Οἱ λοιποὶ πάλιν ἑρμηνευταὶ, καὶ μὴν καὶ τῶν Ἑβραίων ἡ συγγραφὴ, τὸ ὡς ὄρθρος ἀπεῤῥίφησαν εἰρήκασιν ἐναργῶς, τὸ οἷον ὡς ἐν ὀλίγῳ κομιδῇ καιρῷ, ἤγουν ὀξέως καὶ ἀμελλητὶ τῆς πρὸς Θεὸν οἰκειότητος ἀποπεπτωκέναι τὸν Ἰσραὴλ, b διὰ τούτου σημαίνοντες. βραχὺς δὲ λίαν ὁ τοῦ ὄρθρου καιρός· ἅμα τε γὰρ ἄρχεται διαυγασμοῦ τῆς ἡμέρας τὸ φῶς, καὶ τὸν ὄρθρον ἐργάζεται· ἀνασχόντος γεμὴν ἡλίου, καὶ πρώτην ἀκτῖνα προέντος, λέλυται παραχρῆμα καὶ διελήλακεν. οὐκοῦν ὡς ὄρθρος, τουτέστιν, ἐν ὀλίγῳ καὶ βραχεῖ καὶ κομιδῆ συνεσταλμένῳ καιρῷ, τοῖς ἡγουμένοις ὁμοῦ συναπεῤῥίφησαν. ἢ γὰρ οὕτως συνήσομεν, ἤγουν καθ’ ἕτερον τρόπον μεταληψόμεθα. ὅτε γὰρ τοῖς ἀνθρωπίνοις πταίσμασιν οὔπω τὰς δίκας ἐπιφέρει Θεὸς, ἢ καὶ μακροτέραν ποιεῖται c τῆς ἀνεξικακίας τὴν παράτασιν, τὸ ἀπεικὸς οὐδὲν, τοῖς ἐν νυκτὶ καθεύδουσι παρεικάζειν αὐτόν. καὶ γοῦν οἱ μακάριοι Προφῆται διακεκράγασι πολυτρόπως ἡμῖν, αὐτὸ δὴ τοῦτο κατασημαίνοντες. Ἰερεμίας μὲν γὰρ ὁ σοφώτατος “Μὴ Hier. xiv. 9. “ἕσῃ, φησὶν, ὥσπερ ἄνθρωπος ὑπνῶν, ἢ ὡς ἀνὴρ οὐ δυνά- “μένος σώζειν· ὁ δὲ γε θεσπέσιος μελῳδὸς, ποτὲ μέν φησιν, ὅτι “Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς Κύριε Κύριε; ἀνάστηθι καὶ μὴ Ps. xliii 24. 1. ἠδαφίσθη] ἠδαφίσθησαν Edd. II. ἀμελητὶ D. 12. οἰκειώσεως b. 16. προέντος B.D. προχέοντος Edd. παραχρῆμα assumptum ex D. 18, κομιδῇ συνεσταλμένῳ καιρῶ] ἐν καιρῷ κομιδῇ συνεσταλμένῳ D. συναπερρίφησαν ὁμοῦ inverso ordine D. 19. Hoc γοῦν assumptum ex D. 20, μεταληψόμενος (sic) D, 21. κοὶ assumptum ex B.D. “ἀπώσῃ εἰς τέλος· ποτὲ δὲ αὖ διεγηγερμένον βλέπων εἰς Ps. lxxvii. 