Λεγέσθω δὴ ταῦτα καὶ πρὸς ἡμῶν, μᾶλλον δὲ παρὰ Θεοῦ, τοῖς προσεδρεύειν ἐθέλουσι τοῖς ἀνοσίοις αἱρετικοῖς, καὶ μαθητιᾶν ὑποκρινομένοις τὰ εἰς ζωήν τε καὶ σύνεσιν. οὗτοι παρασιωπῶσιν ἀσέβειαν. ἀνέχονται γὰρ δυσφημούντων ἀκούοντες, καίτοι πλείστην ὅσην ὀφείλοντες τὴν κατ’ αὐτῶν ποιεῖσθαι κατάρρησιν. μεθέξουσι δὴ οὖν τῆς ἑαυτῶν δυσβουλίας, c καὶ τοὺς τῆς ἀδικίας ἐκθεριοῦσι καρπούς. φάγονται 1. γὰρ om. D. 9, αὐτῆς (sic) D. 12. σοι D. 15. περιηγγελμένου D. προηγγ. Edd. ἤδη assumptum ex D. 22. εὐτειχεστάτη] εὐτυχεστάτη Edd. 27. παρασιωποῦσιν D. 29. δυσβουλίας] συμβουλίας iid. γὰρ ψευδῆ, νόθην καὶ ἀπόβλητον δεχόμενοι γνῶσιν, διδασκόμενοί τε τὰ διεστραμμένα, καὶ ὅσα τῆς ἀληθείας τὸ κάλλος παραχαράττειν ἐπιχειρεῖ. ὅτι δὲ καὶ αὐτῶν πᾶσα πεσεῖται δύναμις, Θεοῦ καταστρέφοντος, οἰχήσονται δὲ καὶ εἰς ὄλεθρον καὶ ἀπώλειαν, πῶς ἂν ἐνδοιάσειε τις; Ὡς ἄρχων Σαλμανὰ ἐκ τοῦ οἴκου Ἱεροβαὰλ, ἐν, ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισεν· οὕτως ποιήσω ὑμῖν, οἶκος 15 d τοῦ Ἰσραὴλ, ἀπὸ προσώπου κακιῶν ὑμῶ. Ἐν τῆ βίβλῳ γέγραπται τῶν κριτῶν, ὡς ἐξέκλινε μὲν ὁ Ἰσραὴλ ὀπίσω τῶν Βααλεὶμ κατὰ καιρούς. ταύτῃτοι Θεῷ προσκεκρούκασι, παραδέδονται δὲ καὶ εἰς χεῖρας Μαδιὰμ, Jud. vi. 1. ἐφ’ ὅλοις ἔτεσιν ἑπτά. ἀπηνῆ δὲ οὕτως ὑπομεμενήκασι τὴν ἐκ τῶν κεκρατηκότων πλεονεξίαν, ὡς ἤδη καὶ πέτρας Ib. 2. οἰκεῖν, καὶ σώζεσθαι μόλις ἐν αὐταῖς καταδυομένους, καὶ προτείχισμα ποιεῖσθαι τὰς δυσχωρίας, διά τοι τὸ παντελῶς e ἀπειπεῖν πρὸς μάχην. συμβέβηκε τοίνυν ὠμῶς ἀναιρεῖσθαι κατὰ καιροὺς τοὺς ἐμπίπτοντας τοῖς Μαδιηναίοις, ὥστε καὶ ἀθλίαις μητράσι συνδιόλλυσθαι τέκνα, φειδοῦς ἁπάσης ἐξῃρημένης. ἦρχον δὲ αὐτῶν Ὠρήβ τε καὶ Ζὴβ, καὶ Ζεβεὲ Ib. vii. 25; viii. 5sqq. καὶ Σαλμανά. παρετείνετο δὲ τὰ τῆς συμφορᾶς ἄχρις ἂν κατοικτείρας Θεὸς ταλαιπωροῦντα τὸν Ἰσραὴλ ἤγειρε τὸν Γεδεὼν, ὃς καὶ μετωνόμασται παρά τε τοῦ πατρὸς καὶ τῶν Ib. vi. 32. ἐγχωρίων Ἱεροβάαλ, δι’ αἰτίαν τοιαύτην. χρήσαντος μὲν a 155 A. γὰρ αὐτῷ τοῦ Θεοῦ διὰ φωνῆς ἀγγέλου, καθεῖλε τὴν στήλην τοῦ Βάαλ, καὶ τὸ ἄλσος αὐτοῦ ἐξέκοψε, λεληθότως καὶ ἐν νυκτί. ἐπειδὴ δὲ οἱ τῆς πολίχνης οἰκήτορες τὰ συνήθη πληροῦν ὑπὸ τὴν ἕω σπουδάζοντες, παρῆσαν ἐν τῷ τεμένει, καὶ 6. Σαλμανὰ B.F. (42 al.) Σαλμανᾶ D. et infra. Σολμανὰκ Edd. [Σαλαμαν τοῦ post οἴκου add. Edd. invito D. (Alex.) 8. προσώπου] + ἀδικίας Edd. (Vat.) 10. τῶν om. Aub. τῷ (sic) Pontanus. 11. καὶ om. D. 17. Haec κατὰ καιροὺς accesserunt ex D. 26. πληροῦν] πληροῦντες Edd. κατεῤῥιμμένον τεθέανται τὸν Βαάλ, καὶ τὸν δρυμὸν ἐπ’ αὐτῷ πεπτωκότα, κατεστχάζοντο τῆς τοῦ Γεδεὼε ἤδη φιλοθεΐας, καὶ αὐτῷ τοῦ πράγματος ἐπέγραφον τὰς αἰτίας. εἶτα προςήεσαν τῷ πατρὶ λέγοντες Δὸς τὸν υἱόν σου, ἵνα ἀποκτείωμεν Jud. vi.b 30, 31. αὐτὸν, “ὅτι καθεῖλε τὸν Βάλλ.” πρὸς ταῦτα ἐκεῖνος· “Μὴ ὑμεῖς, φησὶν, ἐκδικήσετε τὸν Βάαλ; εἰ θεός “ἐστι, δικαςάσθω πρὸς τὸν καθελόντα αὐτόν.” ἐντεῦθεν ὁ Γεδεὼν μετωνόμαστοι λοιπὸν Ἱεροβαάλ, ὃ διερμηνεύεται “Δικαςάσθω ὁ Βαάλ.” Ὥσπερ οὖν, φησὶν, ὁ Σαλμανὰ τῆς Μαδιηναίων πληθύος ὁ καθηγούμενος, ἐκ τοῦ οἴκου Γεδεὼν ἤτοι τοῦ Ἱεροβάαλ, μητέρα ἐπὶ τεκνοις ἠδάφισε, τὸν αὐτὸν τυοτονὶ τρόπον τῶν Ἀσσυρίων c ὁ στρατηγὸς ὠμῶς καὶ ἀπανθρώπως, καὶ οἰκτιρμοῦ παντὸς δίχα χρήσεται πολέμῳ τῷ καθ’ ὑμῶν, καὶ μητέρα σὺν τέκνοις ἐδαφιεῖ. συμβήσεται δὲ ταυτὸ διά γε τὰς ὑμῶν κακίας. κολάξει γὰρ οὐ μάτην, κριτὴς ὢν δίκαιος ὁ τῶν ὅλων Θεός. ἀλλ’ εἰ ἐκτείνοιτο λοιπὸν εἰς τὸ ἐπέκεινα μέτρου τὰ τῶν προσκεκρουκότων αὐτῷ πλημμελήματα, τότε ἀναλόγως ἐπιφέρει τὰ ἐξ ὀργῆς. εἰ δὴ παραιτοίμεθα τὸν θυμὸν, προπαραιτητέον εὖ μάλα καὶ τὸ πλημμελεῖν, καὶ τὸ οἱονεὶ καταθήγειν εἰς ἀγανάκτησιν τὴν θείαν τε καὶ ἡμερωτάτην d φύσιν, τάχα δέ που καὶ οὐχ ἑκοῦσαν εἰς τοῦτο καταβιάζεσθαι ταῖς τῶν πταισμάτων ὑπερβολαῖς. ἰστέον δὲ, ὅτι τῶν προλαβόντων ἐξηγτῶν τινες, οὐ τὸν τῶν Μαδιηναίων ἄρχοντα Σαλμανὰ μητέρα ἐπὶ τέκνοις ἐδαφίσαι φασὶν, ἐκ τοῦ οἴκου Ἱεροβάαλ, ἤτοι τοῦ Ἰσραήλ· ἀπὸ γὰρ τῶν ἡγουμένων τὸ σύμπαν ἔσθ’ ὅτε κατασημαίνεται· ἀλλὰ μᾶλλον ἐν τῷ οἴκῳ Σαλμανὰ τὸν Γεδεὼν ἐδαφίσαι μητέρα ἐπὶ τέκνοις. ἀλλ’ οἶμαι κρεῖττον, καὶ τὴν ἀπὸ τοῦ πρέποντος ἐπικουρίαν e ἔχον εἴη ἂν οὐχὶ τοῦτο μᾶλλον, ἀλλὰ τὸ ἕτερον. ὥσπερ γὰρ κα’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν προσκέκλιτο τοῖς Βααλεὶμ ὁ 2 πεπτωκότες (sic) D. 7. ἐντευθεν ὁ] κἀντεῦθεν Edd. 17. ἐκτείνοντο Aubertus. μέτρον Edd. 20. προπαραιτητέον D. παραιτητέον Edd. 25. σαλμανᾶν D. 30. εἴη ἂν hoc ordine D. Ἰσραὴλ ἠδαφίσθη παρ’ αὐτοῖς τὰ τέκνα μητράσιν ὁμοῦ διὰ χειρὸς ἀλλοφύλων, οὕτω καὶ νῦν ἀπονεύσαντος εἰς εἰδωλολατρείαν τοῦ Ἐφραῒμ, ἐδαφισθήσονται πάλιν διὰ βαρβάρων, τουτέστι τῶν Ἀσσυρίων, ὁμοῦ ταῖς τεκούσαις τὰ γεγεννημένα. οἶμαι δὴ οὖν ὅτι τὸ πιθανὸν ὁ λόγος, καὶ τὴν ὁμοιότητα τὴν ὡς ἐξ εἰκόνος τῆς ἀρχαίας, ἐπὶ τὰ νεώτερα διασώσει μᾶλλον, εἰ τῇδε νοοῖτο τῶν προκειμένων ἡ δύναμις. a 156 Α. Ὄρθρου ἀπεῤῥίφησαν. ἀπεῤῥίφη βασιλεὺς Ἰσραὴλ. Κεφ. ια΄.