ΕΙΣ ΤΟ ΤΟΥ ΟΡΦΕΩΣ ΑΓΑΛΜΑ. ζ . ἐν τῷ Ἑλικῶνι, τέμενος δὲ τῶν Μουσῶν σκιερὸν ὁ χῶρος, παρὰ τοὺς Ὀλμειοῦ τοῦ ποταμοῦ ῥύακας καὶ τὴν ἰοειδέα Πηγάσου κρήνην Ὀρφέως ἄγαλμα τοῦ τῆς Καλλιόπης παρὰ τὰς Μούσας εἱστήκει ἰδεῖν μὲν κάλλιστον, ὁ γὰρ χαλκὸς τῇ τέχνῃ συναπέτικτε τὸ κάλλος τῇ τοῦ σώματος ἀγλαίᾳ τὸ μουσικὸν συνεπισημαίνων τῆς ψυχῆς, ἐκόσμει δὲ αὐτὸν τιάρα Περσικὴ χρυσῷ κατάστικτος ἀπὸ κορυφῆς εἰς ὕψος ἀνέχουσα, χιτὼν δὲ ἐξ ὤμων ἀπαγόμενος εἰς πόδας τελαμῶνι χρυσέῳ κατὰ τῶν στέρνων ἐσφίγγετο, κόμη δὲ οὕτως ἦν εὐανθὴς καὶ ζωτικὸν ἐπισημαίνουσα καὶ ἔμπνουν, ὡς ἀπατᾶν τὴν αἴσθησιν, ὅτι καὶ πρὸς τὰς ζεφύρου πνοὰς σειομένη δονεῖται. ἡ μὲν γὰρ ἐπαυχένιος κατὰ νώτου χυθεῖσα, ἡ δὲ ταῖς ὀφρύσιν ἄνωθεν δισχιδὴς ἐπιβαίνουσα καθαρὰς τῶν ὀμμάτων ἔφαινε τὰς βολάς, τὸ πέδιλον δὲ αὐτῷ ξανθοτάτῳ χρυσῷ κατήνθιστο καὶ πέπλος κατὰ νώτου ἄνετος εἰς σφυρὸν κατῄει, μετεχειρίζετο δὲ τὴν λύραν, ἡ δὲ ἰσαρίθμους ταῖς Μούσαις ἐξῆπτο τοὺς φθόγγους· ὁ γὰρ χαλκὸς καὶ νευρὰς ὑπεκρίνετο καὶ πρὸς τὴν ἑκάστου μίμησιν ἀλλαττόμενος πειθηνίως ὑπήγετο μικροῦ καὶ πρὸς αὐτὴν τὴν ἠχὴν τῶν φθόγγων φωνήεις γινόμενος. ὑπὸ δὲ τῶν ποδῶν τὴν βάσιν οὐκ οὐρανὸς ἦν τυπωθείς, οὐδὲ Πλειάδες τὸν αἰθέρα τέμνουσαι, οὐδὲ ἄρκτου περιστροφαὶ τῶν Ὠκεανοῦ λουτρῶν ἄμοιροι, ἀλλʼ ἦν πᾶν μὲν τὸ ὀρνίθων γένος πρὸς τὴν ᾠδὴν ἐξιστάμενον, πάντες δὲ οἱ ὄρειοι θῆρες, καὶ ὅσον ἐν θαλάττης μυχοῖς νέμεται, καὶ ἵππος ἐθέλγετο ἀντὶ χαλινοῦ τῷ μέλει κρατούμενος καὶ βοῦς ἀφεὶς τὰς νομὰς τῆς λυρῳδίας ἤκουε καὶ λεόντων ἡ ἄτεγκτος φύσις πρὸς τὴν ἁρμονίαν κατηυνάζετο. εἶδες ἂν καὶ ποταμοὺς τυποῦντα τὸν χαλκὸν ἐκ πηγῶν ἐπὶ τὰ μέλη ῥέοντας καὶ κῦμα θαλάσσης ἔρωτι τῆς ᾠδῆς ὑψούμενον καὶ πέτρας αἰσθήσει πληττομένας μουσικῆς καὶ πᾶσαν βλάστην ὥριον ἐξ ἠθῶν ἐπὶ τὴν μοῦσαν τὴν Ὀρφικὴν σπεύδουσαν, καὶ οὐδὲν μὲν ἦν τὸ ἠχοῦν, οὐδὲ τὴν ἁρμονίαν