ΕΙΣ ΤΟ ΕΝ ΣΙΚΥΩΝΙ ΑΓΑΛΜΑ ΤΟΥ ΚΑΙΡΟΥ. ς . ἐθέλω σοι καὶ τὸ Λυσίππου δημιούργημα τῷ λόγῳ παραστῆσαι, ὅπερ ἀγαλμάτων κάλλιστον ὁ δημιουργὸς τεχνησάμενος Σικυωνίοις εἰς θέαν προὔθηκε· καιρὸς ἦν εἰς ἄγαλμα τετυπωμένος ἐκ χαλκοῦ πρὸς τὴν φύσιν ἁμιλλωμένης τῆς τέχνης. παῖς δὲ ἦν ὁ Καιρὸς ἡβῶν ἐκ κεφαλῆς ἐς πόδας ἐπανορθῶν τὸ τῆς ἥβης ἄνθος. ἦν δὲ τὴν μὲν ὄψιν ὡραῖος σείων ἴουλον καὶ ζεφύρῳ τινάσσειν, πρὸς ὃ βούλοιτο, καταλείπων τὴν κόμην ἄνετον, τὴν δὲ χρόαν εἶχεν ἀνθηρὰν τῇ λαμπηδόνι τοῦ σώματος τὰ ἄνθη δηλῶν. ἦν δὲ Διονύσῳ κατὰ τὸ πλεῖστον ἐμφερής· τὰ μὲν γὰρ μέτωπα χάρισιν ἔστιλβεν, αἱ παρειαὶ δὲ αὐτῷ εἰς ἄνθος ἐρευθόμεναι νεοτήσιον ὡραίζοντο ἐπιβάλλουσαι τοῖς ὄμμασιν ἁπαλὸν ἐρύθημα, εἱστήκει δὲ ἐπί τινος σφαίρας ἐπʼ ἄκρων τῶν ταρσῶν βεβηκὼς ἐπτερωμένος τὼ πόδε. ἐπεφύκει δὲ οὐ νενομισμένως ἡ θρίξ, ἀλλʼ ἡ μὲν κόμη κατὰ τῶν ὀφρύων ἐφέρπουσα ταῖς παρειαῖς ἐπέσειε τὸν βόστρυχον, τὰ δὲ ὄπισθεν ἦν τοῦ Καιροῦ πλοκάμων ἐλεύθερα μόνην τὴν ἐκ γενέσεως βλάστην ἐπιφαίνοντα τῆς τριχός. ἡμεῖς μὲν οὖν ἀφασίᾳ πληγέντες πρὸς τὴν θέαν εἱστήκειμεν τὸν χαλκὸν ὁρῶντες ἔργα φύσεως μηχανώμενον καὶ τῆς οἰκείας ἐκβαίνοντα τάξεως· χαλκὸς μὲν γὰρ ὢν ἠρυθραίνετο, σκληρὸς δὲ ὢν τὴν φύσιν διεχεῖτο μαλακῶς, εἴκων τῇ τέχνῃ πρὸς ὃ βούλοιτο, σπανίζων δὲ αἰσθήσεως ζωτικῆς ἔνοικον ἔχειν ἐπιστοῦτο τὴν αἴσθησιν καὶ ὄντως ἐστήρικτο πάγιον τὸν ταρσὸν ἐρείσας, ἑστὼς δὲ ὁρμῆς ἐξουσίαν ἔχειν ἐδείκνυτο καί σου τὸν ὀφθαλμὸν ἠπάτα, ὡς καὶ τῆς εἰς τὸ πρόσω κυριεύων φορᾶς, καὶ παρὰ τοῦ δημιουργοῦ λαβὼν καὶ τὴν ἀέριον λῆξιν τέμνειν, εἰ βούλοιτο, ταῖς πτέρυξι. καὶ τὸ μὲν ἡμῖν θαῦμα τοιοῦτον ἦν, εἷς δέ τις τῶν περὶ τὰς τέχνας σοφῶν καὶ εἰδότων σὺν αἰσθήσει τεχνικωτέρᾳ τὰ τῶν δημιουργῶν ἀνιχνεύειν θαύματα καὶ λογισμὸν ἐπῆγε τῷ τεχνήματι, τὴν τοῦ καιροῦ δύναμιν ἐν τῇ τέχνῃ σωζομένην ἐξηγούμενος· τὸ μὲν γὰρ πτέρωμα τῶν ταρσῶν αἰνίττεσθαι τὴν ὀξύτητα, καὶ ὡς τὸν