Οὐκοῦν, ἀγαπῶντες μὲν τὸ εἶναι μετὰ Θεοῦ, καὶ τιμῶντες ὡς καλέσαντα καὶ ἐπιλεξάμενον, καὶ ὥσπερ ἐξ ἐρήμου καὶ ἀκανθοτόκου γῆς ἁρπάσαντα τῆς ἐν τῶδε τῶ κόσμω κατα- στάσεως, ὡς σταφυλην τε καὶ σῦκον ἠγαπηκότα πρώιμον, διασώσομεν ἀρραγῆ τὴν πρὸς αὐτὸν ἕνωσιν, δῆλον δὲ ὅτι b τὴν πνευματικήν. εἰ δὲ δὴ γένοιτό τις ἀπόνευσις εἰς τὸ ἀκαλλὲς, καὶ εἰς τὸ λυποῦν αὐτὸν, οὐδὲν ἔτι διοίσομεν τῶν ἐθνῶν. ἐσόμεθα γὰρ οἱ ἠγόιπημένοι ὡς οἱ ἐβδελυγμένοι οἳ Ezecli. xxxiii. 12. καὶ εὐλόγως μεμίσηνται. “ Δικαιοσύνη γὰρ, φησὶ, δικαίου “ οὐ μὴ ἐξέληται αὐτὸν, ἐν ᾗ ἂν ἡμέρᾳ ἁμάρτῃ.’’ καὶ 1 Cor. x. 12. σφόδρα σοφῶς ὁ μακάριος γράφει Παῦλος “ Ὥστε ὁ “ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.’’ 3. σῦκον F. (68 al.) Edd. et infra. σκοπὸν B.D. (A.V. XII a anu prima). 14. εἰς αἰσχύμην] δι αἰσχύνην D. 16. τὸν] τοῦ Edd. 17. ἀσέμνων D. 21,22. ὡς σταφ. — ἕνωσιν om. D. 22. διασώσωμεν Edd. 27. ἁμάρτη̣] + ἀποθανεῖται iid. Ἐφραΐμ ὡς ὄρνεον ἐξεπετάσθη. Ὅσα τῶν ὀρνέων μή ἐστι τιθασά τε καὶ κατοικίδια, συλληφθέντα ληφθέντα φυλάττεται, καὶ κατατέρπει τοὺς ἔχοντας. εἰ δὲ c δὴ γένοιτό τις τοῦ διαδρᾶναι καιρὸς, ἀνυπερθέτως ἀποφοιτᾷ, καὶ ὀξείᾳ φέρεται πτήσει πρὸς τὸ αὐτοῖς σύνηθες ἐνδιαίτημα. οὐκοῦν τεθήρευτο μὲν τρόπον τινὰ διὰ Μωυσέως ὀρνέου δίκην ὁ Ἰσραὴλ, καὶ προσκεκόμιστο τῷ Θεῷ, καὶ ἦν ἐν καλῷ τῆς εὐημερίας, νόμῳ παιδαγωγοῦ μένος καὶ φροντίδος ἀπολαύων καὶ φειδοῦς τῆς ἄνωθεν. ἀπέπτη δὲ πάλιν ἐφ’ ὅπερ ἦν ἐν ἀρχαῖς, μονονουχὶ τὴν τοῦ λαβόντος χεῖρα διεκφυγών. ἢ καὶ καθ’ ἕτερον τρόπον συνήσεις τὸ εἰρημένον. πολλὰ τῶν ὀρνέων τοὺς ἐπιχωρίους χειμῶνας οὐ φέροντα, πρὸς ἑτέρας d μεθίστανται χώρας, ἀδιδάκτως ἔχοντα τὴν τοῦ συμφέροντος γνῶσιν, κατὰ τὸ δοκοῦν τῶ πεποιηκότι. ἀλλ’ ἐν ἴσῳ τρόπῳ καὶ ὁ Ἐφραΐμ τὰς ἐκ τοῦ πολέμου δεδιὼς συμφορὰς ἀπέπτη πρὸς Αἰγυπτίους. Αί δόξαι αὐτῶι ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήψεων· Μου καὶ 12 ἐὰν ἐκθρέψωσι τὰ τέκια αὐτῶ, ἀτεκνωθήσονται ἐξ ἀνθρώπων· διότι κω καὶ οὐαὶ εστί. e Ἀπέδρα πρὸς Αἰγυπτίους τὴν ἐνεγκοῦσαν ἀφεὶς ὁ Ἰσραὴλ, ἐπαμύναι τε οἱ παρεκάλει τὸν τῆς χώρας ἡγούμενον. ἆρ’ ὡς ἀτονοῦντος Θεοῦ, καὶ σώζειν αὐτοὺς οὐχ οἵου τε ; οὐ μενοῦν· παναλκὲς γὰρ τὸ θεῖον, καὶ οὐκ ἀνικάνως ἔχον, τὸν τῶν ’ Ἀσσυρίων ἀποσοβῆσαι πόλεμον. συμβέβηκε δὲ τὰ τοιάδε παθεῖν τοὺς ἐξ Ἐφραΐμ, ἤτοι τὸν Ἰσραὴλ, ὅτι Θεὸν ἀφέντες τὸν σώζοντα, καὶ τὸ ἐπ’ αὐτῷ δὴ καὶ μόνῳ μεγάλα φρονεῖν διαγελῶντες ὡς ἕωλον, ᾤοντο κατὰ σφᾶς a 138 Α. 6. τεθήρευται D. 12. μεθίστανται πρὸς ἑτέρας (omittens χώρας) D. 18. ἐκτρέψωσι Edd. 21. τὸν] + Θεὸν iid. 27. διαγελῶντες B.D. διατελῶντες iid. δεινοὶ καὶ ἀνάλωτοι γενήσεσθαι τοῖς ἐχθροῖς, διά τοι τὸ εἰς πληθὺν ἐκτετάσθαι πολλὴν, καὶ ἀναρίθμητον ἔχειν τὴν πολυπαιδίαν. ἔτικτον μὲν γὰρ αἱ παρ’ αὐτοῖς γυναῖκες κατ’ ἐπαγγελίαν, καὶ ἐν εὐλογίας τάξει, Μωυσέως προειπηκότος Εxod. xxiii. 26. εἰρηκότος “ Οὐκ ἔσται ἄγονος, οὐδὲ στεῖρα ἐν υἱοῖς Ἰσ- "ραήλ.’’ ἀλλ’ ἦν εὔηθες κομιδῇ, διὰ πληθὺν σωμάτων ἀφειδῆσαι βοηθείας τῆς παρὰ Θεοῦ· ἐννοῆσαι δὲ μᾶλλον ὀρθὰ φρονοῦντας ἐχρῆν, ὅτι σὺν αὐτῷ τε καὶ δι’ αὐτοῦ Dent. xxxii. 30. b “ Διώξεται μὲν εἷς χιλίους, δύο δὲ μετακινήσουσι μυριάδας.” ἀποσεμνύνονται τοίνυν φησὶν οὐκ ἐπὶ Θεῷ μᾶλλον, ποιοῦνται δὲ δοξαν τόκους καὶ συλλήψεις καὶ ὠδῖνας τῶν παρ’ αὐτοῖς γυναικῶν. ἴστωσαν δὴ οὖν, ὅτι κἂν εἰ τέκοιεν υἱοὺς, κἂν εἰ κάμοιεν ἐκτρέφοντες τεκνα, μεταγνώσονται πονοῦντες εἰκῇ. θρηνήσουσι γὰρ πάντη τε καὶ πάντως τὴν ἀπαιδίαν. ἀρκέσει δὲ ξίφος αὐτοῖς τὸ Βαβυλώνιον εἰς τὸ δαπανῆσαι ῥᾳδίως πᾶν ὅσον αὐτῶν ἐστὶ γένος. Διότι καὶ οὐαὶ αὐτοῖς c ἐστίν. ὅμοιον ὡς εἰ λέγοι, Θεοῦ αὐτοῖς ἐπιρριπτοῦντος τὸ Hiob xii. 14. οὐαὶ, τίς ἐπιδώσει τὴν εὐθυμίαν ; “ Ἐὰν γὰρ κλείση κατὰ ἀνθρώπου, τις ἀνοίξει; κάτα τὸ γεγραμμένον. Heb. x. 31. “ Φοβερὸν οὖν ἄρα τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος·’ καὶ δεῖ ταῖς ἐπιεικείαις λελυπημένον ἐξημεροῦν, καὶ παρ’ αὐτοῦ τὸ σώζεσθαι ζητεῖν, ἐπ’ οὐδενὶ πεποιθότας, ἀναφω- Hab. iii. 18,19. νοῦντας δὲ μᾶλλον “ καυχήσομαι ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί "μου· Κύριος ὁ Θεὸς δύναμίς μου.’