταίροντος L. z φοβεῖσθε L. ἔμελλε τούτων a) τί δὲ καινότερον τῶν πρώην· ἀλλὰ τοὺς μακρόθεν λέγει αὐτοῖς ἐπιόντας. “ ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ “ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ “ λιμοὶ, καὶ ταραχαί. ἀρχαὶ ὠδίνων ταῦτα. ” ἐπειδὴ καὶ τὰ εἰρημένα ἱκανὰ ἦν αὐτοὺς θορυβεῖν, δεικνὺς ὅτι καὶ αὐτὸς αὐτοῖς συνεπιθήσεται καὶ πολεμήσει, οὐχὶ μάχας φησὶ μόνον, ἀλλὰ καὶ θεηλάτους πληγὰς, λιμοὺς καὶ σεισμούς· ὅθεν ἐδείκνυ ὅτι καὶ τοὺς πολέμους αὐτὸς ἐπήγαγεν· εἰ γὰρ περὶ τῶν πανταχοῦ γινομένων ἦν, οὐδ’ ἂν πρόρρησις ἦν, οὐδ’ ἃν αὐτοὺς ἐθορύβησεν. διὰ τοῦτό φησιν οὐδὲ ἁπλῶς αὐτὰ ἥξειν, ἀλλὰ μετὰ σημείων, ἵνα γνωσθῇ ὡς αὐτὸς αὐτοῖς ταῦτα ἐπήγαγεν. ἐμοὶ γοῦν δοκεῖ τὰ προοίμια λέγειν τῶν Ἰουδαϊκῶν κακῶν. πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων τῶν συμβαινόντων αὐτοῖς. Βλέπετε δὲ ὑμεῖς ἑαυτούς. παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς. Εὐκαίρως παρενέβαλε τὰ αὐτῶν κακὰ, ἔχοντα παραμυθίαν ἀπὸ τῶν κοινῶν. οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ προσθεῖναι ὅτι διὰ τὸ ὄνομά μου, ἤγουν ἕνεκεν ἐμοῦ. εἰς μαρτύριον δὲ αὐτοῖς, ἵνα εἴπῃ, πρὸς τὸ μηδεμίαν αὐτοὺς ἔχειν ἀπολογίαν, ὑμῶν διὰ τὸ ταῦτα πάσχειν καταμαρτυρούντων. Ὅταν δὲ ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε· ἀλλ’ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῆ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γὰρ ἔστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον. Ταῦτα ἐπήγαγεν ἵνα μὴ νομίσωσι τὰ εἰρημένα κωλυτικὰ τοῦ κηρύγματος εἶναι. πρὸ γὰρ τῆς ἁλώσεως τὸ εὐαγγέλιον ἐκηρύχθη. ἄκουσον τί φησιν ὁ Παῦλος, “ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγ- “ γος αὐτῶν b.” καὶ εἰς μαρτύριον αὐτοῖς, οὐκ εἰς τὸ πιστευθῆναι· ἐκηρύχθη μὲν γὰρ πανταχοῦ· διὸ καὶ εἶπεν, εἰς μαρτύριον τοῖς a Sic P.L. ἐμέλετο τοῦτο Poss. b Sic Ρ. αὐτοῦ L. αὐτᾥ Poss. ἀπιστοῦσι, τουτέστιν εἰς ἔλεγχον, εἰς κατηγορίαν. διὰ τοῦτο δὲ μετὰ τὸ κηρυχθῆναι τὸ εὐαγγέλιον πανταχοῦ τῆς οἰκουμένης, ἀπόλλυται τὰ Ἱεροσόλυμα, ἵνα μηδὲ σκιὰν ἀπολογίας ἔχωσιν ἀγνωμονοῦντες. οἱ γὰρ ἰδόντες αὐτοῦ τὴν δύναμιν