πολὺν ἀνελίττων αἰῶνα φέρεται ταῖς ὥραις ἐποχούμενος, τὴν δὲ ἐπανθοῦσαν ὥραν, ὅτι πᾶν εὔκαιρον τὸ ὡραῖον καὶ μόνος κάλλους δημιουργὸς ὁ καιρός, τὸ δὲ ἀπηνθηκὸς ἅπαν ἔξω τῆς καιροῦ φύσεως, τὴν δὲ κατὰ τοῦ μετώπου κόμην, ὅτι προσιόντος μὲν αὐτοῦ λαβέσθαι ῥᾴδιον, παρελθόντος δὲ ἡ τῶν πραγμάτων ἀκμὴ συνεξέρχεται καὶ οὐκ ἔστιν ὀλιγωρηθέντα λαβεῖν τὸν καιρόν. ΕΙΣ ΤΟ ΤΟΥ ΟΡΦΕΩΣ ΑΓΑΛΜΑ. ζ . ἐν τῷ Ἑλικῶνι, τέμενος δὲ τῶν Μουσῶν σκιερὸν ὁ χῶρος, παρὰ τοὺς Ὀλμειοῦ τοῦ ποταμοῦ ῥύακας καὶ τὴν ἰοειδέα Πηγάσου κρήνην Ὀρφέως ἄγαλμα τοῦ τῆς Καλλιόπης παρὰ τὰς Μούσας εἱστήκει ἰδεῖν μὲν κάλλιστον, ὁ γὰρ χαλκὸς τῇ τέχνῃ συναπέτικτε τὸ κάλλος τῇ τοῦ σώματος ἀγλαίᾳ τὸ μουσικὸν συνεπισημαίνων τῆς ψυχῆς, ἐκόσμει δὲ αὐτὸν τιάρα Περσικὴ χρυσῷ κατάστικτος ἀπὸ κορυφῆς εἰς ὕψος ἀνέχουσα, χιτὼν δὲ ἐξ ὤμων ἀπαγόμενος εἰς πόδας τελαμῶνι χρυσέῳ κατὰ τῶν στέρνων ἐσφίγγετο, κόμη δὲ οὕτως ἦν εὐανθὴς καὶ ζωτικὸν ἐπισημαίνουσα καὶ ἔμπνουν, ὡς ἀπατᾶν τὴν αἴσθησιν, ὅτι καὶ πρὸς τὰς ζεφύρου πνοὰς σειομένη δονεῖται. ἡ μὲν γὰρ ἐπαυχένιος κατὰ νώτου χυθεῖσα, ἡ δὲ ταῖς ὀφρύσιν ἄνωθεν δισχιδὴς ἐπιβαίνουσα καθαρὰς τῶν ὀμμάτων ἔφαινε τὰς βολάς, τὸ πέδιλον δὲ αὐτῷ ξανθοτάτῳ χρυσῷ κατήνθιστο καὶ πέπλος κατὰ νώτου ἄνετος εἰς σφυρὸν κατῄει, μετεχειρίζετο δὲ τὴν λύραν, ἡ δὲ ἰσαρίθμους ταῖς Μούσαις ἐξῆπτο τοὺς φθόγγους· ὁ γὰρ χαλκὸς καὶ νευρὰς ὑπεκρίνετο καὶ πρὸς τὴν ἑκάστου μίμησιν ἀλλαττόμενος πειθηνίως ὑπήγετο μικροῦ καὶ πρὸς αὐτὴν τὴν ἠχὴν τῶν φθόγγων φωνήεις γινόμενος. ὑπὸ δὲ τῶν ποδῶν τὴν βάσιν οὐκ οὐρανὸς ἦν τυπωθείς, οὐδὲ Πλειάδες τὸν αἰθέρα τέμνουσαι, οὐδὲ ἄρκτου περιστροφαὶ τῶν Ὠκεανοῦ λουτρῶν ἄμοιροι, ἀλλʼ ἦν πᾶν μὲν τὸ ὀρνίθων γένος πρὸς τὴν ᾠδὴν ἐξιστάμενον, πάντες δὲ οἱ ὄρειοι θῆρες, καὶ ὅσον ἐν θαλάττης μυχοῖς νέμεται, καὶ ἵππος ἐθέλγετο ἀντὶ χαλινοῦ τῷ μέλει κρατούμενος καὶ βοῦς ἀφεὶς τὰς νομὰς τῆς λυρῳδίας ἤκουε καὶ λεόντων ἡ ἄτεγκτος φύσις