ΚΕΦ. ΙΓ. Περὶ τοῦ παραλυτικοῦ. 2 Καὶ ἰδοὺ προσήφερον αὐτῷ παραλυτικὸν, ἐπὶ κλίνης βεβλημένον. Περὶ τοῦ παραλυτικοῦ ὁ μὲν Ματθαῖος φησὶν, ὅτι προσέφερον αὐτόν· οἱ δὲ ἄλλοι, ὅτι καὶ τὴν στέγην διατεμόντες, κατέθηκαν αὐτὸν καὶ προὔθηκαν τῷ Χριστῷ· ἐπεὶ οὖν τοσαύτην ἐπεδείξαντο πίστιν, ἐπιδείκνυται καὶ αὐτὸς τὴν αὐτοῦ δύναμιν, μετ’ ἐξουσίας πάσης λύων τὰ ἁμαρτήματα· καί τινες μὲν τῶν γραμματέων, τῇ βασκανία κατεχόμενοι, ἐν ἑαυτοῖς εἰπον, “οὗτος βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ Θεός; αὐτὸς δὲ διὰ τῶν προβλημάτων βεβαιοῖ τὰ εἰρημένα, ἐλέγξας ὡς Θεὸς τὰς ἐνθυμήσεις αὐτῶν· μόνου γὰρ Θεοῦ ἐστι τὸ τὰ ἀπόρρητα εἰδέναι· ἔπειτα δὲ καὶ φησι πρὸς αὐτούς· “τι ἐστιν εὐκοπώτερον εἰπεῖν, “ ἀφέωνται σου αἱ ἁμαρτίαι, ἣ εἰπεῖν ἆρον τὸν κράβαττόν σου “ καὶ ὕπαγε εἰς τὸν οἶκον σου” ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· τί δοκεῖ εὔκολον ὑμῖν εἶναι· σῶμα σφίγξαι παραλελυμένον, ἣ ψυχῆς ἁμαρτήματα λῦσαι; εὔδηλον, ὅτι σῶμα σφίγξαι· ὅσῳ γὰρ σώ- y δήπου vid. leg. μάτος ψυχὴ βελτίων, τοσοῦτον τὰ ἁμαρτήματα λῦσαι τούτου ἄμεινον. ἐπεὶ δὲ τὸ μὲν ἀφανὲς, τὸ δὲ φανερόν· διὰ τοῦτο οὖν προστίθημι τὸ καταδεέστερον φανερῶς, ἵνα τὸ μεῖζον καὶ ἀφανὲς διὰ τούτου λάβη τὴν ἀπόδειξιν. Πέμπει δὲ αὐτὸν εἰς τὴν οἰκίαν αὐτοῦ, εὐθέως θεραπευθέντα, πάλιν καὶ ἐνταῦθα τὸ ἄτυφον δεικνύς· ὅτι δὲ καὶ οὐ φαντασία ἦν τὸ γινόμενον, διὰ τοῦτο γὰρ καὶ βαστάσαι αὐτὸν τὸν προσέταξεν, ὅμως οὖν καὶ οἱ ὄχλοι ἔτι χαμαὶ σύρονται· “ ἰδόντες γάρ,” φησιν, “ ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν, τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.” προίστατο γὰρ αὐτοῖς ἡ σάρξ· αὐτὸς γὰρ μακροθυμῶν οὐκ ἐπετίμα αὐτοῖς· τέως γὰρ οὐκ ἦν μικρὸν τὸ νομίζεσθαι πάντων ἀνθρώπων αὐτὸν εἶναι μείζονα, καὶ ὅτι παρὰ τοῦ Θεοῦ ἦλθεν· εἰ γὰρ ταῦτα καλῶς ἐβεβαίωσαν παρ’ ἑαυτοῖς, ὁδῷ προβαίνοντες ἔγνωσαν ἃν, ὅτι καὶ Θεοῦ Υἱὸς ἦν· ἀλλ’ οὐ κατέσχον ταῦτα σαφῶς· οὐδὲ προελθεῖν εἰς τὸ βέλτιον ἠδυνήθησαν· ἔλεγον γὰρ πάλιν, ὅτι οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ· ποιήσας δὲ τὸ θαῦμα τοῦ παραλυτικοῦ, οὐκ ἐπέμεινεν ἐν τῷ τόπῳ, ἵνα μὴ τὸν ζῆλον πλεῖον ἐξάψῃ ὁρώμενος· οὕτως οὑν καὶ ἡμεῖς ποιῶμεν, ἐκκλίνοντες x τοὺς ἐπιβουλεύοντας. 6 τότε λέγει τῷ παραλυτικῷ· ἐγερθεὶς, ἆρόν σου τὸν κράβαττον. Κυρίλλου. Ἐξῆλθε τὸ ῥῆμα, καὶ τὸ θαῦμα ἐπεκολούθησε· διὰ τί δὲ καὶ υἱὸν ἀνθρώπον εἰπεν ἀφιέναι ἁμαρτίας, ἐπιτελουμένης θεοσημείας; ἣ ἵνα δείξῃ, ὅτι κατήγαγεν εἰς τὴν ἀνθρωπίνην φύσιν τὴν τῆς θεότητος ἐξουσίαν, διὰ τὴν ἀδιαίρετον πρὸς αὐτὴν ἕνωσιν· εἰ γὰρ καὶ ἄνθρωπος, φησὶ, γέγονα Θεὸς Λόγος ὑπάρχων, καὶ διὰ τὴν οἰκονομίαν ἐπὶ γῆς πολιτεύομαι τε καὶ ἀναστρέφομαι· ἀλλ’ οὐδὲ ἧττον τὰ πέρα λόγου ἀποτελῶ θαύματα, καὶ ἄφεσιν δωροῦμαι ἁμαρτημάτων· οὐ γὰρ ἀφειλάμην τι τῶν τῆς θεότητος ἰδιωμάτων, ἣ ἐμείωσα τὸ γενέσθαι με ἀτρέπτως καὶ ἀληθῶς ἐπὶ τῆς γῆς κατὰ σάρκα υἱὸν ἀνθρώπου. Καὶ μετ’ ὀλίγα—Οἰκονομικῶς δὲ λέγει “ ἐπὶ τῆς γῆς,” ἵνα δείξῃ, ὅτι καὶ ἄνθρωπος γεγονὼς, καὶ ἐπὶ τῆς γῆς ὠφθεὶς, Θεὸς ἠν κατὰ φύσιν. x ἐκκλίνεντας Cod. 8 Ἰδόντες δὲ οἱ ὄχλοι, ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις. Θεοδώρου Μομψουεστίασ. Θεῖον τὸ πρᾶγμα γινώσκουσιν· τὸν δὲ ποιήσαντα ὁρῶσιν ἄνθρωπον· διὰ τοῦτο ὡς δωρεὰν τοῦ Θεοῦ, καὶ οὐχ ὡς αὐτοῦ δύναμιν, θαυμάζουσιν. ΚΕΦ. ΙΔ. Περὶ τοῦ Ματθαίου. 9 Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν, ἴδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον. τίνος ἕνεκεν οὐ μετὰ Πέτρου καὶ τῶν ἄλλων ἐκάλεσε τὸν Ματθαῖον; ἐπειδήπερ τὰς καρδίας ἐπιστάμενος, καὶ τὰ ἀπόρρητα τῆς ἑκάστου διανοίας εἰδὼς, τότε τοῦτο ἐποίησεν, ὅτε ἠπίστατο ἥξοντα· διὰ δὴ τοῦτο καὶ Παῦλον μετὰ τὴν ἀνάστασιν ἡλίευσεν. οὐκ ἀποκρύπτεται δὲ τὸν ἑαυτοῦ βίον, ἀλλὰ καὶ τὸ ὄνομα τίθησι, τῶν ἄλλων Εὐαγγελιστῶν κρυψάντων αὐτὸν προσηγορίᾳ ἑτέρᾳ· καὶ ὅτι ἐπὶ τὸ τελωνεῖον ἐκάθητο, ἵνα δείξη τοῦ καλέσαντος τὴν δύναμιν καὶ τὴν ἀγαθότητα· ὅτι οὐκ ἀποστάντα αὐτὸν πρότερον τῆς πονηρᾶς ταύτης καπηλείας, ἀλλ’ ἐπιτήδευμα ἔχοντα ἀναισχυντίας γέμον καὶ ἰταμότητος καὶ κέρδεος y οὐκ ἔχον πρόφασιν εὔλογον· καὶ ἁρπαγὴν σχῆμα ἔχουσαν ἔννομον, ἐκ μέσων αὐτὸν ἀνέσπασε τῶν κακῶν· ἀλλ’ ὥσπερ εἴδομεν τοῦ καλέσαντος τὴν ἀγαθότητα, οὕτω καταμάθωμεν καὶ τοῦ κληθέντος τὴν ὑπακοήν· οὔτε γὰρ ἀντέτεινεν, οὔτε ἀμφισβητήτως εἶπεν· ἄρα μὴ ἀπατηλῇ z κλήσει ἐμὲ τὸν τοιοῦτον καλεῖ; καὶ γὰρ ἀκαιρίας αὕτη πάλιν ὑπῆρχεν ἡ ταπεινοφροσύνη· καλέσας τοίνυν αὐτὸν καὶ τιμῇ μεγίστῃ τετιμηκὼς, τραπέζης αὐτῷ κοινωνήσας εὐθέως· ἐν τούτῳ αὐτὸν καὶ ὑπὲρ τῶν μελλόντων εὐέλπιδα ποιῶν, καὶ εἰς πλείονα παρρησίαν ἐνάγων· οὐ γὰρ χρόνῳ μακρῷ, ἀλλὰ ἀθρόον ἐξιάσατο τὴν κακίαν· καὶ οὐκ αὐτῷ συνανάκειται μόνον, ἀλλὰ καὶ ἑτέροις πολλοῖς τοιούτοις· διὰ τί δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐνδιαβάλλουσι τὸν Κύριον οἱ Φαρισαῖοι, ὡς μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίοντα; κακούργῳ σκέψει βουλόμενοι ἀποχωρῆσαι αὐτοὺς τοῦ y κέρδιος Cod. z ἀπατειλῆ Cod. διδασκάλου· αὐτὸς δὲ οὐ μόνον οὐκ a ἔγκλημα εἶναι, ἀλλὰ καὶ πολλῆς φιλανθρωπίας ὑπερβολὴν, τὸ μετὰ τοιούτων ἐσθίειν δείκνυσι· διὸ καὶ φησίν· “ οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ” καὶ τὰ ἑξῆς. Τὸ δὲ, “ πορευθέντες μάθετε τι ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν σημαίνει ὅτι οὐ κεκωλυμένον ἔργον ἐστὶ τὸ ἁμαρτωλοὺς διορθοῦσθαι, ἀλλὰ καὶ νομοθετημένον, καὶ μᾶλλον τῆς θυσίας κρεῖττον· ὅθεν καὶ τὴν παλαιὰν εἰσάγει συνῳδὰ αὐτῷ φθεγγομένην καὶ νομοθετοῦσαν· ἅμα δὲ καὶ τὴν τῶν γραφῶν ἄγνοιαν αὐτοῖς ὀνειδίζων ταῦτα ἔλεγεν· καὶ ὅτι πάσης τῆς λοιπῆς ἀμελοῦντες ἀρετῆς, ἐν ταῖς θυσίαις τὸ πᾶν ἐτίθεντο· ἐγὼ γάρ, φησι, τοσοῦτον ἀπέχω τοῦ βδελύξασθαι τοὺς ἁμαρτωλοὺς, ὅτι καὶ δι’ αὐτοὺς παραγέγονα μόνους· τοῦτο γὰρ δηλοῖ τὸ “οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ “ἁμαρτωλοὺς εἰς μετάνοιαν.” τίνος ἕνεκεν τῶν μαθητῶν Ἰωάννου ἐγκαλεσάντων, ὅτι “ ἡμεῖς μὲν καὶ οἱ Φαρισαῖοι νηστεύομεν “ πολλὰ” καὶ τὰ ἑξῆς· καὶ ἐν τούτῳ τὴν ἐπιείκειαν αὐτοῦ καὶ πολλὴν μακροθυμίαν ἐνδεικνύμενος, οὐκ ἐπιτιμᾷ· ἀναμιμνήσκει δὲ αὐτοὺς τῶν Ἰωάννου ῥημάτων, δι’ ὧν ἔλεγεν· “ὁ ἔχων τὴν “ νύμφην,” καὶ τὰ ἑξῆς. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὁ παρὼν καιρὸς τῆς ἐμῆς σὺν αὐτοῖς διαγωγῆς χαρᾶς καὶ εὐφροσύνης ἐστίν· “ ἐλεύσονται δὲ ἡμέραι” καὶ τὰ ἑξῆς. τὸν τοῦ πάθους διὰ τούτου μηνύων καιρόν· ἣ μᾶλλον τὸν τοῦ κηρύγματος, ὅτι τοῦ πάθους τριήμερος ἦν. Εἰπὼν “ὅτι οὐδεὶς ἐπιβάλλει ἐπίβλημα ῥάκκους,” ἐδήλωσε διὰ τούτου, ὅτι οὔπω γεγόνασιν ἰσχυροὶ οἱ μαθηταὶ αὐτοῦ, ἀλλ’ ἔτι πολλῆς δέονται συγκαταβάσεως· διὰ τὸ μήπω ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου ἀνακαινισθῆναι αὐτούς· οὕτω δὲ διακειμένοις οὐ χρὴ βάρος ἐπιτιθέναι αὐτοῖς ἐπιταγμάτων· ταῦτα δὲ ἔλεγεν νόμους τιθεὶς καὶ κανόνας τοῖς ἑαυτοῦ μαθηταῖς· ἵνα ὅτ’ ἃν μέλλωσι μαθητὰς λαμβάνειν, μετὰ πολλῆς αὐτοῖς προσφέρωνται b τῆς ἡμερότητος. 17 Οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς. Ἀσκῶν δὲ μέμνηται καὶ οἴνου· ἐπειδὴ περὶ γαστριμαργίας ἦν ὁ λόγος καὶ τραπέζης· διὰ τοῦτο ἀπὸ τῶν αὐτῶν λαμβάνει τὰ ὑποδείγματα, καὶ ὅτι οὐδὲν αὐστηρὸν ἐπιτάττειν χρὴ καὶ βάρος a οὐκ suppl. b προσφέρονται Cod. ἔχον τοῖς ἀρχομένοις, ἀλλ’ ὅσα δυνατὸν ποιεῖν, καὶ ταχέως καὶ ἐπ’ ἐκεῖνα ἥξουσιν· ὁ γὰρ πρὸ καιροῦ, φησι, ζητῶν τοῦ προσήκοντος τὰ ὑψηλὰ ἐντιθέναι δόγματα, οὐδὲ τοῦ καιροῦ καλοῦντος λοιπὸν ἐπιτηδείους εὑρήσει, ἀχρήστους ἐργασάμενος ἅπαξ. Ωριφένουσ. Ἀσκοὶ παλαιοὶ εἰσιν οἱ τῇ νομικῇ πολιτείᾳ πεποιωμένοι c. οἶνος δὲ νέος ἡ διὰ Χριστοῦ χάρις. Ἱσιλώρου. τοὺς σαπέντας τῇ παλαιότητι καὶ τὴν νέαν χάριν ἀθετήσαντας ἀσκοὺς παλαιοὺς ὁ κύριος προσηγόρευσεν, ὡς διαρρηγνυμένους καὶ τὸν καινὸν λόγον τῆς βασιλείας οὐκ ἔχοντας. Κυρίλλου. Οἱ Φαρισαῖοι ἐοικότες ἱματίῳ κατερρωγότι ἣ ἀσκοῖς παλαιοῖς, οὐ δύνανται δέξασθαι τὴν νεάζουσαν διδασκαλίαν. ΚΕΦ. ΙΕ. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου. ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδοὺ ἄρχων ἐλθὼν προσεκύνει αὐτῷ λέγων, ὅτι ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν. Τὸν ἄρχοντα ὃν λέγει ἐληλυθέναι, ἀρχισυνάγωγος ἦν· χρὴ δὲ σκοπεῖν αὐτοῦ καὶ τὴν παχύτητα· δύο γὰρ ἀπαιτεῖ παρὰ τοῦ Χριστοῦ, καὶ παραγενέσθαι αὐτὸν καὶ τὴν χεῖρα ἐπιθεῖναι· ἠκολούθουν δὲ οἱ ὄχλοι ὡς ἐπὶ θαύματι μεγάλῳ· τοὺς μαθητὰς δὲ μόνους εἴασεν εἰς τὴν οἰκίαν εἰσελθεῖν, παιδεύων ἡμᾶς καὶ διὰ τοῦτο τὴν ἀνθρωπίνην διακρούεσθαι δόξαν. ΚΕΦ. Ις. Περὶ τῆς αἱμορροούσης. 