πανταχοῦ διαλάμπουσαν c, καὶ ἐν ἀκαριαίῳ τὴν οἰκουμένην ἑλοῦσαν d, τίνα ἂν ἔχοιεν λοιπὸν συγγνώμην ἐπὶ τῆς αὐτῆς ἀγνωμοσύνης μείναντες ; ὅτι γὰρ πανταχοῦ ἐκηρύχθη τότε, ἄκουσον τί φησιν ὁ Παῦλος, “ τοῦ εὐαγγελίου τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν “ οὐρανόν·” ὃ καὶ μέγιστον σημεῖον τῆς τοῦ Χριστοῦ δυνάμεως· ὅτι ἐν εἴκοσι ὅλοις ἔτεσι τὰ πέρατα τῆς οἰκουμένης κατέλαβεν ὁ λόγος. μετὰ γὰρ e τὰ προειρημένα φησὶν ἥξει τὸ τέλος τῶν Ἱεροσολύμων. “ ὅταν δὲ ἄγωσιν ὑμᾶς παραδιδόντες” καὶ τὰ ἑξῆς. πρὶν γὰρ f τὰ προειρημένα συμβῇ, ἐδιώχθησαν παρ’ αὐτῶν οἱ μακάριοι μαθηταὶ, δεσμῶται γεγόνασιν, ἤχθησαν ἐπ’ ἄρχοντας, ἐπέμφθησαν ἐπὶ βασιλέας. παρεγγυᾷ δὲ, ὅτι μὴ προμελετᾶτε μέλλοντες ἀπολογεῖσθαι· “ λήψεσθε γὰρ παρ’ ἐμοῦ σοφίαν, ᾗ οὐ “ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν. εἶτα πάλιν τὸ πάντων αὐτοῖς προαναφωνεῖ χαλεπώτερον, τὸ g οὐδὲ τὴν ἀπὸ τῆς ἀγάπης παραμυθίαν ἕξουσιν, ἐμφυλίου πολέμου συμβαίνοντος, καὶ τῶν τῆς οἰκειότητος καὶ συγγενείας καταπατουμένων θεσμῶν. τριπλοῦς οὖν ἔσται h ὁ πόλεμος, ὁ ἀπὸ τῶν οἰκείων, ὁ ἀπὸ τῶν πλάνων, ὁ ἀπὸ τῶν πολεμίων. ἀλλὰ i μείζων ἡ παράκλησις. διὰ γὰρ τὸ ὄνομα αὐτοῦ πάντα ταῦτα συμβήσεται· ὅπερ μόνον ἱκανὸν πᾶσαν ἐπικουφίσαι] τὴν συμφορὰν, διὰ τὰς μελλούσας ἐλπίδας. Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, ἑστὸς ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω· τότε οἱ ἐν τῆ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη. Βδέλυγμά τινές φασι τοὺς στρατιώτας τοὺς εἰσελθόντας k τῷ c διαλάμψασαν L. d καὶ ἐν ἀκ. τ. οἰκ. ἑλ. om. L. e μετὰ τοῦτο οὖν ἥξει L. f Sic P.L. πρὸ δὲ τὰ Poss. g ὅτι P. h Sic L. ἐστιν Poss. i καὶ L. j πάσας ἐπικ. τὰς συμφορὰς L. k ἐπεισελθόντας P.L. ἱερῷ, τινὲς δὲ τὸν ἀνδριάντα τοῦ τότε τὴν πόλιν ἑλόντος· ὃ καὶ μάλιστά μοι δοκεῖ λόγον ἔχειν. βδέλυγμα γὰρ πᾶν εἴδωλον l ἐλέγετο καὶ πᾶν ἐκτύπωμα· ἐρημώσεως δὲ εἶπεν, ἐπειδὴ μετὰ τὸ ἀναστῆναι ἄβατος λοιπὸν ὁ τόπος ἐγένετο· καὶ Πίλατος δὲ ὁ καὶ τὸν Ἰησοῦν m σταυρώσας, τὰς τοῦ Καίσαρος εἰκόνας νύκτωρ εἰς τὸ ἱερὸν εἰσαγαγὼν καὶ ἀναστήσας, ὡς Ἰώσηππός φησι, πολλοῦ μὲν θορύβου τοῖς Ἰουδαίοις