Ὑπὸ τοῦ πλήθους τῶι ἀδικιῶν σου ἐπληθύνθη μανία σου. Πλῆθος ἀδικίας φησὶν οἱονεὶ τὴν πολύτροπόν τε καὶ e πολυειδῆ θρησκείαν τοῦ Ἰσραήλ. ἑνὶ μὲν γὰρ λόγῳ, πεπλάνηντο, καὶ πάντες ἦσαν εἰδωλολάτραι. πλὴν ἐμερίζοντο τοὺς τῆς πλανήσεως τρόπους, ἄλλοι τε ἄλλοις προσῆγον ῆγον τὰς τελετὰς, καὶ τοῖς προσιοῦσιν ἐποιοῦντο τὰς ψευδομαντείας. οἱ μὲν γὰρ ταῖς δαμάλεσιν ἐλάτρευον· οἱ δὲ τῷ Χαμὼς, εἰδώλῳ Μωάβ· ἕτεροι δὲ τῆ Ἀστάρτῃ. ἦσαν δὲ, οἳ καὶ τῷ Βάαλ καὶ τῆ στρατιᾷ τοῦ οὐρανοῦ. ταύτητοι Θεὸς ἐπῃτιᾶτο λέγων διὰ φωνῆς Ἱερεμίου “ Ὅτι κατὰ a 132 Α. ἀριθμὸν πόλεων σου ἤσαν θεοί σου Ἰούδα. ἑκάστη γὰρ Hier. ii. 28. πόλις τῶν παρ’ αὐτοῖς ἴδιον ἔχειν ὡμολόγει θεόν. τοῦτο αὐτὸ πλῆθος ἀδικιας ὀνομάζει δικαίως. ἀδίκημα γὰρ ἀληθῶς καὶ ὕβρις εἰς Θεὸν, τὸ ἀποφοιτᾶν μὲν αὐτοῦ, προσκεῖσθαι δὲ ξύλοις τε καὶ λίθοις, καὶ “τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν,” Ib. i. 16. καθάπερ γέγραπται. μανίαν δὲ λέγει τὴν μαντείαν. οὐκοῦν ἐπειδήπερ πλῆθος ἀδικίας ηὕρηται ἐν σοί φησι, ταύτῃτοι καὶ παρὰ σοὶ πεπλήθυνται μανία, τουτέστιν ἡ ψευδομαντεία, b ἑκάστου κατὰ τὸ εἰκὸς τῶν ψευδομάντεων ἴδιον ἔχοντος τρόπον, καθ’ ὃν ἐμαντεύετο. ἔκτοπον οὖν ἄρα καὶ παράνομον καὶ βέβηλον ἀληθῶς, καὶ οὐκ ἀνικάνως ἔχον εἴς γε τὸ δύνασθαι λυπεῖν καὶ παροτρύναι δεινῶς τὸν τῶν ὅλων Θεὸν, τὸ ψευδοεπείαις προσκεῖσθαι φιλεῖν τῶν λαλεῖν εἰω- θότων τὰ " ἀπὸ καρδίας αὐτῶν, καθὰ γέγραπται, καὶ οὐκ Ib. xxiii. “ ἀπὸ στόματος κυρίου. παραφυλακτέον δὴ οὖν Χριστιανοῖς τὸ πλημμέλημα. μόνοις γὰρ ἂν πρέποι τὸ τοιάδε νοσεῖν τοῖς τῶν δαιμόνων θεραπευταῖς. c 1. ’Υπὸ] Ἀπὸ D. (22.al.) 3. γὰρ assumptum ex B.D. 4. πεπλάνηνται D. 5. δὲ pro τε D. 9. τῳ] τῇ D. 15. αὐτῶν] αὐτοῦ Edd. 17. ηὕρηται D. εὕρηται Edd. 27. δαιμόνων] ἁγίων (sic) iid. θεραπευταῖς] + εἴη δ’ ἀν’ οὐκ ἀμφίλογον ὡς οἱ τῆς ἐκείνων μετίσχοντες πλάνης τὴν ἴσην αὐτοῖς ὑπομένουσι (sic) κόλασιν D. 8 Σκοπὸς Ἐφραἶμ μετὰ Θεοῦ προφήτης, παγὶς σκόλια ἐπὶ πάσας τὰς ὁδοὺς αὐτοῦ. Σκοποὺς ὀνομάζειν ἔθος τῇ θείᾳ γραφῇ τοὺς τῶν λαῶν προεστηκότας καὶ προβεβλημένους, ὑψοῦ τε ἠρμένους διὰ τιμὴν, οἷς ἂν καὶ ἐνορῴη τις, εἰ δὴ βούλοιτο τὸν εὐθῆ τε καὶ ἀνεπίπληκτον διαζῆσαι βίον. καὶ γοῦν ἔφη που Θεὸς πρὸς Ezech. iii. 17. τὸν μακάριον προφήτην Ἰεζεκιήλ “ Υἱὲ ἀνθρώπου, σκοπὸν “ δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ τοῦ στόματός d “ “μου λόγον, καὶ διαπειλήσῃ αὐτοῖς παρ’ ἐμοῦ.’’ ἔθος γὰρ τοῖς τοιοῖςδε σκοποῖς, οὐχὶ μόνον τοῖς παιδευομένοις πρὸς ὑποτύπωσιν ἀρετῆς ἤτοι πολιτείας συννόμου τὸν ἑαυτῶν προτιθέναι βίον, ἀλλὰ γὰρ καὶ εἰσηγεῖσθαι τὰ χρήσιμα, καὶ τὸ τῷ Θεῷ δοκοῦν διερμηνεύειν ὀρθῶς. ἀλλ’ οἱ μὲν ὑπὸ σκοποὺς ὄντες ἀγαθοὺς, κατ’ εὐθὺ τοῦ πρέποντος ἰόντες, ἐσώζοντο· ζοντο· οἱ δὲ πονηροῖς καὶ φαύλοις ἀνδράσι τῆς ἑαυτῶν διανοίας 2 Tim. iii. 13. προσνέμοντες τὴν ῥοπὴν, “ πλανῶντές τε καὶ πλανώ- e “μένοι” διετέλουν, καὶ ἁπάσης ἀγαθουργίας καὶ γνώσεως ἀληθοῦς ἐξῳκισμένον ἔχοντες νοῦν. τοῦτο πεπονθότας καταιτιᾶται αιτιᾶται καὶ νῦν τοὺς ἐκ φυλῆς Ἐφραΐμ, ἤτοι τὸν Ἰσραήλ. γέγονε γὰρ αὐτῷ φησὶ σκοπὸς μετὰ θεῶ προφήτης. ὅμοιον ὡς εἰ λέγοι, καθ’ ἕκαστον τῶν ψευδωνύμων θεῶν, καὶ ψευδό Supra 131. e. μάντις ἰδικός. ὡς γὰρ ἤδη προεῖπον, εἰς πολύτροπον ἐμερίζοντο ζοντο πλάνην. καὶ οἱ μὲν λελατρεύκασι τῷ Βάαλ· οἱ δὲ τῷ 133 Α. a Χαμὼς, ἤγουν τῷ Βεελφεγώρ· καὶ ἐν ἑκάστῳ τεμένει πεπλαστούργητό πλαστούργητό τι, καὶ χειρόκμητον ἦν ἄγαλμά τε καὶ βρέτας, καὶ ὁ προσεδρεύων ἑκάστῳ ψευδοπροφήτης ἰδικός. καὶ διάφορος φόρος παρ’ αὐτοῖς ὁ τῆς μαντείας ἦν τρόπος. ἠρεύγοντο δὲ τοῖς προσερχομένοις τὸ δοκοῦν ἁπλῶς ὡς χρήσιμόν τε καὶ 1. Σκοπὸς] ὣ σκοπὸς (legas ὡς σκοπὸς) D. 4. Haec καὶ προβεβλημένους accesserunt ex D. 5. εὐθῆ τε D. ὀρθὸν Edd. 8. τοῦ assumptum ex D. (23. al.) 10. τοῖς τοιοῖσδε] του ’δε Edd. 11. συννόμου] σὺν νόμοις iid. 12. καὶ prius om. D. 13. τὸ om. D. 18. ἔχοντες] + τὸν iid. οὕτω pro τοῦτο iid. 19. ἐκ] + τῆς iid. 23. τῷ prius] τῇ D. 25, Hoc ἦν assumptum ex D. ἀναγκαῖον. οὐκοῦν ἐπειδήπερ γέγονε σκοπὸς τοῖς ἐξ Ἐφραΐμ μεθ’ ἑκάστου τῶν ψευδωνύμων θεῶν καὶ προφήτης ἰδικὸς, λοιπὸν λοιπὸν πρὸς πᾶν ὁτιοῦν τῶν αἰσχίστων ἀσχέτως ἀπονενεύκασι. τοῦτο γέγονεν αὐτῷ καὶ καὶ σκολιοί. b γὰρ ἦν κατευθύνεσθαι καὶ ὀρθῶς βαδίζειν δύνασθαί ποτε τοὺς εἰς τοσαύτην πολυθείαν ὠλισθηκότας, ὡς σὺν ἑκάστῳ θεῷ καὶ προφήτην ἔχειν ἰδικόν· καὶ προσέτι, ποιεῖσθαι σκοπὸν, τὸν τῆς εἰς Θεὸν εὐσεβείας ἀποκομίζοντα, καὶ τοῖς τῆς ἀπωλείας ἐνιέντα βόθροις. Προσεκτέον δὴ οὖν τοῖς ἐθέλουσι βιοῦν ἐννόμως, οὐχὶ τοῖς διδάσκουσιν ἁπλῶς, οὐδὲ τοῖς λαλοῦσι τὰ ἀπὸ καρδίας Hier. xxiii. 16. αὐτῶν, ἀλλ’ οἷς ἃν ἡ θεία καὶ ἄνωθεν ἐπιμαρτυρήσῃ χάρις τῆς εἰς Θεὸν ἀγάπης τὸ γνήσιον. τοιγάρτοι καὶ ὁ Xριστός “ Προσέχετε, φησὶν, ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται S.Matth. vii. 15. “χονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι c “ “λύκοι ἅρπαγες.’’ θηρῶν γὰρ ἀγρίων ὀλίγα διενεγκεῖν φαμὲν ἀληθεύοντες, τοὺς τῶν ἀνοσίων αἱρέσεων εὑρετὰς καὶ προεστηκότας, “ Τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ Es. ix. 12. “ στόματι.’’ δαπανῶσι γὰρ ὥσπερ τὰς τῶν ἁπλουστέρων ψυχὰς, τοῖς τῆς ἀπάτης ὀδοῦσι συντρίβοντες. εἰρήσθω δὴ οὖν καὶ πρὸς ἡμῶν “ Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν Ps. lvii. 7—9. “ “ἐν τῷ στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν “ “ὁ κύριος. ἐξουδενωθήσονται ὡς ὕδωρ διαπορευόμενον, ἐν- d “ “τενεῖ τὸ τόξον αὐτοῦ ἕως οὗ ἀσθενήσουσιν. ὡς ὁ κηρὸς “ ὁ τακεὶς ἀνταναιρεθήσονται.”