Kαταδῃούντων τὴν Σαμάρειαν τῶν Βαβυλωνίων, οἱ διαφυγεῖν ἰσχύσαντες μόλις ἀπέδραμον εἰς τὴν Αἰγυπτίων· ἀλλὰ καὶ αὐτὴν ἑλόντων τὴν Ἱερουσαλὴμ, ἐν χρόνοις τῆς Ἱερεμίου προφητείας, εὐαρίθμητοι κομιδῆ κατελείφθησαν ἐκ τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίν. οὗτοί τε εἰσῆλθον εἰς d Αἴγυπτον, καίτοι παρεγγυῶντος Θεοῦ διὰ φωνῆς Ἱερεμίου, καὶ λέγοντος ἐναργῶς, μὴ χρῆναι βαδίζειν αὐτοὺς τὴν ἐνεγ- 1. τοῦ assumptum ex D. deest in Edd. (311.) 8. ὀνομάζει] + ὁ Edd. 12. συναρπαζομένους] παιζομένους D. 13. περιπρθρεῖν (sic) D. Edd. 17. πορεύσονται B.D.F. (Alex. XII.) πορεύονται Edd. (Vat.) 18. Μακμάς B.D. μnχμός Edd. Statim καὶ assumptum ex B.D. (sol.) 23. ἐν] + τοῖς D. τῆς om. D. 27. αὐτοὺς assumptum ex D. κοῦσαν ἀφέντας εἰς τὴν Αἰγυπτίων, ἠπειληκότος δὲ, ὅτι κἂν εἰ τοῦτο δρῷεν παρὰ τὸ αὐτῷ δοκοῦν, περιπεσοῦνται τοῖς ἴσοις, ἢ καὶ τοῖς ἔτι φορτικωτέροις. ἔχει δὲ οὕτω τὸ γεγραμμένον Hier. xlix. 15, 16. “ Οὕτως εἶπε κύριος Ἐὰν ὑμεῖς δῶτε τὸ 6. “ ὑμῶν εἰς Αἴγυπτον καὶ εἰσέλθητε ἐκεῖ τοῦ κατοικεῖν, καὶ “ ἔσται ἡ ῥομφαία ἢν ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτῆς, e “ εὑρήσει ὑμᾶς ἐν Αἰγύπτῳ.” ἐπειδὴ γὰρ ταῖς Αἰγυπτίων ἐπικουρίαις ἐπιθαρσήσαντες ἀντεφέροντο τοῖς Βαβυλωνίοις, ταύτῃτοι λελυπημένοι, μετὰ τὴν τῶν ‘Ιεροσογύμων καὶ τῆς Σαμαρείας ἅλωσιν, ἐτράποντο κατὰ τῶν Αἰγυπτίων οἱ Βαβυλώνιοι, καὶ ἀμογητὶ νενικήκασι, τότε συμβέβηκε τοὺς περιλειφθέντας ἐξ Ἰουδαίων συνδιολέσθαι τοῖς Αἰγυπτίοις. οἱ δὲ δὴ διαφυγεῖν τὴν ἐν Αἰγύπτῳ ταλαιπωρίαν ἰσχύσαντες, μόλις ἐπέκεινα δεδραμήκασιν, ἐπὶ τὴν Ἀρκάδων ἰόντες χώραν, καὶ ὡς εἰς πόλιν ὀχυρωτάτην κατῳκήκασι τὴν Μέμφιν καὶ 130 Α. a τὴν Μακμάς· ἑτέρα δὲ αὕτη γείτων που πάντως, καὶ τῶν ἄλλων ἐπισημοτέρα πόλις· ἐκεῖ καὶ τετελευτήκασι, μακροὺς δηλονότι διατελέσαντες χρόνους, ὑπονοστῆσαί τε μὴ δυνηθέντες εἰς τὴν Ἰουδαίαν. ἔφη δὲ οὕτω πάλιν ὁ προφήτης Ib. li. 11—14. Ἱερεμίας “ Διὰ τοῦτο οὕτως εἶπε κύριος Ἰδοὺ ἐγὼ ἐφίστημι “τὸ πρόσωπόν μου τοῦ ἀπολέσαι πάντας τοὺς καταλοίπους “τοὺς ἐν Αἰγύπτῳ, καὶ πεσοῦνται ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ, b “ἐκλείψουσιν ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, καὶ ἔσονται εἰς “ὀνειδισμὸν καὶ εἰς