ΕΙΣ ΣΑΤΥΡΟΝ. α . ἄντρον ἦν περὶ Θήβας τὰς Αἰγυπτίας προσεικασμένον σύριγγι εἰς ἕλικας αὐτοφυῶς ἐν κύκλῳ περὶ τοὺς τῆς γῆς ἑλιττόμενον πυθμένας. οὐ γὰρ ἐπʼ εὐθείας ἀνοιγόμενον εἰς εὐθυπόρους αὐλῶνας ἐσχίζετο, ἀλλὰ τὴν ὑπώρειον περιτρέχον καμπὴν ὑπογείους ἕλικας ἐξέτεινεν εἰς δυσεύρετον πλάνην ἐκπῖπτον. ἵδρυτο δὲ ἐν αὐτῷ Σατύρου τι σχῆμα τεχνηθὲν ἐκ λίθου. εἱστήκει μὲν ἐπί τινος κρηπῖδος εἰς χορείαν εὐτρεπίζων τὸ σχῆμα καὶ τῆς δεξιᾶς βάσεως τὸν ταρσὸν ὄπισθεν ἐξαίρων, μετεχειρίζετο δὲ καὶ αὐλὸν καὶ πρὸς τὴν ἠχὴν πρῶτος ἐξανίστατο· τῇ μὲν γὰρ ἀκοῇ μέλος οὐ προσῆπτεν αὐλοῦντος, οὐδὲ ἦν ὁ αὐλὸς ἔμφωνος, τὸ δὲ τῶν αὐλούντων πάθος διὰ τῆς τέχνης εἰς τὴν πέτραν εἰσῆκτο. εἶδες ἂν ὑπανισταμένας καὶ φλέβας ὡς ἂν ἔκ τινος γεμιζομένας πνεύματος καὶ εἰς τὴν ἐπήχησιν τοῦ αὐλοῦ τὴν πνοὴν ἐκ στέρνων τὸν Σάτυρον ἀνασπῶντα καὶ ἐνεργεῖν ἐθέλον τὸ εἴδωλον καὶ εἰς ἀγωνίαν τὸν λίθον πίπτοντα. εἶναι γὰρ ἔπειθε καὶ πνοῆς ἐξουσίαν ἐν ἑαυτῷ ἔμφυτον καὶ ἄσθματος ἔνδειξιν ἐξευρομένην οἴκοθεν ἐκ τῶν ἀμηχάνων πόρον. οὐκ ἦν δὲ ἁβρότητος μετέχον τὸ σῶμα, ἀλλʼ ἡ τῶν μελῶν στερρότης τὴν ὥραν ἔκλεπτεν εἰς ἄρθρων συμμετρίαν ἀνδρικῶν τὴν ἰδέαν τραχύνουσα. καλῆς μὲν γὰρ κόρης χρῶτες μαλθακοὶ καὶ πρόσφοροι καὶ μέλη θρυπτόμενα, Σατύρου δὲ αὐχμηρὸν τὸ εἶδος ὡς ἂν ὀρείου δαίμονος καὶ Διονύσῳ σκιρτῶντος. κισσὸς δὲ αὐτὸν ἐστεφάνου οὐκ ἐκ λειμῶνος δρεψαμένης τὸν καρπὸν τῆς τέχνης, ἀλλʼ ὁ λίθος ἀπὸ στερρότητος εἰς κλῶνας χυθεὶς περιέθει τὴν κόμην εἰς συμβολὴν ἐπὶ τοὺς αὐχενίους τένοντας ἐκ μετώπων προσέρπων. παρειστήκει δὲ ὁ Πὰν γανύμενος τῇ αὐλητικῇ καὶ ἐνηγκαλισμένος τὴν Ἠχώ, ὥσπερ, οἶμαι, δεδιώς, μή τινα φθόγγον ἔμμουσον ὁ αὐλὸς κινήσας