ΕΙΣ ΤΟ ΤΟΥ ΜΕΜΝΟΝΟΣ ΑΓΑΛΜΑ. θ . ἐθέλω σοι καὶ τὸ Μέμνονος ἀφηγήσασθαι θαῦμα, καὶ γὰρ ὄντως παράδοξος ἡ τέχνη καὶ κρείττων ἀνθρωπίνης χειρός. τοῦ Τιθωνοῦ Μέμνονος εἰκὼν ἦν ἐν Αἰθιοπίᾳ ἐκ λίθου πεποιημένη, οὐ μὴν ἐν τοῖς οἰκείοις ὅροις ἔμενε λίθος ὤν , οὐδὲ τὸ τῆς φύσεως σιγηλὸν ἠνείχετο, ἀλλὰ καὶ λίθος ὢν εἶχεν ἐξουσίαν φωνῆς· νῦν μὲν γὰρ ἀνίσχουσαν τὴν Ἡμέραν προσεφθέγγετο ἐπισημαίνων τῇ φωνῇ τὴν χαρὰν καὶ ἐπὶ ταῖς τῆς μητρὸς παρουσίαις φαιδρυνόμενος, νῦν δὲ ἀποκλινομένης εἰς νύκτα ἐλεεινόν τι καὶ ἀλγεινὸν ἔστενε πρὸς τὴν ἀπουσίαν ἀνιώμενος. ἠπόρει δὲ οὐδὲ δακρύων ὁ λίθος, ἀλλʼ εἶχεν ὑπηρετούμενα τῇ βουλήσει καὶ ταῦτα καὶ ἦν Μεμνόνειος ἡ εἰκὼν μόνῳ μὲν τοῦ ἀνθρωπίνου διαλλάττειν μοι ἐδόκει σώματι, ὑπὸ δὲ ψυχῆς τινὸς καὶ ὁμοίας προαιρέσεως ἀγομένη κατηυθύνετο. εἶχε γοῦν καὶ τὰ λυποῦντα ἐγκεκραμένα καὶ πάλιν ἡδονῆς αἴσθησις αὐτὸν κατελάμβανεν ὑπʼ ἀμφοτέρων τῶν παθῶν πληττόμενον, καὶ ἡ μὲν φύσις τὴν λίθων γένεσιν ἄφθογγον προήγαγε καὶ κωφὴν καὶ μήτε ὑπὸ λύπης ἐθέλουσαν διοικεῖσθαι μήτε εἰδυῖαν ἡσθῆναι, ἀλλὰ καὶ πάσαις τύχαις ἄτρωτον, ἐκείνῳ δὲ τῷ Μέμνονος λίθῳ καὶ ἡδονὴν παρέδωκεν ἡ τέχνη καὶ πέτραν ἀνέμιξεν ἄλγει καὶ μόνην ταύτην ἐπιστάμεθα τὴν τέχνην νοήματα τῷ λίθῳ καὶ φωνὴν ἐνθεῖσαν. ὁ μὲν γὰρ Δαίδαλος μέχρι μὲν κινήσεως ἐνεανιεύετο καὶ δύναμιν εἶχεν ἡ ἐκείνου τέχνη ἐξιστάναι τὰς ὕλας καὶ εἰς χορείαν κινεῖν, ἀμήχανον δὲ ἦν καὶ παντελῶς ἄπορον καὶ φωνῆς μέτοχα πραγματεύεσθαι τὰ ποιήματα, αἱ δὲ Αἰθιόπων χεῖρες πόρους τῶν ἀμηχάνων ἐξευροῦσαι καὶ τὴν ἀφθογγίαν ἐξενίκησαν τοῦ λίθου. ἐκείνῳ τῷ Μέμνονι καὶ τὴν Ἠχὼ λόγος ἀντηχεῖν, ὁπότε φθέγγοιτο, καὶ γοερὸν μὲν στενάζοντι γοερὸν ἀντιπέμπειν μέλος, εὐπαθοῦντι δὲ ἀνταποδιδόναι τὴν ἠχὴν ἀντίμιμον. ἐκεῖνο τὸ δημιούργημα καὶ τῇ Ἡμέρᾳ τὰς ἀνίας