ἀπώλειαν καὶ εἰς κατάραν. καὶ ἐπι- “σκέψομαι ἐπὶ τοὺς καθημένους ἐν γῇ Αἰγύπτῳ ὡς ἐπεσκε- “ψάμην ἐπὶ Ἱερουσαγὴμ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν “θανάτω, καὶ οὐκ ἔσται σεσωσμένος οὐδεὶς τῶν ἐπιλοίπων “’Ιούδα τῶν παροικούντων ἐν γῇ Αἰγύπτῳ, τοῦ ἐπιστρέψαι “εἰς γῆν Ἰούδα, ἐφ’ ἢν αὐτοὶ ἐλπίζουσι ταῖς ψυχαῖς αὐτῶν “τοῦ ἐπιστρέψαι ἐκεῖ· οὐ μὴ ἐπιστρέψωσιν. ἀκούεις ὅτι 3. καὶ assumptum ex B.D. 10. κατὰ τῶν Αἰγυπτίων οἱ βοβυλώνιοι] κατ’ αὐτῶν D. 12. συνδιολέσθαι] συνδιολύσθοι Pont. συνδιόλλυσθαι Aub. 22. πεσοῦνται] πεσεῖται Edd. λοιμῷ D. 23. καὶ prius assumptum ex Β. (Ale.x.) 25. Haec ὡς ἐπεσκεψάμην —θανάτῳ acces- serunt ex B.D. τετελευτήκασιν ἐν Αἰγύπτῳ, κἀκεῖ τῆς θείας αὐτοῖς ὀργῆς ἐπενηνεγμένης ; ὅταν τοίνυν τὴν ἐν Αἰγύπτῳ ταλαιπωρίαν παραιτούμενοι, καθάπερ εἰς ἐπίσημον πόλιν ἀφίκοιντο τὴν c Μέμφιν, ἐκδεξεται μὲν όιὐτοὺς, πλὴν ἐν Μακμας τεθνήξονται. τοῦτο γὰρ τὸ θιίψει αὐτοὺς Μαχμάς. ὅταν τοίνυν διώκῃ Θεὸς, οὐδεὶς ἀνασώσει τὸν κινδυνεύοντα, ἁλλ’ ἔνθαπερ ἃν ἴοι τις, ἐκεῖ περιτεύξεται τῷ θυμῷ. καὶ ταυτὶ μὲν αὐτοῖς ἐν Αἰγύπτῳ συμβήσεσθαι λέγει. Ἐπειδὴ δὲ καὶ τοῖς ἐξ ἰδίου πλούτου λελυπήκασι· “ τὸ γὰρ Supra viii. 4 “ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον ἐποίησαν ἑαυτοῖς εἴδωλα, φησί· ταύτῃτοι δικαίως ὄλεθρος αὐτὸ κληρονομήσει, τουτέστι, κλῆρος ἔσται τῷ ὀλοθρευτῇ. ὄλεθρον γὰρ ἀποκαλεῖ τὸν Ασσύ- d ῥίον, ὡς ἀγρίως τε καὶ ἀπηνῶς ἀνελόντα καὶ μεμαχημένον. ἀναφυήσονται δὲ καὶ ἄκανθαι φησιν ἐν τοῖς σκηνώμασιν αὐτωι. ἐρημίας γὰρ εἰς τοῦτο κατηντήκασιν αἱ πόλεις, ὡς ἀκάνθης γενέσθαι μεστάς· σημεῖον δὲ τοῦτο γῆς ἀβάτου καὶ κεχεπσωμενηυς. Οταν τοίνυν τοῖς παρὰ Θεοῦ δοθεῖσιν ἀγαθοῖς, ἢ σῶμα· τικοῖς ἢ πνευματικοῖς, μὴ δὴ χρῷτό τις ὀρθῶς, μήτε μὴν εἰς e δόξαν αὐτοῦ, πράττοι δὲ ἀπερισκέπτως τὰ δι’ ὧν ἃν προσ- κρούοι, καὶ ἁλίσκοιτο λυπῶν, κατοιχήσεται μὲν εἰς ὄλεθρον, ἔσται δὲ κλῆρος τοῦ διαρπάζοντος σατανᾶ, καὶ ἀκάνθης ἐν- αύλισμα, ἀγρίων δηλονότι καὶ ἐκτόπων ἐπιθυμιῶν· καὶ καρ- ποὺς ἡμέρους οὐκ ἃν ἔχοι κατὰ τὸν νοῦν. πάθοιεν δ’ ἃν τοῦτο καὶ πρό γε τῶν ἄλλων αἱρετικοὶ, τὴν τοῦ λόγου χρείαν δαπανῶντες δυσσεβῶς εἰς τὸ παραλύειν ἀδελφούς· καὶ a 131 Α. “ τύπτειν αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν, καίτοι Χποσ- 1 Cor. viii. 12. τοῦ παθόντος ὑπὲρ ἡμῶν. “Ηκασιν αἱ ήμέραι τῆς ἐκδικήσεως, ἤκασιν αἱ ‘μέραι Τῆς ἀωταπο- 7 11. αὐτὸ] αὐτὸν Edd. 12. τῶν ὀλοθρευτῶν D. 14. ἀνα- φυήσονται Β. ἀναφύσονται D. Edd. 15. ἀκάνθης] ἀκανθῶν φυήσονται 20. τὰ om. D. 22. κλῆρος] κλῆσις Kdcl. 29. ἐκδικήσεως] + σου F. (Alex.) δόδεώς σου, κω κακωοήδεται Ἰσραὴλ ὥσπερ ὁ προφήτης ὁ παρεξεστηκὼς, ὁ ὄνθρωπος ὁ πνευματοφόρὂς. Εθος ἦν τοῖς ἐξ Ἰσραὴλ τοὺς τῶν ἁγίων προφητῶν ἀποσείεσθαι λόγους, καὶ οὐδὲν ἡγεῖσθαι τὰ παρὰ Θεοῦ, καίτοι πολλάκις ὅτι παθεῖν αὐτοῖς συμβήσεται τὰ δεινὰ b προηγορευκότος. καὶ γοῦν ὁ τῶν ὅλων Θεὸς προσπεφώνηκέ Ezech. xii. 27,28. που τῷ προφήτῃ λέγων Ἱεςεκιήλ “Υἱὲ ἀνθρώπου, ἰδοὺ ὁ “οἶκος Ἰσραὴλ ὁ παραπικραίνων λέγοντες λέγουσιν Ἡ “ὅρασις ἢν οὗτος ὁρᾷ εἰς ἡμέρας πολλὰς, καὶ εἰς καιροὺς “οὗτος προφητεύει. διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς τάδε “λέγει Ἀδωναΐ κύριος Οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ “λόγοι μου, οὓς ἃν λαλήσω· ὅτι λαλήσω λόγον καὶ “ποιήσω, λέγει Ἀδωναΐ Κύριος ” τοιοῦτον τί φησι κὰνθάδε· c ηκασι γάρ φησιν αἱ ἡμέραι τῆς ἐκδικήσεως. ὅμοιον ὡς εἰ λέγοι Ἐγγὺς ἡ δίκη, καὶ ἐπ’ αὐταῖς ἤδη θύραις ὁ ἀγὼν, γείτων ἡ συμφορὰ, καὶ ἐν ὀφθαλμοῖς ὁ πόλεμος. ἐνέστηκεν ἡ τῆς ἀνταποδόσεως ἡμέρα. κακουμένῳ δέ σοι, φησὶν, ὦ Ἰσραὴλ, συγκακωθήσεται πάντως, καὶ ἐν ἴσῳ τρόπῳ μεθέξει τῆς δίκης, πᾶς ὁ ἐν σοὶ ψευδοπροφήτης, ὁ παρεξεστηκὼς ἄνθρωπος, τουτέστιν, ὁ ἔνθους καὶ μαινόμενος, καὶ ἀπολωλεκὼς τὰς φρένας, ὃν σὺ νενόμικας εἰναι πωευματοφόρον. d ὁμοῦ γὰρ τοῖς ἄλλοις διολώλασι οἵ τε ἱερεῖς τῶν ὑψηλῶν, καὶ οἱ τῶν εἰδώλων θεραπευταὶ, καὶ πάντες ὅσοι ψευδοεπεῖς τε καὶ ψευδομάντεις ἦσαν ἐν τῷ Ἰσραήλ. ἐπειδὴ γὰρ μαίνεσθαι προσεποιοῦντο τὰς μαντείας ποιούμενοι, καὶ φοιβᾶν ὑπεκρίνοντο, ταύτῃτοι καὶ ἄνθρωπον παρεξεστηκότα τὸν τοιοῦτον ὀνομάζει. 2. ὁ prius assumptum ex B.D. (62, 86, 147.) 6. προηγορευκότος] περιηγορευκότος Edd. 7. λέγων λέγων hoc ordine B.D. 9. ὥρα (sic) D. μακροὺς post καιροὺς add. Edd. invitis B.D. 13. τοιοῦτον] τοιοῦτο Edd. 15. εἰ deest in Edd. ante Migne. θήραις Edd. ante Migiie. 19. πᾶς post ὁ transp. Edd. 23. οἱ om. D. 25. ποιούμενοι B.D.b. ποιησόμενοι Edd.