Δεῖ δὴ οὖν ἄρα τῶν θείων ἡμᾶς χαρισμάτων μὴ καταφρονεῖν· ἀλλ’ ὧν ἂν ἔχοιμεν παρὰ Θεοῦ, πλεῖστον ὅσον ποιεῖσθαι λόγον· πεφροντικόσι μὲν γὰρ ἐμφιλοχωρήσει τὸ χάρισμα· εἰ δὲ ῥᾴθυμοι καὶ ἀναπεπτωκότες περὶ αὐτὸ γινοίμεθα, καὶ αὐτὸ δὴ πάντως ἀποπτήσεται. 126 A. a Καὶ ἐπελάθετο Ἰσραὴλ τοῦ ποιήσαντος αμτόν, καὶ ῷκοδόμγσαν τεμένη· καὶ Ἰούδας ἐποίησε πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ, καὶ καταφάγεται τὰ Θενέλια αὐτῶν. Ἀμφοτέραις ἐπιπλήττει ταῖς βασιλείαις, τῆ τε ἐν Σαμαρείᾳ φημὶ, καὶ τῇ τοῦ Ἰούδα, τουτέστι, τῆ οὔσῃ κατὰ τὴν Ἱερουσαλήμ. τί γὰρ ἄμφω δεδράκασι, καταθρῆσαί τε ἅμα καὶ b εἰπεῖν ἀναγκαῖον. προσδοκωμένου γὰρ ἔσεσθαι τοῦ πολέμου, μονονουχὶ δὲ καὶ ἐπ’ αὐταῖς ἤδη γεγονότος ταῖς θύραις τοῦ 9. παντελῶς D. τελείως Edd. 16. ἐμφιλοχωρήσει iid. 17. γινοίμεθα] γινόμεθα iid. 19. ᾠκοδόμησε B.F. (22. al.) infra 164 b. ῴκοδόμ(??)/ ᾠκοδόμησαν Edd. (A.V.) 20. ἐποίησε B.D. ἐπλήθυνε Edd. (A.V. etc.) cf. infra 164 b. 294 a. 27. μόνον δὲ οὐχὶ D. ταῖς om. D. δείματος, δέον αὐτοὺς τούς τε ἐν τῆ Σαμαρείᾳ, καὶ τοὺς βασιλεύοντας ἐκ φυλῆς Ἰούδα, τὴν παρὰ Θεοῦ τοῦ σώζοντος ἐπικουρίαν ζητεῖν, εἰς ἐκτόπους καὶ ἀνωφελεῖς ἐτράποντο γνώμας καὶ, ταῖς μεταγνώσεσι θεραπεύειν ὀφείλοντες, κατηρέθιζον ἐφ’ ἑαυτοῖς καὶ ἔτι μειζόνως τὸν τῶν ὅλων κρατοῦντα Θεόν. ὁ μὲν γὰρ Ἰσριιὴλ, τουτέστιν αἱ δέκα φυλαὶ καὶ οἱ τούτων ἀνημμένοι τὸ κράτος, ὡς λελυπημένοις τοῖς δαίμοσιν ἤγουν ἀποστῆσαι δυναμένοις τὴν ἅλωσιν, καὶ τὰς τῶν πολεμίων ἀνατρέψαι φάλαγγας, καὶ πλείονας ἔτι τὰς c θεραπείας προσῆγον· ἐκμειλισσόμενοι δὲ ὥσπερ, καὶ καθιστάντες εὐμενεῖς, ῷκοδ'ομουν τεμένη, καὶ βωμοὺς δὲ ἐναπετίθεντο, καὶ πλείοσιν ἔτι θυσίαις ἐτίμων· ὁ δέ γε Ἰούδας ὀχυρωτέρας ἐποίει τὰς ἑαυτοῦ πόλεις, λίθοις μᾶλλον ἐπιθαρσήσας, οὐ Θεῷ, καίτοι λέγοντι σαφῶς περὶ τῆς Ἱερουσαλὴμ, ὅτι “Ἐγὲ ἔσομαι αὐτῇ, λέγει κύριος, τεῖχος πυρὸς κυκλόθεν, Zach. ii. 5. “ καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.’’ ἀλλ’ οὐδὲν μὲν ὤνησε τὸ χρῆμα τὸν Ἰσραήλ· πῦρ δὲ ταῖς πόλεσιν ἐπαφήσειν d ταῖς Ἰούδα, λοιπὸν ἐπηπείλει ὁ Θεός, καταπιμπράντων αὐτὰς δηλονότι τῶν Βαβυλωνίων, οἳ τῆς εἰς αὐτοὺς ὀργῆς γεγόνασιν ὑπουργοί. διασώσει δὴ οὖν παντελῶς οὐδὲν τὸν Θεῷ προσκρούοντα· καὶ ζημία μὲν ὁμολογουμένως καὶ ἀμαθίας ἔγκλημα λοιπὸν, μᾶλλον δὲ δυσσεβείας τῆς ἀνωτάτω, τὸ ταῖς τῶν δαιμονίων ἐπιθαρσῆσαι δυνάμεσι· Θεοῦ δὲ λελυπημένου καὶ παραλύοντος, οὐδὲν ἧττον ἀμαθὲς τὸ γηίνοις ἐπικουρήμασι διαπαίζεσθαι. δεῖ δὲ δὴ μᾶλλον εὐχαῖς τε καὶ μεταγνώσεσιν ἀποκρούεσθαι τὴν ὀργήν· ἔστι γὰρ “ “οἰκτίρ- Joel ii. 13. “ μῶν καὶ ἀγαθὸς καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις’’ κατὰ τὸ γεγραμμένον. 