ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΥ. α'. Περὶ τῶν μάγων. β'. Περὶ τῶν ἀναιρεθέντων παίδων. γ'. Πςῶτος Ἰωάννης ἐκήρυξε βασιλείαν οὐρανοῦ a. δ'. Περὶ διδασκαλίας τοῦ Σωτῆρος. ε'. Περὶ τῶν μακαρισμῶν. ς'. Περὶ τοῦ λεπροῦ. ς'. Περὶ τοῦ ἑκατοντάρχου. η'. Περὶ τῆς πενθερᾶς Πέτρου. θ'. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων. ι'. Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἑπομένου ἀκολουθεῖν. ία. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. ιβ'. Περὶ τῶν δύο δαιμονιζομένων. ιγ'. Περὶ τοῦ παραλυτικοῦ. ιδ'. Περὶ τοῦ b Ματθαίου. ιε'. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου. ις'. Περὶ τῆς αἱμορροούσης. ἵζ’. Περὶ τῶν δύο τυφλῶν. ἴη. Περὶ τοῦ δαιμονιζομένου κωφοῦ. ἴθ’. Περὶ τῆς c τῶν ἁγίων ἀποστόλων διαταγῆς. k'. Περὶ τῶν ἀποσταλέντων παρὰ Ἰωάννου d. κα. Περὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα. κβ'. Περὶ τοῦ δαιμονιζομένου τυφλοῦ καὶ κωφοῦ. κγ'. Περὶ τῶν αἰτούντων σημεῖον. κδ'. Περὶ τῶν παραβολῶν. κε. Περὶ Ἰωάννου καὶ Ἡρώδου. a οὐρανῶ Cod. οὐρανοῦ Possin. b τοῦ om. Possin. c περὶ τῆς ἀποστολῆς τῶν δώδεκα Possin. d ἰωάννην Cod. κς'. Περὶ τῶν ε' ἄρτων καὶ β' e ἰχθύων. κζ'. Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου f. κη. Περὶ τῆς παραβάσεως τῆς ἐντολῆς τοῦ Θεοῦ. κθ'. Περὶ τῆς Χαναναίας. λ'. Περὶ τῶν θεραπευθέντων ὄχλων λᾶ Περὶ τῶν ἑπτὰ ὤν. λβ'. Περὶ τῆς ζύμης τῶν Φαρισαίων. λγ'. Περὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως. λδ᾿. Περὶ τῆς σεληνιαζομένου. τοῦ Κυρίους g. λε’. Περὶ τοῦ σεληνιαζομένου. λς'. Περὶ τῶν αἰτούντων τὰ δίδραγμα. λζ'. Περὶ τῶν ἐπερωτησάντων, τίς μείζων. λῆ. Περὶ τῶν ἑκατὸν προβάτων παραβολή ’λθ’. Περὶ τοῦ ὀφείλοντος μυρία τάλαντα. μ'. Περὶ τῶν ἐπερωτησάντων εἰ ἔξεστιν ἀπολύσαι τὴν γυναῖκα. μά. Περὶ τοῦ ἐπερωτήσαντος πλουσίου τὸν Ἰησοῦν. μβ'. Περὶ τῶν μισθουμένων ἐργατῶν. μγ'. Περὶ τῶν υἱῶν Ζεβεδαίου. μδ'. Περὶ τῶν β' τυμῶν. με'. Περὶ τῆς i ὄνου καὶ τοῦ πώλου. μς'. Πηῖ τῶν τυγλῶν καὶ χωλῶν. μζ'. Περὶ τῆς ξηρανθείσης συκῆς k. μὴ. Περὶ τῶν ἐπερωτησάντων τὸν Ἰησοῦν 1 ἀρχιερέων καὶ πρεσβυτέρων. μθ'. Περὶ τῶν δύο υἱῶν παραβολή. ν'. Περὶ τοῦ ἀμπελῶνος παραβολή m. ’ς γα. Περὶ τῶν καλουμένων εἰς τὸν γάμον. νβ'. Περὶ τῶν ἐπερωτησάντων n διὰ τὸν κῆνσον. νγ'. Περὶ τῶν Σαδδουκαίων. νδ'. Περὶ τοῦ νομικοῦ. νέ. Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως, πῶς υἱὸς Δαβίδ ἐστιν ὁ Χριστός ο. νς'. Περὶ τοῦ ταλανισμοῦ τῶν γραμματέων p καὶ Φαρισαίων. νζ' Περὶ τῆς συντελείας. νη’. Περὶ τῆς ἡμέρας καὶ ὥρας. ’νθ’ Περὶ τῶν ἱ παρθένων. e τῶν δύο ἰχθ. possin. f περιπάτου Possin. περιπατοῦντος Cod. g Ἰησοῦ Possin. h τελούντων Possin. i τοῦ Possin. k συκῆς om. Possin. 1 Κύριον Possin. m παραβ. om. Possin. n ἐπε- ρώτησις δ. τ. κ. Possin. o π. υἱὸς Δ. ἐστ’. ὁ Χ. oni.Cod. P γραμ- ματαίων Cod. ρ. Περὶ τῶν τὰ τάλαντα λαβόντωνq. Ν. Περὶ τῆς ἐλεύσεως τοΟ Χριστοῦ. ξβ. Πφ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. ξγ. Περὶ τοῦ Πάσχα. ξδ. Πφ τοῦτ’ τύπου τοῦ μυστικοῦ. ξ5. Περὶ τῆς παραδόσεως τοῦ Ἰησοῦ. ξς. Περὶ τῆς ἀρνήσεως3 Πέτρου. ξ ζ. Περὶ τῆς τοῦ Ἰούδα μεταμελείας. ξῆ. Περὶ τῆς αἰτήσεωςt τοῦ σώματος τοῦ Κυρίου ’IησοΟ. q Περὶ τοῦ ἀποδημήσαντος εἰς χώραν μακρὰν Possin. r τοῦ om. Possin. bis. s ρνησις Possin. t αἰτήσεως Possin. ἀναστάσεως Cod. ΠΡΟΛΟΓΟΣ ΕΙΣ THN ΕΡΜΗΝΕΙΑΝ ΤΩΝ ΕΞΗΓΗΤΩΝ ΤΟΥ ΕΥΑΓΓΕΛΙΟΥ ΧΡΗ τὸν ἐντυγχάνοντα τῇδε τῇ βίβλῳ γινώσκειν ὅτι πολλῶν πονημάτων ἁγίων καὶ ὀρθοδόξων πατέρων, οὐ μὴν ἀλλὰ καὶ ἀδοκίμων ἐξηγητῶν, καὶ τῆς τῶν αἱρετικῶν μοίρας τυγχανόντων, αἱ παραγραφαὶ ἔγκεινται, ἐκφυγοῦσαι ὡς ἔνεστι τὰ τῆς ἐκκλησιαστικῆς σιαστικῆς παραδόσεως ἀπᾴδοντα δόγματα τὰ ὑπὸ τῶν αἱρετικῶν εἰρημένων. Καὶ τοῦτο δὲ οὐκ αὐτονόμως πεποίηκα b, ἀλλὰ ἀκολουθήσας τῷ ἁγιωτάτῳ ἡμῶν πατρὶ τῷ τῆς Ἀλεξάνδρου φιλοχρίστου χρίστου μεγαλοπόλεως ἀρχιεπισκόπῳ Κυρίλλῳ, φήσαντι ἐν τῇ πρὸς Εὐλόγιον ἐπιστολῇ. “ ὅτι c οὐ πάντα ὅσα λέγουσιν οἱ “αἱρετικοὶ, φεύγειν καὶ παραιτεῖσθαι χρή. πολλὰ γὰρ ὁμολο- “ γοῦσιν, ὡν καὶ ἡμεῖς ὁμολογοῦμεν· καὶ τοῦτο προσθῆναι “ ἀναγκαῖον ᾠήθην τῷδε d τῷ προοιμίῳ, πρὸς φανέρωσιν καὶ σαφή- “ νειαν τοῖς ἐντυγχάνουσιν· ἱν· ἴστωσαν e γὰρ, ὡς οὐ μόνον διαφόρως “ ἠνέχθησαν ἐν τοῖς νοήμασι τῆς θεοπνεύστου γραφῆς οἱ ταύτην “ ἡρμηνευκότες ἀλλὰ δὴ καὶ αὐτὰ τὰ ῥητὰ τῆς αὐτῆς θείας “ γραφῆς οὐκ ἴσως διεστείλαντο, καὶ οὕτως τὴν ἑρμηνείαν ἐπι- “ θείκασι g. ὁ μὲν γὰρ πλείους, ὁ δὲ ἥττους ῥήσεις προθέμενος “ τὴν ἐξήγησιν ἐποιήσαντο καὶ ἐκ τούτου δοκοῦσιν οἱ ἀριθμοὶ “ οἱ τοῖς κεφαλαίοις ἐπικείμενοι, ἀναχαιτίζειν i τοὺς τὸ ἔδαφος “ ἀναγινώσκοντας εἰς τὸ πρόσω φαίνειν k. χρὴ οὖν ἓν 1 καὶ δεύ- “ τερῶν καὶ m τρίτον κεφάλαιον τοῦ ἐδάφους τῆς θείας γραφῆς “ ἀναγινώσκειν, καὶ οὕτω τὰς ἐγκειμένας ἑρμηνείας, ἱν εὐσύνοπτα ἔσται τοῖς ἐντυγχάνουσι τὰ νοήματα n.......... a Eadem leguntur in prologo Corderii Catense in Ev. Jo. unde quæ mutila erant in nostro Codice supplevimus. b ἐποίησα Cord. c ὅτι om. Cord. d τόδε Cod. e ἴτωσαν Cod. f ἑρμηνευκότες Cod. S ἐπέθηκαν Cord. h ἐποιήσατο Cord. i ἀναχετίζειν Cod. ἀναγκάζειν Cord. κ βαίνειν Cord. l ἕνα Cod. m ἢ καὶ Cord. n Folium sequens deest. EΥΑΓΓΕΛΙΟΝ ΤΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ. Τοὐ ὲν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Τοῦ Χρυσοστόμου ἑρμηνεία. Εὐαγγέλιον ἡ παροῦσα βίβλος λέγεται ὅτι κολάσεως ἀναίρεσιν καὶ ἁμαρτημάτων λύσιν καὶ δικαιοσύνην καὶ ἁγιασμὸν καὶ ἀπολύτρωσιν, καὶ υἱοθεσίαν καὶ κληρονομίαν τῶν οὐρανῶν πᾶσιν εὐαγγελίζεται. Κυρίλλου. Εὐαγγέλιον ἐστὶ λόγος περιέχων ἀγαθῶν ἀγγελίαν πραγμάτων κατὰ τὸ εὔλογον καὶ διὰ τὸ ὠφελεῖν εὐφρα. . .ων τὸ πάντα πάντα ἐὰν παραδέξηται τὸ ἀπαγγελλόμενον. ἣ λόγος περιέχων ἀγαθῶν παρουσίαν ἢ. . . . . . . . . τέλλων ἀγαθῶν, τὸ προσδο- κωμενον. 1 βίβλος γενέσεως. Τοὐ Χρυσοστόμου. βίβλον γενέσεως αὐτὴν καλεῖ καλεῖ . . . . . . . . . πάσης τῆς οἰκονομίας τὸ κεφάλαιον τοῦτό ἐστι καὶ ἀρχὴ καὶ ῥίζα πάντων ἡμῶν . . . . . . . . . . . ὂν. τὸ δὲ Ἰησοῦς a ὄνομα οὐκ ἐστὶν Ἑλληνικὸν, ἀλλὰ τῇ Ἑβραίων φωνῇ τοῦτο λέγεται . . . . . . . . . . . . τὴν Ἑλλάδα γλῶσσαν ἑρμηνευόμενον Σωτῆρ’· σωτὴρ δὲ ἀπὸ τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ εἴ[ρηται . . . . . . υἱὸν δὲ Δαβὶδ πρῶτον εἴρηκε, καὶ τότε υἱοῦ Ἀβραάμ· οὐχ ὥς τινες νομίζουσι κά . . . . . . ἐν ἄνω βουλόμενος ἐλθεῖν, ἀλλ’ ὅτι ἐν τοῖς ἁπάντων στόμασιν ὁ Δαβὶδ ἦν, ἀπό τε τῆς βασιλείας, ἀπό τε τοῦ χρόνου· οὐ γὰρ πάλαι ἦν τετελευτηκὼς, ὥσπερ ὁ Ἀβραάμ· διὰ τοῦτο οὖν ἐκ τοῦ γνωριμωτέρον τὴν ἀρχὴν ποιεῖται, καὶ τότε ἐπὶ τῶν προγόνων τούτου τὸν Ἀβραὰμ ἀνατρέχει. 3 Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Σάρα ἐκ τῆς Θάμαρ. Τοῦ Χρυσοστόμου. Μέμνηται δὲ καὶ τῆς παρανόμου μίξεως a ἴσ’ . . Cod. Vid. Chrysostom. in Possin. Cat. in Matth. t. i. p. 3. τοῦ Ἰούδα καὶ τῆς Θάμαρ. ἵνα τὴν τοῦ Θεοῦ δείξῃ φιλανθρωπίαν· ὅτι καὶ τοιούτους κατηξίωσεν συγγενεῖς ἔχειν· οὐδαμοῦ τὰ ἡμέτερα ἐπῃσχυνόμενος b κακά· καὶ τοῦ μὴ δὲ . . . . . . . . ποτὲ ἐγκαλύπτεσθαι ἐπὶ τῇ τῶν προγόνων κακίᾳ, ἀλλ’ ἓν μόνον ἐπιζητεῖν τὴν ἀρετήν· διὰ τοῦτο δὲ καὶ τοῦ χαρὰ ἐμνημόνευσεν· ὅτι τοῦ χαρὰ ἐν τῷ τίκτειν τὴν Θάμαρ τὴν χεῖρα προεξενέγκαντος, συνέστειλε τὸ παιδίον τὴν χεῖρα, καὶ προῆλθεν ὁ Φαρὲς, καὶ τότε ὁ χαρά· ὅπερ τῶν δύο λαῶν τύπος ἦν· τῆς γὰρ πολιτείας τῆς ἐκκλησιαστικῆς ἐν τοῖς κατὰ τὸν Ἀβραὰμ χρόνοις φανείσης, εἶτα ἐν τῷ μέσῳ συσταλείσης . . . . . . . ὁ Ἰουδαικὸς λαὸς καὶ ἡ νομικὴ πολιτεία, καὶ τότε ὁλόκληρος ἐφάνη ὁ νέος . . . . . . . τὰ τῶν αὐτοῦ νόμων. καὶ τῆς Ῥοὺθ δὲ τῆς ἀλλοφύλου μέμνηται, ὅτι καθάπερ c . . πτωχῆς καὶ ἀλλοφύλου οὔσης, ὁ βοὸς οὐ κατεφρόνησεν· οὐδὲ τὴν δυσγένειαν ἐβδελύξατο, οὕτως καὶ ὁ Χριστὸς τὴν Εκκλησίαν δεξάμενος καὶ ἀλλόφυλον, καὶ ἐν πενίᾳ πολλῇ, τῶν μεγάλων ἀγαθῶν ἔλαβεν αὐτὴν κοινωνόν. καὶ ὥσπερ Ῥοὺθ, εἰ μὴ πρότερον ἀφῆκε πατέρα, καὶ ἠτίμασεν οἰκίαν καὶ γένος καὶ πατρίδα καὶ συγγενείαν, οὐκ ἃν ἐπέσχε τῆς ἀγχιστείας ταύτης· οὕτως καὶ ἡ Ἐκκλησία τὰ πατρῷα ἔθη καταλιποῦσα, τότε ἐπέρα στος ἐγένετο τῷ νυμφίῳ· ἔτι δὲ καὶ ἵνα ἐντρέψῃ τοὺς Ἰουδαίους μὴ μεγάλα φρονεῖν, τὰς γυναῖκας ταύτας εἰς μέσον ἤγαγε· καὶ γὰρ τὸν βασιλέα τὸν μέγαν τὸν Δαβὶδ . . . . . . αἰ διὰ τῶν μέσων ἐγέννησαν, καὶ οὐκ ἐπαισχύνεται ἐπὶ τούτοις ὁ Δαβὶδ . . . . . γὰρ ἐστὶν οὐκ ἐστὶν, οὔτε ἐξ ἀρετῆς, οὔτε ἀπὸ κακίας προγόνων, σπουδαῖον εἶναι ἣ φαῦλον, ἣ ἄσημον, ἣ λαμπρὸν, ἀλλὰ τὸν θαυμαστὸν εἰπεῖν, ἐκεῖνος λάμπει μειζόνως, ὁ . . . . . . . . . τῶν σπουδαίων τῶν προγόνων. 5 Βοὸζ ἐγέννησε τὸν Ὀβὴδ ἐκ τῆς Ῥούθ. Ἐξ Ἀνεπιγράφου. Ζητητέον τί δήποτε . . . . . . . . . γία Εὐαγελιστὴς τριῶν μόνων γυναικῶν μέμνηται· ἔρου . . . . . . . . . . . . . . . . ἐκ παραδόξου συνηφ. . . . . . . . ἀν]δράσιν εἰς τὴν φυλὴν Ἰσύδα· Θάμαρ μὲν νύμφη οὖσα αὐτοῦ τοῦ Ἰούδα ἐκ τοῦ ἰδίου πενθεροῦ συνέλαβεν· ὅπερ παράνομόν ἐστι· Ραχὰβ δὲ καὶ Ῥοὺθ ἡ Μωα- b ἐπισχυν. Cod. c καθὰ . . . Cod. βίτις, ἐθνικαὶ οὖσαι, ἔλαβον, ἡ μὲν τὸν Σαλμὼν, ἡ δὲ τὸν βοὸς, Ισραηλίτας· ὅπερ ἄτοπον παρ’ Ἑβραίοις· Ῥαὰβ γὰρ ἡ πόρνη Ιεριχουντία ἐστὶν, ᾗ ὁμώνυμος ἡ Ῥαχάβ· ἐπειδὴ δασύνουσιν Ἑβραῖοι τὰς πη ἡμῖν κεχηνυίας λέξεις, ὥς τισι τῶν ἐξηγητῶν δοκεῖ· διὸ προστέθειται τὸν Χριστόν· ἵνα οὖν δόξῃ προτρέπεσθαι καὶ τοὺς ἀπὸ ἀθεμιτογαμιῶν καὶ τὰ ἔθνα εἰς τὴν πίστιν ὁ Εὐαγγελιστὴς, ὅτι οὐδὲ ἀπὸ τοιούτων ἀπηξίωσεν ὁ Κύριος κατάγεσθαι· τούτου χάριν συναριθμεῖ ἀνδράσι ταύτας τὰς τρεῖς· εἰ δὲ εἴποι τίς, ὅτι μέμνηται καὶ τῆς τοῦ Οὐρίου, ἐροῦμεν ὅτι πρῶτον μὲν τὸ ὄνομα αὐτῆς οὐ καταλέγει, λοιπὸν δὲ καὶ δι’ αὐτῆς αἰνιγματωδῶς δεκτέους d εἰς τὴν πίστιν καὶ τοὺς ἀπὸ μοιχείας δείκνυσιν. 11 Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Εξ ἀνεπιγράφου. Ἰεχονίου αἱ Βασιλεῖαι οὐ μέμνηνται· εἴτε οὖν διώνυμος ἦν Ἰεχονίας ὁ καὶ Ἰωακεὶμ, εἴτε ἀδελφὸς τούτου, ἄδηλον· πλὴν διὰ τὸν ἐξ αὐτοῦ τεχθέντα Σαλαθιὴλ ἐν τῇ γενεαλογίᾳ καταριθμεῖ αὐτὸν ὁ Εὐαγγελιστής. Εὐσεβίου. Ἰεχονίαν δὲ γράφει, οὐκ ἀπὸ τῶν βασιλειῶν, ἀπὸ δὲ τῆς Ἰερεμίου εἰληφὼς τὸ ὄνομα· διὸ φησὶν, “ Ἰωσίας ἐγέννησε “ τὸν Ἰεχονίαν·” βουλόμενος ἐπὶ τὸν προφήτην σε ἀνελθεῖν, ἐπισκέψασθαί τε τὰ περὶ Ἰεχονίου πη αὐτῷ κείμενα. περιέχει δὲ τοῦτον τὸν τρόπον. “ ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος· οὗ οὐκ ἔστιν “ αὐτοῦ χρεία· ὅτι ἐξερίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦ· καὶ “ ἐξεβλήθη εἰς γῆν, ἣν οὐκ ἤδει· ἄκουε λόγον Κυρίου· τάδε “ λέλεικτω, γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον· ὅτι “ οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ, καθήμενος ἐπὶ τοῦ “ θρόνου Δαβὶδ ἄρχων ἔτι ἐν τῷ Ἰούδα·” τούτων εἰρημένων ἐν τῷ προφήτῃ, ἀλλ’ οὐκ ἐν ταῖς βασιλείαις, οὐ περὶ Ἰωακεὶμ, ἀλλὰ περὶ Ἰεχονίου· εἷς δὲ ἦν καὶ ὁ αὐτός· διωνυμίᾳ χρώμενος τὸν γενεαλογούμενον πρὸς ἐμοῦ φημὶ αὐτὸ δὴ Ἰησοῦν τὸν Χριστὸν τοῦ Θεοῦ, ἐκ σπέρματος Ἰεχονίου τοῦ ἤτ’ ἠτιμωμένου τοῦ γένους σκεύους, τοῦ ἀχρήστου, τοῦ ἀπορριφέντος· οὗ οὐ μὴ αὐξηθήσεσθαι d δεητέους Cod. ἐκ τοῦ σπέρματος ἄνδρα ἔφησεν ὁ λόγος, ὡς ἂν μειζόνως ἀπορήσειας περὶ τῆς τούτων αἰτίας· τί δεῖ μάθοις ὅτι καὶ αὐτὸν τὸν Ἰωσὴφ, ὅν τινά φημι οὐ γεγονέναι τῶν ἐν ἀνθρώποις διαφανῶν. 17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαβὶδ, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ Δαβὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατεσ́σαρες· καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ, γενεαὶ δεκατεσσαρες. Ἐξ Ἀνεπιγράφου. Ἰστεον ὅτι γενεὰν τὸ πρόσωπον ὀνομάζει· οὕτως γὰρ ἀριθμῶν εὕροις τεσσαρακονταδύο γενεάς· α'. ἀπὸ τοῦ Κυρίου. β'. ἀπὸ Ἀβραάμ. εἰ γὰρ καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ δεκατρία πρόσωπα τέθεικεν ὁ Εὐαγγελιστὴς, χρὴ νοεῖν ὅτι τὴν μητέρα ὡς ἀπὸ τοῦ Λευιτικοῦ οὖσαν ἄρρενος προσώπου τίθησιν ἐν τάξει τεσσαρεσκαιδεκάτου προσώπου· ἵνα δειχθῇ ὁ δεσπότης ἀπό τε τοῦ βασιλικοῦ καὶ ἱερατικοῦ γένους τὸ κατὰ σάρκα ἀνατείλας. δείκνυσι γὰρ τοῦτο ὁ Ἄγγελος πρὸς αὐτὴν, ἐν τῷ εὐαγγελίζεσθαι λέγων· “ καὶ ἰδοὺ Ἐλισάβετ “ἡ συγγενής σου·“ αὕτη δὲ Ζαχαρίου τοῦ ἱερέως γυνὴ, ὡς μέμνηται Λουκᾶς ὁ Εὐαγγελιστής. δῆλον οὖν ἐξ ἱερατικοῦ γένους ἐκείνη· οὐ γὰρ ἐνεδέχετο ἐξ ἑτέρας φυλῆς τὸν ἱερέα γαμεῖν· ἐπειδὴ τοῦτο ὁ νόμος ἐκώλυεν. Ἰωάννου Τοῦ Χρυσοστόμου. Διατί εἰς τρεῖς διεῖλε μερίδας τὰς γενεὰς πάσας; βουλόμενος δεῖξαι, ὅτι οὔτε τῶν πολιτειῶν μεταβληθεισῶν ἐγένοντο βελτίους Ἰουδαῖοι· ἀλλὰ καὶ ἀριστοκρατούμενοι, καὶ βασιλευόμενοι, καὶ ὀλιγαρχούμενοι, ἐν τοῖς αὐτοῖς ἦσαν κακοῖς· καὶ οὔτε δημαγωγῶν, οὔτε ἱερέων, οὔτε βασιλέων αὐτοὺς διεπόντων, ἔσχον τι πλέον εἰς ἀρετῆς λόγον. τίνος δὲ χάριν ἐν μὲν τῇ μεσιμερίδι e τρεῖς παρέδραμεν βασιλεῖς. ἐν δὲ τῇ ἐσχάτῃ δώδεκα θεὶς γενεὰς, δεκατέσσαρας ἔφησεν αὐτάς; τοὺς τρεῖς μὲν παρέδραμεν βασιλεῖς, διὰ τὴν ὑπερβάλλουσαν αὐτῶν ἀσέβειαν· καὶ γὰρ Ὁχοζίας, γαμβρὸς ὑπάρχων τοῦ Ἀχὰβ βασιλέως Ἰσραὴλ, ζηλωτὴς γέγονε τῆς ἀσεβείας αὐτοῦ, ὥς φασιν αἱ κατὰ πλάτος βασιλεῖαι· καὶ ὁ Ἰωᾶς μετὰ τὸ εὐαρεστῆσαι c sic. τῷ Θεῷ, ὕστερον εἰδωλολάτρησεν· ὅστις καὶ τὸν ὀνειδίσαντα αὐτῷ τὴν ἀσέβειαν Ἀζαρίαν υἱὸν Ἰωδαὲ τοῦ ἱερέως ἐκέλευσεν καταλευσθῆναι, ὡς ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων γέγραπται· καὶ ὁ Ἀμεσίας μετὰ τὸ εὐαρεστῆσαι τῷ Θεῷ, ἑλὼν τὴν Ἰδουμαίαν, ἔθυσεν ἐν τοῖς εὑρεθεῖσι σκύλοις, εἰδώλοις τῆς Ἰδουμαίας, ὡς καὶ περὶ τούτου ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων γέγραπται. Περὶ τούτων οὖν τῶν τριῶν βασιλέων φησὶν ὁ Ἀφρικανὸς ἐν πέμπτῳ βιβλίῳ τῶν Χρονικῶν αὐτοῦ· “ ὅτι διὰ τὴν ἄγαν δυσσέβειαν “ αὐτῶν, παρέδραμε τούτους ὁ Εὐαγγελιστής· ἔθος γὰρ, φησι, “ τῇ γραφῇ· τοὺς οὐκ ἀξίους μνήμης παραλιμπάνειν, τὸν Συμεὼν “ καὶ ἄλλοτε ἄλλως ἀλλαχόθεν πολλοί· τούτους μὲν οὖν τοὺς “ τρεῖς βασιλεῖς διὰ τοῦτο παρέδραμεν ὁ Εὐαγγελιστής· ἐν δὲ “ τῇ ἐσχάτῃ μερίδι καθεὶς γενεὰς δεκατέσσαρας αὐτὰς εἶναι “ ἔφησεν, ὅτι τὸν χρόνον τῆς αἰχμαλωσίας εἰς γενεὰν ἔταξεν· “ ἔτι δὲ καὶ αὐτὸν τὸν Χριστὸν, πανταχόθεν συνάπτων ἡμῖν “ αὐτόν.” χρὴ δὲ καὶ τοῦτο σκοπῆσαι· λέγω δὴ πόθεν ἤρξατο, καὶ ποῦ ἐτελεύτησεν, ἀπὸ Ἀβραὰμ εἰς τὸν Δαβίδ· ἀπὸ τοῦ f Δαβὶδ εἰς τὴν μετοικεσίαν Βαβυλῶνος· ἀπὸ ταύτης εἰς αὐτὸν τὸν Χριστόν· καὶ γὰρ καὶ ἀρχόμενος τοὺς δύο τέθεικεν ἐφεξῆς, τόν τε Δαβὶδ, καὶ τὸν Ἀβραάμ· καὶ ἀνακεφαλαιούμενος ἀμφοτέρων ἐμνημόνευσεν ὁμοίως· διότι πρὸς αὐτοὺς ἦσαν αἱ ἐπαγγελίαι γεγενημέναι· εἰπὼν δὲ τοὺς προγόνους ἅπαντας καὶ τελευτήσας εἰς τὸν Ἰωσὴφ, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ προσέθηκεν Ἰωσὴρ τὸν ἄνδρα Μάριας· δεικνὺς, ὅτι δι’ ἐκείνην καὶ τοῦτον ἐγενεαλόγησεν· εἶτα ἵνα μὴ ἀκούσαντες ἄνδρα Μάριας, νομίσωμεν τῷ κοινῷ τετέχθαι τῆς φύσεως νόμῳ τὸν Χριστὸν, ἀναμιμνήσκει ἡμᾶς πόστος ἦν ἀπὸ τοῦ Ἀβραάμ· πόστος ἀπὸ τοῦ Δαβίδ· πόστος ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος· δεικνὺς ὅτι οὗτος ἐστὶν ἐκεῖνος ὁ Χριστὸς, ὁ διὰ τῶν προφητῶν κηρυχθείς. ὅτ’ ἃν γὰρ ἀριθμήσῃς τὰς γενεὰς, καὶ μάθῃς ἀπὸ τοῦ χρόνου ὅτι οὗτος ἐκεῖνός ἐστιν, εὐκόλως δέξῃ καὶ τὸ θαῦμα τὸ περὶ τὴν γέννησιν σύμπαν· καὶ οὗτος ἐκεῖνός ἐστιν, ὃν καὶ ὁ Πατριάρχης Ἰακὼβ, ἐπιλιπόντων λοιπὸν τῶν Ἰουδαικῶν ἀρχόντων, παρέσεσθαι ἔφησεν· ὃν καὶ ὁ προφήτης Δανιὴλ μετὰ τὰς ἑβδομάδας τὰς πολλὰς ἐκείνας, f τὸν Cod. ἥξειν προανεφώνησε, κἂν ἐθελήσειέ τις τὰ ἔτη ταῦτα ἐν ἐβδομάδων ἀριθμῶν παρὰ τοῦ Ἀγγέλου εἰρημένα τῷ Δανιὴλ, τὰ ἀπὸ τῆς οἰκοδομουμένης τῆς πόλεως ἀριθμῶν καταβῆναι εἰς τὴν αὐτοῦ γέννησιν, ὄψεται ταῦτα ἐκείνοις συμφωνοῦντα. 18 Tοῦ δὲ Ἰησοῦ ἡ γέννησις οὕτως ἦν· μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μάριας τῷ Ἰωσὴφ, πρὶν ἣ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα, ἐκ ΠνεύἉγίου. Κυρίλλου Ἀρχιεπισκόπου Ἀλεξανδρείασ. Μετὰ τὴν μνηστείαν συνέλαβεν, ἵνα δείξη ἐξ αὐτοῦ κεκυηκέναι· καὶ ἵνα ἐξ αὐτοῦ γενεαλογηθῇ, καὶ σχῇ καὶ κηδεμόνα ἐν ταῖς ἐπιβουλαῖς. Τοῦ Χρυσοστόμου. Ἡ σύλληψις παράδοξος· ἡ δὲ ἀπότεξις φυσική. συνῴκει δὲ τῷ μνηστῆρι ἡ Μαριὰμ, διὰ τὸ συνεσκιασμένως γενέσθαι τὴν γέννησιν. Εὐσεβίου. τίνι δὲ εὑρέθη ἀλλ’ ἢ τῷ Ἰωσήφ; πῶς δὲ καὶ τίνι τρόπῳ ηὕρηται τούτῳ τῷ Ἰωσὴφ ὁ λόγος διδάξει· φησὶν g “ ἐκ Πνεύματος Ἁγίου· ὡς γὰρ τῇ Ἐλισάβετ ἐκ Πνεύματος Ἁγίου γνωστὸν γέγονε, οὕτω καὶ τῷ Ἰωσήφ. δίκαιος γὰρ ἦν· δίκαιος δὲ τυγχάνων, οὐ θαυμαστὸν εἰ καὶ θείου Πνεύματος ἠξίωτο· πρὸς τὸ συνεῖναι μὲν τῆς μελλούσης γαμετῆς, ἐπισχεῖν δὲ τὴν κατὰ ἄνδρα κοινωνίαν. Τοῦ Χρυσοστόμου. Οὐκ εἶπεν δὲ μνηστευθείσης τῆς παρθένου, ἀλλὰ ἁπλῶς μνηστευθείσης τῆς μητρὸς αὐτοῦ· ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, καὶ προσδοκῶντά τινα τῶν συνήθων ἀκούεσθαι, τὸν ἀκροατὴν καταπλήξει τῇ τοῦ παραδόξου πράγματος ἐπεισαγωγῇ h, λέγων· ὅτι “ πρινὴ συνελθεῖν αὐτοὺς, “ εὑρέθη ἐν γαστρὶ ἔχουσα· καὶ γὰρ ἔνδον ἢν, διότι ἔθος ἢν ὡς τὰ πολλὰ τοῖς παλαιοῖς, ἐν οἰκίᾳ τὰς μεμνηστευμένας ἔχειν παρ’ ἑαυτοῖς· ἀκούσας δὲ “ ἐκ νεύματος Ἁγίου, μηδὲν ἕτερον περιερ- γάζου· οἷον, πῶς ὁ ἄπειρος ἐν μήτρᾳ ἐστίν; πῶς ὁ πάντα συνέχων κυοφορεῖται ὑπὸ γυναικός; πῶς τίκτει ἡ παρθένος, καὶ μένει παρθένος; πῶς ἔπλασεν τὸ νεῦμα τὸ Ἅγιον, τὸν ναὸν ἐκεῖνον; καὶ ἕτερα τοιαῦτα πολλά. g φασὶν Cod. h ἐπισαγωγῆ Cod. i Τούτου χάριν οὐ πρὸ τῆς μνηστείας συνέλαβεν καὶ ἐκύησεν, ἵνα συσκιάσῃ τὸ γινόμενον τέως· καὶ ἵνα πᾶσαν πονηρὰν διαφύγῃ ἡ παρθένος ὑπόνοιαν. 19 Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι ἀυτὴν. k Δίκαιον δὲ τὸν Ἰωσὴφ λέγει, ὡς οὐκ ἐν μερικῇ ἀρετῇ ὄντα, οἷον ὡς τὸ μὴ πλεονεκτοῦντα, ἀλλ’ ὡς ἐνάρετον ἐν ἅπασιν, καὶ ἐν τῇ καθ’ ὅλου ἀρετῇ ὄντα· διὰ τοῦτο οὐ μόνον οὐ κολάσαι, ἀλλ’ οὐδὲ παραδειγματίσαι ἐβούλετο· καίπερ ἐξ ἑτέρου ἀνδρὸς ἔγκυον γενέσθαι αὐτὴν ὑπονοῶν· καὶ γὰρ ὁ νόμος τὰς τοιαύτας ἐκέλευε κολάζειν· μόνον δὲ ἐκβάλλειν αὐτὴν ἐπεχείρησεν, ἕως οὗ ὁ Ἄγγελος παραγενόμενος καὶ τοῦτο ποιῆσαι αὐτὸν διεκώλυσεν· τοσοῦτον δὲ ἦν θαυμαστὸς ὁ Ἰωσὴφ, ὅτι οὐ μόνον οὐκ ἐκόλασεν, ἀλλ’ οὐδὲ εἶπεν τινὶ, οὐδὲ αὐτὴ τῇ ὑποπτευομένῃ· ἀλλὰ καθ’ ἑαυτὸν ἐλογίζετο. οὐχὶ ἐκβαλεῖν, ἀλλὰ “ ἀπολῦσαι· τοσοῦτον ἦν ἥμερος καὶ φιλόσοφος ὁ ἀνήρ. Διὰ τί δὲ μὴ φανερῶς αὐτῷ φαίνεται ὁ Ἄγγελος, καθάπερ τοῖς ποιμέσι καὶ τῷ Ζαχαρίᾳ; ὅτι σφόδρα πιστὸς ἦν, καὶ οὐ δεόμενος τοιαύτης ὄψεως. ἕνεκεν δέ τινος εἶπεν αὐτῷ ὁ Ἄγγελος “Ἰωσὴφ υἱὸς Δαβίδ;” ἀναμνῆσαι αὐτὸν βουλόμενος τοῦ Δαβὶδ, ὅθεν ὁ Χριστὸς ἔμελλεν τίκτεσθαι· τὸ δὲ “ μὴ φοβηθῇς προσέθηκεν, δεικνὺς αὐτὸν δεδοικότα, μὴ προσκούσῃ τῷ Θεῷ, ὡς μοιχαλίδα ἔχων· “ τὴν γυναῖκά σου” δὲ εἶπεν, ὡς μὴ ἐφθαρμένης· καλεῖ δὲ γυναῖκα αὐτοῦ, ἀπὸ τῆς μνηστείας· ὥσπερ καὶ ἡμεῖς εἰώθαμεν γαμβροὺς λέγειν, καὶ πρὸ τοῦ γάμου, τοὺς μνηστῆρας. τί δέ ἐστι παραλαβεῖν; ἔνδον κατέχειν, καὶ μὴ ὡς ἐνεθυμήθη, ἀπολῦσαι αὐτήν· οὐ μόνον γάρ φησι, παρανόμου ἀπήλλακται μίξεως, ἀλλὰ καὶ ὑπὲρ φύσιν συνέλαβεν· τοῦτο γὰρ δηλοῖ ὅπερ ἐπήγαγε λέγων· “τὸ γὰρ ἐν “ αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν Ἁγίου·” οὐκ εἶπε δὲ τέξεταί σοι υἱὸν, ἀλλὰ “ τέξεται, ἵνα μὴ πάλιν τίς αὐτὸν ἐκ τούτου πατέρα ὑποπτεύσῃ· εἰπὼν δὲ “ τὸν λαὸν αὐτοῦ,” οὐ περὶ τῶν Ἰουδαίων εἶπε μόνον, ἀλλὰ καὶ περὶ τῶν ἐθνῶν. λαὸς γὰρ αὐτοῦ, i T literam omisit miniator, et nomen auctoris. k ίκαιον Cod. οὐκ Ἰουδαῖοι μόνον, ἀλλὰ καὶ πάντες οἱ δεχόμενοι τὴν παρ’ αὐτοῦ γνῶσιν· εἰπὼν δὲ “τοῦτο ὅλον γέγονε, καὶ τὰ ἑξῆς, ἐκπληττόμενος τὸ πέλαγος τῆς τοῦ Θεοῦ φιλανθρωπίας· ὅτι τὸ μηδέποτε ἐλπισθὲν εἰς ἔργον ἦλθεν, καὶ ὅτι πάλαι προετυποῦτο· διὰ τοῦτο καὶ παραπέμπει ὁ Ἄγγελος τὸν Ἰωσὴφ τῷ Ἠσαίᾳ λοιπὸν, ἵνα ἐάνπερ καὶ τῶν αὐτοῦ ῥημάτων ἐπιλάθηται ὡς προσφάτως εἰρημένων, τῶν προφητικῶν οἷς διὰ παντὸς συνανεστράφη ἀναμνησθεὶς, καὶ τὰ παρ’ αὐτοῦ ῥηθέντα κατάσχῃ. εἰ δὲ λέγουσιν οἱ ἄπιστοι Ἰουδαῖοι, καὶ πῶς οὐκ ἐκλήθη τὸ ὄνομα Ἐμμανουὴλ, ὡς ὁ προφήτης εἶπεν, ἀλλὰ Ἰησοῦς Χριστός; μάθωσιν ὅτι οὐκ εἶπεν καλέσεις, ἀλλὰ “ καλέσουσιν οἱ ὄχλοι, τουτέστιν ἡ τῶν πραγμάτων ἔκβασις· ὅτι ὄψονται Θεὸν μετὰ ἀνθρώπων· τὰ γὰρ συμβαί- νοντα πράγματα ἔθος τῇ γραφῇ ἀντὶ ὀνομάτων τιθέναι· οἷον, ὅτι εἶπεν “ κάλεσον τὸ ὄνομα τοῦ παιδίου, ” ταχέως σκύλευσον σκύλευσον” “ ὀξέως προνόμευσον,” καὶ οὐκ ἐκλήθη οὕτως, ἀλλ’ ὅτι γεννηθέντος αὐτοῦ προνομὴ καὶ σκύλων ἐγένετο διανομή. Εὐσεβίου. Ὠριγένουσ. Εὖ γοῦν μοι καὶ τὸ μὴ θέλειν αὐτὴν δειγματίσαι εἰρῆσθαι δοκεῖ ὑπὸ τοῦ Εὐαγγελιστοῦ· οὐ γὰρ ἔφησεν μὴ θέλειν αὐτὴν δειγματίσαι, ἀλλὰ “ μὴ παραδειγμα- “τίσαι θέλων·” πολλῆς οὔσης ἐν τούτοις διαφορᾶς· ὡς γὰρ οὐ ταὐτὸν σημαίνει τὸ γράψαι καὶ τὸ παραγράψαι, καὶ τὸ λογίσασθαι καὶ τὸ παραλογίσασθαι, καὶ ψηφίσαι καὶ παραψηφίσαι, οὕτως οὔτε τὸ δειγματίσαι καὶ παραδειγματίσαι· τὸ μὲν γὰρ παραδειγματίσαι τὴν ἐπὶ κακῷ πράξαντι πάντας φανέρωσίν τε καὶ διαβολὴν ὑποβάλλει νοεῖν· ὁ τοίνυν “ Ἰωσὴφ δίκαιος ὣν, καὶ “ μὴ θέλων αὐτὴν παραδειγματίσαι, τουτέστιν εἰς φανερὸν τοῖς πᾶσιν ἀγαγεῖν, “ ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. 25 Καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον. Βασιλείου. Τοῦ Χρυσοστόμου. τοῦτο ἀκούοντες μὴ ὑποπτεύσωμεν διὰ τὸ “ ἕως, ὅτι μετὰ ταῦτα αὐτὴν ἔγνω. τὸ γὰρ “ἕως” ἔθος ἐστὶ τῇ γραφῇ πολλάκις τιθέναι δὲ εἰς τὸ διηνεκές. οἷον, “ οὐχ ὑπέστρεψεν ὁ κόραξ, εἰς τὴν κιβωτὸν, ἕως οὗ ἐξηράνθη “ ἡ γῆ· καίτοιγε οὐδὲ μετὰ ταῦτα ὑπέστρεψεν. καὶ πάλιν, “ ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης, “ ἕως οὗ ἀνταναιρεθῇ k ἡ σελήνη·” τοῦτο δὲ εἶπεν, οὐ πέρας δίδων τῷ καλῷ· τοῦτο γὰρ καὶ εἰς τὸ διηνεκὲς μένει· τέθεικε δὲ ἐνταῦθα τὸ “ ἕως” ὁ Εὐαγγελιστὴς, ἵνα μάθωμεν ὅτι πρὸ τῶν ὠδίνων ἀνέπαφος ἦν ἡ παρθένος ἐν ἀληθείᾳ. τὰ γὰρ μετὰ ταῦτα ἡμῖν κατέλιπεν συλλογίζεσθαι· ὅτι οὐκ ἃν οὐδὲ μετὰ ταῦτα τὴν οὕτω γενομένην μητέρα ὠδίνων ξένων, δίκαιος ὣν, ὑπέμεινε γνῶναι λοιπόν. Εὐσεβίου. Ὠριγένουσ. Ἰσιδώρου τοῦ Πηλουσιώτου. Τὸ “ ἕως” ἐν τῇ γραφῇ πολλάκις ἐπὶ διηνεκοῦς εὑρίσκεται· ὡς τὸ “ ἕως ἃν θῶ τοὺς ἐχθρούς σου, ὑποπόδιον τῶν ποδῶν σου.” καὶ τὸ, “ ἕως ἃν καταγηράσηται ἐγώ εἰμι·” καὶ τὸ, “ οὐκ ἀνέστρεψεν “ ἡ περιστερὰ πρὸς τὸν Νῶε, ἕως τοῦ ξηρανθῆναι τὸ ὕδωρ·” ἅπερ εἰσὶ διηνεκῶς εἰρημένα. νοητέον δὲ καὶ οὕτως· “ οὐκ ἐγίνωσκεν αὐτὴν 1” πόθεν συνέλαβεν, ἕως οὑ ἔτεκε,” καὶ εἰδεν τὰ γενόμενα σημεία· ΚΕΦ. Α. Περὶ τῶν Μάγων. 1 Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. Θεοδώρου μονάκου. Διὰ τοῦτο οἱ μάγοι ἐκήρυξαν τὸν Χριστὸν, ὡς ἀνύποπτοι, καὶ μὴ ὄντες ἐγχώριοι, ὡς οἱ Ἰουδαῖοι, ἀλλ’ ἐκ μακρᾶς γῆς ἐλθόντες, ἵνα διαφημίσωσι πᾶσι δι’ ὧν ὥδευον, τὴν αἰτίαν δι’ ἣν ἀπήεσαν εἰς τὴν Ἰουδαίαν. Τοῦ Χρυσοστόμου. Τίνος χάριν τὸν Χριστὸν λέγει “ ἐν “ ἡμέραις Ἡρώδου,” καὶ τὸ ἀξίωμα προστίθησιν, εἰπὼν “τοῦ βασι- “ λέως;” ἐπειδὴ καὶ ἕτερος γέγονε μετὰ ταῦτα· ἀλλ’ ἐκεῖνος μὲν, τετράρχης ἦν· οὗτος δὲ βασιλεύς· τὸν καιρὸν δὲ καὶ τὸν τόπον τίθησι, προφητείας ἀναμιμνήσκων παλαιᾶς· ὧν τὴν μὲν Μιχαίας προεφήτευσε λέγων, “ καὶ σὺ Βηθλεὲμ, γῆ Ἰούδα· οὐδαμῶς ἔλα. χίστη εἰ ἐν τοῖς ἡγεμόσιν Ἴούδα·” τὴν δὲ ὁ πατριάρχης Ἴακώβ· “ οὐκ ἐκλείψει γάρ’ φησὶν, “ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος “ ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἃν ἔλθῃ ὃ ἀπόκειται· καὶ αὐτὸς k ἀντανερεθῆ Cod. 1 ἀντὰς Cod. “ δοκία ἐθνῶν· Ἡρώδης γὰρ ἀλλόφυλος ἦν, υἱὸς Ἀσκαλωνίτου· πᾶσα δὲ Ἱεροσόλυμα ἐταράχθη ἀπὸ τῆς πονηρᾶς αὐτῶν γνώμης, ἧς ἐξ ἀρχῆς ἐκέκτηντο· καὶ γὰρ ὑπὸ τοῦ Θεοῦ εὐεργετούμενοι, τῶν Αἰγυπτιακῶν ἐμέμνηντο κρεῶν. ἐρωτηθέντες δὲ παρὰ τοῦ Ἡρώδου ποῦ ὁ Χριστὸς γεννᾶται ; καὶ εἰπόντες οἱ ἀρχιερεῖς ὅτι ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, καὶ τὸν προφήτην παρενέγκαντες καὶ τὴν προφητείαν, ἕως που, “ποιμανεῖ τὸν λαόν “ μου εἰπόντες ; τίνος ἕνεκεν, οὐκ ἔτι προσέθηκαν καὶ τὰ ὅτι αἱ ἔξοδοι αὐτοῦ, ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἱῶνος;” ἐπειδὴ πρὸς χάριν ἐλάλουν τοῦ βασιλέως, κολακεύοντες αὐτόν. 6 Καὶ σὺ Βηθλεὲμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἰ ἐν τοῖς ἡγεμόσιν Ἰούδα. Διὰ τοῦτο δὲ λέγει τὴν Βηθλεὲμ μὴ εἶναι ἐλαχίστην ἐν τοῖς ἡγεμόσιν Ἰούδα, τουτέστιν ἐν τοῖς φυλάρχοις m. ἐπειδὴ οὐκ ἐν τῇ Παλαιστίνῃ μόνον, ἀλλὰ καὶ ἐν τῇ οἰκουμένῃ πάσῃ περίβλεπτος ἦν ἡ κώμη αὕτη. εἰπὼν δὲ “ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραὴλ,” τοὺς αὐτῷ πιστεύσαντας ἐξ Ἰουδαίων ἠνίξατο, ὥς φησιν ὁ Παῦλος· οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, ἀλλ’ ὅσοι διὰ πίστεως έγεννή- “ ησαν.” Τίνος ἕνεκεν ἐκ Βηθλεὲμ ἔμελλε παραγίνεσθαι ὁ Χριστός ; ἐν Ναζαρὲτ πρὸ τοῦ τόκου διῆγεν ἡ μητὴρ αὐτοῦ· ἐπειδὴ ἐξ οἰκονομίας Θεοῦ τὸ πρᾶγμα γέγονε· τὸ γὰρ ἐκεῖ τῆς μητρὸς οἰκούσης, ἐνταῦθα γεννηθῆναι τοῦτο δείκνυσι· διὰ τοῦτο οὐδὲ εὐθέως τεχθεὶς, ἦλθεν εἰς Ναζαρὲτ, ἀλλ’ ἐποίησεν ἡμέρας τεσσαράκοντα, δίδους μετὰ ἀκριβείας ἐξετάζειν ἅπαντα τοῖς βουλομένοις. Σκόδιον n. Ἰδοὺ ἐμφαίνει ὁ Χρυσόστομος, ὅτι πρὸ τῶν τεσσαράκοντα ἡμέρων γεννηθέντος τοῦ Χριστοῦ, ἦλθον οἱ μάγοι εἰς προσκύνησιν αὐτοῦ· ὁ δὲ ἀστὴρ πρὸ πολλοῦ γεννηθῆναι ἐφάνη. διὰ τί οὐ ζήτει τὸν χρόνον τοῦ παιδίου, ἀλλὰ τοῦ ἀστέρος ; ἐπειδήπερ ἐκ πολλῆς τῆς περιουσίας ἐζήτει τὸ θήραμα· καὶ γὰρ πρὸ πολλοῦ χρόνου ὁ ἀστὴρ ἐφάνη. ἔδει γὰρ ἐν αὐτοῖς τοῖς σπαργάνοις προσκυνῆσαι αὐτὸν διὰ τὸ παράδοξον φανῆναι τὸ πρᾶγμα. m φιλάρχοις Cod. n ὥ οχ῎. Cod. i. e. ὡραῖον σχόλιον. 7 τότε Ἡρώδης λάθρα καλέσας τοὺς μάγους, ἠκρίβωσε βωσε παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος. Εὐσεβίου. Ὠριγένουσ. Ὁ χρόνος, ὃν ἠκρίβωσεν ὁ Ἡρώδης παρὰ τῶν μάγων, διετὴς ἦν· μετὰ γὰρ τὸ γεννηθῆναι τὸν Σωτῆρα, διὰ δύο ἐτῶν ἦλθον ἀπὸ τῆς χώρας αὐτῶν· τὰ γοῦν ἀπὸ διετοῦς βρέφη ἀνεῖλε. Καὶ μετ’ ὀλίγον — Ἐντεῦθεν σοι ἡ γνῶσίς ἐστιν, ὅτι οὐ παρ’ αὐτὰ τοῦ Κυρίου γεννηθέντος, ἐν τῷ σπηλαίῳ προσεκύνησαν οἱ μάγοι τὸ βρέφος, τὸ ὑπὸ τοῦ μηνύοντος ἐν τῇ φάτνῃ· ἀλλ’ ὅτι μὲν οἱ ποιμένες εὐθέως ἐν ἐκείνῃ τῇ νυκτὶ μετὰ τὴν τῶν Ἀγγέλων θέαν δρομαῖοι ἀπήεσαν ἰδεῖν τὸ ἀληθὲς, ἅτε γειτνιῶντος τοῦ σπηλαίου αὐτοῖς· οἱ δὲ μάγοι συμπεριλαβόντος ἔτους δευτέρου μετὰ τὸ εὐλογηθῆναι αὐτὸν ὑπὸ Συμεών· καταβάντων πάλιν ἐν τῇ Βηθλεὲμ, τοῦ βρέφους φερομένου τὲ ἐν ἀγκάλαις τῆς τεκούσης, καὶ παροικῆσαν ἐν οἰκείᾳ ξενίας ἡμέρας πολλὰς, εἰς οἶκον κατὰ μὲν τὸν αὐτὸν ἐλθόντες οἱ μάγοι ἐκ γῆς ἀνατολῆς, κἀκεῖ προσενέγκαντες αὐτῷ τὰ δῶρα, θεαταὶ γεγόνασι τοῦ αἰωνίου βασιλέως· φησὶ γὰρ ὁ Εὐαγγελιστὴς τὸν Ἡρώδην κελεύσαντα τοῖς δημίοις, ἀπὸ διετοῦς μόνον καὶ κατωτέρω κατακτεῖναι τὰ βρέφη· “ κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων· δὲ τὴν Ἡρώδου μανίαν μετὰ τῶν κατὰ σάρκα γονέων εἰς Αἴγυπτον ὣν ἐτῶν δύο, καὶ καταμένει ἐκεῖ σὺν αὐτοῖς ἕτερα ἔτη δύο, μέχρι τοῦ πρώτου ἔτους τῆς Ἀρχελάου βασιλείας, ἐν τῇ καλουμένῃ Πανός. εἰς οὕτως κακῶς τὸν βίον μετελθόντος Ἡρώδου, διὰ χρηματισμοῦ πάλιν ἄνεισιν ἐξ Αἰγύπτου ὁ Κύριος σὺν αὐτοῖς εἰς γῆν Ἰσραὴλ, ὣν ἐτῶν τεσσάρων τὸ κατὰ σάρκα· ἔτους με τῆς βασιλείας Αὐγούστου· μετὰ δὲ τὴν ἐξ Αἰγύπτου ἐπάνοδον, εὑρήσεις τὸν Λουκᾶν λέγοντά σοι τὰ καθεξῆς ἀκόλουθα. Ἄλλο. Καὶ γὰρ πρὸ πολλοῦ χρόνου ὁ ἀστὴρ ἐφάνη, διὰ τὸ μῆκος τῆς ὁδοιπορίας· πρὸς δὲ πλείονα ἀσφάλειαν τοῦ λῦσαι τὴν ἑαυτοῦ δειλίαν, ἀνεῖλε καὶ τοὺς ἀπὸ διετοῦς. 