ΕΙΣ ΤΟ ΤΟΥ ΗΙΘΕΟΥ ΑΓΑΛΜΑ. ια . τεθέασαι τὸν ἠίθεον ἐπʼ ἀκροπόλει, ὃν Πραξιτέλης ἵδρυσεν, ἢ δεῖ σοι τῆς τέχνης παραστῆσαι τὸ πρᾶγμα; παῖς ἦν ἁπαλός τις καὶ νέος πρὸς τὸ μαλθακόν τε καὶ νεοτήσιον τῆς τέχνης τὸν χαλκὸν μαλαττούσης, χλιδῆς δὲ ἦν καὶ ἱμέρου μεστὸς καὶ τὸ τῆς ἥβης ἔφαινεν ἄνθος, πάντα δὲ ἦν ἰδεῖν πρὸς τὴν τῆς τέχνης βούλησιν ἀμειβόμενα· καὶ γὰρ ἁπαλὸς ἦν μαχομένην τῇ ἁπαλότητι τὴν οὐσίαν ἔχων καὶ πρὸς τὸ ὑγρὸν ἤγετο ἐστερημένος ὑγρότητος καὶ ὅλος ἐξέβαινε τῆς αὑτοῦ φύσεως ὁ χαλκὸς τοὺς ὅρους εἰς τὸν ἀληθῆ τύπον μεθιστάμενος. ἄμοιρος δὲ ὢν πνεύματος καὶ τὸ ἔμπνουν ὑπεδύετο, ἃ γὰρ μὴ παρέλαβεν ὕλη, μηδὲ εἶχεν ἔμφυτα, τούτων ἡ τέχνη τὴν ἐξουσίαν ἐπορίζετο. ἐκοινοῦτο δὲ τὰς παρειὰς ἐρυθήματι, ὃ δὴ καὶ παράδοξον ἦν, χαλκοῦ τικτόμενον ἔρευθος, καὶ παιδικῆς ἦν ἡλικίας ἄνθος ἐκλάμπον, κόμη δὲ εἶχεν ἕλικας ταῖς ὀφρύσιν ἐπιβαίνοντας. ὁ δὲ τῷ τελαμῶνι καταστέφων τὴν κόμην καὶ ἐκ τῶν ὀφρύων ἀπωθούμενος τῷ διαδήματι τὰς τρίχας, γυμνὸν πλοκάμων ἐτήρει τὸ μέτωπον. ὡς δὲ καὶ κατὰ μέρος ἐξητάζομεν τὴν τέχνην καὶ τὰ ἐν αὐτῇ δαιδάλματα, ἀφασίᾳ πληγέντες εἱστήκειμεν, ὅ τε γὰρ χαλκὸς εὐτραφῆ καὶ λιπῶσαν ἐπεδείκνυτο τὴν σάρκα καὶ πρὸς τὴν τῆς τριχὸς κίνησιν μεθηρμόζετο, ὁτὲ μὲν βοστρύχων οὔλων πλοκαῖς συνεξελιττόμενος, ὁτὲ δʼ ἐθελούσῃ τῇ τριχὶ ἐκτάδην κατὰ νώτου χυθῆναι συναπλούμενος, καὶ ὅτε μὲν ἐθέλοι τὸ πλάσμα καμφθῆναι, καὶ πρὸς τὴν καμπὴν ἀνιέμενος, ὁτὲ δὲ ἐπιτεῖναι τὰ μέλη πρὸς τὸ σύντονον μεθιστάμενος. ὄμμα δὲ ἱμερῶδες ἦν αἰδοῖ συμμιγὲς ἀφροδισίας γέμον χάριτος, καὶ γὰρ ᾔδει ζηλοῦν ὁ χαλκὸς τὸ ἐράσμιον καὶ ὑπήκουεν ἐθέλοντι τῷ εἰδώλῳ γαυροῦσθαι. ἀκίνητος δὲ ὢν οὗτος ὁ ἔφηβος ἔδοξεν ἄν σοι κινήσεως μετέχειν καὶ εἰς χορείαν εὐτρεπίζεσθαι. ΕΙΣ ΤΟ ΚΕΝΤΑΥΡΟΥ ΑΓΑΛΜΑ. ιβ . εῖς ἱερὸν εἰσιὼν σεμνόν τι καὶ μέγα, ὃ τὴν καλλίστην εἰκασίαν εἰς ἑαυτὸ μεθίστη, ἐν τοῖς προπυλαίοις τοῦ νεὼ ἱδρυμένον θεῶμαι κένταυρον οὐκ ἀνδρὶ κατὰ τὴν Ὁμήρειον εἰκόνα, ἀλλὰ ῥίῳ παραπλήσιον ὑλήεντι. ἄνθρωπος ἦν ἄχρι λαγόνος κατιὼν ὁ κένταυρος ἐς ἵππου βάσιν τετρασκελῆ λήγων, τὸν γὰρ ἵππον καὶ τὸν ἄνθρωπον ἡ φύσις ἐξ ἡμισείας τεμοῦσα εἰς ἓν σῶμα συνήρμοσε τὰ μὲν ἀποκρίνασα τῶν μελῶν, τὰ δὲ ἀλλήλοις τεχνησαμένη σύμφωνα· τῆς μὲν γὰρ ἀνθρωπίνης ὅσον ἀπʼ ἰξύος εἰς ἄκραν ὑποφέρεται τὴν βάσιν, ἀφεῖλε, τοῦ δὲ ἱππείου σώματος, ὅσον εἰς ὀμφαλὸν καταβαίνει, τεμοῦσα τῷ ἀνθρωπείῳ συνῆγε τύπῳ, ὡς τὸν μὲν ἵππον τὴν κεφαλὴν ποθεῖν καὶ τοὺς αὐχενίους τένοντας, καὶ ὅσον εἰς τὸ νῶτον καταβαῖνον εὐρύνεται, τὸν δὲ ἄνθρωπον τὸν ἀπὸ ὀμφαλοῦ μέχρι τῆς βάσεως στηριγμὸν ζητεῖν. τοιούτου δὲ ὄντος τοῦ σώματος εἶδες ἂν καὶ θυμὸν ἐπιπολεύοντα τῷ τεχνήματι καὶ ἠγριωμένον τὸ σῶμα καὶ τῷ προσώπῳ τὸ θηριῶδες ἐπανθοῦν καὶ τὸ τῆς τριχὸς κάλλιστα ὑποκρινομένην τὴν πέτραν καὶ πάντα πρὸς τὸν ἀληθῆ τύπον σπεύδοντα. ΕΙΣ ΤΟ ΤΗΣ ΜΗΔΕΙΑΣ ΑΓΑΛΜΑ. ιγ . εἶδον καὶ τὴν πολυθρύλλητον ἐν ὅροις Μακεδόνων Μήδειαν. λίθος ἦν μηνύων τὸ τῆς ψυχῆς εἶδος ἀπομαξαμένης εἰς αὐτὴν τῆς τέχνης τὰ συμπληροῦντα τὴν ψυχήν, καὶ γὰρ λογισμοῦ κατηγόρει τὸ δήλωμα καὶ θυμὸς ὑπανίστατο καὶ πρὸς λύπης διάθεσιν μετέβαινεν ἡ εἰκὼν καὶ ὡς βραχέως εἰπεῖν, ἐξήγησις τοῦ περὶ αὐτὴν δράματος ἦν τὸ ὁρώμενον· ὁ μὲν γὰρ λογισμὸς ὑπὲρ τὴν πρᾶξιν ἐδήλου τῆς γυναικὸς τὰ βουλεύματα, ὁ δὲ θυμὸς τῇ ῥύμῃ τῆς ὀργῆς παραγραφόμενος τὴν φύσιν πρὸς τὸ ἔργον ἤγειρε τὴν ἐπὶ τὸν ψόγον ὁρμὴν εἰσηγούμενος, ἡ λύπη δὲ τὸν ἐπὶ τοῖς παισὶν ἐπεσήμαινεν οἶκτον εἰς τὴν μητρῴαν σύνεσιν ἀρρώστως ἐκ τοῦ θυμοῦ τὴν λίθον ἕλκουσα. οὐ γὰρ ἄτεγκτος, οὐδὲ θηριώδης ἡ εἰκών, ἀλλʼ εἰς θυμοῦ καὶ ἀνίας ἔνδειξιν διῃρεῖτο ὑπηρετουμένη τοῖς τῆς γυναικείας φύσεως βουλεύμασιν. εἰκὸς γὰρ ἦν μετὰ τὸν χόλον καθαρεύουσαν τοῦ θυμοῦ ἐπιστρέφεσθαι πρὸς οἶκτον καὶ εἰς ἔννοιαν ἐρχομένην τοῦ κακοῦ τὴν ψυχὴν οἰκτίζεσθαι. ταῦτα μετὰ τοῦ σώματος τὰ πάθη ἡ εἰκὼν ἐμιμεῖτο καὶ ἦν ἰδεῖν τὴν λίθον ὁτὲ μὲν φέρουσαν τὸν θυμὸν ἐν ὄμμασιν, ὁτὲ δὲ σκυθρωπὸν ὁρῶσαν καὶ μαλαττομένην εἰς στυγνότητα, ὥσπερ ἄντικρυς τοῦ τεχνησαμένου τὴν ἀφορμὴν εἰς τῆς Εὐριπίδου δραματοποιίας πλήσαντος τὴν μίμησιν, ἐν ᾗ καὶ βουλεύεται συνανακινοῦσα καὶ σύνεσιν ἔμφρονα καὶ εἰς θυμὸν ἀγριαίνει τὸ ἦθος τοὺς πεπηγότας τῇ φύσει πρὸς τὰ ἔκγονα τῆς