1. αὐτοὺς] αὐταῖς (sic) D. τῇ assumptum ex D. 2. τοῦ assumptum ex B.D. 3. εἰ pro εἰς Edd. 7. Haec τοῖς δαίμοσιν ἤγουν ἀποστῆσαι δυναμένοις accesserunt ex B.D. 9. ἀνατρέψαι D. ἀνατρέπειν Edd. 10. ἐκμελισσόμενοι iid. 11. δὲ assumptum ex D. 13. ἐπιθαρσήσας] + καὶ Edd. invito D. 18. ὁ assumptum ex D. κάτα. πιμπρόντων [legas καταπιμπρώντων] D. 20. Haec διασώσει δὴ οὖν usque ad fin. scholii accesserunt ex D. Κεφ.θ΄. Μὴ χῶρε Ἰσραὴλ, μηδέ εὐφραίνου καθὼς οἱ λαὼ, ὅτι ἀπὸ τοῦ Θεοῦ σου· ἠγάπησας δόματα ἐμ πάντα ἅλωνα σίτου. 2 ἅλων καὶ ληνὸς οὐκ ἔγνω αὐτοὺς, καί ὁ οἶνος ἐψεύσατο αὐτούς. e 3 οὐ κατῷκησαν ἐι τῇ γῇ Κυρίου· κατῷκησεν Ἐφραΐμ εἰς Αἴγυπτον, 4 καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάτονται. οὐκ ἔσπεισαν τῷ Κυρίῳ οἶνον, κω οὐχ ἥδυναν αὐτῷ· αἱ Θύμα αὐτῶ ὡς ἄρτος πένθους αὐτοῖς, πάντες οἱ ἐσθίοντες αὐτὰ μιανθήσονται, διότι οἱ ἄρτοι αὐτῶι ταῖς ψυχαῖς αu̓τῶv οὐκ είσελεύσονται εἰς τὸν οἶκον Κυπίου. 127 Α, a Tαῖς τῶν ἐθνῶν ἀγέλαις, ἐπεί τοι πλείστην ὅσην νοσοῦσι τὴν ἀβουλίαν· πεπλάνηντο γὰρ ὁμολογουμένως· ἔθος ἦν ἀρχομένοις τῆς γεωπονίας καὶ ἀροῦν μέλλουσι τὴν γῆν, θυσίας ἐπιτελεῖν τοῖς δαίμοσι, καὶ παρ’ αὐτῶν αἰτεῖν τὰς τῶν ἀγρῶν εὐκαρπίας· ἀμῶντες δὲ πάλιν, καιροῦ καλοῦντος εἰς τοῦτο, καὶ μὴν καὶ ληνοῖς ἐντιθέντες τὸν βότρυν, ἔσπενδον, ἔθυον ταῖς ὥραις, ἦδον τὰς ἐπιληνίους ᾠδὰς, ἀναφέροντες τὰ χαριστήρια, b χαίροντές τε καὶ εὐφραινόμενοι διετέλουν. τοῦτο δρῶντας τοὺς ἐξ Ἰσραὴλ ἐπαιτιᾶται Θεός. μὴ γὰρ δὴ χρῆναι χαίρειν αὐτὸν διισχυρίζεται σαφῶς, καθὰ καὶ τὰ λοιπὰ τῶν ἐθνῶν. διὰ ποίαν αἰτίαν ; οἱ μὲν γὰρ ἠγνοηκότες παντελῶς τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, γεννηθέντες δὲ μᾶλλον ἐν πλάνῃ, τάχα που τῆς ἀρρωστίας ἤγουν ἀμαθίας οὐκ ἀπίθανον ἔχουσι λόγον· ὁ ’δε γε Ἰσραὴλ, καίτοι νόμῳ παιδαγωγούμενος, καὶ τὸν τῶν ὅλων Δεσπότην ἐπεγνωκὼς, πεπόρνευκεν εἰς ἀπόστασιν. οὐκοῦν νοοῖτ’ ἃν εἰκότως καὶ ἐν αἰτίᾳ γεγονὼς τῆ φορτικωτέρᾳ, καὶ δυσδιἁφυκτον S. Luc. xii 47,48. C ἔχων τῆς δυσσεβείας τὸ ἔγκλημα· εἰδὼς γὰρ τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, κατημέλησεν, οὐ πεποίηκε. δαρήμηδ’ 1. Edd. 2. ἐπὶ πᾶσαν ἅλωνα F. (22. al.) 4. γῇ] + Edd. Α.V. etc.) invitis B.D. εἰς assumptum ex B.D. (Alex. XII.) 7. οἱ ἔσθοντεσ F. (Alex. XII a manu prima.) 11. πεπλάνηνται Edd. 12. γεωπονίας D. γεωπόνου iid. ἀροῦσι μέλλουσι (sic) D. 15. ἐνθέντες D. 21. καὶ om. D. σεται δὴ οὖν πολλάς· τοῦ μὴ εἰδότος, εἶτα μὴ δεδρακότος, ὀλίγας δαρησομένου, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν.