ΕΙΣ ΤΟ ΤΟΥ ΕΡΩΤΟΣ ΑΓΑΛΜΑ. γ . καὶ ἕτερα ἱερὰ τέχνης οἱ λόγοι προφητεῦσαι βούλονται. οὐ γάρ μοι θεμιτὸν μὴ καλεῖν ἱερὰ τὰ τῆς τέχνης γεννήματα· Ἔρως ἦν, Πραξιτέλους τέχνημα, ὁ Ἔρως αὐτός, παῖς ἀνθηρὸς καὶ νέος πτέρυγας ἔχων καὶ τόξα. χαλκὸς δὲ αὐτὸν ἐτύπου, καὶ ὡς ἂν Ἔρωτα τυπῶν τύραννον θεὸν καὶ μέγαν καὶ αὐτὸς ἐδυναστεύετο, οὐ γὰρ ἠνείχετο χαλκὸς εἶναι τὰ πάντα, ἀλλʼ ὅσος ἦν, Ἔρως ἐγίνετο· εἶδες ἂν τὸν χαλκὸν θρυπτόμενον καὶ εἰς εὐσαρκίαν ἀμηχάνως χλιδῶντα καί, ὡς βραχέως εἰπεῖν, τὰ ἀναγκαῖα πληροῦν ἑαυτῇ τὴν τέχνην ἀρκοῦσαν. ὑγρὸς μὲν ἦν ἀμοιρῶν μαλακότητος, χαλκῷ δὲ ἔχων συνῳδὸν τὴν χρόαν εὐανθὴς ἑωρᾶτο, τῶν δὲ κινήσεως ἔργων ἐστερημένος ἕτοιμος ἦν δεῖξαι κίνησιν, εἰς μὲν γὰρ ἕδραν στάσιμον ἵδρυτο, ἠπάτα δὲ ὡς καὶ τῆς μετεώρου κυριεύων φορᾶς. ἐγαυροῦτο δὲ εἰς γέλωτα, ἔμπυρόν τι καὶ μείλιχον ἐξ ὀμμάτων διαυγάζων, καὶ ἦν ἰδεῖν ὑπακούοντα τῷ πάθει τὸν χαλκὸν καὶ δεχόμενον εὐκόλως τὴν γέλωτος μίμησιν. ἵδρυτο δὲ εἰς μὲν τὴν κορυφὴν τὸν δεξιὸν ἐπικάμπτων καρπόν, τῇ δὲ ἑτέρᾳ μετεωρίζων τὸ τόξον καὶ τὴν τῆς βάσεως ἰσορροπίαν ἐπικλίνων ἐπὶ τὰ λαιά, τὴν γὰρ τῆς ἀριστερᾶς λαγόνος ἔκστασιν ἀνίστη πρὸς τὴν εὐμαρότητα τοῦ χαλκοῦ τὸ στεγανὸν ἐκκλάσας. πλόκαμοι δὲ αὐτοῦ τὴν κεφαλὴν ἐσκίαζον ἀνθηροὶ καὶ ἔνουλοι νεοτήσιον ὑπολάμποντες ἄνθος. καὶ ἦν θαυμαστὸς οἷος ὁ χαλκός· ἰδόντι μὲν γὰρ ἔρευθος ἀπέστιλβεν ἐξ ἄκρων βοστρύχων αἰρόμενον, ἁψαμένῳ δὲ ἡ θρὶξ ὑπεξανίστατο μαλθακιζομένη πρὸς τὴν αἴσθησιν. ἐμοὶ μὲν δὴ θεασαμένῳ τὴν τέχνην ἐπῄει πιστεύειν, ὅτι καὶ χορὸν ἤσκησε κινούμενον Δαίδαλος καὶ χρυσῷ παρεῖχεν αἰσθήσεις, ὅπου καὶ Πραξιτέλης εἰς τὴν εἰκόνα τοῦ Ἔρωτος ἐνέθηκε μικροῦ καὶ νοήματα καὶ πτέρυγι τὸν ἀέρα τέμνειν ἐμηχανήσατο. ΕΙΣ ΙΝΔΟΥ ΑΓΑΛΜΑ. δ . παρὰ κρήνην Ἰνδὸς εἱστήκει ἀνάθημα ταῖς Νύμφαις ἱδρυθείς, ἦν δὲ ὁ Ἰνδὸς λίθος μελαινόμενος καὶ πρὸς τὴν ἐκ φύσεως τοῦ γένους αὐτομολῶν χρόαν, εἶχε δὲ εὐθαλῆ μὲν καὶ οὔλην τὴν χαίτην οὐκ ἀκράτῳ τῷ μέλανι λάμπουσαν, ἀλλʼ ἐκ τῶν ἄκρων πρὸς κόχλου Τυρίας ἄνθος ἐρίζουσαν. οἷον γὰρ εὐπαθοῦσα καὶ νοτιζομένη ταῖς προσοίκοις Νύμφαις ἡ θρὶξ ἐκ ῥιζῶν ἀνιοῦσα μελαντέρα πρὸς τοῖς ἄκροις ἐπόρφυρεν. ὀφθαλμοί γε μὴν οὐ συνῇδον τῷ λίθῳ, κατὰ γὰρ τὰς τῶν ὀμμάτων κόρας περιέθει λευκότης κατʼ ἐκεῖνο τὸ μέρος τῆς πέτρας μεταπιπτούσης εἰς τὸ λευκότερον, καθʼ ὃ καὶ τῆς τοῦ Ἰνδοῦ φύσεως ἡ χρόα λευκαίνεται. μέθη δὲ αὐτὸν ἐξίστη καὶ τὸ μεμεθυσμένον οὐ κατεμήνυεν ἡ τοῦ λίθου χρόα, οὐ γὰρ ἦν αὐτῷ μηχάνημα τὰς παρειὰς φοινῖξαι σκέποντος τοῦ μέλανος τὴν μέθην, ἐκ δὲ τοῦ σχήματος κατηγόρει τὸ πάθος, παράφορός τε γὰρ καὶ κωμάζων εἱστήκει οὐ δυνάμενος ἐρείδειν τὼ πόδε, ἀλλʼ ὑπότρομός τε καὶ εἰς τὴν ἰγνὺν ὀκλάζων. ὁ δὲ λίθος ὑπὸ τοῦ πάθους ἐῴκει πληγέντι καὶ οἱονεὶ σπαίρειν τὸν ἀπὸ τῆς μέθης ἐμφανίζων σεισμόν. εἶχε δὲ ἁβρὸν οὐδὲν τοῦ Ἰνδοῦ τὸ εἴδωλον, οὐδʼ εἰς τὴν κατὰ χρόαν ἐξήσκητο χάριν, ἀλλʼ εἰς μόνην τῶν μελῶν συμβολὴν διήρθρωτο. ἀσκεπὴς δὲ ἦν καὶ γυμνὸς ὡς ἂν τῶν Ἰνδικῶν σωμάτων πρὸς τὸ τῆς ἀκμῆς φλογῶδες εἰωθότων ἀπανδρίζεσθαι.