ἀντηχεῖν ἀναπείσῃ τῷ Σατύρῳ τὴν Νύμφην. τοῦτο θεασάμενοι τὸ εἴδωλον καὶ τὸν Αἰθιόπων λίθον ἔμφωνον Μέμνονος ἐπιστεύομεν γενέσθαι, ὃς προσιούσης μὲν τῆς Ἡμέρας ἐπὶ ταῖς παρουσίαις ἐφαιδρύνετο, ἀπιούσης δὲ ἀνίᾳ βαλλόμενος πένθιμον ἐπέστενε καὶ μόνος ἐκ λίθων ἡδονῆς καὶ λύπης παρουσίᾳ διοικούμενος τῆς οἰκείας ἀπέστη κωφότητος εἰς ἐξουσίαν φωνῆς τὴν ἀναισθησίαν ἐκνικήσας. ΕΙΣ ΤΟ ΒΑΚΧΗΣ ΑΓΑΛΜΑ. β . οὐ ποιητῶν καὶ λογοποιῶν μόνον ἐπιπνέονται τέχναι ἐπὶ τὰς γλώττας ἐκ θεῶν θειασμοῦ πεσόντος, ἀλλὰ καὶ τῶν δημιουργῶν αἱ χεῖρες θειοτέρων πνευμάτων ἐράνοις ληφθεῖσαι κάτοχα καὶ μεστὰ μανίας προφητεύουσι τὰ ποιήματα. ὁ γὰρ δὴ Σκόπας, ὥσπερ ἔκ τινος ἐπιπνοίας κινηθεὶς εἰς τὴν τοῦ ἀγάλματος δημιουργίαν τὴν θεοφορίαν ἐφῆκε. τί δὲ ὑμῖν οὐκ ἄνωθεν τὸν ἐνθουσιασμὸν τῆς τέχνης διηγοῦμαι; ἦν βάκχης ἄγαλμα ἐκ λίθου Παρίου πεποιημένον ἀλλαττόμενον πρὸς τὴν ὄντως βάκχην. ἐν γὰρ τῇ οἰκείᾳ τάξει μένων ὁ λίθος τὸν ἐν τοῖς λίθοις νόμον ἐκβαίνειν ἐδόκει, τὸ μὲν γὰρ φαινόμενον ὄντως ἦν εἴδωλον, ἡ τέχνη δʼ εἰς τὸ ὄντως ὄν ἀπήγαγε τὴν μίμησιν. εἶδες ἄν, ὅτι καὶ στερεὸς ὢν εἰς τὴν τοῦ θήλεος εἰκασίαν ἐμαλάττετο, γοργότητος διορθουμένης τὸ θῆλυ, καὶ εἰς κινήσεως ἐξουσίαν ἀμοιρῶν κινήσεως ᾔδει βακχεύεσθαι, καὶ τῷ θεῷ εἰσιόντι τὰ ἔνδον ὑπήχει. πρόσωπόν γε μὴν ἰδόντες ὑπὸ ἀφασίας ἔστημεν, οὕτω δὴ καὶ αἰσθήσεως συνείπετο δήλωμα μὴ παρούσης αἰσθήσεως, καὶ βάκχης ἐκβακχεύων θειασμὸς ἐμηνύετο θειασμοῦ μὴ πλήττοντος, καὶ ὅσα φέρει μανίᾳ οἰστρῶσα ψυχή, τοσαῦτα πάθους διέλαμπε τὰ τεκμήρια ὑπὸ τῆς τέχνης ἀρρήτῳ λόγῳ κραθέντα. ἀνεῖτο δὲ ἡ κόμη ζεφύρῳ σοβεῖν καὶ εἰς τριχὸς ἄνθην ὑπεσχίζετο, ὃ δὴ καὶ μάλιστα τὸν λογισμὸν ὑπεξίστη, ὅτι καὶ τριχὸς