9 Καὶ ἰδοὺ ὁ ἀστὴρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτοὺς. Τοῦ αὐτοῦ. Διὰ τοῦτο δὲ ἐκρύβη ὁ ἀστὴρ, καὶ πάλιν ἐφάνη μετὰ τὸ ἐξελθεῖν αὐτοὺς ἐκ τοῦ Ἡρώδου, ἵνα ἀπολέσαντες τὸν χειραγωγοῦντα, εἰς ἀνάγκην ἐμπέσωσιν ἐρωτῆσαι τοὺς Ἰουδαίους, καὶ πᾶσιν ἐκ τούτου τὸ πρᾶγμα κατάδηλον γένητ’ αἰ. οὐχ ἁπλῶς δὲ ἐβάδιζεν ὁ ἀστὴρ, ἀλλὰ καὶ προῆγεν αὐτοὺς, ἕλκων καὶ χειραγωγὼν, ἐν ἡμέρᾳ μέσῃ, ἵνα κἂν ἐντεῦθεν μάθωμεν, ὅτι οὐ τῶν πολλῶν ἦν οὗτος ὁ ἀστὴρ, ἀλλὰ λογικωτάτη τίς φύσις. Τὸ δὲ ἰδεῖν τὸ παιδίον μετὰ Μάριας τῆς μητρὸς αὐτοῦ, καὶ οὐχὶ ἐπὶ τῆς φάτνης κείμενον, καθὼς ὁ Λουκᾶς φησὶν, ὅτι ἐκεῖ αὐτὸν κατέκλινεν, οὕτως χρὴ νοῆσαι· ὅτι τεκοῦσα μὲν εὐθέως αὐτὸ κατέκλινεν ἐκεῖ. ἅτε γὰρ πολλοῦ πλήθους συνελθόντος διὰ τὴν ἀπογραφὴν, οὐκ ἦν οἰκίαν εὑρεῖν, ὡς ὁ Λουκᾶς φησίν· “ ὅτι οὐκ “ ἦν αὐτοῖς τόπος·” μετὰ δὲ ταῦτα ἀνείλετο, καὶ ἐπὶ τῶν εἶχε. τί δὲ τὸ πεῖσαν τοὺς μάγους προσκυνῆσαι αὐτῷ ; οὔτε γὰρ ἡ παρθένος ἐπίσημος ἦν, οὔτε ἡ οἰκία περιφανὴς, οὔτε ἄλλο τι τῶν ὁρωμένων ἱκανὸν ἐκπλῆξαι καὶ ἐπισπάσασθαι. ἡ παρὰ τοῦ Θεοῦ γενομένη τῇ διανοίᾳ αὐτῶν ἔλλαμψις. προσάγουσι δὲ αὐτῷ δῶρα· οὐχ ὡς ἀνθρώπῳ ψιλῷ, ἀλλ’ ὡς Θεῷ. ὁ γὰρ λιβανωτὸς καὶ ἡ σμύρνα τούτου σύμβολον ἦν· ἔτι δὲ καὶ τῆς Ἰουδαϊκῆς παχύτητος πόρρω· οὐ γὰρ πρόβατα καὶ βόας ἔθυον· ἀλλὰ τὰ τῆς ἐκκλησιαστικῆς ἐγγὺς ὄντα φιλοσοφίας. καὶ τὸ εὐθέως δὲ ἀναχωρῆσαι αὐτοὺς μετὰ τὸν χρηματισμὸν, τὴν εὐγνωμοσύνην αὐτῶν δείκνυσι, καὶ τὴν πίστιν· ὅτι οὐκ ἐθορυβήθησαν διαλογιζόμενοι· ὅτι εἰ μέγα τὸ παιδίον ἐστὶ, καὶ ἔχει τινὰ ἰσχὺν, τίς χρεία φυγῆς καὶ λαθραίας ο ἀναχωρήσεως ; ἀλλ’ ἐπείσθησαν τοῖς προσταχθεῖσιν αὐτοῖς μόνοις. διὰ τι δὲ μὴ παρόντες σώζονται οἱ μάγοι καὶ τὸ παιδίον ; ἀλλ’ οἱ μὲν εἰς Πέρσιδα, ὁΡ δὲ εἰς Αἴγυπτον φυγαδεύεται μετὰ τῆς μητρός ; ἔδει γὰρ αὐτὸν μᾶλλον ἐμπεσεῖν εἰς χεῖρας Ἡρώδου· καὶ ἐμπεσόντα μὴ κατακόπτεσθαι· ἐπειδὴ εἰ τοῦτο ἐγένετο, οὐκ ἂν ἐνομίσθη σάρκα ἀνειληφέναι· οὐκ ἂν ἐπιστεύθη τῆς οἰκονομίας τὸ μέγεθος. Καὶ μετ’ ὀλίγον — τοὺς μὲν οὖν μάγους ἐκπέμπει ταχέως· ὁμοῦ μὲν διδασκάλους ἀποστέλλων τῇ Περσῶν χώρᾳ· ὁμοῦ δὲ ἐκκόπτων τοῦ τυράννου τὴν μανίαν· ἵνα μάθῃ ὅτι ἀνηνύτοις ἐπιχειρεῖ πράγμασιν, εἴ γε συνιέναι ἐβούλετο· ἔτι δὲ καὶ πρὸς ἡμετέραν φιλοσοφίαν τοῦτο o Λαθρίας Cod. P οἱ Cod. συντείνει, ἵνα ὅτ’ ἄν τις καταξιωθῇ διακονήσασθαί τινι πνευματικῷ πράγματι· εἶτα ἴδῃ αὐτὸν θλίψεις ὑπομένοντα καὶ μυρίους κινδύνους, μὴ ταραχθῇ, μηδὲ εἴπῃ, τι δήποτε τοῦτο ἐστι ; καὶ μὴν στεφανοῦσθαί με ἔδει, πρόσταγμα πληρώσαντα δεσποτικόν· ἀλλ’ ἔχων τοῦτο τὸ ὑπόδειγμα, φέρει πάντα γενναίως. 13 Ἀναχωρησάντων δὲ αὐτῶν, ἰδοὺ Ἄγγελος Κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον. Φανεὶς ὁ Ἄγγελος τῷ Ἰωσὴφ, διὰ τι εἶπεν “ παράλαβε τὸ “ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ οὐκ ἔτι λέγει τὴν γυναῖκά σου, ἀλλὰ “ τὴν μητέρα αὐτοῦ;” ἐπειδὴ τοῦ τόκου πέρας ἐλύθη τὲ ἡ ὑποψία καὶ ὁ Ἰωσὴφ ἐπιστώθη. διὰ τοῦτο οὖν μετὰ παρρησίας λοιπὸν διαλέγεται ὁ Ἄγγελος, καὶ οὔτε παιδίον αὐτοῦ, οὔτε γυναῖκα καλεῖ, ἀλλὰ “ τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ. καὶ οὐκ ἐταράχθη, ἐπειδὴ πιστὸς ἢν ὁ ἀνήρ διὸ ὑπακούει καὶ πείθεται. ΚΕΦ. Β. Περὶ τῶν ἀναιρεθέντων παίδων. 