ΚΕΦ. ΙΓ. Περὶ τῆς αἱμορροούσης. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα. Ὁ δὲ Ματθαῖος ὁμοίως κἂν τούτῳ ἑνὸς ἐγένετο, τοῦ τὸ θαῦμα εἰπεῖν, τὴν δὲ ἀκρίβειαν καταλέλοιπεν. ὁ τοι Μάρκος προστίθησιν ὅτι ὁ Κύριος ἐπιστραφεὶς ἠρώτα τὸν ἁψάμενον. ἡ δὲ ὑπὸ τοῦ φόβου κατήγγειλεν ἑαυτὴν, καὶ οὕτως εἶπεν πρὸς αὐτὴν τὸ, “ ἡ πίστις σου σέσωκέ σε. ὁ πιστεύων εἰς τὸν Σωτῆρα ἅπτεται αὐτοῦ· ὁ δὲ ἀπιστῶν θλίβει αὐτὸν καὶ λυπεῖ. ὁ δὲ ἁπτόμενος αὐτοῦ ἕλκει αὐτὸν καὶ ἐπισπᾶται εἰς φιλανθρωπίαν. ἠρνοῦντο δὲ πάντες ἧφθαι αὐτοῦ, οὐ γὰρ ἐπίστευον, ἀλλὰ συνεῖχον αὐτόν. ὅτι δὲ μὴ τὰ ἱμάτια αὐτοῦ ἔσωσεν αὐτὴν, ἐδίδαξεν εἰπὼν, ἡ πίστις “ σου σέσωκέ σε. οὕτως οὔτε τόπος, οὔτε λόγος, οὔτε τι τῶν ἔξωθεν σώζει, ἀλλ’ ἕκαστον ἡ πίστις αὐτοῦ. θυγάτηρ δὲ χρηματίζει τοῦ Ἰησοῦ ἡ ἰαθεῖσα τῆς ῥύσεως ψυχικῶς καὶ καθαρισθεῖσα τοῦ πάθους. ἔρχεται λοιπὸν καὶ εἰς τὴν τοῦ ἀρχισυναγώγου οἰκίαν, καὶ ὁρᾷ θρῆνον πολὺ καὶ τὰ λοιπὰ ὅσα δήποτε ἐπὶ τοῖς τελευτῶσιν ἐξ ἔθους ἐπλήρουν. Κελεύει μὲν οὖν τῷ πλήθει ταῦτα μὴ ποιεῖν, ὡς ἃν τῆς παιδίσκης οὐκ ἀποθανούσης, ἀλλὰ καθευδούσης· ἐδήλου γὰρ ὅτι τοὺς ἀποθανοῦντας οὕτω ῥαδίως ἀνίστησι βουλό- z σκύλειν P. a παιδίσκη Poss. b Sic L. θαῦμα Poss. et Ρ. εἰπεῖν Ρ. εἰπὼν Poss. d εἰπεῖν L. e ἀπελθεῖν L. f ψυχὴ L. μενος, ὡς ἂν ἔτερος καθεύδοντας· ἅμα δὲ καὶ τὸν κόμπον ἀφαιρεῖ τοῦ πράγματος, καθεύδειν τὴν τεθνηκυίαν εἰπὼν, καὶ μὴ ἄντικρυς ἐπαγγειλάμενος ἀναστήσειν αὐτήν. αὐτὸς μὲν οὖν μεταδιώκει τὸ ἀκόμπαστον· ἡ δὲ τοῦ πράγματος ὑπερβολὴ τὴν φήμην ἐργάζεται. ἐκβαλὼν γὰρ τὸ πλῆθος ἐκράτησέ τε τῆς χειρὸς τὸ κοράσιον καὶ εὐθὺς ἀνέστη· καὶ πολὺ μὲν ἅπασι γενέσθαι τὸ θαῦμα· διαδοθῆναι δὲ κατὰ πάσης τῆς περιχώρου τὸ γεγονός· πάντων ὡς εἰκὸς τὰ τοιαῦτα τοιαῦτα μετὰ σπουδῆς ἀπαγγελλόντων. Ἀναγκαῖον δὲ προσθεῖναι καὶ εἰπεῖν, τίνος χάριν φησὶν ὁ Σωτὴρ περὶ τῆς αἱμορρούσης, “τίς μου ἥψατο;” ἵνα νοήσῃς ὅτι παρ᾿ ἑκόντος ἔλαβε τὴν σωτηρίαν, καὶ οὐ παρ᾿ ἄκοντος. ᾔδει γὰρ τὴν ἁψαμένην. ἠρώτα δὲ ἵνα ἐλέγξῃ αὐτὴν παρελθοῦσαν, καὶ δημοσιεύσῃ αὐτῆς τὴν πίστιν, καὶ μὴ λάθῃ δύναμις ἐνεργηθεῖσα. “τίς μου ἥψατο;” οὐ χειρὶ ἀλλὰ πίστει. εὐθὺς οὖν Πέτρος, τοσοῦτος ὄχλος περί σε βαδίζει, φησὶ, καὶ λέγεις τίς μου ἥψατο; οὐ γὰρ ᾔδει τὸ γενόμενον· ὁ δὲ Κύριος δαὐτῷ ἑρμηνεύει, ἔγνων, λέγων, δύναμιν ἐξελθοῦσαν. Αἱ δυνάμεις τοῦ Σωτῆρος ἐξερχόμεναι ἐξ αὐτοῦ μεταδίδονται ἑτέροις, οὐ μὴν τοπικῶς ἢ σωματικῶς, ὡς ἀναχωρεῖν αὐτοῦ g. ἀσώματοι δὲ οὖσαι, καὶ εἰς ἑτέρους ἐξέρχονται, καὶ ἑτέροις δίδονται, καὶ οὐκ ἐξίστανται αὐτοῦ. ὥσπερ αἱ ἐπιστῆμαι καὶ παρὰ τῷ διδάσκοντί εἰσι, καὶ τοῖς μανθάνουσι παραδίδονται. οὕτω τοῖς πίστει ἁπτομένοις αὐτοῦ μετὰ τῆς αὐτοῦ βουλῆς τε καὶ κρίσεως δίδονται. καλῶς δὲ οὐκ εἶπεν, ᾐσθόμην, ἀλλ᾿ “ἔγνων·” οὐ γὰρ αἰσθηταὶ αἱ δυνάμεις αὖται h, ἀλλ᾿ ἀσώματοι. ἥψατό μου τίς, φησι, προσωμίλησέ μοι λογισμῷ, διελέχθη μοι πίστει, ἠρέμα καὶ καταμικρὸν προσελθοῦσα ἔλαβε παρ᾿ ἐμοῦ τὴν ἴασιν. οὐχ ἥψαντό μου οἱ παραθλίβοντες, οὐ γὰρ λογισμῷ παρεδρεύουσιν. ὁμολογήσει οὖν ὁ ἁψάμενος τὴν ἐνέργειαν, ἵνα πλέον ὠφεληθῇ i καὶ ἀπελθὼν συνίῃ k, ὡς οὐ μόνον ἰάζθη, ἀλλ᾿ οὐδὲ ἄπερ διενοήθη ἔλαθεν. αἰσθομένη οὖν ὡς οὐκ ἔλαθε, προσπεσοῦσα αὐτῷ, διηγήσατο, οὐ τῷ εἰδότι ἀλλὰ τοῖς ἀγνοοῦσι· διηγήσατο γὰρ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. ὁ δὲ εἶπεν αὐτῇ, g αὺτὰς L. h Sic L. αὐτοῦ Poss. ik θεὶς P. καὶ om. ὠφεληθῆς L. k συνεὶς L. “ θύγατερ. θυγατέρα καλεῖ τὴν τεθεραπευμένην, πίστεως ἕνεκα· ἡ γὰρ πίστις αὐτῇ τῆς θεραπείας τὸ κρεῖττον καὶ υἱοθεσίαν ἐχαρίσατο. “ἡ πίστις σου,” γάρ φησι, “σέσωκε σε·” ὥς τε ἐπειδὴ ἔμαθες τῆς σωτηρίας τὴν πίστιν αἰτίαν, αὔξησον τὸ σπέρμα. ἕκαστος γὰρ τοσοῦτον καρποῦται, ὅσον πιστεύει. “ ὕπαγε εἰς εἰρήνην, καὶ “ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.” ἰασάμενος αὐτῆς τὸ σῶμα, καὶ τὴν ψυχὴν εὐεργετεῖ, πέμπων αὐτὴν εἰς τέλος ἀγαθὸν l, ἐν εἰρήνῃ ἐν ᾗ κατοικεῖν λέγεται ὁ Θεὸς, κατὰ τὸ, “ ἐν εἰρήνῃ ἁγίᾳ ὁ τόπος “ αὐτοῦ.” καὶ τρίτον αὐτὴν διδάσκει ἀναγκαῖον, ἵνα γνῷ ὅτι οὐ τὸ σῶμα μόνον ἰάθη, ἀλλὰ καὶ τῆς μάστιγος ἀπηλλάγη, τουτέστι τῶν αἰτίων τοῦ σωματικοῦ πάθους, δηλαδὴ τῶν ἁμαρτιῶν. Καὶ διεστείλατο αὐτοῖς πολλὰ, ἵνα μηδεὶς γνῷ τοῦτο· καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν. Σxόλιον ἄλλο ἔτι τινόσ. Εἰς ἀπόδειξιν τοῦ ἀληθῶς αὐτὴν ἐγηγέρθαι, καὶ οὐ δοκήσει τινὶ καὶ φαντασίᾳ, ἐπιτρέπει τοῦ φαγεῖν αὐτῇ δοθῆναι διαπάντες τοῦτο γὰρ καὶ αὐτὸς ἀναστὰς ἐκ νεκρῶν ποιεῖ πρὸς βεβαίωσιν τῆς πληροφορίας n. Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. Επιβαίνει τῆς πατρίδος, οὐκ ἀγνοῶν ὅτι καταφρονήσουσιν αὐτοῦ διὰ τὴν συνήθειαν, ἀλλὰ τὴν ἀγνώμονα καταφρόνησιν ἐξελέγχων. Οἱ δὲ τὸ θαυμάσιον τῶν λόγων καὶ τῶν ἔργων τὸ παράδοξον ἐκπληττόμενοι, διὰ ταῦτα μὲν οὐκ ἐτίμησαν o, διὰ δὲ τὸ γνώριμον τοῦ σαρκικοῦ γένους ἐξηυτέλισαν· ὅπερ καὶ πάντων τῶν ἀπίστων, ὡς εἰπεῖν, κοινὸν γέγονε πάθος. ὅθεν οὐδὲ εἰς ἀκριβῆ γνῶσιν ἑαυτοῦ ὁ Κύριος ὁδηγεῖ τοὺς τοιούτους. καθάπερ ἐπὶ τῆς πατρίδος πεποίηκε p τότε, μὴ προσθεὶς δυνάμεις πλείονας, διὰ τὴν ἀπιστίαν αὐτῶν. τοῖς μὲν γὰρ τὰ πρότερα δεξαμένοις ἐπιδαφιλεύεται q καὶ τὰ δεύτερα, καθάπερ ἐπὶ τῶν γνησίων ἐποίει μαθητῶν, τὰς μείζους ἀεὶ καὶ θαυμασιωτέρας δυνάμεις ἐπιδεικνύς. τοῖς δὲ περὶ τὸ πρότερον δοθὲν ἀγνωμονήσασιν, οὐκέτι τὴν τοῦ δευτέρου προσθήκην ποιεῖται· ἀνωφελῆ τὴν προσθήκην εἰδὼς τοῖς l ἀγαθῶν P. m Sic. An leg. διαπαντὸς ? n Hoc Sch. habet L. post illud quod proxinie seq. o ἐτόλμησαν Ρ. p ἐποίησε Ρ. q Ρ. οὕτως ἔχουσι, καὶ περιττὴν, καὶ οὐχ ἁρμόζουσαν ἑαυτῷ τὴν ἐπίδειζιν. τὸ δὲ, “οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι, διὰ τὴν ἀπιστίαν τῶν δεχομένων. ἐπειδὴ γὰρ τοῦ συναμφοτέρου χρεία πρὸς τὰς ἰάσεις, καὶ τῆς τῶν θεραπευομένων πίστεως, καὶ τῆς τοῦ θεραπεύοντος δυνάμεως, οὐκ ἐνεδέχετο τὸ ἕτερον, τοῦ συζύγου ἐλλείποντος. οὐκ οἶδα δὲ εἰ μὴ καὶ τοῦτο τῷ εὐλόγῳ προσθετέον. οὐ γὰρ εὔλογος ἴασις τοῖς βλαβησομένοις ἐξ ἀπιστίας. “ καὶ “ περιῆγε κἀς κωμᾶς κύκλῳ διδάσκων, καὶ προσκαλεῖται τοὺς “ δώδεκα,” καὶ τὰ ἑξῆς. πάσας δὲ περιῆγεν ὁ Ἰησοῦς q πόλεις τε καὶ κώμας, ὥστε καὶ τοὺς ἐπιδεχομένους r ἅπαντας τῆς πίστεως δέξασθαι τὴν πρόσοδον, καὶ τοὺς οὐ πειθομένους μηδεμίαν ἔχειν τῆς ἀπειθείας ἀπολογίαν. ΚΕΦ. ΙΔ. Περὶ τῆς τῶν Ἀποστόλων διαταγῆς. Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων. Προσκαλεῖται δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ, καὶ ἀπέστειλεν αὐτοὺς δύο δύο, δεδωκὼς αὐτοῖς καὶ δύναμιν τοῦ παντοῖα θαύματα ἐπιτελεῖν· ὥστε ἐκπεριέναι μετὰ τὴν Ἰουδαίαν κηρύττοντας τῆς εὐσεβείας τὰ δόγματα, χαρίζεσθαι δὲ καὶ τὴν τῶν σωμάτων θεραπείαν τοῖς δεομένοις· ἐξ ὧν ἐκουφίζετο τοῦ καμάτου τὰ πλήθη, οὐκέτι φοιτᾷν πάντων ἀναγκαζομένων παρ’ αὐτὸν, τῷ τοὺς μαθητὸς ἀποσταλέντας s παρὰ τοῦ Χριστοῦ αὐτοὺς ἁπανταχόσε παραγίνεσθαι. σαφῶς δὲ τὸν ἀριθμὸν λέγει τῶν προχειρισθέντων· ὁ δὲ Ματθαῖος καὶ οἵτινες ἦσαν προστίθησι, καὶ τὸν τρόπον δέ φησιν, ὅτι ἀνὰ δύο ἀπεστάλησαν. τοῦτο γὰρ ὁ μὲν Μάρκος σαφῶς τίθησιν· ὁ δὲ Ματθαῖος τῷ λέγειν ὃς δὲ καὶ ὃς δὲ, ἀλλὰ μὴν καὶ τὴν τάξιν αὐτῶν, τίς μὲν ὁ πρῶτος σημαίνων, τίς δὲ ὁ δεύτερος. παρήγγειλε δὲ αὐτοῖς ὁ Ἰησοῦς ἵνα μηδὲν αἴρωσι. τοσοῦτον δε ὑμᾶς, φησὶν ὁ Σωτῆρ’ τοῖς Ἀποστόλοις, βούλομαι, μὴ χρήματα ὑμᾶς, q ὁ Ἰησοῦς om. P.L. r ἐνδεχομένους Ρ. s Sic P. ἀποσταλέντες Poss. t παρήγγειλε — αἴρωσι om. ἀπὸ τῆς αἰτίας συλλέγειν ταύτης, ὥστε οὐδὲ ἐφοδίων ἕνεκεν ὃ δὴ καὶ ἀναγκαιότατον εἶναι δοκεῖ τοῖς πολλοῖς) βούλομαι τι λαμβάνειν ὑμᾶς παρ’ ἐκείνων πη οἷς καὶ καταμένετε. μήτε οὖν χρυσὸν ἣ ἄργυρον ἣ χαλκὸν τῆς κατὰ τὴν ὁδὸν χρείας ἕνεκεν λαβεῖν ἀνάσχησθε, ἀλλὰ μηδὲ πήραν t ἔχειν ὑμᾶς βούλομαι, ὥστε καὶ ἀπὸ τοῦ σχήματος δεικνύναι πᾶσιν ὑμᾶς, ὅσον ἀφεστήκατε χρημάτων ἐπιθυμίας. καὶ ὁ μὲν Ματθαῖός φησι, καὶ Λουκᾶς, μήτε ὑποδήματα, μήτε ἱμάτια u, μήτε ῥάβδους x, ὃ δοκεῖ πάντων εὐτελέστατον εἶναι, λαβεῖν εἰς ὁδὸν ἕλησθε. ὁ δὲ Μάρκος ῥάβδον δοκεῖ ἐπιτρέπειν αὐτοὺς λαμβάνειν καὶ ὑποδεδέσθαι σανδάλια. ἀλλὰ τὸ μὲν τῆς ῥάβδου ἴσως μετὰ συγχώρησιν φαίη τις ἃν λέγεσθαι, τῷ προσθεῖναι, “ εἰ μὴ ῥάβδον μόνην·” οὐδὲν γάρ φησι βούλομαι ὑμᾶς ἐπιφέρεσθαι, εἰ μή τι ἄρα ῥάβδον μόνην· μήτε δὲ πήραν, μήτε ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκὸν, ἀλλὰ μηδὲ ὑποδεδέσθαι σανδάλια, μὴ ἐνδύσησθε δύο χιτῶνας. κατὰ κοινοῦ γὰρ εἰρῆσθαι νομίζειν δεῖ τὸ “ μήδε’ τούτοις γὰρ συνᾴδει τὰ λεχθέντα πρὸς τῷ πάθει κατὰ τὸν Λουκᾶν· φησὶ γὰρ πρὸς τοὺς μαθητὰς, “ ὅτε ἀπέστειλα y ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημά- “ τῶν, μὴ τίνος ὑστερήσατε ” ἐνταῦθα γὰρ ἐσιώπησε τὴν ῥάβδον, ὡς συγχωρηθεῖσαν ἔν τισι κατὰ Μάρκον. ἴσμεν δὲ ὡς οὐδὲ καιρία z τίς ἐστιν ἡ ἐν τούτοις δοκοῦσα διαφωνία a. Καὶ ἔλεγεν αὐτοῖς, ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. Εκέλευσε b δὲ καὶ εἰς οἰκίαν μένειν μὴ μεθισταμένους, ὥστε μὴ εὐκόλου καὶ προχείρου γνώμης ἀποφέρεσθαι δόξαν παρὰ τοῖς τὴν πόλιν οἰκοῦσι. ἐκέλευσε δὲ τοῖς μὴ πειθομένοις αὐτῶν μηδὲ ὑποδεχομένοις, καὶ τὸν κονιορτὸν ἐκτινάσσειν τῶν ποδῶν, σύμβολον ὄντα τῆς ὁδοιπορίας ἣν ὑπέμενον ὑπὲρ αὐτῶν, ἤτοι ὡς τῶν ἁμάρτιῶν αὐτῶν ὁ κονιορτὸς εἰς αὐτοὺς ἐπανέλθοι. t πείραν L. u ἱμάτιον L. x ῥάβδον L. 7 ἀπέστελλον L. z ὡς ἀκαιρία τις Poss. a Hinc inc. ingens lacuna in Cod. L. quam partim supplevi e Cod. Paris. 178, qui tamen liaud aeque amplus est. b Hoc Sch. fere congruit cum eo quod Cyrillo tribuit Poss. Caten. p. 123. Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσι. καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους, καὶ ἐθεράπευον. Tούτοις παραπλήσια καὶ ὁ Λουκᾶς ἐξ ἔθετο· τὸ δὲ, “ ἤλειφον “ ἐλαίῳ,” μόνος ἔφη ὁ Μάρκος α, ᾧ b καὶ Ἰάκωβος ἐν τῇ καθολικῇ τὰ ὅμοια λέγει· “ ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς “ πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ’ αὐτὸν, “ ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι Κυρίου, καὶ ἡ εὐχὴ “ πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος.” τὸ ἔλαιον καὶ κόπους ἰᾶται, καὶ φωτὸς αἴτιον καὶ ἱλαρότητος ὑπάρχει. σημαίνει οὖν τὸ ἀλειφόμενον ἔλαιον καὶ τὸ παρὰ τοῦ Θεοῦ ἔλεον c, καὶ τὴν ἴασιν τοῦ νοσήματος καὶ τῆς καρδίας τὸν φωτισμόν· ὅτι γὰρ ἡ εὐχὴ τὸ πᾶν ἐνήργει, παντί d που δῆλον· τὸ δὲ ἔλαιον, ὥς γε οἴμαι, σύμβολον τούτων ὑπῆρχε. ΚΕΦ. ΙΕ. Περὶ Ἰωάννου καὶ Ἡρώδου e. Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρώδης· φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ. καὶ ἔλεγεν, ὅτι ὁ Ἰωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. Οὗτος ὁ Ἡρώδης υἱὸς ἦν Ἡρώδου τοῦ πρώτου, ἐφ’ οὗ καὶ εἰς Αἴγυπτον Ἰωσὴφ ἀπήγαγεν τὸν Ἰησοῦν, καὶ τὴν μητέρα αὐτοῦ, χρηματισθεὶς ὑπ’ Ἀγγέλου. τετράρχην δὲ τοῦτον ὁ τε Ματθαῖος καὶ ὁ Λουκᾶς ὀνομάζει, ὡς τοῦ τετάρτου μέρους τῆς ἀρχῆς τοῦ πατρὸς ἄρχοντα· οἱ γὰρ Ῥωμαῖοι διεῖλον ταύτην εἰς μέρη τ’· τἄρα, καὶ t μετὰ τὸν τοῦ πρώτου θάνατον ἐπιτρέψαντες τῷ υἱῷ ἄρχειν τοῦ τετάρτου. ὁ δὲ Μάρκος καὶ ἕτεροι δέ τινες ἀδιαφόρως καὶ βασιλέα καλοῦσιν, εἴτε ἀπὸ τῆς τοῦ πατρὸς συνηθείας, εἴτε καὶ ἀδεέστερον ἔτι τῇ φωνῇ κεχρημένοι. ταῦτα δὲ σαφέστερον a οὗτος Cod. 178. b ὃ ΡΡ. sc. duo Parisienses. c ἔλεος P. d Sic ΡΡ. πάντῃ Poss. e Sic in tab. Capit. sed in ipso Cap. inscr. Π. Ἰω. τοῦ προδρόμου. f καὶ om. P. ἱστορεῖ Ἰώσηπος. ἀκούων τανῦν τοῦ Κυρίου τὰ θαύματα, καὶ σφόδρα γε εἰδὼς ὅτι δίκαιον ὄντα μάτην ἀνεῖλε τὸν Ἰωάννην, ὑπέλαβεν αὐτὸν ἐγεγερμένον ἐκ τῶν νεκρῶν ταῦτα ποιεῖν. ὡς δὲ ὁ Λουκᾶς φησι, καὶ ἑτέρων ταῦτα ὑπολαμβανόντων ἀκούων g, μειζόωνς διαπορεῖν ἠναγκάζετο, ὡς καὶ ἰδεῖν αὐτὸν ἐθελῆσαι, ἐπὶ τὸ γνῶναι, εἴπερ οὗτος ἐκεῖνός ἐστιν h. Ἄλλοι δὲ ἔλεγον ὅτι Ἡλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ἐστιν, ἢ ὡς εἷς τῶν προφητῶν. Tαῦτα δὲ οἱ Ἀπόστολοι ἐρωτηθέντες ὑπ’ αὐτοῦ τὸ “ τίνα με λέ- “ γοῦσιν οἱ ἄνθρωποι τὸν υἱὸν τοῦ ἀνθρώπου;” ἀπεκρίναντο φάσκοντες, “ ὅτι οἱ μὲν Ἰωάννην τὸ βαπτιστὴν, ἕτεροι δὲ Ἠλίαν, ἄλλοι δὲ “ Ἱερεμίαν, ἥ τινα ἕτερον τῶν προφητῶν.” πᾶσαι γὰρ ἦσαν ἀνθρώπιναι περὶ αὐτοῦ αἱ τότε παρὰ τοῖς ἀνθρώποις ὑπολήψεις. καὶ οἷαν ἄν τις ἐδέξατο περὶ ἀνδρὸς μεγίστου καὶ θαυμαστοῦ τῶν βίον ὄντος· ὁ δὲ Μάρκος λέγων, ὥς τινές φασιν, ὅτι ὁ προφήτης ἐστιν ὡς εἷς τῶν προφητῶν, αἰνίττεσθαί μοι δοκεῖ λέγειν ἐκείνους περὶ οὗ φησιν ὁ Μώσης, ὅτι “ προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ “ Θεὸς ὑμῶν ὡς ἐμέ.” ἴσως γὰρ φανερῶς λέγειν ἐφοβοῦντο ὅτι δὴ ὁ Χριστός ἐστι· καὶ τῇ τοῦ Μώσεως ἐκέχρηντο φωνῇ τὴν ὑπόληψιν ἑαυτοὶς i συσκιάζοντες διὰ τὸν φόβον τῶν ἡγουμένων. Ἀκούσας δὲ ὁ Ἡρώδης εἶπεν, Ὅτι ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν. αὐτὸς γὰρ ὁ Ἡρώδης ἀποστείλας ἐκράτησε τὸν Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν τῇ φυλακῆ, διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν. Tὸν τρόπον ἐν ᾧπερ αὐτὸν ἀνεῖλε καὶ τὴν αἰτίαν ἐφ’ ᾗ, διηγεῖται ὁ Εὐαγγελιστὴς, οὐχ ὡς τότε γενόμενον τὸ πρᾶγμα λέγων, ἀλλὰ τῆς οἰκείας διηγήσεως παρένθεσιν αὐτὸ ποιούμενος. ἔφη γὰρ τὸν Ἡρώδην ταῦτα ἀκούοντα περὶ τοῦ Κυρίου, οἴεσθαι τὸν Ἰωάννην ἐγηγέρθαι ὡς ἀνῃρημένος. ἡ μὲν οὖν αἰτία τοῦ φόνου, ὅτι g ἀκούειν Poss. h ἐστιν add. Cod. 178. i αὐτῶν Cod, 178. τοῦ Ἡρώδου τὴν γυναῖκα ἰδίου ἀδελφοῦ Φιλίππου ἀφελομένου ζῶντος ἔτι, καὶ θυγατέρα ἔχοντος ἐξ αὐτῆς, συνοικοῦντός τε αὐτῇ, οὐκ ἐνεγκὼν τὸ μύσος ὁ Ἰωάννης, ἤλεγχεν αὐτὸν ἐπὶ τῇ παρανομίᾳ· ὁ δὲ τὸν μὲν ἔλεγχον οὐ φέρων i, δεδιὼς δὲ τὸν ὄχλον, ὅτι μεγίστην εἶχον περὶ Ἰωάννου τὴν δόξαν, ἀνελεῖν μὲν αὐτὸν οὐκ ἐτόλμησε, καίτοιγε σφόδρα βουλόμενος διὰ Ἡρωδιάδα. ᾔδει δὲ αὐτὸν καὶ ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ πολλὰ κατὰ γνώμην αὐτοῦ διεπράττετο· ἐγκαθείρξας δὲ αὐτὸν τῷ δεσμωτηρίῳ φυλάττεσθαι ἐκέλευσεν. ἐπετέλει δὲ ὁ Ἡρώδης τὰ οἰκεῖα γενέσια κατὰ πολλῇς τῆς λαμπρότητος. ἐν δὲ τῷ συμποσίῳ ὠρχήσατο μὲν ἡ τῆς Ἡρωδιάδος θυγάτηρ. ἡσθεὶς δὲ ὁ Ἡρώδης, ὤμοσεν αὐτῇ δοῦναι ὅπερ ἃν αἰτίσαιτο παρ’ αὐτοῦ. τῆς δὲ τὴν κεφαλὴν Ἰωάννου αἰτησαμένης, τοῦτο γὰρ αὐτὴν ἡ μήτηρ ἐδίδαξεν· ἐπλήρου μὲν τὴν οἰκεῖαν ὑπόσχεσιν ὁ Ἡρώδης, πρόσχημα δὲ τῶν παρόντων ἕνεκεν τοῦ ὅρκου τὴν ἀνάγκην ἐποιήσατο· λυπηθεὶς δῆθεν καὶ αὐτὸς ἐπὶ τῷ γεγονότι. διδασκόμεθα δὲ ἐντεῦθεν ὡς μοιχεία καἰ ὄρχησις καὶ ὅρκος l, τοῦ βαπτιστοῦ ἀφεῖλον τὴν κεφαλὴν, καὶ παραιτητέα γε ταῦτα τοῖς εὑ φρονοῦσιν· εἰ καὶ διὰ μηδὲν ἄλλο, ἀλλ’ οὖν γε, ἵνα μὴ τοῖς αἰτίοις τοῦ φόνου ἐνεχώμεθα τοῦ προδρόμου. Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν τῷ σημείῳ. Tαῦτα λέγει ἵνα δείξῃ καὶ τὴν ἐκείνων εὔνοιαν, ἣν ἔμειναν καὶ μετὰ θάνατον ἔχοντες περὶ τὸν οἰκεῖον διδάσκαλον· ἐπισυνάπτει δὲ τούτοις, ΚΕΦ. Ις. Περὶ τῶν ε ἄρτων καὶ τῶν β ἰχθύων. Καὶ ἐξελθὼν εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ i Hæc om. Poss. add. Codd. ΡΡ. k πάντα Ρ. l κ. ὀρκ. add. Cod. Ρ. μαθηταὶ αὐτοῦ λέγουσιν, Ὅτι ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὤρα πολλή. Ελθόντων τῶν Ἀποστόλων πρὸς τὸν Ἰησοῦν, καὶ ἀπαγγειλάντων αὐτῷ ὅσα τῇ αὐτοῦ δυνάμει καὶ τῇ ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος ἐποίησαν ἣ καὶ ἐδίδαξαν, καλεῖ αὐτοὺς κατ’ ἰδίαν εἰς ἔρημον τόπον πρὸς τὸ ἀναπαύσασθαι αὐτοὺς κεκμηκότας ἤδη· τοσοῦτοι γὰρ ἤδη οἱ βιάζοντες αὐτοὺς διὰ τὰς ἐπιγινομένας αὐτοῖς ἰάσεις, ὥστε οὐδὲ φαγεῖν εὐκαίρως. λαβόντος τοίνυν αὐτοὺς τοῦ Ἰησοῦ ἐν πλοίῳ μεθ’ ἑαυτοῦ πρὸς τὸ ὑποχωρῆσαι μικρόν τι κατ’ ἰδίαν εἰς ἔρημον τόπον ἵνα ἡσυχάσωσιν m, εἵπετο αὐτῷ πλῆθος, ὡς εἰκὸς, πολὺ, ἕνεκα n τῶν θαυμάτων μάλιστα, καὶ τῶν λόγων, ἁπάντων o μὲν καταλιμπάνειν τὰ οἰκεῖα, ἕπεσθαι δὲ αὐτῷ παρασκευαζόντων. θεασάμενος οὖν αὐτοὺς ἀπὸ τῆς ὁδοιπορίας κεκμηκότας, ὡς ἃν εἰ πρόβατα ποιμένα μὴ ἔχοντα· τοιοῦτοι γὰρ δὴ καὶ οὗτοι ἦσαν, τὸ μηδένα τότε ἔχειν τὰ ὠφέλιμα τῆς ψυχῆς διδάσκειν αὐτοὺς δυνάμενος· διὰ τοῦτο μάλιστα τῷ Κυρίῳ κατακολουθεῖν ἀναγκαζόμενοι, ὡς ἃν μόνον πρὸς τὸ κρεῖττον οἵῳ τε ὄντι ἄγειν αὐτούς· ᾤκτειρέ τε αὐτοὺς ἡσθεὶς αὐτῶν τὴν σπουδὴν, καὶ ἐδίδασκεν, τράπεζαν αὐτοῖς προτιθεὶς πνευματικὴν καὶ ἀναφαίρετον πανδαισίαν. καὶ ἤδη ὥρας πολλῆς γενομένης, ἀπολυθῆναι τὸν ὄχλον ᾔτουν οἱ μαθηταὶ, καὶ μάλιστα διὰ τὴν ἐρημίαν τοῦ τόπου, καὶ τὴν τῶν ἐπιτηδείων σπάνιν. τι γὰρ φάγωσιν οὐκ ἔχουσιν, ἔλεγον. ὁ δὲ πλούσιος καὶ φιλάνθρωπος, καὶ σωματικὴν αὐτοῖς παρατιθέναι τράπεζαν τοῖς μαθηταῖς παρεκελεύετο, μονονουχὶ λέγων, ὅτι ἐγὼ πάρειμι ὁ πολλὴν πᾶσιν παρέχων τὴν ἀφθονίαν. οἱ δὲ μὴ συνιέντες, ἀλλὰ καὶ διαπορηθέντες, ὥσπερ πρόσταγμά τι ἀμήχανον ἤκουον, “ πόσους ἄρτους ἔχετε ” καὶ πολυπραγμονήσαντες λέγουσι, “ πέντε, καὶ δύο ἰχθύας.” Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν, εὐλόγησε· καὶ κατέκλασε τοὺς ἄρτους, καὶ ἐδίδου τοῖς μαθηταῖς αὑτοῦ, ἵνα παραθῶσιν αὐτοῖς· καὶ τοὺς δύο ἰχθύας ἐμέρισε πᾶσι. m Hæc hab. Cod. 178. n ἕνεκα om. Ρ. ο ἅπαντες Codd. Εἰκότως νῦν μάλιστα ἀναβλέψας εἰς τὸν οὐρανὸν ἔδειξεν ὅτι τῷ Πατρὶ τὸ γινόμενον ἀνατίθεται. ἐπειδὴ γὰρ κατὰ τὴν ἔρημον τοῦ Θεοῦ τὸ μάννα παρέχοντος αὐτοῖς, οἱ Ἰσραηλῖται ἐτόλμησαν εἰπεῖν πρὸς αὐτὸν, μὴ καὶ ἄρτον δύναται δοῦναι; ἵνα μὴ δόξῃ ἐπὶ τοῦτο χωρεῖν αὐτὸς, ὡς ἂν μείζονα τοῦ Θεοῦ ποιῶν ἑαυτὸν, σφόδρα τῶν Ἰουδαίων πολλὰς κατ’ αὐτοῦ πλέκειν ἀφορμὰς ἐπιχειρούντων, πρὸ τοῦ ποιῆσαι, ἐπὶ τὸν Πατέρα ἀνήνεγκε τὸ γινόμενον. Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν· καὶ ἦραν κλασμάτων δώδεκα κοφίνους πλήρεις, καὶ ἀπὸ τῶν ἰχθύων. καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες. Εκορέσθησαν μὲν οὖν ἅπαντες, καίτοιγε πεντακισχίλιοι ἄνδρες, χωρὶς γυναικῶν τε καὶ παιδίων. τοσαύτην δὲ γενέσθαι κλασμάτων περισσείαν παρεσκεύασεν, ὡς δώδεκα πληρωθῆναι κοφίνους ἐπὶ τῷ o ἕκαστον ἐπ’ ὤμων ἀράμενον, μείζονα λαβεῖν τοῦ γινομένου τὴν αἴσθησιν. ὅτι γὰρ καὶ οὕτως ἀμφίβολον ἔτι περὶ τοῦ γενομένου οἱ μαθηταὶ εἶχον διὰ τὸ ἄγαν παράδοξον, δῆλοι ὁ παρὼν Εὐαγγελιστὴς σαφῶς εἰπὼν, “ οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις· ἦν “ γὰρ αὐτῶν ἡ καρδία πεπωρωμένη.” καὶ δι’ ἕτερον δὲ τὴν περισσείαν ᾠκονόμησε γενέσθαι, ὥστε φανῆναι περιουσίαν P ἐνεργούσης ταῦτα δυνάμεως, οὐ διὰ τὴν ἑτέρων χρείαν τὸ δύνασθαι λαμβά- νοντα, οἷον Μώσης ἐδίδου τὸ μάννα, ἀλλὰ κατὰ τὴν χρείαν μόνον. ἄχρηστον γὰρ αὐτοῖς συλλεγὲν τὸ πλέον ἐγένετο q. ἐπελάβοντό τε τῆς γῆς τὸν καρπὸν r, καὶ τὸ μάννα κατεφόρετο οὐκέτι. ὁμοίως Ηλίας ἐπὶ τῆς χήρας οὐ πλεονάζειν τότε ἄλευρον ἐποίησε· καὶ μὴν s καὶ τὸ ἔλαιον. ὡς δὲ ὑετὸς ἐγένετο, καὶ ἐπαύσατο ἡ δόσις. ἵνα οὖν φανῇ τὸ διάφορον, πολλὴν περιουσίαν ἐποιήσατο, ὥστε καὶ κορεσθέντας τῶν παραλειφθέντων θαυμάζειν τὸ πλῆθος. θαύμα- ο τὸ Ρ. P περιουσία ἐνεργούσης om.) Ρ. Εἶτα κορεσθέντων αὐτῶν τοσαύτη περίσσεια γέγονε κλασμάτων, ὥστε δώδεκα πληρωθῆναι κοφίνους κλασμάτων, ἵνα ἕκαστος τῶν ιβ μαθητῶν ἐπὶ τὸν ὦμον κόφινον ἀράμενος μείζονα λάβη τοῦ γινομένου τὴν αἴσθησιν, ἤτοι ὥστε φανῆναι περιουσία ἀπερουσία ταῦτα δυνάμενον ποιεῖν. Cod. 178. q ἐγίνετο Ρ. r om. Ρ. τῶν καρπῶν Cod. 178. s μὴν Ρ. μὴ Poss. στον t μὲν οὖν τὸ πραχθὲν καὶ τῆς δημιουργικῆς δυνάμεως ἀπόδειξις· θαυμάσιον δὲ οὐκ ἔλαττον τὸ μὴ ἀεὶ τῇ ἐξουσίᾳ χρῆσθαι πρὸς τὴν τῶν τροφῶν εὐπορίαν. σημεῖα u μὲν γὰρ ἕνεκα τῶν ἀνθρώπων x ἐργάζεται, καὶ τὴν τῆς δυνάμεως ἐπίγνωσιν εἰς σωτηρίαν τὴν διὰ τῆς πίστεως παρέχει τοῖς ἑπομένοις· τοῖς δὲ οὖσι y χρῆται κατὰ τὸν ἀνθρώπῳ προσήκοντα τρόπον, εὐεργετῶν ἅμα τοὺς εἰς τοῦτο ὑπηρετοῦντας. τὸ γὰρ τῷ Κυρίῳ τι παρασχεῖν ἦν εὐεργεσία μεγίστη. ὅπερ καὶ τοῖς μαθηταῖς ἐκ διαδοχῆς παραδίδωσι ταῖς παρὰ τῶν μαθητευομένων χρῆσθαι τροφαῖς. ΚΕΦ. ΙΖ. Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου. Καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδὰν, ἕως αὐτὸς ἀπολύσῃ τὸν ὄχλον. Ἐπὶ τὸ πρότερον ἀπολύσαι τὰ πλήθη ἠνάγκασεν δὲ αὐτοὺς, οὐκ ἀνεχομένους ἀποστῆναι ῥᾳδίως. τοῦτο μὲν διὰ τὴν διάθεσιν, τοῦτο δὲ καὶ ἀποροῦντας ὅπως ἃν ἔλθοι πρὸς αὐτούς· οὐκ εἰδότας ὅτι τούτου μάλιστα ἕνεκεν ὁ Κύριος ἐκέλευσεν αὐτοῖς ἀπελθεῖν, ἵνα καὶ a ἐπὶ τῶν ὑδάτων βαδίζοντα θεασάμενοι, μειζόνως μάθωσι τοῦ παρόντος τὸ μέγεθος. ἀπολύσας b οὖν τοὺς ὄχλους ἐπὶ τὸ εὐλογεῖσθαι προσιόντων, ὡς εἰκὸς, τῶν δὲ καὶ ἐπὶ θεραπείᾳ τινὶ, ἀνῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι· οἷα ἄνθρωπος εἰκὸς, ὁμοῦ καὶ ἡμᾶς διδάσκων ἔχεσθαι τοῦ ἔργου τῆς προσευχῆς. καὶ βαθυτέρας ἤδη γενομένης τῆς ἑσπέρας, αὐτὸς μὲν ἦν ἐκεῖ μόνος, τὸ δὲ πλοῖον τῶν μαθητῶν μέσον ἤδη τῆς θαλάσσης ἦν, προσωτέρω χωρεῖν ἀπὸ τῶν ἀνέμων ἐναντία πνεόντων κωλυόμενον. συνετέλει δὲ καὶ τοῦτο εἰς μείζονα τοῦ θαύματος ἀπόδειξιν. ὡς c δὲ τῶν ἀνέμων ἐναντία πνεόντων καὶ τῶν κυμάτων κατὰ τοῦ ἀνέμου d ἐγειρομένων, ἔμενεν ἐπὶ τῶν ὑδάτων βαδίζων ὑπ’ οὐδενὸς ἑτέρου κωλυόμενος. t θαυμάσιον Ρ. u σημεῖα Poss. σημείου P.L. x ὑπὲρ ἄνθρωπον P. y ΡΡ. Om. Poss. z ΡΡ. πῶς Poss. a ΡΡ. δὴ Poss. b ἀπολύσαι Poss. c ὃς Ρ. d τὸν ἄνεμον Ρ. Καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς, περιπατῶν ἐπὶ τῆς θαλάσσης, καὶ ἤθελε παρελθεῖν αὐτούς. Tετάρτην δὲ φυλακὴν λέγει τὴν μετὰ τὴν θ΄ ὥραν, τουτέστι τὴν ί· ἢ τὴν μετ’ ἐκείνην. ἐς τέσσαρας γὰρ φυλακὰς ἡ θεῖα γραφὴ τῆς νυκτὸς τὸν καιρὸν διαιρεῖ, ἑκάστην φυλακὴν τῆς νυκτὸς τὴν τριωρίαν λέγων. Καὶ τάχα πρώτη μὲν φυλακὴ κατὰ τὸν τῆς ἀναγωγῆς