20 Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη. τίνος ἕνεκεν οὐ μετὰ παρρησίας προσῆλθεν αὐτῷ ἡ τὴν ῥύσιν τοῦ αἵματος ἔχουσα; ἐπειδὴ ᾐσχύνετο διὰ τὸ πάθος, ἀκάθαρτος εἰναι νομιζομένη. εἰ γὰρ ἡ καταμηνίοις οὖσα, οὐκ ἐδόκει εἰναι καθαρὰ, πολλῷ μᾶλλον ἡ τοιαύτην νοσοῦσα νόσον τοῦτο ἃν ἐνόμισεν· ὅμως μὲν οὖν μετὰ πίστεως τῶν ἱματίων ἥψατο· οὐδὲ γὰρ ἀμφέβαλεν, οὐδὲ εἰπεν ἐν ἑαυτῇ, ἆρα ἀπαλλαγήσομαι τοῦ c An πεπωρωμένοι ? νοσήματος· ἄρα οὐκ ἀπαλλαγήσομαι; εἶπε δὲ αὐτῇ, θάρσει, ἐπειδὴ περίφοβος ἢν· θυγατέρα δὲ αὐτὴν καλεῖ, ἐπειδὴ ἡ πίστις αὐτῆς θυγατέρα αὐτὴν ἐποίησεν. καὶ τὸ ἐγκώμιον μέγα, ὅτι περ ὑπὸ τοῦ πάντων δεσπότου ἤκουσεν, “ἡ πίστις σου σέσωκέ σε.” Τίνος δὲ ἕνεκεν τῶν αὐλητῶν ἐμνημόνευσεν; ἵνα καὶ ἐν τούτῳ θριαμβεύσῃ τῶν ἀρχισυναγώγων τὴν ἄνοιαν· διὰ τί δὲ εἶπεν, ὅτι οὐ τέθνηκεν τὸ κοράσιον, ἀλλὰ καθεύδει; παιδεύων μὴ φοβεῖσθαι θάνατον· διὰ τὸ μὴ εἶναι αὐτὸν θάνατον, ἀλλ’ ὕπνον γεγενῆσθαι· τοῖς δὲ καταγελῶσιν αὐτοῦ οὐκ ἐπιτιμᾷ, ἵνα καὶ αὐτοὶ καὶ οἱ αὐλοὶ καὶ τὰ κύμβαλα, ἀπόδειξις γένηται τοῦ θανάτου· παρόντων δὲ τῶν γονέων θαυματουργεῖ πρὸς τὸ αὐτοὺς πληροφορηθῆναι· κατασχὼν δὲ, ἀνίστησιν, δεῖξαι θέλων ὅτι πάντα αὐτῷ ἕτοιμα· κελεύει δὲ δοθῆναι αὐτῇ τροφὴν, ἵνα μὴ δόξῃ φαντασία εἶναι τὸ γεγενημένον. οὐκ αὐτὸς δὲ δίδωσιν, ἀλλ’ ἐκείνοις κελεύει δοῦναι, ὥσπερ καὶ ἐπὶ τοῦ Λαζάρου εἶπε· “λύσατε αὐτὸν, καὶ ἄφετε “ ὑπάγειν·” τοῦ θανάτου καὶ τῆς ἀναστάσεως μετὰ ἀκριβείας πάσης τὴν ἀπόδειξιν ποιούμενος· τοὺς δὲ θρηνοῦντας καὶ τοὺς αὐλοῦντας ἔξω τῆς οἰκίας ἐξέβαλεν, ἀναξίους τῆς τοιαύτης θεωρίας κρίνας αὐτούς· παρήγγειλε δὲ μηδενὶ εἰπεῖν διὰ τὸ ἄτυφον καὶ ἀκενόδοξον. Προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ. Κυρίλλου. Δείκνυσιν ὅτι παρὰ θεῷ οὐδεὶς ἔχων ἀκούσιον νόσον ἀκάθαρτος· διὸ καὶ προσκαλεῖται τὴν αἱμορροοῦσαν ὁ Κύριος, ἵνα τὸν τυπικὸν νόμον εἰς πνευματικὴν μεταγάγῃ θεωρίαν. 