πρὸς τὴν ἁρμονίαν κατηυνάζετο. εἶδες ἂν καὶ ποταμοὺς τυποῦντα τὸν χαλκὸν ἐκ πηγῶν ἐπὶ τὰ μέλη ῥέοντας καὶ κῦμα θαλάσσης ἔρωτι τῆς ᾠδῆς ὑψούμενον καὶ πέτρας αἰσθήσει πληττομένας μουσικῆς καὶ πᾶσαν βλάστην ὥριον ἐξ ἠθῶν ἐπὶ τὴν μοῦσαν τὴν Ὀρφικὴν σπεύδουσαν, καὶ οὐδὲν μὲν ἦν τὸ ἠχοῦν, οὐδὲ τὴν ἁρμονίαν τὴν λυρῳδὸν ἐγεῖρον, ἡ τέχνη δὲ ἐν τοῖς ζῴοις τοῦ περὶ τὴν μουσικὴν ἔρωτος τὰ πάθη κατεμήνυε καὶ ἐν τῷ χαλκῷ τὰς ἡδονὰς ἐποίει φαίνεσθαι καὶ τὰ ἐπανθοῦντα τῇ αἰσθήσει τῶν ζῴων θελκτήρια ἀρρήτως ἐξέφαινεν. ΕΙΣ ΤΟ ΤΟΥ ΔΙΟΝΥΣΟΥ ΑΓΑΛΜΑ. η . Δαιδάλῳ μὲν ἐξῆν, εἰ δεῖ τῷ περὶ Κρήτην πιστεύειν θαύματι, κινούμενα μηχανᾶσθαι (τὰ) ποιήματα καὶ πρὸς ἀνθρωπίνην αἴσθησιν ἐκβιάζεσθαι τὸν χρυσόν, αἱ δὲ δὴ Πραξιτέλειοι χεῖρες ζωτικὰ διόλου κατεσκεύαζον τὰ τεχνήματα. ἄλσος ἦν καὶ Διόνυσος εἱστήκει ἠιθέου σχῆμα μιμούμενος οὕτω μὲν ἁπαλός, ὡς πρὸς σάρκα μεταρρυθμίζεσθαι τὸν χαλκόν, οὕτω δὲ ὑγρὸν καὶ κεχαλασμένον ἔχων τὸ σῶμα, ὡς ἐξ ἑτέρας ὕλης, ἀλλὰ μὴ χαλκοῦ πεφυκώς, ὃς χαλκὸς μὲν ὢν ἠρυθραίνετο, ζωῆς δὲ μετουσίαν οὐκ ἔχων ἐβούλετο (ζωῆς) τὴν ἰδέαν δεικνύναι, ἁψαμένῳ δέ σοι πρὸς τὴν ἀκμὴν ὑπεξανίστατο, καὶ ὄντως μὲν ἦν ὁ χαλκὸς στεγανός, ὑπὸ δὲ τῆς τέχνης μαλαττόμενος εἰς σάρκα ἀπεδίδρασκε τῆς χειρὸς τὴν αἴσθησιν. ἦν δὲ ἀνθηρός, ἁβρότητος γέμων, ἱμέρῳ ῥεόμενος, οἷον αὐτὸν Εὐριπίδης ἐν Βάκχαις εἰδοποιήσας ἐξέφηνε, κισσὸς δʼ αὐτὸν ἔστεφε περιθέων ἐν κύκλῳ. ὡς κισσὸς ἦν ὁ χαλκὸς εἰς κλῶνας καμπτόμενος καὶ τῶν βοστρύχων τοὺς ἑλικτῆρας ἐκ μετώπου κεχυμένους ἀναστέλλων, γέλωτος δὲ ἔμπλεως, ὃ δὴ καὶ παντὸς ἦν ἐπέκεινα θαύματος, ἡδονῆς ἀφιέναι τὴν ὕλην τεκμήρια καὶ τὴν παθῶν δήλωσιν ὑποκρίνεσθαι τὸν χαλκόν. νεβρὶς δὲ αὐτὸν ἔσκεπεν οὐχ οἵαν εἴωθεν ὁ Διόνυσος ἐξάπτεσθαι, ἀλλʼ εἰς τὴν τῆς δορᾶς μίμησιν ὁ χαλκὸς μετεβάλλετο, εἱστήκει δὲ τὴν λαιὰν ἐπερείδων τῷ θύρσῳ, ὁ δὲ θύρσος ἠπάτα τὴν αἴσθησιν καὶ ἐκ χαλκοῦ πεποιημένος χλοερόν τι καὶ τεθηλὸς ἀποστίλβειν ἐδοξάζετο πρὸς ταύτην ἀμειβόμενος τὴν ὕλην. ὄμμα δὲ ἦν πυρὶ διαυγές, μανικὸν ἰδεῖν, καὶ γὰρ τὸ βακχεύσιμον ὁ χαλκὸς ἐνεδείκνυτο καὶ ἐπιθειάζειν ἐδόκει, ὥσπερ, οἶμαι, τοῦ Πραξιτέλους καὶ τὸν βακχεῖον οἶστρον ἐγκαταμῖξαι δυνηθέντος. ΕΙΣ ΤΟ ΤΟΥ ΜΕΜΝΟΝΟΣ ΑΓΑΛΜΑ. θ . ἐθέλω σοι καὶ τὸ Μέμνονος ἀφηγήσασθαι θαῦμα, καὶ γὰρ ὄντως παράδοξος ἡ τέχνη καὶ κρείττων ἀνθρωπίνης χειρός. τοῦ Τιθωνοῦ Μέμνονος εἰκὼν ἦν ἐν Αἰθιοπίᾳ ἐκ λίθου πεποιημένη, οὐ μὴν ἐν τοῖς οἰκείοις ὅροις ἔμενε λίθος ὤν , οὐδὲ τὸ τῆς φύσεως σιγηλὸν ἠνείχετο, ἀλλὰ καὶ λίθος ὢν εἶχεν ἐξουσίαν φωνῆς· νῦν μὲν γὰρ ἀνίσχουσαν τὴν Ἡμέραν προσεφθέγγετο ἐπισημαίνων τῇ φωνῇ τὴν χαρὰν καὶ ἐπὶ ταῖς τῆς μητρὸς παρουσίαις φαιδρυνόμενος, νῦν δὲ ἀποκλινομένης εἰς νύκτα ἐλεεινόν τι καὶ ἀλγεινὸν ἔστενε πρὸς τὴν ἀπουσίαν ἀνιώμενος. ἠπόρει δὲ οὐδὲ δακρύων ὁ λίθος, ἀλλʼ εἶχεν ὑπηρετούμενα τῇ βουλήσει καὶ ταῦτα καὶ ἦν Μεμνόνειος ἡ εἰκὼν μόνῳ μὲν τοῦ ἀνθρωπίνου διαλλάττειν μοι ἐδόκει σώματι, ὑπὸ δὲ ψυχῆς τινὸς καὶ ὁμοίας προαιρέσεως ἀγομένη κατηυθύνετο. εἶχε γοῦν καὶ τὰ λυποῦντα ἐγκεκραμένα καὶ πάλιν ἡδονῆς αἴσθησις αὐτὸν κατελάμβανεν ὑπʼ ἀμφοτέρων τῶν παθῶν πληττόμενον, καὶ ἡ μὲν φύσις τὴν λίθων γένεσιν ἄφθογγον προήγαγε καὶ κωφὴν καὶ μήτε ὑπὸ λύπης ἐθέλουσαν διοικεῖσθαι μήτε εἰδυῖαν ἡσθῆναι, ἀλλὰ καὶ πάσαις τύχαις ἄτρωτον, ἐκείνῳ δὲ τῷ Μέμνονος λίθῳ καὶ ἡδονὴν παρέδωκεν ἡ τέχνη καὶ πέτραν ἀνέμιξεν ἄλγει καὶ μόνην ταύτην ἐπιστάμεθα τὴν τέχνην νοήματα τῷ λίθῳ καὶ φωνὴν ἐνθεῖσαν. ὁ μὲν γὰρ Δαίδαλος μέχρι μὲν κινήσεως ἐνεανιεύετο καὶ δύναμιν εἶχεν ἡ ἐκείνου τέχνη ἐξιστάναι τὰς ὕλας καὶ εἰς χορείαν κινεῖν, ἀμήχανον δὲ ἦν καὶ παντελῶς ἄπορον καὶ φωνῆς μέτοχα πραγματεύεσθαι τὰ ποιήματα, αἱ δὲ Αἰθιόπων χεῖρες πόρους τῶν ἀμηχάνων ἐξευροῦσαι καὶ τὴν ἀφθογγίαν ἐξενίκησαν τοῦ λίθου. ἐκείνῳ τῷ Μέμνονι καὶ τὴν Ἠχὼ λόγος ἀντηχεῖν, ὁπότε φθέγγοιτο, καὶ γοερὸν μὲν