φιλογονίας ὅρους ἐκβάλλουσα καὶ παιδικῶν λόγων μετὰ τὴν ἄνομον σφαγὴν ἅπτεται. ἦν δὲ αὐτῇ καὶ ξιφηφόρος ἡ χεὶρ διακονεῖν ἑτοίμη τῷ θυμῷ ἐπὶ τὸ μίασμα σπευδούσῃ καὶ ἠμελημένη θρὶξ τὸ αὐχμηρὸν ἐπισημαίνουσα καὶ στολή τις πένθιμος ἀκόλουθος τῇ ψυχῇ. ΕΙΣ ΤΗΝ ΤΟΥ ΑΘΑΜΑΝΤΟΣ ΕΙΚΟΝΑ. ιδ . εἰκὼν ἦν ἐπὶ ταῖς Σκυθικαῖς ἠιόσιν οὐκ εἰς ἐπίδειξιν (μόνον), ἀλλὰ καὶ ἀγωνίαν τῶν τῆς γραφικῆς καλῶν οὐκ ἀμούσως ἐξησκημένη. ἐκτετύπωτο δὲ κατʼ αὐτὴν Ἀθάμας μανίαις οἰστρούμενος. ἦν δʼ ἰδεῖν γυμνός, αἵματι φοινίσσων τὴν κόμην, ἠνεμωμένος τὴν τρίχα, παράφορος τὸ ὄμμα, ἐκπληξίας γέμων καὶ ὥπλιστο δὲ οὐ μανίαις μόνον εἰς τόλμαν, οὐδὲ τοῖς ἐξ Ἐρινύων δείμασι θυμοφθόροις ἠγρίωτο, ἀλλὰ καὶ σίδηρος τῆς χειρὸς προεβέβλητο ἐκθέοντι παραπλήσιος. ἡ μὲν γὰρ εἰκὼν ὄντως ἦν ἀκίνητος, ἐδόκει δὲ οὐ τηρεῖν τὸ στάσιμον, ἀλλὰ δόξῃ τῆς κινήσεως τοὺς θεατὰς ἐξίστη ὑπὸ τοῦ φόβου χλωρόν τι καὶ τεθνηκὸς ὁρῶσα, παρῆν δὲ ἡ Ἰνὼ περιδεής, ὑπότρομος, ἐνηγκάλιστο δὲ καὶ παῖδα νήπιον καὶ τὴν θηλὴν τοῖς χείλεσιν αὐτοῦ προσῆγε τὰς τροφίμους ἐπιστάζουσα πηγὰς τοῖς τροφίμοις. ἠπείγετο δὲ ἡ εἰκὼν ἐπὶ τὴν ἄκραν τοῦ Σκείρωνος καὶ τὴν θάλασσαν τὴν ὑπόρειον, τὸ δὲ ῥόθιον πρὸς ὑποδοχὴν ἐκολποῦτο κυμαίνειν εἰωθός, καὶ Ζεφύρου τι κατεῖχε τὸ σῶμα λιγυρῷ πνεύματι τὴν θάλασσαν κατευνάζοντος, ὁ γὰρ δὴ κηρὸς ἐφάνταζε τὴν αἴσθησιν, ὡς καὶ πνοὴν δημιουργεῖν ἐπιστάμενος καὶ ἀνακοντίζειν θαλασσίους αὔρας καὶ εἰς ἔργα φύσεως ἐπάγειν τὴν μίμησιν. παρεσκίρτων δὲ καὶ ἐνάλιοι δελφῖνες τὸ ῥόθιον ἐν τῇ γραφῇ τέμνοντες καὶ ὁ κηρὸς ἐδόκει διαπνέεσθαι καὶ πρὸς τὸ τῆς θαλάσσης νοτίζεσθαι μίμημα πρὸς αὐτὴν τὴν οὐσίαν ἐξαλλαττόμενος. ἔν γε μὴν τοῖς τοῦ πίνακος τέρμασιν Ἀμφιτρίτη τις ἐκ βυθῶν ἀνέβη ἄγριόν τι καὶ φρικῶδες ὁρῶσα καὶ γλαυκόν τι σέλας ἐκ τῶν ὀμμάτων μαρμαίρουσα, Νηρηίδες δὲ περὶ αὐτὴν εἱστήκεσαν, ἁπαλαὶ δὲ ἦσαν αὗται καὶ ἀνθηραὶ προσιδεῖν καὶ ἀφροδίσιον ἵμερον ἐξ ὀμμάτων στάζουσαι, ὑπὲρ δὲ ἄκρων τῶν θαλασσίων κυμάτων ἑλίσσουσαι τὴν χορείαν ἔπληττον. περὶ δὲ αὐτὰς Ὠκεανὸς βἁθυδίνησʼ ἐκέχυτο μικροῦ τῆς τοῦ ποταμοῦ κινήσεως καὶ κυμαίνειν διδαχθείσης.