Σπείρατε ἑαυτῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, 12 φωτίσατε ἑαυτοῖς φῶς γνώσεως, ζητήσατε τὸν Κύριον ἕως οὗ ἔλῃ γεννήματα δικαιοσύνης ὑμῖν. Διττὸς ἀείπως ἐστὶν ὁ τῆς παραινέσεως τρόπος. ἢ γὰρ e ἐξηγούμενοι τὴν τοῖς ἐθέλουσι ῥᾳθυμεῖν ἐπικεισομένην κόλασιν μετασοβεῖν εἰθίσμεθα καὶ μάλα γοργῶς ἐπὶ τὸ βιοῦν ἑλέσθαι λαμπρῶς· ἢ τὰς τοῖς ἐπιεικέσιν ηὐτρεπισμένας τιμὰς ἀπαγγέλλοντες προθυμοτέρους ἀποτελοῦμεν τοὺς παιδευομένους ἐπὶ τὸ δεῖν ἰέναι λοιπὸν πρὸς τὴν ἀμείνω τε καὶ ἐννομωτάτην ζωήν. τοιοῦτόν τι καὶ νῦν ὁ τῶν ὅλων Θεὸς ἐργάζεται. ἠπείλησε μὲν γὰρ τοῖς πεπλανημένοις τοὺς πολέμους, a 152 Α. τὰς συμφορὰς, τὴν εἰς ἀλλοφύλους ἀπαγωγὴν, τοὺς τῶν πόλεων ἐμπρησμοὺς, τῶν μαχομένων τὴν ἀγριότητα. πλὴν οὐ μέχρι τούτων τὸν τῆς παραινέσεως ἵστησι λόγον, ἀλλ’ ἰδοὺ δὴ πάλιν, καὶ καθ’ ἕτερον αὐτοὺς ὀνίνησι τρόπον, καὶ δὴ, μεθέντας τὸ ἄχρηστον καὶ ἁπάσης αὐτοῖς ταλαιπωρίας πρόξενον, τὸ ὅτι μάλιστα πεφυκὸς ὠφελεῖν ἀνθελέσθαι κελεύει, γηπόνοις ἐν ἴσῳ, σπέιροντας μὲν εἰς δικαιοσύνην, τρυγῶντας δὲ καὶ ἕλ’ καρπὸν ζωῆς. ὡς γὰρ ὁ μακάριος b γράφει Παῦλος “ Ὃ ἂν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερί- Gal. vi. 7. “ σει.” καὶ “Ὁ μὲν σπείρων φαῦλα, θερίσει κακὰ,” κατὰ τὸ Prov. xxii. 8. 1. 2. Τόμος ἕκτος B.D. 4. ζητήσατε F. ἐκζητήσατε Edd. 5. γε νήματα F. (22al.) 7. ἐθέλουσι] θέλουσι Edd. 9. ηὐτρεπισμένους iid. 21. καὶ om. D. γεγραμμένον· ὁ δὲ τῆς δικαιοσύνης ἐργάτης, σωτηρίας ἔσται καὶ ζωῆς ἔμπλεως, λαμπρὸς καὶ ἀξιοζήλωτος, καὶ οἶνον ἀποτρυγήσει Ps. ciii. 15. “τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου.” δεῖ δὲ πρὸς τούτῳ τοὺς ἐθελοντὰς εὐδοκιμεῖν, εἰς νοῦν καὶ καρδίαν τὸ τῆς ἀληθοῦς γνώσεως εἰσοικίζεσθαι φῶς, οὐκ ἐχόντων Rom. i. 25. c αὐτὸ τῶν προσκυνούντων “τῇ κτίσει παρὰ τὸν πῶς δ’ ἃν γένοιτο καλῶς τὸ δύνασθαι σπείρειν εἰς δικαιοσύνην, καὶ μὴν καὶ ἀποτρυγᾶν εἰς καπρὸν ζωῆς, καὶ τὸ λαμπρὸν τῆς γνώσεως εἰςδέχεσθαι φῶς, αὐτὸς ὑπέδειξε προστιθείς Ζητήσατε τὸν Κῦρον ἑώς οὗ ἔλθῃ γεννήματα δικαιοσύνης ὑμῖν. ζητοῖτο δ’ ἃν πρὸς ἡμῶν Θεὸς, οὐχὶ τοπικῶς· τοῦτο γὰρ εὔηθες, ἐπεὶ μὴ ἐν τόπω τὸ θεῖον· ἀλλ’ ὡς ἐν διαθέσει ψυχῆς, καὶ νοῦ προθυμίαις εἰς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων d αὐτῷ διανενευκότος, καὶ εἰς εἴδησιν βλέποντος ὀρθὴν καὶ ἀπεξεσμένην, καὶ οὐδαμόθεν ἔχουσαν τὸ ἐπιτιμᾶσθαι δεῖν. εὑρόντες γὰρ οὕτως αὐτὸν, καὶ τὴν τῶν ἑτέρων ἀγαθῶν καταπλουτήσομεν κτῆσιν. ἢ οὐκ ἀληθεύει Χριστὸς, ὅταν λέγῃ S. Joan. XV. 5. “Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν;” ἀλλ’ ἔστιν οἶμαι τουτὶ τοῖς ὀρθὰ φρονεῖν εἰωθόσιν οὐδαμόθεν ἀμφίβολον. κτῆσις γὰρ ἡμῖν αὕτη παντὸς ἀγαθοῦ μετὰ Θεοῦ, καὶ διὰ Θεοῦ, καὶ παρὰ Θεοῦ. Εἴποι δ᾿ ἄν τις, καὶ μάλα εἰκότως, οὐχὶ μόνοις τοῖς τῶν e εἰδώλων θεραπευταῖς, τὸ σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην καὶ τὰ τούτοις ἐφεξῆς, ἀλλὰ γὰρ καὶ τοῖς τῆς ὀρθῆς πίστεως 1 Tim. iv. 1. 2. ἀποτρέχουσι, προσκειμένοις δὲ μᾶλλον “πνεύμασι πλάνης, “ ἐν ὑποκρίσει δαιμονίων, κεκαυτηριασμένοις τὴν συνείδη- “σιν,” ὡς γοῦν ὁ σοφώτατος γράφει Παῦλος. οὗτοι σπείρουσι μὲν τοῖς εἰς γνῶσιν καὶ φιλομάθειαν ἐγκείμενοι πόνοις· πλὴν οὐκ εἰς ἔργα δικαιοσύνης, ἀλλ’ εἰς ἀδικίαν καὶ ἀσέβειαν 2 Tim.iii. 13, 1 Cor. viii. 12. “ Πλανωντες καὶ πλανώμενοι, καὶ τύπτοντες ἀσθενοῦσαν 3. δὴ pro δὲ D. 6. κτίσαντα] κτίστην καὶ ποιητήν D. Statim haec addit ἤγουν οἰομένων ὅτι θεοὶ κατὰ ἀλήθειάν εἰσιν οὓς ἂν ἐργάσαιντό δηλονότι καὶ ζύλων οἱ τεχτουργοί. 8. ἀποτρυγεῖν Edd. 13, προθυμίαις] + ταῖς D. 28. πόνοις assumptum ex B.D. “τὴν συνείδησιν τῶν ἀδελφῶν, ὑπὲρ ὧν Χριστὸς ἀπέθανε. τρυγῶσι δὴ οὖν οὐκ εἰς καρπὸν ζωῆς· πόθεν; ἁλλ’ εἰς κόλασίν a 153 Α. τε καὶ κρίσιν. καὶ γοῦν ἔφασκεν ὁ Χριστὸς, ὅτι “Ὃς δ᾿ S.Matth. xviii. 6. “ἃν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων “εἰς ἐμὲ, συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ “τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς “θαλάσσης.” οὐκοῦν ἀγαπάτωσαν τὴν ἀλήθειαν· τοῦτό ἐστι τὸ τῆς γνώσεως φῶς· οὕτω ζητεῖται Θεός· ἐντεῦθεν αὐτοῖς καρποὶ μὲν δικαιοσύνης ἀνατελοῦσιν εἰς ζωήν· τρυγηθήσεται δὲ καὶ οἶνος, οὐ σωματικὸς, νοητὸς δὲ μᾶλλον καὶ b διὰ Πνεύματος, ὃς καὶ καρδίαν εὐφραίνει καὶ νοῦν. Ps. ciii. 15. Ἳνα τί παρεσιωπήσατε ἀσέβειαν, καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε, 13 ἐφάγετε καρπὸν ψευδῆ; ὅτι ἤλπισας ἐν τοῖς ἁρμασί σου, ἐν πλήθει δυνάμεώς σου, καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ 14 λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται. Αἰτιᾶται πάλιν, ὡς ἀπό γε τῆς εἰς τὸ φαῦλον ἡδονῆς ἐφ’ οἷς ἥκιστα ἐχρῆν κατηρεμεῖν ἑλομένους, ἀβουλότατά τε σεσιγηκότας, ἐφ’ οἷς ἦν εἰκὸς οὐ μετρίως λυπεῖσθαι Θεόν. c δέον γὰρ, φησὶ, παντὶ σθένει διωθουμένους τὴν εἰς ἐμὲ δυσσέβειαν καὶ τοῖς τὰ αἰσχρὰ συμβουλεύουσι ἐπιτιμᾶν, τοῦτό τε δρῶντας ἐν παντὶ γενέσθαι καλῷ, σεσιγήκασι, παρεδέξαντο τοὺς τῆς πλανήσεως τρόπους· οὐκ ἦν ἐν αὐτοῖς ὁ τοῖς ἐκεῖνα καινοτομοῦσιν ἀνθεστηκώς, οὐκ ἀντιτιθεὶς τὰ ἐκ νόμου, καὶ εἰς ἀνάμνησιν ἀποφέρων τῶν τεθεσπισμένων. γέγραπται γάρ “Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν Exod. xx. 3. “ἐμοῦ·” καὶ πάλιν “Οὐ ποιήσεις σαυτῷ εἴδωλον.” ἁλλ’ Ib. 4. ὀλίγος αὐτοῖς παντελῶς ὁ περὶ τούτων ἦν λόγος. σεσιγήζωῆς· d 2. πόθεν;] Sic correxi ex D. ζωῆς ποθεν Edd. 3. Hoc δ’ assumptum ex D. 5. μύλος ὀνικὸς hoc ordine D. 9. ἀνατέλλουσιν. D. 12. παρεσιωπήσατε] παρεσιώπησας F. 13. ἅρμασι B.D. (XII.) ut ἁμαρτήμασι Edd. (A.V.) 17, χρῆν D. 20. καὶ assumptum ex D. 24. τεθεσπισμάτων (sic) D. κάσι γὰρ, τιμῶντες τὴν ἀσέβειαν, τουτέστι τὴν οὐκοῦν τετρυγηκασι τοὺς τῆς εἰς τοῦτο λοιπὸν ἀδικίας καρποὺς, κατεδηδόκασι καρπὸν ψευδῆ, τουτέστιν, ἀθρανῆ τε καὶ ἀνόνητον ἐσχήκασι τὴν ἐλπίδα. καρπὸς μὲν γὰρ ὁ ἀληθινὸς, ὁ σώζειν τε καὶ ὠφελεῖν δυνάμενος, ἡ εἰς Θεὸν ἀγάπη, καὶ τὰ τῆς δικαιοσύνης αὐχήματα· καρπὸς δὲ ψευδὴς, e ὁ τῆς δυσσεβείας νοοῖτ᾿ ἂν εἰκότως· καταίρει γὰρ πάντως εἰς τέλος τὸ ἀπευκτόν. ποῖος οὖν ὁ ψευδὴς ἄρα καρπὸς, ὁ ἐκ τῆς δυσσεβείας αὐτοῖς γεγενημένος, παρέδειξεν εὐθύς. προσεπάγει γάρ Ὃτι ἤλπισας ἐν τοῖς ἥμασί σου, ἐν πλήθει δυνάμεώς σου, καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ παντα τὰ περιτετειχισμένα σου οἰχήσεται. δεδυσσέβηκας μὲν γὰρ οὐ μετρίως, φησὶ, ξύλοις τε καὶ λίθοις λελατρευκὼς, καὶ τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς ἀτιμάσας Θεόν. εἶτα τοῦ 154 Α. a πολέμου περιηγγελμένου, βεβηκότος δὲ ἤδη καὶ αὐτῶν εἴσω θυρῶν, οὐ τὴν παρ’ ἐμοῦ μᾶλλον ἐζήτεις ἐπικουρίαν, ἀλλὰ ταῖς ἑαυτῶν δυνάμεσι, καὶ τῷ πλήθει τῶν ἁρμάτων ἐπεθαρσήσατε, καὶ τῆς τῶν πολεμίων ἰσχύος κρατήσειν ὑπελαμβάνετε, ἀρκούσης ὑμῖν εἰς τοῦτο τῆς τῶν ψευδωνύμων θεῶν φειδοῦς καὶ ἐπικουρίας. τοῦτο ὑμῖν γενήσεται καρπὸς ψευδὴς ἔσται γὰρ ὄλεθρος κατὰ τῶν λαῶν, πᾶσά τε λαμπρὰ b καὶ εὐτειχεστάτη κατασεισθήσεται πόλις. ὃ γὰρ οὐχ ἵστησι Θεὸς, πάντη τε καὶ πάντως πεσεῖται.