τὴν λυρῳδὸν ἐγεῖρον, ἡ τέχνη δὲ ἐν τοῖς ζῴοις τοῦ περὶ τὴν μουσικὴν ἔρωτος τὰ πάθη κατεμήνυε καὶ ἐν τῷ χαλκῷ τὰς ἡδονὰς ἐποίει φαίνεσθαι καὶ τὰ ἐπανθοῦντα τῇ αἰσθήσει τῶν ζῴων θελκτήρια ἀρρήτως ἐξέφαινεν. ΕΙΣ ΤΟ ΤΟΥ ΔΙΟΝΥΣΟΥ ΑΓΑΛΜΑ. η . Δαιδάλῳ μὲν ἐξῆν, εἰ δεῖ τῷ περὶ Κρήτην πιστεύειν θαύματι, κινούμενα μηχανᾶσθαι (τὰ) ποιήματα καὶ πρὸς ἀνθρωπίνην αἴσθησιν ἐκβιάζεσθαι τὸν χρυσόν, αἱ δὲ δὴ Πραξιτέλειοι χεῖρες ζωτικὰ διόλου κατεσκεύαζον τὰ τεχνήματα. ἄλσος ἦν καὶ Διόνυσος εἱστήκει ἠιθέου σχῆμα μιμούμενος οὕτω μὲν ἁπαλός, ὡς πρὸς σάρκα μεταρρυθμίζεσθαι τὸν χαλκόν, οὕτω δὲ ὑγρὸν καὶ κεχαλασμένον ἔχων τὸ σῶμα, ὡς ἐξ ἑτέρας ὕλης, ἀλλὰ μὴ χαλκοῦ πεφυκώς, ὃς χαλκὸς μὲν ὢν ἠρυθραίνετο, ζωῆς δὲ μετουσίαν οὐκ ἔχων ἐβούλετο (ζωῆς) τὴν ἰδέαν δεικνύναι, ἁψαμένῳ δέ σοι πρὸς τὴν ἀκμὴν ὑπεξανίστατο, καὶ ὄντως μὲν ἦν ὁ χαλκὸς στεγανός, ὑπὸ δὲ τῆς τέχνης μαλαττόμενος εἰς σάρκα ἀπεδίδρασκε τῆς χειρὸς τὴν αἴσθησιν. ἦν δὲ ἀνθηρός, ἁβρότητος γέμων, ἱμέρῳ ῥεόμενος, οἷον αὐτὸν Εὐριπίδης ἐν Βάκχαις εἰδοποιήσας ἐξέφηνε, κισσὸς δʼ αὐτὸν ἔστεφε περιθέων ἐν κύκλῳ. ὡς κισσὸς ἦν ὁ χαλκὸς εἰς κλῶνας καμπτόμενος καὶ τῶν βοστρύχων τοὺς ἑλικτῆρας ἐκ μετώπου κεχυμένους ἀναστέλλων, γέλωτος δὲ ἔμπλεως, ὃ δὴ καὶ παντὸς ἦν ἐπέκεινα θαύματος, ἡδονῆς ἀφιέναι τὴν ὕλην τεκμήρια καὶ τὴν παθῶν δήλωσιν ὑποκρίνεσθαι τὸν χαλκόν. νεβρὶς δὲ αὐτὸν ἔσκεπεν οὐχ οἵαν εἴωθεν ὁ Διόνυσος ἐξάπτεσθαι, ἀλλʼ εἰς τὴν τῆς δορᾶς μίμησιν ὁ χαλκὸς μετεβάλλετο, εἱστήκει δὲ τὴν λαιὰν ἐπερείδων τῷ θύρσῳ, ὁ δὲ θύρσος ἠπάτα τὴν αἴσθησιν καὶ ἐκ χαλκοῦ πεποιημένος χλοερόν τι καὶ τεθηλὸς ἀποστίλβειν ἐδοξάζετο πρὸς ταύτην ἀμειβόμενος τὴν ὕλην. ὄμμα δὲ ἦν πυρὶ διαυγές, μανικὸν ἰδεῖν, καὶ γὰρ τὸ βακχεύσιμον ὁ χαλκὸς ἐνεδείκνυτο καὶ ἐπιθειάζειν ἐδόκει, ὥσπερ, οἶμαι, τοῦ Πραξιτέλους καὶ τὸν βακχεῖον οἶστρον ἐγκαταμῖξαι δυνηθέντος.