αἴτιος ἐγένετο· ἐκτότε δὲ ἡ στάσις λαβοῦσα τὴν ἀρχὴν, οὐ διέλιπεν ἄχρις οὗ τότε τὸ ἱερὸν ἐνεπρήσθη n καὶ ἡ πόλις ἠρημώθη. ταύτας οὖν καὶ εἰκότως βδέλυγμα καλεῖ. ἐρημώσεως δὲ καὶ ὡς ἀρχὴν ἐργαζόμενον ο τῆς στάσεως, ἀφ’ ἧς ἡ τῆς πόλεως ἐρήμωσις ἀπετελέσθη. εἶτα ἵνα μάθωσιν, ὅτι καὶ ζώντων τῶν ἐνίων αὐτῶν ταῦτα ἔσται, διὰ τοῦτο εἶπεν, “ ὅταν ἴδητε.” ἐξ ὧν ἄν τις θαυμάσειε μάλιστα τοῦ Χριστοῦ τὴν δύναμιν καὶ τὴν ἐκείνων ἀνδρείαν, ὅτι ἐν τοιούτοις καιροῖς ἐκήρυττον, ἐν οἶς μάλιστα τὰ Ἰουδαϊκὰ ἐπολεμεῖτο Ρ. Μετὰ ταῦτα λέγει πάλιν τὰς Ἰουδαικὰς συμφορὰς, δεικνὺς ὅτι ὅταν ὦσιν οὗτοι λαμπροὶ οἱ τὴν οἰκουμένην διδάξαντες ἅπασαν, τότε ἐκεῖνοι ἐν συμφοραῖς. ὅταν γάρ, φησι, ταῦτα γένηται, καὶ τὸ βδέλυγμα τῆς ἐρημώσεως στῇ ἐν τόπῳ ἁγίῳ, φεύγετε. οὐδεμία γὰρ ἐλπὶς λοιπὸν σωτηρίας ὑμῖν. οὐδὲ γάρ ἐστιν ὑμῖν ὑπονοεῖν ὡς γενήσεταί τις μεταβολὴ τοιαύτη, οἵα καὶ πρότερον ἐν τοῖς πολέμοις ἐγένετο ἀγαπητὸν γὰρ λοιπὸν γυμνῷ σώματι διασωθῆναι· διὰ τοῦτο καὶ τοὺς ἐπὶ τῶν δομάτων οὐκ ἀφίησιν εἰς τὴν οἰκίαν ἐλθεῖν r ὥστε ἆραι τὰ ἱμάτια· τὰ ἄφυκτα δηλῶν κακὰ καὶ τὴν ἀπέραντον συμφοράν, “ οὐαὶ δὲ ταῖς “ ἐν γαστρὶ ἐχούσαις·” καὶ τὰ ἑξῆς. πλεῖον γὰρ ὡς εἰκὸς ὑπομενοῦσι τότε τὴν ἀνάγκην, αἵτε ἔγκυοι τῶν γυναικῶν καὶ αἱ θηλάζουσαι, αἷς δὴ μάλιστα καὶ τὸ βραχύτατον κακὸν ἀνυπόστατον εἶναι συμβέβηκεν. ὁρᾷς ὅτι περὶ τῶν καταληψομένων τὴν Ἰουδαίαν φησι. χειμῶνος δέ φησιν διὰ τὴν δυσκολίαν τὴν ἀπὸ τοῦ καιροῦ. καὶ μή τις νομίσῃ τὸ ἐπαγόμενον ὑπερβολικῶς εἰρῆσθαι· ἀλλ’ ἐντυχὼν τοῖς Ἰωσήπου συγγράμμασι, μανθανέτω τῶν εἰρημένων τὴν ἀλήθειαν. δείκνυσι δὲ αὐτοὺς καὶ χαλεπωτέρας τιμωρίας 1 εἶδος Ρ. m Κύριον L. n ἐνεπρίσθη Ρ. ο ἐργασάμενος P.L. Ρ Sic P.L. ὑποκαμεῖτο Poss. q ἐγίνετο P. r εἰσελθεῖν P.L. ἀξίους τῆς εἰρημένης. εἰ γὰρ καὶ ἐπὶ πλεῖόν φησιν ἐκράτησεν ὁ πόλεμος ὁ Ῥωμαίων ὁ κατὰ τῆς πόλεως, ἅπαντες ἀπώλοντο οἱ Ἰουδαῖοι· πᾶσαν γὰρ σάρκα ἔξω καὶ οἱ τὴν Ἰουδαικὴν λέγει, καὶ οἱ ἐνταῦθα ἔνδον. οὐ γὰρ δὴ μόνον τοὺς ἐν Ἰουδαίᾳ ἐπολέμουν, ἀλλὰ καὶ τοὺς πανταχοῦ διεσπαρμένους. τίνας δέ φησιν ἐκλεκτους ἐνταῦθα ; τοὺς ἐν μέσοις ἀπειλημμένους αὐτοῖς πιστούς. ἵνα γὰρ μὴ λέγωσιν