Οτι μὴ εἰκῆ τοῖς ἀχάλινον ἔχουσιν ἐπὶ τὰ αἰσχίω τὴν ῥοπὴν, ἢ καὶ τοῖς ἀκαταλήκτως εἰωθόσι πλημμελεῖν ἐπιφέρεται πολλάκις παρὰ Θεοῦ τὰ δεινὰ, πρὸς ὠφελείας δὲ μᾶλλον, καὶ ὡς ἐν ἰάματος τρόπῳ, διδάσκει πάλιν. οἱ γὰρ τῆς a 94 Α. θείας ἡμερότητος καταφρονηταὶ, καὶ ἠγνοηκότες ὅτι καλεῖ πρὸς μετάγνωσιν τὸ τῆς ἀνεξικακίας μέγεθος, τῶν ἐξ ὀργῆς κινημάτων οὐ περιέσονται· πόθεν; περιθραυόμενοι δὲ μᾶλλον τῇ τῆς συμφορᾶς ἀγριότητι, τὸ συμφέρον ἐπιγινώσκουσι, καὶ οὓς οὐδὲν ὤνησεν ἡ φιλανθρωπία, πρὸς τὴν τοῦ συμφέροντος ἀποφέρει γνῶσιν τὸ καταικίζεσθαι πόνοις. ὃν γὰρ τρόπον τὰ ἐν τοῖς σώμασιν ἀγριαίνοντα τῶν παθῶν, καὶ ὅσα μὴ τοῖς ἠπίοις εἴκει φαρμάκοις, πυρὶ καὶ σιδήρῳ νικᾶται πολλάκις· κατὰ b τὸν ἶσον οἶμαι τρόπον τε καὶ λόγον, καὶ τὰ ἐν ταῖς ἀνθρωπίναις ψυχαῖς ἐπισυμβαίνοντα πάθη, εἰ μὴ χρηστοῖς ἐκπέμπεται λόγοις, μηδὲ λογισμῷ νικᾶται τῷ σώφρονι, πόνῳ καὶ μάστιγι καὶ ταῖς ἀνηκέστοις παραχωροῦσι συμφοραῖς. ἐκτεθλιμμένοι δὴ οὖν, τότε δὴ μόλις, φησὶ, τὸ ἐμὸν ἐπιζητήσουσι πρόσωπον. κειμένων γὰρ ἐν ἐξουσίᾳ τῶν ἀγαθῶν, οὐ πολλὴ τοῖς ἀσυνέτοις ἡ τοῦ κατευφραίνοντος αἴσθησις· εἰ δὲ δὴ τῶν οὕτως εὐκταιοτάτων ἀποστερεῖσθαι συμβαίνοι, τότε δὴ μάλιστα c δριμυτέραις ἐπ’ αὐτὰ ταῖς ἐπιθυμίαις ἐρχόμεθα, εἰσδεχόμεθα δὲ πολλὴν καὶ ἀνανταγώνιστον τοῦ λυποῦντος τὴν αἴσθησιν. ὅταν τοίνυν θλίβωσι, τότε τὸ ἐμὸν ζητήσουσι πρόσωπον. Εοικε δὲ ὁ λόγος εὐαφόρμως ἀναφοιτᾶν ἐπὶ τὸ τοῦ 1. ἀνακόπτει D. 2. δὲ μὴν pro γε μὴν D. 5. ἢ assiimptum ex D. 10. οὐ περιέσονται· πόθεν;] Sic correxi ex D. οὐ περιέσονταί ποθεν Edd. 13. Hoc πόνοις accessit ex B.D. Statim ὅνπερ pro ὃν D. 14. παθῶν] νοσημάτων Cod. Taur. 137 ubi supra 77. 17. ἐκπέμπεται D. Cod. Taur. ὑπείκει Edd. 22. μὴ (sic) pro δὴ D. 25. ἀνανταγώνιστον] ἀνταγώνιστον Edd. 26. ὅτε pro ὅταν iid. Χριστοῦ μυστήριον, καὶ τὴν δι’ αὐτοῦ λύτρωσίν τε καὶ πρὸς Θεὸν ἐπιστροφὴν εὖ μάλα παραδηλοῦν. τὸ γὰρ ζητούμενον τοῦ Θεοῦ πρόσωπον, αὐτὸς ἂν νοοῖτο, καὶ σφόδρα εἰκότως, Heb. i. 3. ο Υιος, “Ος ἐστιν εἰκὼν καὶ ἀπαύγασμα καὶ χαρακτὴρ τῆς d “ὑποστάσεως” τοῦ Πατρός, πρόσωπον οὖν τὸ ἀληθὲς τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υιός, εἴπερ ἐν αὐτῷ γινώσκεται· καὶ S. Joan. xiv. 9. “ὁ ἑωρακὼς αὐτὸν, ἑώρακε τὸν Πατέρα.” οὕτως αὐτὸν ὀνομάζει καὶ ὁ θεσπέσιος μελῳδὸς, πρὸς τὸν τῶν ὅλων Θεὸν Ps. cxviii. 