λεπτότητι λίθος ὢν ἐπείθετο καὶ πλοκάμων ὑπήκουε τοῖς μιμήμασι καὶ τῆς ζωτικῆς ἕξεως γεγυμνωμένος τὸ ζωτικὸν εἶχεν. ἔφης ἄν, ὅτι καὶ αὐξήσεως ἀφορμὰς ἡ τέχνη συνεισήγαγεν, οὕτω καὶ τὸ ὁρώμενον ἄπιστον καὶ τὸ μὴ πιστὸν ὁρώμενον· οὐ μὴν ἀλλὰ καὶ χεῖρας ἐνεργοὺς ἐπεδείκνυτο, οὐ γὰρ τὸν βακχικὸν ἐτίνασσε θύρσον, ἀλλά τι σφάγιον ἔφερεν ὥσπερ εὐάζουσα, πικροτέρας μανίας σύμβολον — τὸ δὲ ἦν χιμαίρας τι πλάσμα πελιδνὸν τὴν χρόαν, καὶ γὰρ (καὶ) τὸ τεθνηκὸς ὁ λίθος ὑπεδύετο — καὶ μίαν οὖσαν τὴν ὕλην εἰς θανάτου καὶ ζωῆς διῄρει τὴν μίμησιν, τὴν μὲν ἔμπνουν στήσασα καὶ οἷον ὀρεγομένην Κιθαιρῶνος, τὴν δὲ ἐκ τοῦ βακχικοῦ θανατωθεῖσαν οἴστρου καὶ τῶν αἰσθήσεων ἀπομαραίνουσαν τὴν ἀκμήν. ὁ μὲν οὖν Σκόπας καὶ τὰς ἀψύχους εἰδωλοποιῶν γενέσεις δημιουργὸς ἀληθείας ἦν, καὶ (ἐν) τοῖς σώμασι τῆς ψυχῆς ἀνετυποῦτο τὰ θαύματα, ὁ δὲ τὰ ἐν λόγοις διαπλάττων Δημοσθένης ἀγάλματα μικροῦ καὶ λόγων ἔδειξεν εἶδος αἰσθητὸν τοῖς νοῦ καὶ φρονήσεως γεννήμασι συγκεραννὺς τὰ τῆς τέχνης φάρμακα. καὶ γνώσεσθε δὲ αὐτίκα, ὡς οὐδὲ τῆς οἴκοθεν κινήσεως ἐστέρηται τὸ εἰς θεωρίαν προκείμενον ἄγαλμα, ἀλλὰ καὶ ὁμοῦ δεσπόζει καὶ ἐν τῷ χαρακτῆρι σώζει τὸν οἰκεῖον γεννήτορα. ΕΙΣ ΤΟ ΤΟΥ ΕΡΩΤΟΣ ΑΓΑΛΜΑ. γ . καὶ ἕτερα ἱερὰ τέχνης οἱ λόγοι προφητεῦσαι βούλονται. οὐ γάρ μοι θεμιτὸν μὴ καλεῖν ἱερὰ τὰ τῆς τέχνης γεννήματα· Ἔρως ἦν, Πραξιτέλους τέχνημα, ὁ Ἔρως αὐτός, παῖς ἀνθηρὸς καὶ νέος πτέρυγας ἔχων καὶ τόξα. χαλκὸς δὲ αὐτὸν ἐτύπου, καὶ ὡς ἂν Ἔρωτα τυπῶν τύραννον θεὸν καὶ μέγαν καὶ αὐτὸς ἐδυναστεύετο, οὐ γὰρ ἠνείχετο χαλκὸς εἶναι τὰ πάντα, ἀλλʼ ὅσος ἦν, Ἔρως ἐγίνετο· εἶδες ἂν τὸν χαλκὸν θρυπτόμενον καὶ εἰς εὐσαρκίαν ἀμηχάνως χλιδῶντα καί, ὡς βραχέως εἰπεῖν, τὰ ἀναγκαῖα πληροῦν ἑαυτῇ τὴν τέχνην ἀρκοῦσαν. ὑγρὸς μὲν ἦν ἀμοιρῶν μαλακότητος, χαλκῷ δὲ ἔχων συνῳδὸν τὴν χρόαν εὐανθὴς ἑωρᾶτο, τῶν δὲ κινήσεως ἔργων ἐστερημένος ἕτοιμος ἦν δεῖξαι κίνησιν, εἰς μὲν γὰρ ἕδραν στάσιμον ἵδρυτο, ἠπάτα δὲ ὡς καὶ τῆς μετεώρου κυριεύων φορᾶς. ἐγαυροῦτο δὲ εἰς γέλωτα, ἔμπυρόν τι καὶ μείλιχον ἐξ ὀμμάτων διαυγάζων, καὶ ἦν ἰδεῖν ὑπακούοντα τῷ πάθει τὸν χαλκὸν καὶ δεχόμενον εὐκόλως τὴν γέλωτος μίμησιν. ἵδρυτο δὲ εἰς μὲν τὴν κορυφὴν τὸν δεξιὸν ἐπικάμπτων καρπόν, τῇ δὲ ἑτέρᾳ μετεωρίζων τὸ τόξον καὶ τὴν τῆς βάσεως ἰσορροπίαν ἐπικλίνων ἐπὶ τὰ λαιά, τὴν γὰρ τῆς ἀριστερᾶς λαγόνος ἔκστασιν ἀνίστη πρὸς τὴν εὐμαρότητα τοῦ χαλκοῦ τὸ στεγανὸν ἐκκλάσας. πλόκαμοι δὲ αὐτοῦ τὴν κεφαλὴν ἐσκίαζον ἀνθηροὶ καὶ ἔνουλοι νεοτήσιον ὑπολάμποντες ἄνθος. καὶ ἦν θαυμαστὸς οἷος ὁ χαλκός· ἰδόντι μὲν γὰρ ἔρευθος ἀπέστιλβεν ἐξ ἄκρων βοστρύχων αἰρόμενον, ἁψαμένῳ δὲ ἡ θρὶξ ὑπεξανίστατο μαλθακιζομένη πρὸς τὴν αἴσθησιν. ἐμοὶ μὲν δὴ θεασαμένῳ τὴν τέχνην ἐπῄει πιστεύειν, ὅτι καὶ χορὸν ἤσκησε κινούμενον Δαίδαλος καὶ χρυσῷ παρεῖχεν αἰσθήσεις, ὅπου καὶ Πραξιτέλης εἰς τὴν εἰκόνα τοῦ Ἔρωτος ἐνέθηκε μικροῦ καὶ νοήματα καὶ πτέρυγι τὸν ἀέρα τέμνειν ἐμηχανήσατο. ΕΙΣ ΙΝΔΟΥ ΑΓΑΛΜΑ. δ . παρὰ κρήνην Ἰνδὸς εἱστήκει ἀνάθημα ταῖς Νύμφαις ἱδρυθείς, ἦν δὲ ὁ Ἰνδὸς λίθος μελαινόμενος καὶ πρὸς τὴν ἐκ φύσεως τοῦ γένους αὐτομολῶν χρόαν, εἶχε δὲ εὐθαλῆ μὲν καὶ οὔλην τὴν χαίτην οὐκ ἀκράτῳ τῷ μέλανι λάμπουσαν, ἀλλʼ ἐκ τῶν ἄκρων πρὸς κόχλου Τυρίας ἄνθος ἐρίζουσαν. οἷον γὰρ εὐπαθοῦσα καὶ νοτιζομένη ταῖς προσοίκοις Νύμφαις ἡ θρὶξ ἐκ ῥιζῶν ἀνιοῦσα μελαντέρα πρὸς τοῖς ἄκροις ἐπόρφυρεν. ὀφθαλμοί γε μὴν οὐ συνῇδον τῷ λίθῳ, κατὰ γὰρ τὰς τῶν ὀμμάτων