16 Καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεέμ. Περὶ δὲ τῶν ἀναιρεθέντων τῶν παιδίων, μηδεὶς λεγέτω, ὅτι τίνος ἕνεκεν ὁ Θεὸς συνεχώρησε τοῦτο γενέσθαι ; διότι περ ἀδίκως πάσχοντές τινες παρ’ ὅτου οὖν, ἢ εἰς ἁμαρτημάτων διάλυσιν ὁ Θεὸς ἡμῖν λογίζεται τὴν ἀδικίαν ἐκείνην, ἢ εἰς μισθῶν ἀντίδοσιν r· καὶ ποίαν εἶχον ἁμαρτίαν τὰ παιδία φησὶν, ἵνα ταύτην διαλύσωνται; περὶ γὰρ τῶν ἐν ἡλικίᾳ γενομένων καὶ πολλὰ πεπλημμεληκότων, εἰκότως ἄν τις ταῦτα εἴποι. οἱ δὲ ἄωρον οὕτως ὑπομείναντες τελευτὴν, ποῖα ἁμαρτήματα δι’ δι᾿ κακῶς ἔπαθον ἀπέθεντο ; ἀλλὰ διὰ τοῦτο προεῖπον, ὅτι κἂν ἁμαρτήματα μὴ ᾖ, μισθῶν ἀντίδοσις ἐκεῖ γίνεται τοῖς πάσχουσιν ἐνταῦθα κακῶς· τι τοίνυν ἐβλάβη τὰ παιδία ἀναιρεθέντα ἐπὶ ὑποθέσει τοιαύτῃ, q ἐποψία Cod. r ἀντιδῶσιν Cod. καὶ πρὸς τὸν ἀκύμαντον ταχέως ἀπενεχθέντα λιμένα ; ἀλλὰ πολλάκις, φησὶν, ψελλὸν ζήσοντα κατορθοῦν· ἀλλὰ διὰ τοῦτο οὐ μικρὸν αὐτοῖς προαποτίθεται τὸν μισθὸν, τὸ ἐπὶ ὑποθέσει τοιαύτῃ καταλύσαι τὸν βίον· ἄλλως δὲ οὐδ’ ἃν εἴασεν εἰ μεγάλοι τινὲς ἔσεσθαι ἤμελλον οἱ παῖδες προαρπαγῆναι· εἰ γὰρ τοὺς ἐν πονηρίᾳ μέλλοντας ζῆν, διηνεκῶς μετὰ μακροθυμίας φέρει τῆς ἑαυτοῦ ὁ Θεὸς, πολλῷ μᾶλλον τούτους οὐκ ἂν εἴασεν τεθνάναι οὕτως, εἴπερ ᾔδει μεγάλα τινὰ ἀνύσαντας καὶ οὗτοι μὲν παρ’ ἡμῶν οἱ λόγοι· οὐ μὴν πάντες οὗτοι, ἀλλ’ εἰσὶ καὶ τούτων ἀπορρητότεροι, οὓς μετὰ ἀκριβείας οἶδεν ὁ ταῦτα οἰκονομῶν. 17 τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ Ἰερεμίου τοῦ προφήτου λέγοντος. H Ῥαχιὴλ μητὴρ ἦν τοῦ Βενιαμὴν, καὶ τελευτήσαντα αὐτὴν εἰς τὸν Ἱπποδρόμον ἔθαψαν, τὸν πλησίον ὄντα τοῦ χωρίου τούτου. ἐπεὶ οὖν ὁ τάφος πλησίον ἦν, καὶ ὁ κλῆρος τοῦ παιδίου, τῆς τοῦ Βενιαμὴν γὰρ φυλῆς ἦν Ῥαμὰ, ἀπό τε τοῦ φυλάρχου, ἀπό τε τοῦ τόπου τῆς ταφῆς εἰκότως αὐτῆς τὰ παιδία τὰ σφαγιασθέντα καλεῖ· εἶτα δεικνὺς ὅτι ἀνίατον ἦν τὸ συμβὰν καὶ τὸ ἕλκος ὠμὸν, φησὶν, “ οὐκ ἠθέλησε παρακληθῆναι, ὅτι οὐκ εἰσίν. 18 Φωνὴ ἐν Ῥαμὰ ἠκούσθη. Ωριφένουσ. Ῥαμὰ σημαίνει τόπον ὑψηλὸν, ὅθεν ἔν τισι τῶν ἀντιγράφων τοῦ προφήτου γέγραπται, ῥάπται, “ φωνὴ ἐν τῇ ὑψηλῇ “ ἠκούσθη,” καὶ τὰ ἑξῆς· καὶ ἔστιν ὁ τῆς Ῥαχὴλ τόπος τὸν Ἱπποδρόμον περὶ τὴν Βηθλεέμ· διὸ Ῥαχὴλ λέγεται κεκλαυκέναι τὰ τέκνα αὐτῆς· οἷον ἐν τῷ τόπῳ τῆς Ῥαχὴλ. οἱ τινες οὐδὲ παρακληθῆναι ἤθελον ἐπὶ τοῖς τέκνοις αὐτῶν, ὡς οὐκ εἰσίν· οὐδέ πω γὰρ ἦσαν μεμαθηκότες ἀπὸ τοῦ ἐναργῶς παραστῆσαι δυναμένου τῇ ἑαυτοῦ ἀναστάσει τὴν ἀνάστασιν τῶν νεκρῶν, ὅτι οὐκ εἰσὶν οἱ νομιζόμενοι τοῖς κλαίουσι καὶ ὀδυρομένοις μὴ εἶναι. Τοῦ αὐτοῦ. Ἡ Ῥαχιὴλ εἰς τύπον τῆς Ἐκκλησίας τῆς κάτω καὶ τῆς ἄνω τηρεῖται, εἰπεῖν δὲ μᾶλλον θεωρεῖται. 19 Τελευτήσαντος δὲ τοῦ Ἡρώδου, ἰδοὺ Ἄγγελος Κυρίου καθ’ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ. Φανεὶς δὲ ὁ Ἄγγελος τῷ Ἰωσὴφ μετὰ θάνατον τοῦ Ἡρώδου, διὰ τοῦτο τὸ οὐκ ἔτι φεῦγε φησὶν, ἀλλὰ “ πορεύου· ἵνα μετὰ τὸν πειρασμὸν ἄνεσιν εὕρωσιν. ὅμως οὖν διὰ τὸ βασιλεύειν ἀντὶ Ἡρώδου Ἀρχέλαον υἱὸν αὐτοῦ, τὴν μὲν Ἰουδαίαν ἐδεδοίκει καταλαβεῖν, εἰς δὲ τὴν Ναζαρὲτ ἔρχεται· ὁμοῦ τε τὸν κίνδυνον φεύγων s, ὁμοῦ τὲ ἐμφιλοχωρῶν τῇ πατρίδι, ἵνα μᾶλλον θαρρῇ. καὶ χρηματισμὸν δέχεται παρὰ τοῦ Ἀγγέλου τούτου· πληροῦται δὲ καὶ τὸ ῥηθὲν ὑπὸ τῶν προφήτων, “ ὅτι Ναζωραῖος κληθήσεται·” τὸ δὲ ποῖοι προφῆται τοῦτο εἶπον, μὴ περιεργάζου· πολλὰ γὰρ τῶν προφητικῶν ἠφανίσθη βιβλίων· καὶ ταῦτα ἀπὸ τῆς ἱστορίας τῶν Παραλειπομένων ἴδοι τίς ἄν. εἰς ἀσέβειαν γὰρ οἱ Ἰουδαῖοι συνεχῶς ἐμπίπτοντες, τὰ μὲν ἠφίεσαν τῶν βιβλίων ἀπόλλυσθαι· τὰ δὲ αὐτοὶ κατέκαιον· καὶ τὸ μὲν Ἰερεμίας διηγεῖται· τὸ δὲ ὁ τὴν τετάρτην συντεθεικὼς τῶν βασιλειῶν, λέγων μετὰ πολὺν χρόνον τὸ Δευτερονόμιον εὑρεθῆναι κατορωρυγμένον ποῦ καὶ ἠφανισμένον· ἐπεὶ ὅτι γε προεῖπον οἱ προφῆται πολλαχοῦ, καὶ οἱ Ἀπόστολοι Ναζωραῖον καλοῦσιν. διὰ δὲ τὸ λέγειν τὸν Λουκᾶν οὐ κατὰ χρησμὸν αὐτὸν ἐληλυθέναι ἐκεῖ, ἀλλ’ ὅτι τὸν καθαρισμὸν πληρώσαντες πάντα, ὑπέστρεψαν εἰς Ναζαρὲτ, χρὴ νοεῖν, ὅτι τὸν χρόνον τὸν τῆς καθόδου τῆς εἰς Αἴγυπτον μὴ ἱστορῶν ὁ Λουκᾶς ταῦτα λέγει· οὐδὲ γὰρ ἃν πρὸ τοῦ καθαρμοῦ κατήγαγεν αὐτοὺς εἰς Αἴγυπτον ὁ Ἄγγελος· διὰ τὸ μηδὲν ὅλως γενέσθαι παράνομον· πληρώσαντες δὲ ἅπαντα, κατῆλθον εἰς Ναζαρέτ. 22 Ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν. Εἰς τὴν Ἰουδαίαν, φησὶν, ἐδεδοίκει ἀπελθεῖν, διὰ τὸν Ἀρχέλαον· ἀλλ’ ἔδει καὶ τὴν Γαλιλαίαν διὰ τὸν Ἡρώδην φοβηθῆναι; ἀλλ’ ἐπεὶ τὸ χωρίον ἤμειψεν, τὸ πρᾶγμα συνεσκιάζετο λοιπόν. ἡ γὰρ ὁρμὴ πᾶσα κατὰ τῆς Βηθλεὲμ ἦν, καὶ τῶν ὁρίων αὐτῆς. τῆς τοίνυν σφαγῆς γενομένης, ᾤετο λοιπὸν ὁ παῖς Ἀρχέλαος τέλος ἐσχηκέναι τὸ πᾶν· καὶ ἐν τοῖς πολλοῖς καὶ τὸν ζητούμενον ἀνῃρῆσθαι Κυρίλλου Ἀλεξανδρείασ. Ἡ Ναζαρὲτ ἐν τοῖς τῆς Ἰουδαίας ἔκειτο τέρμασι, δι’ οὗ δηλοῦται ὅτι ὁ Χριστὸς διὰ τῶν Ἰουδαίων s φεῦγον Cod. t ἐπὶ Cod. μιαιφόνον ἔμελλε τὴν Ἰουδαίαν καταλιπεῖν, καὶ ἐπὶ τὰ ἔθνη μετελθεῖν· ἕνεκεν τοῦ τοῖς φιλομαθέσιν ἀφορμὴν δοῦναι τῆς εἰς αὐτὸν πίστεως.