135. ἀνακεκραγώς τε καὶ λέγων “Τὸ πρόσωπόν σου ἐπίφανον “ἐπὶ τὸν δοῦλόν σου·” καὶ μὴν καὶ ὡς ἐκ προσώπου τῶν πεπιστευκότων καὶ μεμορφωμένων ἤδη πρὸς τὸν Υιὸν διὰ Ps iv. 7. Πνεύματος, “Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου Thren.iv. 20. “σου, Κύριε·” ὡς γάρ φησιν ὁ προφήτης, “Φῶς προσώπου e “ἡμῶν, Χριστὸς Κύριος.” Κεφ. ς΄. Ὀρθριοῦσι πρὸς μὲ λέγοντες Δεῦτε κὼ ἐπιστρέψωμεν πρὸς κύριοι τὸ Θεόν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε κω ἰὰσεται ἡμᾶς, πατάξει 2 καὶ μοτώσει ἡμᾶς, ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας· ἑ τῇ ἡμέρᾳ 3 τῇ τρίτῃ ἀναστησόμεθα, καὶ ςησομεθα ἐνώπιον αὐτοῦ, κοὶ γνωσόμεθα· 95 Α. a διώξομεν τοῦ γνῶναι τὸ κύρω, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτὸν, καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρώϊμος καὶ ὄψιμος Τῃ Γῃ. Τὸ ὀρθριοῦσιν ἐν τούτοις ὑποσημαίνειν ἔοικεν, ὅτι καθάπερ ἐξ ὕπνου διεγηγερμένοι τῆς ἐνούσης ἀβουλίας αὐτοῖς, καὶ οἱονείπως ἀπὸ νυκτὸς καὶ σκότους ἐνηνεγμένοι λοιπὸν εἰς φῶς καὶ ἡμέραν, προτροπάδην ἀλλήλοις ἐπιφωνήσουσιν ὅτι b προσήκει λοιπὸν ἐπιστρέφειν πρὸς Κῦρον. ἀνάνηψις δὲ αὕτη τῶν εἰς ἀπάτην ὠλισθηκότων, καὶ ταῖς τῶν εἰδώλων λατρείαις 7. ὁ assumptum ex B.D. 8. καὶ assumptum ex B.D. 15. Δεῦτε d. (233). πορευθῶμεν Edd. ἐπιστρέψομεν Β. (147). 16. ἐπάταξε F. 17. τῇ τρίτῃ ἡμέρᾳ pro τῇ ἠμ’. τῇ τρ. D. (22. 51). 18. ἀναστησόμεθα B.D.F. (Alex.) cf. in S. Joan. 137 b. ἐξαναστησόμεθα Edd. (Vat.) 19. διώξομεν B.D. (Alex.) in S. Joan. 1. c. διώξωμεν Edd. (Vat.) 21. τῆ assumptum ex B.D.F. (Alex. XII.) ἐνειλημμένων. νήψεως γὰρ ἤδη καρπὸς, τὸ ἀχλύος μὲν ἔξω γενέσθαι ζητεῖν, τῆς δαιμονιώδους δηλονότι· φωτὶ δὲ ὥσπερ τῷ θείῳ λοιπὸν ἐκμεμεστωμένους, ὀρθῷ διάττειν σκοπῷ πρὸς ἐπίγνωσιν τοῦ φύσει τε καὶ ἀληθῶς Θεοῦ καὶ δεσπότου, καίτον πάλαι διακειμένους, ὅτι καὶ “θεοὶ πολλοὶ καὶ κύριοι” κατὰ 1 Cor. viii. 5. τὸν κόσμον εἰσὶν, ὡς εἰς τοῦτο καθικέσθαι δυσβουλίας, ὥστε καὶ “τῷ ξύλῳ λέγειν Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ Σὺ Hier. ii. 27. ἐγέννησας με. c Ἐπιμένει δὲ ὁ λόγος τῆ τροπῇ. θέα γὰρ ὅπως καθάπερ ἐπὶ λέοντος, ἤγουν ἑτέρου θηρίου φασὶ τὸ Αὐτὸς ἥρπασε καὶ ἰάσεται ἡμᾶς. ἐπειδὴ γὰρ ἔφασκε, “Καὶ ἐγὼ Supra v. 14. “ ἔσομαι ὡς πάνθηρ τῷ Ἐφρΐμ, καὶ ὡς λεών τῷ οἴκῳ “Ἰούδα, καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήψομαι, “καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος,” τετηρήκασι τῆς μεταφορᾶς τὸ σχῆμα, καί φασιν, ὅτι θεραπεύσει πάντως ὁ ἀρπάσας. ὥσπερ γὰρ λελύπηκεν ἡ ὀργὴ, κατευφραίνει που πάντως τοὺς πεπονθότας καὶ τὰ ἐκ τῆς ἡμερότητος ἀγαθά. ὁμοῦ δὲ d κἀκεῖνο συνήσομεν, ὅτι Θεοῦ κακοῦντός τινας, ὀνήσειεν ἂν οὐδείς. δέοιτο δ᾿ ἂν τὰ τῶν πεπονθότων αὐτοῦ τε καὶ μόνου πρὸς ἐπανόρθωσιν.