65. d ἐπικουρίαν τινῶν, “Καὶ ἐξηγέρθη, φησὶν, ὡς ὁ ὑπνῶν “Κύριος.” Ορθρον δὴ οὖν ἔοικεν ἀποκαλεῖν τῆς ἐπ’ αὐτοῖς οἱονεὶ ἐγρηγόρσεως τὸν καιρόν· ὄρθρου γὰρ ἐξ ὕπνου διανιστάμεθα. ἠγρυπνηκότος δὴ οὖν ἐπ’ αὐτοῖς τοῦ Θεοῦ, καὶ μονονουχὶ διεγηγερμένου λοιπὸν εἰς ἐπίσκεψιν ὧν δεδράκασιν, ἀπόβλητοι καὶ ἀπεῤῥιμμένοι γενήσονται· καίτοι διὰ πλείστην ὅσην ἀνεξικακίαν μονονουχὶ καὶ νυστάξαντος ἐπ’ αὐτοῖς, κατὰ τὸν ἤδη παρωχηκότα καιρόν. συναπεῤῥίφθαι δὲ τοῖς e ὄχλοις καὶ τὸν βασιλέα, φησὶν, ὡς ὅσον οὐδέπω καὶ τῆς Εφραΐμ βασιλείας ἐσομένης ἐκ μέσου. ὑπονοστήσαντες γὰρ, ὡς ἔφην, εἰς τὴν Ἰουδαίαν μετὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν, ὑφ’ ἕνα πάντες γεγόνασι βασιλέα, καθάπερ ἀμέλει καὶ ἐν ἀρχαῖς καὶ πρὸ τῶν τῆς ἁλώσεως χρόνων. ἐβασίλευον γὰρ οἱ ἐκ φυλῆς Ἰούδα κατὰ τὴν Ἱερουσαλὴμ, ὄντος ἔτι παντὸς τοῦ Ἰσραὴλ. Διότι νήπιος Ἰσραὴλ καὶ ἐΓὼ ἠγάπησα αὐτὸν καὶ ἐξ 157 Α a μετεκάλεσα τὰ τέκαν αὐτοῦ καθὼς μετεκάλεσα αὐτοὺς, οὕτως 2 ἀπῴχοντο ἐκ προσώπου μου. Εοικεν ἡμῖν ἐν τούτοις ὁ λόγος ἀνθυποφορᾷ μάχεσθαι τῆ παρά τινων. νοείσθω γάρ τις ἐκεῖνο διενθυμούμενος, ἢ καὶ λέγων ἀναφανδόν Εἰ ἔμελλον ἀποπεσεῖσθαι, καὶ ἐκ προσώπου Θεοῦ γενέσθαι κατὰ καιροὺς οἱ ἐξ αἵματος Ἰσραὴλ, βδελυροί τε ἔσεσθαι καὶ ἀπηχθημένοι, τί καὶ ὅλως κέκληνται τὴν ἀρχήν; πρὸς ταῦτα Θεὸς, καὶ μάλα εἰκότως, ἐξηγεῖται b τρόπον τινὰ, λέγων Νήπιος Ἰσραὴλ καὶ ἐγὼ ἠγάπησα αὐτὸν, Gen. Gen. xxv. 27. καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τοὶ τέκνα αὐτοῦ. ἀνὴρ ἄπλαστος 1. δὴ pro δὲ D. 2. καὶ assumptum ex B.D, 9, νυστάξαντος D. νυστάξοντος Edd. II. οὐδέπου iid. 17. Haec ἔτι παντὸς accesserunt ex B.D. 28. καὶ assumptum ex D. γέγονε φησιν Ἰακὼβ, ὃς μετωνομάσθη Ἰσραὴλ. ταύτῃτοι καὶ ἠγάπησα αὐτόν· ἔτι γὰρ ὄντων ἐν μήτρᾳ, “Tὸν Ἰακὼβ Mal. i. 2,3. “ἠγάπησα, φησί· τὸν δὲ Ἠσαῦ ἐμίσησα.” ἐπειδὴ τοίνυν ἠγάπηκα αὐτὸν, ταύτῃτοι καὶ ἐξειλόμην τῆς Αἰγυπτίων πλεονεξίας τὰ τέκνα αὐτοῦ. “Ποιῶ γὰρ ἔλεος εἰς χιλιάδας Exod. xx 6. “τοῖς ἀγαπῶσί με. τί οὖν οἱ τετιμημένοι καὶ ἀπόλεκτοι διὰ τοὺς πατέρας, οἱ τῇ τῆς ἐλευθερίας τετιμημένοι χάριτι, c καὶ δουλείας καὶ πόνων