λόγον ἀπὸ Ἀδὰμ μέχρι τοῦ κατακλυσμοῦ. δευτέρα δὲ ἀπὸ τοῦ κατακλυσμοῦ μέχρι Μώσεως· τρίτη ἀπὸ Μώσεως μέχρι τῆς παρουσίας· καὶ τετάρτη ἐν ἡ ἐλθὼν τὸ πρωὶ ἐφίσταται τοῖς μαθητευομένοις αὐτῷ ὁ Σωτῆρ’. Cod. 178. Tέσσαρας ἡ θεία γραφὴ φυλακὰς λέγει τῆς νυκτὸς, εἰς τρεῖς τὰς ὥρας ἑκάστην διαιροῦσα. τετάρτην οὖν λέγει τὴν μετὰ τὴν ἐννάτην ὥραν τὴν δεκάτην ἢ τὴν μετ’ ἐκείνην, ὡς ἂν εἴπωμεν οὕτω καλοῦσα. κατ’ ἐκείνην οὖν φησιν ὤφθη τὴν ὥραν αὐτοῖς ἐπὶ τὴν θάλασσαν βαδίζων καὶ πρὸς αὐτοὺς ἀφικόμενος. τῶν δὲ σφόδρα ἐκπλαγέντων ἐπὶ τῇ θέᾳ, ὡς φάντασμα εἶναι νομίσαι ὑπὸ τοῦ παραδόξου τὸ φαινόμενον, ἀνακραξάντων δὲ ἀπὸ πολλοῦ φόβου, ἐλάλησε πρὸς αὐτοὺς ὁ Κύριος, “ θαρσεῖτε,” εἰπὼν, “ ἐγώ εἰμι· “ μὴ φοβεῖσθε.” Οἱ δὲ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἔδοξαν φάντασμα εἶναι καὶ ἀνέκραξαν. Ἐλύθη μὲν οὖν αὐτοῖς ὁ ἀγὼν ἀπὸ τῆς φωνῆς· τὸ δὲ παράδοξον τοῦ φαινομένου ἀμφιβάλλειν ἔτι παρεσκεύαζεν αὐτοὺς, ὡς τὸν Πέτρον, τοῦτο μὲν ἐπὶ τῷ μαθεῖν ἀκριβῶς, ὅτι μὴ φαντασία τὸ φαινόμενον, τοῦτο δὲ καὶ μετασχεῖν τῶν αὐτῶν ἀπὸ πολλῆς ἐπιθυμήσαντα τῆς θερμότητος, εἰπεῖν πρὸς τὸν Ἰησοῦν “ Κύριε εἰ “ σὺ εἶ, κέλευσόν μοι ἐλθεῖν πρός σε ἐπὶ τὰ ὕδατα.” προσέταξεν αὐτῷ τοῦτο ποιῆσαι. καὶ κατελθὼν ὁ Πέτρος ἀπὸ τοῦ πλοίου, πρότερον μὲν ἐβάδισεν a ἐπὶ τῶν ὑδάτων ἀσφαλῶς· διδάξαι δὲ αὐτὸν ὁ Κύριος βουληθεὶς, ὅτι ἀληθῶς τῇ αὐτοῦ δυνάμει τοῦτο ἐδύνατο b, καὶ μᾶλλον ἐχρῆν ἄνευ τῆς πείρας πιστεῦσαι, συνεχώρησεν αὐτῷ βραχύ τι καὶ κατενεχθῆναι ἐπὶ τῶν ὑδάτων· εἶτα ἐν z Sic Ρ. διαιροῦσαν Poss. a ἐβάδιζεν Ρ. b δεδύνηται Ρ. ἀγῶνι καταστάντος καὶ κράξαντος, “ Κύριε σῶσόν με,” ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ ἔστησεν ἐπὶ τῶν ὑδάτων, ὀνειδίσας αὐτῷ τὴν ὀλιγοπιστίαν. ὁ γὰρ τῆς καταδύσεως ἀγὼν μείζονα τῆς χάριτος τοῦ σώσαντος ἔχειν ἐποίει τὴν αἴσθησιν. ἐπιβαίνει λοιπὸν τοῦ πλοίου ὁ Ἰησοῦς ἐπαγόμενος καὶ τὸν Πέτρον. εἶτα ἐπαύσατο μὲν ὁ ἄνεμος, δεικνὺς τῆς κινήσεως τὴν αἰτίαν τούτου ἕνεκεν γεγενημένην c, ἐπὶ τῷ d αὐξηθῆναι τὸ θαῦμα μεῖζον διὰ πάντων φανέν. προσελθόντες δὲ αὐτῷ ἐπὶ τοῦ πλοίου προσεκύνησαν οἱ μαθηταὶ, ἀληθῶς Υἱὸν Θεοῦ ὁμολογοῦντες αὐτὸν εἶναι· δεικνύντες ὅτι καὶ e πρότερον μὴ τελείαν περὶ αὐτοῦ τὴν γνῶσιν ἐκέκτηντο. τί γὰρ ἔδει κὰν τοῦτο μετὰ τὸ θαῦμα ὁμολογεῖν, εἴπερ ᾔδεισαν; καὶ πρὸ τούτου δὲ τοῦτο ἐπισταμένους μηδὲ ἐπὶ τῷ φαινομένῳ τοσαύτην ἔχειν ἀμφιβολίαν αὐτοὺς, ὅπουγε καὶ νῦν μετὰ τελείας g τῆς γνώσεως. Παιδευόμεθα τοίνυν διὰ τούτων, ὅτι καλὸν ἡ ἐρημία καὶ ἡ μόνωσις ὅταν ἐντυγχάνειν δέῃ h Θεῷ. ἡσυχίας γὰρ μητὴρ ἡ ἔρημος πάντων ἀπαλλάττουσα θορύβων ἡμᾶς. πρὸς δὲ τούτοις μανθάνομεν καὶ πάντα φέρειν γενναίως· καὶ γὰρ νῦν καὶ τοὺς μαθητὰς δὲ i εἰς μείζονα ὑπομονὴν ἄγων, ἄπεισιν, καὶ ἐν μέση θαλάττῃ συγχωρεῖ τὸν χειμῶνα διεγερθῆναι, καὶ ὅλην τὴν νύκτα ἀφίεται k αὐτοὺς κλυδωνίζεσθαι l, διεγείρων αὐτῶν, ὥς φησιν ὁ Εὐαγγελιστὴς, πεπωρωμένην τὴν καρδίαν· μετὰ δὲ τῆς κατανώξεως εἰς ἐπιθυμίαν αὐτοὺς μείζονα ἐνέβαλε καὶ εἰς μνήμην διηνεκῆ. διὰ δὴ τοῦτο οὐκ εὐθέως αὐτοῖς ἐπέστη, παιδεύων αὐτοὺς m μὴ ταχέως λύσιν ἐπιζητεῖν τῶν συνεχόντων δεινῶν, ἀλλὰ φέρειν τὰ συμπίπτοντα γενναίως· καὶ ὅταν δὲ μέλλει παύειν τὰ δεινὰ, ἕτερα χαλεπώτερα προσδοκᾷν n. οὕτω γὰρ καὶ αὐτοὶ πτοιηθέντες ἀπὸ τῆς θέας ἔκραξαν· μετὰ γὰρ τοῦ χειμῶνος καὶ ἡ ὄψις αὐτοὺς ἐθορύβησεν. διὰ τοῦτο οὐδὲ τὸ σκότος ἔλυσεν, οὐδὲ φανερὸν ἑαυτὸν εὐθέως ἐποίησεν· παιδεύων αὐτοὺς ἐγκαρτερεῖν τοῖς δεινοῖς. ἐπειδὴ γὰρ οὐκ ἔνι o καὶ ἐν μακρῷ χρόνῳ πειράζεσθαι καὶ σφοδρῶς, ὅταν μέλλωσι τοὺς ἀγῶνας ἐκβαίνειν οἱ δίκαιοι, βουλόμενος πλέον c γεγενημένης Ρ. et Poss. d τὸ P. e καὶ Ρ. δὲ Poss. f ἐδείκνυ Ρ. g τελεία Ρ. τελεία Poss. h δέει i Om. Ρ. k ἀφίεσθαι Ρ. l κλυδωνίζεσθαι Ρ. κλυδονίζεσθαι L. et Poss. m αὐτοῖς Ρ. n ἐπάγει καὶ φοβερώτερα Ρ. ο οὐχ ἑνὶ P αὐτοὺς κερδαίνειν, ἐπιτείνει τὰ γυμνάσια. οὐ πρότερον δὲ ἀπεκάλυφεν ἑαυτὸν ὁ Χριστὸς τοῖς μαθηταῖς ἕως ὅτε ἔκραζον. οὕτω γὰρ μᾶλλον ἠσμένησαν P αὐτοῦ τὴν παρουσίαν. ἐπειδὴ δὲ ἐβόησαν, ἔλυσεν αὐτῶν τὸν φόβον, εἰπών· “ θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. οὐδὲ γὰρ ἃν ἐγίνωσκον αὐτὸν διὰ τὸ παράδοξον τῆς βαδίσεως, καὶ διὰ τὸν καιρὸν, ἀλλὰ διὰ τῆς φωνῆς δῆλον ἑαυτὸν ἐποίει q. “ εἰ σὺ “ εἶ,” φησιν ὁ Πέτρος, “ κέλευσόν μοι ἐλθεῖν πρός σε.” τοῦτο δὲ ἐζήτησεν άγάπην μόνον, οὐ δι’ ἐπίδειξιν. οὐδεὶς γὰρ οὕτως ἐφίλει τὸν Ἰησοῦν. καὶ τὴν ἑαυτοῦ δὲ πρὸς τῇ ἀγάπῃ δείκνυται r πίστιν, ἀλλὰ καὶ ἑτέρους ἐνάγει s. τί οὖν ὁ Χριστός; ἐπέτρεψεν. καὶ καταβὰς κλυδωνίζεται καὶ περιδεὴς γίνεται, τοῦ ἀνέμου ἐμποιοῦντος τὸν φόβον. διατί δὲ οὐκ ἐπέταξεν ὁ Σωτῆρ’ τοῖς ἀνέμοις παύσασθαι, ἀλλ’ αὐτὸς ἐπελάβετο αὐτοῦ; ὅτι τῆς ἐκείνου πίστεως ἔδει. ὅταν γὰρ τὰ παρ’ ἡμῶν ἐλλιμπάνει, τὰ παρὰ τοῦ Θεοῦ ἵσταται. δεικνὺς τοίνυν ὅτι οὐχὶ t τοῦ ἀνέμου ἐμβολὴ, ἀλλ’ ἡ ἐκείνου ὀλιγοπιστία τὴν περιτροπὴν εἰργάζετο, φησί· “ τί ἐδέστα- “ σας ὀλιγόπιστε ” εἰ γὰρ μὴ ἠπίστησε, καὶ πρὸς τὸν ἄνεμον ἃν ἔστη ῥαδίως· διὰ τοῦτο ἐπιλαβόμενος αὐτοῦ, τὸν ἄνεμον εἴα πνεῖν· δηλῶν ὅτι ἐκεῖνος οὐδὲν u παραβλάπτει, ὅταν ἡ πίστις ᾖ πεπηγυῖα. ἐπιβάντων δὲ τῷ πλοίῳ x τότε ἐπαύσατο. καὶ πρὸ τούτου μὲν ἔλεγον· “ποταπὸς ἦν ὁ ἄνθρωπος οὗτος; ὅτι καὶ οἱ ἄνεμοι, καὶ τὰ ἑξῆς. νυνὶ δὲ οὐχ οὕτως, ἀλλ’ ἀληθῶς Θεοῦ υἱὸς εἶ’. οὕτως οὐ δι’ ἐπίδειξιν ἡ ἐπὶ τῶν ὑδάτων τοῦ Σωτῆρος ἐγένετο βάδισις, ἀλλὰ πρὸς ὠφέλειαν τῶν μαθητῶν. λίαν γὰρ ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο. οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις· ἦν γὰρ ἡ καρδία αὐτῶν πεπωρωμένη. ὠφεληθέντες οὖν ὡμολόγησαν αὐτὸν εἶναι Υἱὸν Θεοῦ, καὶ οὐκ ἐπετίμησε τοῦτο εἰρηκόσι· τοὐναντίου μὲν ὁ Θεὸς y ἅπαν καὶ ἐβεβαίωσε τὸ λεχθὲν κατὰ μείζονος ἐξουσίας θεραπεύων τοὺς προσίοντας, καὶ οὐχ ὡς ἔμπροσθεν. Καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν Γεννησαρὲτ, καὶ προσωρμίσθησαν. καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ P ἠσμένιζον Ρ. q ποιῶν Ρ. r ἐπιδείκνυται P. s ἐνάγειν Ρ. t οὐχ ἡ Ρ. υ Sic Ρ. ἄνεμον ἐδυνάσατο ἄν. ὅτι οὐδὲν ἐκεῖνος π. Poss. x τοῦ πλοίου Ρ. y μὲν οὖν ὁ θεὸς om.) Ρ. πλοίου, εὐθέως ἐπιγνόντες αὐτὸν, περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην, ἤρξαντο ἐπὶ τοῖς κραββάτοις τοὺς κακῶς ἔχοντας περιφέρειν, ὅπου ἤκουον ὅτι ἐκεῖ ἐστι. Ὄθεν δεικνὺς ὁ Εὐαγγελιστὴς ὅτι διὰ πολλοῦ χρόνου ἐπέβη, φησὶν, ὅτι ἐπιγνόντες οἱ ἄνδρες τοῦ τόπου, περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην, ἤρξαντο ἐπὶ τοῖς κραββάτοις τοὺς κακῶς ἔχοντας φέρειν. οὐδὲ γὰρ ὁμοίως ὡς πρότερον προσίεσαν εἰς τὰς οἰκίας ἕλκοντες αὐτὸν καὶ χειρὸς ἁφὴν ἐπιζητοῦντες, καὶ προστάγματα διὰ ῥημάτων, ἀλλ’ ὑψηλότερον πολλῷ καὶ φιλοσοφώτερον, καὶ μετὰ πλείονος τῆς πίστεως εἵποντο τῆς θεραπείας. ἡ γὰρ αἱμορροοῦσα πάντας ἐδίδαξε φιλοσοφεῖν. ἀλλ’ ὅμως ὁ χρόνος οὐ μόνον οὐκ ἐξέλυσε τὴν πίστιν, ἀλλὰ καὶ μείζονα εἰργάσατο a καὶ ἀκμάζουσαν διετήρησεν. οὐκ ἀπεικὸς δὲ ἦν καὶ τοῦ χρόνου προβαίνοντος καὶ τῆς φήμης ὑπὸ τῶν γενομένων b αὐξανομένης, μείζονα τὴν περὶ αὐτοῦ c πίστιν τοῖς ἀνθρώποις ἐγγίνεσθαι.