κόρας περιέθει λευκότης κατʼ ἐκεῖνο τὸ μέρος τῆς πέτρας μεταπιπτούσης εἰς τὸ λευκότερον, καθʼ ὃ καὶ τῆς τοῦ Ἰνδοῦ φύσεως ἡ χρόα λευκαίνεται. μέθη δὲ αὐτὸν ἐξίστη καὶ τὸ μεμεθυσμένον οὐ κατεμήνυεν ἡ τοῦ λίθου χρόα, οὐ γὰρ ἦν αὐτῷ μηχάνημα τὰς παρειὰς φοινῖξαι σκέποντος τοῦ μέλανος τὴν μέθην, ἐκ δὲ τοῦ σχήματος κατηγόρει τὸ πάθος, παράφορός τε γὰρ καὶ κωμάζων εἱστήκει οὐ δυνάμενος ἐρείδειν τὼ πόδε, ἀλλʼ ὑπότρομός τε καὶ εἰς τὴν ἰγνὺν ὀκλάζων. ὁ δὲ λίθος ὑπὸ τοῦ πάθους ἐῴκει πληγέντι καὶ οἱονεὶ σπαίρειν τὸν ἀπὸ τῆς μέθης ἐμφανίζων σεισμόν. εἶχε δὲ ἁβρὸν οὐδὲν τοῦ Ἰνδοῦ τὸ εἴδωλον, οὐδʼ εἰς τὴν κατὰ χρόαν ἐξήσκητο χάριν, ἀλλʼ εἰς μόνην τῶν μελῶν συμβολὴν διήρθρωτο. ἀσκεπὴς δὲ ἦν καὶ γυμνὸς ὡς ἂν τῶν Ἰνδικῶν σωμάτων πρὸς τὸ τῆς ἀκμῆς φλογῶδες εἰωθότων ἀπανδρίζεσθαι. ΕΙΣ ΤΟ ΤΟΥ ΝΑΡΚΙΣΣΟΥ ΑΓΑΛΜΑ. ε . ἄλσος ἦν καὶ ἐν αὐτῷ κρήνη πάγκαλος ἐκ μάλα καθαροῦ τε καὶ διαυγοῦς ὕδατος, εἱστήκει δὲ ἐπʼ αὐτῇ Νάρκισσος ἐκ λίθου πεποιημένος. παῖς ἦν, μᾶλλον δὲ ἠίθεος, ἡλικιώτης Ἐρώτων, ἀστραπῆς οἷον ἀπʼ αὐτοῦ τοῦ σώματος ἀπολάμπων κάλλος. ἦν δὲ τοιόνδε τὸ σχῆμα· κόμαις ἐπιχρύσοις ἤστραπτε κατὰ μὲν τὸ μέτωπον τῆς τριχὸς ἑλισσομένης εἰς κύκλον, κατὰ δὲ τὸν αὐχένα κεχυμένης εἰς νῶτα, ἔβλεπε δὲ οὐκ ἀκράτως γαῦρον, οὐδὲ ἱλαρὸν καθαρῶς, ἐπεφύκει γὰρ ἐν τοῖς ὄμμασιν ἐκ τῆς τέχνης καὶ λύπη, ἵνα μετὰ τοῦ Ναρκίσσου καὶ τὴν τύχην ἡ εἰκὼν μιμῆται. ἔσταλτο δὲ ὥσπερ οἱ Ἔρωτες, οἷς καὶ τῆς ὥρας τὴν ἀκμὴν προσείκαστο. σχῆμα δὲ ἦν τὸ κοσμοῦν τοιόνδε· πέπλος λευκανθὴς ὁμόχρους τῷ σώματι τοῦ λίθου περιθέων εἰς κύκλον, κατὰ δὲ τὸν δεξιὸν ὦμον περονηθεὶς ὑπὲρ γόνυ καταβαίνων ἐπαύετο, μόνην ἀπὸ τοῦ πορπήματος ἐλευθερῶν τὴν χεῖρα. οὕτω δὲ ἦν ἁπαλὸς καὶ πρὸς πέπλου γεγονὼς μίμησιν, ὡς καὶ τὴν τοῦ σώματος διαλάμπειν χρόαν τῆς ἐν τῇ περιβολῇ λευκότητος τὴν ἐν τοῖς μέλεσιν αὐγὴν ἐξιέναι συγχωρούσης. ἔστη δὲ καθάπερ κατόπτρῳ τῇ πηγῇ χρώμενος καὶ εἰς αὐτὴν περιχέων τοῦ προσώπου τὸ εἶδος, ἡ δὲ τοὺς ἀπʼ αὐτοῦ δεχομένη χαρακτῆρας τὴν αὐτὴν εἰδωλοποιίαν ἤνυεν, ὡς δοκεῖν ἀλλήλαις ἀντιφιλοτιμεῖσθαι τὰς φύσεις. ἡ μὲν γὰρ λίθος ὅλη πρὸς ἐκεῖνον μετηλλάττετο τὸν ὄντως παῖδα, ἡ δὲ πηγὴ πρὸς τὰ ἐν τῇ λίθῳ μηχανήματα τῆς τέχνης ἀντηγωνίζετο ἐν ἀσωμάτῳ σχήματι τὴν ἐκ σώματος ἀπεργαζομένη τοῦ παραδείγματος ὁμοιότητα καὶ τῷ ἐκ τῆς εἰκόνος κατερχομένῳ σκιάσματι οἷον τινὰ σάρκα τὴν τοῦ ὕδατος φύσιν περιθεῖσα. οὕτω δὲ ἦν ζωτικὸν καὶ ἔμπνουν τὸ καθʼ ὑδάτων σχῆμα, ὡς αὐτὸν εἶναι δοξάσαι τὸν Νάρκισσον, ὃν ἐπὶ πηγὴν ἐλθόντα τῆς μορφῆς αὐτῷ καθʼ ὑδάτων ὀφθείσης παρὰ Νύμφαις τελευτῆσαι λέγουσιν ἐρασθέντα τῷ εἰδώλῳ συμμῖξαι, καὶ νῦν ἐν λειμῶσι φαντάζεσθαι ἐν ἠριναῖς ὥραις ἀνθοῦντα. εἶδες δʼ ἄν, ὡς εἷς ὢν ὁ λίθος τὴν χρόαν καὶ ὀμμάτων κατασκευὴν ἥρμοζε καὶ ἠθῶν ἱστορίαν ἔσωζε καὶ αἰσθήσεις ἐνεδείκνυτο καὶ πάθη ἐμήνυε καὶ πρὸς τριχώματος ἐξουσίαν ἠκολούθει εἰς τὴν τριχὸς καμπὴν λυόμενος. τὸ δὲ οὐ λόγῳ ῥητὸν λίθος εἰς ὑγρότητα κεχαλασμένος καὶ ἐναντίον σῶμα τῇ οὐσίᾳ παρεχόμενος· στερεωτέρας γὰρ τετυχηκὼς φύσεως τρυφερότητος ἀπέστελλεν αἴσθησιν εἰς ἀραιόν τινα σώματος ὄγκον διαχεόμενος. μετεχειρίζετο δὲ καὶ σύριγγα, ἧς νομίοις θεοῖς ἐκεῖνος ἀπήρχετο καὶ τὴν ἐρημίαν κατήχει τοῖς μέλεσιν, εἴποτε μουσικοῖς ψαλτηρίοις προσομιλῆσαι ποθήσειε. τοῦτον θαυμάσας, ὦ νέοι, τὸν Νάρκισσον καὶ εἰς ὑμᾶς παρήγαγον εἰς Μουσῶν αὐλὴν ἀποτυπωσάμενος. ἔχει δὲ ὁ λόγος, ὡς καὶ ἡ εἰκὼν εἶχεν.