ΕΙΣ ΤΟ ΤΗΣ ΜΗΔΕΙΑΣ ΑΓΑΛΜΑ. ιγ . εἶδον καὶ τὴν πολυθρύλλητον ἐν ὅροις Μακεδόνων Μήδειαν. λίθος ἦν μηνύων τὸ τῆς ψυχῆς εἶδος ἀπομαξαμένης εἰς αὐτὴν τῆς τέχνης τὰ συμπληροῦντα τὴν ψυχήν, καὶ γὰρ λογισμοῦ κατηγόρει τὸ δήλωμα καὶ θυμὸς ὑπανίστατο καὶ πρὸς λύπης διάθεσιν μετέβαινεν ἡ εἰκὼν καὶ ὡς βραχέως εἰπεῖν, ἐξήγησις τοῦ περὶ αὐτὴν δράματος ἦν τὸ ὁρώμενον· ὁ μὲν γὰρ λογισμὸς ὑπὲρ τὴν πρᾶξιν ἐδήλου τῆς γυναικὸς τὰ βουλεύματα, ὁ δὲ θυμὸς τῇ ῥύμῃ τῆς ὀργῆς παραγραφόμενος τὴν φύσιν πρὸς τὸ ἔργον ἤγειρε τὴν ἐπὶ τὸν ψόγον ὁρμὴν εἰσηγούμενος, ἡ λύπη δὲ τὸν ἐπὶ τοῖς παισὶν ἐπεσήμαινεν οἶκτον εἰς τὴν μητρῴαν σύνεσιν ἀρρώστως ἐκ τοῦ θυμοῦ τὴν λίθον ἕλκουσα. οὐ γὰρ ἄτεγκτος, οὐδὲ θηριώδης ἡ εἰκών, ἀλλʼ εἰς θυμοῦ καὶ ἀνίας ἔνδειξιν διῃρεῖτο ὑπηρετουμένη τοῖς τῆς γυναικείας φύσεως βουλεύμασιν. εἰκὸς γὰρ ἦν μετὰ τὸν χόλον καθαρεύουσαν τοῦ θυμοῦ ἐπιστρέφεσθαι πρὸς οἶκτον καὶ εἰς ἔννοιαν ἐρχομένην τοῦ κακοῦ τὴν ψυχὴν οἰκτίζεσθαι. ταῦτα μετὰ τοῦ σώματος τὰ πάθη ἡ εἰκὼν ἐμιμεῖτο καὶ ἦν ἰδεῖν τὴν λίθον ὁτὲ μὲν φέρουσαν τὸν θυμὸν ἐν ὄμμασιν, ὁτὲ δὲ σκυθρωπὸν ὁρῶσαν καὶ μαλαττομένην εἰς στυγνότητα, ὥσπερ ἄντικρυς τοῦ τεχνησαμένου τὴν ἀφορμὴν εἰς τῆς Εὐριπίδου δραματοποιίας πλήσαντος τὴν μίμησιν, ἐν ᾗ καὶ βουλεύεται συνανακινοῦσα καὶ σύνεσιν ἔμφρονα καὶ εἰς θυμὸν ἀγριαίνει τὸ ἦθος τοὺς πεπηγότας τῇ φύσει πρὸς τὰ ἔκγονα τῆς φιλογονίας ὅρους ἐκβάλλουσα καὶ παιδικῶν λόγων μετὰ τὴν ἄνομον σφαγὴν ἅπτεται. ἦν δὲ αὐτῇ καὶ ξιφηφόρος ἡ χεὶρ διακονεῖν ἑτοίμη τῷ θυμῷ ἐπὶ τὸ μίασμα σπευδούσῃ καὶ ἠμελημένη θρὶξ τὸ αὐχμηρὸν ἐπισημαίνουσα καὶ στολή τις πένθιμος ἀκόλουθος τῇ ψυχῇ. ΕΙΣ ΤΗΝ ΤΟΥ ΑΘΑΜΑΝΤΟΣ ΕΙΚΟΝΑ. ιδ . εἰκὼν ἦν ἐπὶ ταῖς Σκυθικαῖς ἠιόσιν οὐκ εἰς ἐπίδειξιν (μόνον), ἀλλὰ καὶ ἀγωνίαν τῶν τῆς γραφικῆς καλῶν οὐκ ἀμούσως ἐξησκημένη. ἐκτετύπωτο δὲ κατʼ αὐτὴν Ἀθάμας μανίαις οἰστρούμενος. ἦν δʼ ἰδεῖν γυμνός, αἵματι φοινίσσων τὴν κόμην, ἠνεμωμένος τὴν τρίχα, παράφορος τὸ ὄμμα, ἐκπληξίας γέμων καὶ ὥπλιστο δὲ οὐ μανίαις μόνον εἰς τόλμαν, οὐδὲ τοῖς ἐξ Ἐρινύων δείμασι θυμοφθόροις ἠγρίωτο, ἀλλὰ καὶ σίδηρος τῆς χειρὸς προεβέβλητο ἐκθέοντι παραπλήσιος. ἡ μὲν γὰρ εἰκὼν ὄντως ἦν ἀκίνητος, ἐδόκει δὲ οὐ τηρεῖν τὸ στάσιμον, ἀλλὰ δόξῃ τῆς κινήσεως τοὺς θεατὰς ἐξίστη ὑπὸ τοῦ φόβου χλωρόν τι καὶ τεθνηκὸς ὁρῶσα, παρῆν δὲ ἡ Ἰνὼ περιδεής, ὑπότρομος, ἐνηγκάλιστο δὲ καὶ παῖδα νήπιον καὶ τὴν θηλὴν τοῖς χείλεσιν αὐτοῦ προσῆγε τὰς τροφίμους ἐπιστάζουσα πηγὰς τοῖς τροφίμοις. ἠπείγετο δὲ ἡ εἰκὼν ἐπὶ τὴν ἄκραν τοῦ Σκείρωνος καὶ τὴν θάλασσαν τὴν ὑπόρειον, τὸ δὲ ῥόθιον πρὸς ὑποδοχὴν ἐκολποῦτο κυμαίνειν εἰωθός, καὶ Ζεφύρου τι κατεῖχε τὸ σῶμα λιγυρῷ πνεύματι τὴν θάλασσαν κατευνάζοντος, ὁ γὰρ δὴ κηρὸς ἐφάνταζε τὴν αἴσθησιν, ὡς καὶ πνοὴν δημιουργεῖν ἐπιστάμενος καὶ ἀνακοντίζειν θαλασσίους αὔρας καὶ εἰς ἔργα φύσεως ἐπάγειν τὴν μίμησιν. παρεσκίρτων δὲ καὶ ἐνάλιοι δελφῖνες τὸ ῥόθιον ἐν τῇ γραφῇ τέμνοντες καὶ ὁ κηρὸς ἐδόκει διαπνέεσθαι καὶ πρὸς τὸ τῆς θαλάσσης νοτίζεσθαι μίμημα πρὸς αὐτὴν τὴν οὐσίαν ἐξαλλαττόμενος. ἔν γε μὴν τοῖς τοῦ πίνακος τέρμασιν Ἀμφιτρίτη τις ἐκ βυθῶν ἀνέβη ἄγριόν τι καὶ φρικῶδες ὁρῶσα καὶ γλαυκόν τι σέλας ἐκ τῶν ὀμμάτων μαρμαίρουσα, Νηρηίδες δὲ περὶ αὐτὴν εἱστήκεσαν, ἁπαλαὶ δὲ ἦσαν αὗται καὶ ἀνθηραὶ προσιδεῖν καὶ ἀφροδίσιον ἵμερον ἐξ ὀμμάτων στάζουσαι, ὑπὲρ δὲ ἄκρων τῶν θαλασσίων κυμάτων ἑλίσσουσαι τὴν χορείαν ἔπληττον. περὶ δὲ αὐτὰς Ὠκεανὸς βἁθυδίνησʼ ἐκέχυτο μικροῦ τῆς τοῦ ποταμοῦ κινήσεως καὶ κυμαίνειν διδαχθείσης.