ἐκοίμιζε καὶ οὐκ εἴα μαστεύειν τὸν παῖδα, ὡς ἂν ἀντιτιθείσης αὐτῇ τῆς Αἰθιόπων τέχνης τὸν ἐκ τῆς εἱμαρμένης ἀφανισθέντα Μέμνονα. ΕΙΣ ΤΟ ΑΣΚΛΗΠΙΟΥ ΑΓΑΛΜΑ. ι . εἶτα τὸ μὲν Ἀργῷον σκάφος ἔμφωνον γενέσθαι πειθόμεθα τὸ ὑπὸ τῶν τῆς Ἀθηνᾶς τεχνηθὲν χειρῶν, ὃ καὶ τὴν ἐν ἄστροις ἐκληρούχει τύχην, ἄγαλμα δὲ οὐ πιστεύσομεν, εἰς ὃ τὰς δυνάμεις Ἀσκληπιὸς ἀνίησι τὸν προνοητικὸν ἐπεισάγων νοῦν, ἐπὶ τὴν ἑαυτοῦ κοινωνίαν τοῦ ἐνοικοῦντος τὴν δύναμιν τρέπειν, ἀλλʼ εἰς μὲν ἀνθρώπινα σώματα κατάγεσθαι τὸ θεῖον δώσομεν, ἔνθα καὶ μιανθείη ἂν παθήμασιν, οὐ πιστεύσομεν δέ, εἰ, ᾧ μηδὲν ἔγγονον κακίας, παραπέφυκεν; ἐμοὶ μὲν οὖν οὐ τύπος εἶναι δοκεῖ τὸ ὁρώμενον, ἀλλὰ τῆς ἀληθείας πλάσμα. ἰδοὺ γάρ, ὡς οὐκ ἀνηθοποίητος ἡ τέχνη, ἀλλʼ ἐνεικονισμένη τὸν θεὸν εἰς αὐτὸν ἐξίσταται. ὕλη μὲν οὖσα θεοειδὲς ἀναπέμπει νόημα, δημιούργημα δὲ χειρὸς τυγχάνουσα, ἃ μὴ δημιουργίαις ἔξεστι, πράττει τεκμήρια ψυχῆς ἀρρήτως ἀποτίκτουσα. πρόσωπον δέ σοι θεασαμένῳ δουλοῦται τὴν αἴσθησιν, οὐ γὰρ εἰς κάλλος ἐπίθετον ἐσχημάτισται, ἀλλὰ πάναγνον καὶ ἵλεων ἀνακινῶν ὄμμα βάθος ἄφατον ὑπαστράπτει σεμνότητος αἰδοῖ μιγείσης. πλοκάμων δὲ ἕλικες ῥεόμενοι χάρισιν οἱ μὲν εἰς νῶτα τεθηλότες ἄφετοι κέχυνται, οἱ δὲ ὑπὲρ μετώπου πρὸς τὰς ὀφρῦς ἐπιβαίνοντες τοῖς ὄμμασιν εἱλοῦνται. οἷον δὲ ἐκ ζωτικῆς αἰτίας καὶ αὐτοὶ καταρδόμενοι εἰς τὴν τῶν βοστρύχων καμπὴν συνελίττονται τῷ νόμῳ τῆς τέχνης μὴ πειθομένης τῆς ὕλης, ἀλλὰ νοούσης, ὅτι σχηματίζει θεὸν καὶ δεῖ δυναστεύειν. τῶν δὲ γινομένων εἰωθότων φθείρεσθαι ἡ τοῦ ἀγάλματος ἰδέα ἅτε δὴ τῆς ὑγείας τὴν οὐσίαν ἐν ἑαυτῇ φέρουσα ἀκμὴν ἀνώλεθρον ἐπικτωμένη θάλλει. ἡμεῖς μὲν δή σοι καὶ λόγων, ὦ Παιάν, νεαρῶν καὶ μνήμης ἐγγόνων ἀπηρξάμεθα· κελεύεις γάρ, οἶμαι· πρόθυμοι δέ σοι καὶ τὸν νόμον ᾅδειν, εἰ νέμοις ὑγείαν.