ἀπηλλαγμένοι; ἆρα τετιμήκασιν; ἆρα ταῖς εὐνοίαις κατευφραίνειν ἐσπούδασαν τὸν ὑπερασπίσαντα Θεόν; οὐδαμῶς, φησίν. ἀποδεδραμήκασι γὰρ τοῦ Δεσπότου, ἀπῴχοντο τοῦ τετιμηκότος, ὕβρισαν τὸν κεκληκότα. ἀπῴχοντο δὲ, τίνα τρόπον; ἆρα καθ’ ἕνα καὶ κατ’ ὀλίγους τοῦ φρονεῖν ὀρθῶς ἀπωλισθηκότες, καὶ ταῖς τινῶν ἀπάταις ὑποκλεπτόμενοι; οὐμενοῦν. ἀπέθορον γὰρ οὕτως, ὥσπερ ἀμέλει καὶ κέκληνται, τουτέστι, κατὰ πληθὺν ὅλην καὶ κατὰ φυλὰς, παγγενῆ τε καὶ πανοικί. ἐξῆλθον γὰρ οὕτω d τῆς Αἰγυπτίων κατὰ καιρούς. μεμνήμεθα δὲ, ὅτι μόλις ἀνήσειν τὸν Ἰσραὴλ ὑπισχνουμένου τοῦ Φαραὼ, καὶ τὴν ἀπαίρουσαν αὐτοῦ πληθὺν ἀναμαθεῖν ἐθέλοντος, λέγοντός τε σαφῶς “Τίνες καὶ τίνες εἰσὶν οἱ πορευόμενοι;” Μωυσῆς Ib. x. 8,9. ἀπεκρίνετο “Σὺν τοῖς νεανίσκοις ἡμῶν καὶ σὺν τοῖς πρεσ- “βυτέροις ἡμῶν πορευσόμεθα, σὺν τοῖς υἱοῖς καὶ θυγατράσι, “καὶ προβάτοις καὶ βουσὶν ἡμῶν. οὐκοῦν κατὰ φυλὰς ὅλας καὶ κατὰ πληθὺν, κατὰ γένος τε καὶ οἴκους ἡ κλῆσις· e κατὰ τὸν ἴσον δὲ τρόπον καὶ ἡ ἀπόστασις, ἧς τὸ ἀκαλλὲς ὅτι μάλιστα σημαίνει, λέγων τὸ ἀπῴχοντο ἐκ προσώπου μου. οὕς γὰρ ἂν ἕλοιτο μισεῖν ὁ τῶν ὅλων Δεσπότης, οὐδ’ ἂν ἐπισκέψαιτο, κατ’ ἐκεῖνό φημι τὸ ἐν ψαλμοῖς ὑμνούμενον Ps. cxviii. 16; 132. Επίβλεψον επ ἐμὲ καὶ ἐλέησόν με. γέγραπται γὰρ, ὅτι “Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους·” καὶ αὐτὸς δέ που φησίν Ps. xxxiii. 16. 1. μετεπωνομάσθη Edd. 4, ἠγάπηκα] ἠγάπησα Aubertus. 12. κατ ὀλίγον D. 17, Αἰγυπτίων] Αἰγυπτίου Pont. Αἰγύπτου Aub. 24. ἢ οἴκους D. Es. lxvi. 2. “Καὶ ἐπὶ τίνα ἐπιβλέψω, ἁλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ “ἡσύχιον, καὶ τρέμοντα τοὺς λόγους μου;” 158 A. a Αὐτοι τοῖς Βααλεὶμ ἔθυον καὶ τοῖς γλυπτοῖς ἐθυμίων. κω ἐΓὼ 3 συνεποδισα τὸν Ἐφραιμ, ἀνέλαβον αὐτὸν ἐπὶ τὸν βραχίονα 4 καὶ οὐκ ἔγνωσαν ὅου ἴαμαι αὐτοὺς ἐν διαφθορᾷ ἀνθρώπων ἐξέτεινα αὐτοὺς ἐν δεσμοῖς ἀγαπήσεώς μου.