Ἰουδαῖοι, ὅτι δι’ αὐτοὺς καὶ τὸ κήρυγμα ταῦτα γέγονε τὰ κακὰ, δείκνυσι τοὐναντίον, ὅτι εἰ μὴ ἐκεῖνοι ἦσαν, πρόρριζοι ἃν ἅπαντες ἀπώλοντο· ἀλλ’ ἵνα μὴ συναπόλωνται τοῖς ἀπίστοις Ἰουδαίοις οἱ ἐξ αὐτῶν γενόμενοι πιστοὶ, ταχέως κατέλυσε τὴν μάχην, καὶ πέρας ἔδωκε τῷ πολέμῳ. “ καὶ τότε ἐάν τις ὑμῖν “ εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστὸς” καὶ τὰ ἑξῆς· πληρώσας δὲ τὰ περὶ Ἱεροσολύμων, εἰς τὴν αὐτοῦ λοιπὸν διαβαίνει παρουσίαν, καὶ λέγει αὐτοῖς τὰ σημεῖα, οὐκ ἐκείνοις χρήσιμα μόνον, ἀλλὰ καὶ ἡμῖν, καὶ τοῖς μεθ’ ἡμᾶς ἐσομένοις ἅπασι. τὸ δὲ τότε, οὐχὶ τῆς ἀκολουθίας ἐστὶ τοῦ καιροῦ τῶν ἔμπροσθεν εἰρημένων, ἀλλ’ ἐν τῷ καιρῷ ᾧ μέλλει γίνεσθαι ταῦτα, ἃ μέλλω s λέγειν. ἔθος γὰρ τοῦτο τῆ γραφῇ τούτῳ κεχρῆσθαι τῆς ἱστορίας τῷ τρόπῳ· καὶ τέως ἀπὸ τοῦ τόπου αὐτοὺς ἀσφαλίζεται, λέγων τὰ ἰδιώματα τῆς αὑτοῦ παρουσίας τῆς δευτέρας, καὶ τὰ τῶν πλάνων δείγματα. οὐ γὰρ ὥσπερ ἐν τῇ προτέρᾳ, ἐν Βηθλεὲμ ἐφάνη, καὶ ἐν γωνίᾳ μικρᾷ τῆς οἰκουμένης, καὶ οὐδενὸς εἰδότος ἐξ ἀρχῆς, οὕτως καὶ τότε φησίν· ἀλλὰ φανερῶς, καὶ ὥστε μὴ δεῖσθαι τοῦ ταῦτα ἀπαγγέλλοντος. Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ, ὧδε ὁ Χριστὸς, ἢ, ἰδοὺ ἐκεῖ, μὴ πιστεύσητε. ἐγερθήσονται γὰρ ψευδόχριστοὶ, καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾷν, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτούς. Ἐγερθήσονταί φησι ψευδοπροφῆται· οἱ μὲν οὖν ἐπὶ τῶν Ἀποστόλων ἀπατᾶν t ἐπιχειροῦντες τοὺς πολλοὺς ἠπάτων. οὗτοι δὲ οἱ πρὸ τῆς αὐτοῦ παρουσίας ἐκείνων πικρότεροι. ποιήσουσι γάρ, φησι, σημεῖα, ὥστε πλανῆσαι, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτοὺς, τῷ ψευδοχρίστῳ s Sic P.L. μέλλει Poss. t Sic L. ἅπαν Poss. ἄπιστοι Ρ. διακονούμενοι. ἐπὶ μὲν οὖν τῶν Ἰουδαίων ψευδοπροφῆται γεγόνασι. ψευδόχριστοι δὲ ἐπὶ τῆς καινῆς· τοὺς αὐτοὺς δὲ νῦν τούτους κἀκείνους φησὶ, καὶ ἐπιφέρει, Ὑμεῖς δὲ βλέπετε· ἰδοὺ προείρηκα ὑμῖν πάντα. Μηδεὶς ἄγνοιαν προφασιζέσθω, ἀλλ’ ἀσφαλιζέσθω ἑαυτὸν ἀπὸ τῆς τούτων ἀπάτης. Ἀλλ᾿ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὑτῆς. Τοῦ Ἀντιχρίστου καὶ τῶν ψευδοπροφητῶν θλίψις τότε ἔσται μεγάλη, τοσούτων ὄντων τῶν