23 Καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον. Κυρίλλου Ἀλεξανδρείασ. Ἔθος τοῖς ἀνθρώποις τὰς ἀγάμους κόρας, ἡνίκα εἰσὶν πρὸς ὥραν γάμου τελευτώσας θρηνεῖν, διὰ τῶν συμβολικῶν γάμων· διὸ καὶ αὐληταὶ ἦσαν ἔσω, εἰ καὶ παρὰ τὸ πρόσταγμα τὸ Ἰουδαϊκὸν τότε ἐποίουν τοῦτο οἱ Ἰουδαῖοι. Ὠριφένουσ. Οἱ ἐλπίδα ἔχοντες τῆς ἐν Χριστῷ ἀναστάσεως οὐκ ἀπέθανον, ἀλλὰ καθεύδουσι· διὸ φησὶν ὁ Ἀπόστολος· “οὐ “ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων· ἵνα μὴ “ λυπεῖσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα·” ἅμα δὲ καὶ σμικρύνων τὸ ἔργον, ὃ ἤμελλε ποιεῖν, μᾶλλον δὲ κρύπτων· αὐτὸ, ἔλεγεν ὅτι καθεύδει· διὸ καὶ ἑξῆς παρῄνει μηδενὶ λέγειν. ΚΕΦ. ΙΖ. Περὶ τῶν δύο τυφλῶν. 27 Ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ, κράζοντες καὶ λέγοντες. Διὰ τί τοὺς τυφλοὺς παρέλκει κράζοντας; ἡμᾶς παιδεύων τὴν παρὰ τῶν πολλῶν διωθεῖσθαι δόξαν· ἐπειδὴ γὰρ πλησίον ἦν ἡ οἰκία, ἄγει αὐτοὺς ἐκεῖ κατ’ ἰδίαν θεραπεύσων· καὶ τοῦτο δῆλον ἐξ ὧν καὶ παρήγγειλε μηδενὶ εἰπεῖν· οὐ μικρὰ δὲ αὕτη τῶν Ἰουδαίων κατηγορία· ὅτ' ἂν οὗτοι τυφλοὶ ὄντες, ἐξ ἀκοῆς μόνης τὴν πίστιν δέχονται· ἐκεῖνοι δὲ θεωροῦντες τὰ θαύματα πάντα τὰ ἐναντία ποιοῦσιν· υἱὸν δὲ Δαβὶδ ἐκάλουν, ἐπειδὴ τὸ ὄνομα τιμῆς εἶναι ἐδόκει· δευτέραν δὲ ἐρώτησιν προσάγει, σπουδάζων ἱκετεύεσθαι πολλάκις, καὶ τότε τὴν ἴασιν παρέχειν, ἵνα μή τις νομίσῃ διὰ φιλοτιμίαν αὐτὸν τοῖς θαύμασιν ἐπιπηδᾷν· ὁμολογησάντων οὖν αὐτὸν, οὐκ ἔτι υἱὸν Δαβὶδ, ἀλλὰ τὸ ὑψηλότερον προσειπόντων Κύριον· τότε λοιπὸν καὶ αὐτὸς ἐπιτίθησι τὴν χεῖρα, λέγων, “κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. διὰ δὲ τὴν προειρημένην αἰτίαν, λέγω δὴ διὰ τὸ ἀκόμπαστον, κελεύει μετὰ πολλῆς τῆς σφοδρότητος μηδενὶ εἰπεῖν· “ἐνεβριμήσατο γάρ,” φησιν, “αὐτοῖς ὁ Κύριος λέγων, καὶ τὰ ἑξῆς· ἐκεῖνοι δὲ οὐκ ἠνέσχοντο, ἀλλ’ ἐγένοντο κήρυκες καὶ εὐαγγελισταί· εἰ δὲ ἀλλαχοῦ φαίνεται λέγων, ἄπελθε καὶ διηγοῦ τὴν δόξαν τοῦ Θεοῦ· οὐκ ἔστιν ἐναντίον ἐκείνου τοῦτο, ἀλλὰ καὶ σφόδρα συμβαῖνον· ὅπου μὲν γὰρ εἰς τὸν Θεὸν ἡ δόξα ἀναφέρεται, οὐ μόνον οὐ κωλύει, ἀλλὰ καὶ ἐπιτάττει τοῦτο ποιεῖν· ὅπου δὲ παιδεύει ἡμᾶς ταπεινοφρονεῖν, ἐκεῖ καὶ κελεύει μηδενὶ λέγειν, ἀλλὰ καὶ τοὺς βουλομένους ἡμᾶς ἐγκωμιάζειν κωλύει. Ωριγένουσ. Ἰησοῦς παραγγέλλων τοῖς ἰωμένοις μηδενὶ λέγειν τὰς εὐεργεσίας αὐτοῦ, ἡμᾶς διδάσκει φεύγειν τὸ ἐπιδεικτικὸν ὡς αἴτιον τῶν κάκων. a κρύπτον Cod.