στενάζοντι γοερὸν ἀντιπέμπειν μέλος, εὐπαθοῦντι δὲ ἀνταποδιδόναι τὴν ἠχὴν ἀντίμιμον. ἐκεῖνο τὸ δημιούργημα καὶ τῇ Ἡμέρᾳ τὰς ἀνίας ἐκοίμιζε καὶ οὐκ εἴα μαστεύειν τὸν παῖδα, ὡς ἂν ἀντιτιθείσης αὐτῇ τῆς Αἰθιόπων τέχνης τὸν ἐκ τῆς εἱμαρμένης ἀφανισθέντα Μέμνονα. ΕΙΣ ΤΟ ΑΣΚΛΗΠΙΟΥ ΑΓΑΛΜΑ. ι . εἶτα τὸ μὲν Ἀργῷον σκάφος ἔμφωνον γενέσθαι πειθόμεθα τὸ ὑπὸ τῶν τῆς Ἀθηνᾶς τεχνηθὲν χειρῶν, ὃ καὶ τὴν ἐν ἄστροις ἐκληρούχει τύχην, ἄγαλμα δὲ οὐ πιστεύσομεν, εἰς ὃ τὰς δυνάμεις Ἀσκληπιὸς ἀνίησι τὸν προνοητικὸν ἐπεισάγων νοῦν, ἐπὶ τὴν ἑαυτοῦ κοινωνίαν τοῦ ἐνοικοῦντος τὴν δύναμιν τρέπειν, ἀλλʼ εἰς μὲν ἀνθρώπινα σώματα κατάγεσθαι τὸ θεῖον δώσομεν, ἔνθα καὶ μιανθείη ἂν παθήμασιν, οὐ πιστεύσομεν δέ, εἰ, ᾧ μηδὲν ἔγγονον κακίας, παραπέφυκεν; ἐμοὶ μὲν οὖν οὐ τύπος εἶναι δοκεῖ τὸ ὁρώμενον, ἀλλὰ τῆς ἀληθείας πλάσμα. ἰδοὺ γάρ, ὡς οὐκ ἀνηθοποίητος ἡ τέχνη, ἀλλʼ ἐνεικονισμένη τὸν θεὸν εἰς αὐτὸν ἐξίσταται. ὕλη μὲν οὖσα θεοειδὲς ἀναπέμπει νόημα, δημιούργημα δὲ χειρὸς τυγχάνουσα, ἃ μὴ δημιουργίαις ἔξεστι, πράττει τεκμήρια ψυχῆς ἀρρήτως ἀποτίκτουσα. πρόσωπον δέ σοι θεασαμένῳ δουλοῦται τὴν αἴσθησιν, οὐ γὰρ εἰς κάλλος ἐπίθετον ἐσχημάτισται, ἀλλὰ πάναγνον καὶ ἵλεων ἀνακινῶν ὄμμα βάθος ἄφατον ὑπαστράπτει σεμνότητος αἰδοῖ μιγείσης. πλοκάμων δὲ ἕλικες ῥεόμενοι χάρισιν οἱ μὲν εἰς νῶτα τεθηλότες ἄφετοι κέχυνται, οἱ δὲ ὑπὲρ μετώπου πρὸς τὰς ὀφρῦς ἐπιβαίνοντες τοῖς ὄμμασιν εἱλοῦνται. οἷον δὲ ἐκ ζωτικῆς αἰτίας καὶ αὐτοὶ καταρδόμενοι εἰς τὴν τῶν βοστρύχων καμπὴν συνελίττονται τῷ νόμῳ τῆς τέχνης μὴ πειθομένης τῆς ὕλης, ἀλλὰ νοούσης, ὅτι σχηματίζει θεὸν καὶ δεῖ δυναστεύειν. τῶν δὲ γινομένων εἰωθότων φθείρεσθαι ἡ τοῦ ἀγάλματος ἰδέα ἅτε δὴ τῆς ὑγείας τὴν οὐσίαν ἐν ἑαυτῇ φέρουσα ἀκμὴν ἀνώλεθρον ἐπικτωμένη θάλλει. ἡμεῖς μὲν δή σοι καὶ λόγων, ὦ Παιάν, νεαρῶν καὶ μνήμης ἐγγόνων ἀπηρξάμεθα· κελεύεις γάρ, οἶμαι· πρόθυμοι δέ σοι καὶ τὸν νόμον ᾅδειν, εἰ νέμοις ὑγείαν.