ἀπατώντων. ἀλλ’ οὐκ ἐκτείνεται εἰς χρόνου μῆκος. εἰ γὰρ ὁ Ἰουδαικὸς πόλεμος διὰ τοὺς ἐκλεκτοὺς ἐκολοβώθη, πολλῷ μᾶλλον οὗτος ὁ πειρασμὸς συσταλήσεται διὰ τοὺς αὐτοὺς τούτους. μετ’ ἐκείνην οὖν τὴν θλῖψιν ὁ ἥλιος σκοτισθήσεται· ὁμοῦ γὰρ σχεδὸν ἅπαντα γίνεται, ὅταν u ψευδόχριστοι καὶ ψευδοπροφῆται θορυβήσουσι παραγενόμενοι· καὶ εὐθέως αὐτὸς πάρεσται, μετασχηματιζομένης λοιπὸν αὐτῆς τῆς κτίσεως· καὶ γὰρ ὁ ἥλιος σκοτισθήσεται, οὐκ ἀφανιζόμενος ἀλλὰ νικώμενος τῷ φωτὶ τῆς παρουσίας αὐτοῦ· καὶ τὰ ἄστρα πεσεῖται· τίς γὰρ αὐτῶν ἔσται χρεία, νυκτὸς οὐκ οὔσης ; καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, ὁρῶσαι τοσαύτην μεταβολὴν γινομένην, καὶ τοὺς συνδούλους αὐτῶν διδόντας εὐθύνας, καὶ τὴν οἰκουμένην ἅπασαν φοβερῷ παρισταμένην παρισταμένην κριτηρίῳ v· καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ “ ἀνθρώπου,” τουτέστιν, ἐν σώματι w ἐλευσόμενον, καθὰ καὶ ἀνελήφθη. ἀποστελεῖ δὲ λέγων τοὺς Ἀγγέλους αὑτοῦ ὁ υἱὸς τοῦ ἀνθρώπου, Θεὸν ἔδειξε τὸν υἱὸν τοῦ ἀνθρώπου· Θεοῦ γὰρ οἱ Ἀγγέλοι, καὶ τὸ ἀποστέλλειν αὐτοὺς ἴδιον Θεοῦ. τὸ δὲ ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ, διδάσκει ἡμᾶς τὰ αὐτὰ εἶναι τῆς γῆς καὶ οὐρανῶν ἄκρα· ὥστε Χριστῷ πιστεύειν δεῖ, καὶ μὴ ἀπατᾶσθαι, ὡς ἐλαχιστου μορίου τῆς γῆς οὔσης ἐν μέσῳ του οὐράνου ἀπείροις μεγεθεσιν ὑπερβαλόντος αὐτήν. u οἵτε γὰρ Ρ. V δικαστηρίω L. w Sic L. ἐνσώματον Ρ. εὐσώματον Poss. Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται, καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν. οὕτω καὶ ὑμεῖς, ὅταν ταῦτα ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. Τὸ παράδειγμα τῆς συκῆς τίθησιν, ὡς οὐ πολὺ τὸ μέσον, ἀλλ’ ἐφεξῆς μετὰ τὴν θλῖψιν ἐκείνην καὶ ἡ παρουσία ἀπαντήσεται· ὅπερ x οὐ διὰ τῆς παραβολῆς μόνον ἐδήλωσεν εἰπὼν, “ γινώσκετε ὅτι “ ἐγγύς ἐστιν ἐπὶ θύραις.” ἐντεῦθεν καὶ ἕτερόν τι προφητεύει, θέρος καὶ γαλήνην ἐκείνην ἐσομένην τὴν ἡμέραν ἀπὸ χειμῶνος τοῖς δικαίοις· τοῖς δὲ ἁμαρτωλοῖς τοὐναντίον, χειμῶνα ἀπὸ θέρους· καὶ ἵνα κἀντεῦθεν πιστώσηται τὸν λόγον οὕτως ἐκβησόμενον πάντως. ὥσπερ γὰρ τὸ τῆς συκῆς ἀνάγκη εἶναι, οὕτω καὶ τὸ τῆς συντελείας.