Ἐπαιδεύθησαν 3 ἐι ἐμοὶ, κω ἐγὼ κατίσχυσα τοὺσ βραχίονασ αὐτῶν, 15 καὶ εἰς ς ἐμὲ ἐλογίσαντο ε πονηρά. ἀπεστράφησαν εἰς οὐδἑν, 16 ἐγένοντο ὡς τόξον ἐντεταμένον. Ετερον αὐτοῖς ἀχαριστίας αὐτῶν ἐπισυνάπτει τρόπον, ἀνοσίους ὄντας καὶ ὀλιγογνώμονας ἀποφαίνων. ἐγὼ μὲν γάρ φησι, καίτοι πάλαι κτηνῶν ἀλόγων διενεγκόντας οὐδὲν d καὶ ἀσυνέτους ὄντας κομιδῇ, καὶ νόμῳ πεπαίδευκα, καὶ σοφοὺς ἀπέδειξα καὶ τὸ σύμφερον εἰδότας καὶ τὴν τῆς δικαιοσύνης ὁδὸν, καὶ ἁπάσης εὐκοσμίας κατόρθωσιν οὐκ ἠγνοηκότας, ὡς ἤδη καὶ λέγειν χαίροντας ἐφ’ ἑαυτοῖς, “ Μακάριοι ἐσμὲν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ κυρίῳ γνωστὰ Bar. iv. 4. “ ἡμῖν ἐστι.’’ καὶ οὐ μέχρι τούτων τὰ τῆς εἰς αὐτοὺς γέγονε φιλοτιμίας· ἀλλὰ γὰρ καὶ ἀλκιμωτάτους ἀπέφηνα, καὶ ἱκανῶς ἔχοντας πρὸς τὸ δύνασθαι παντὸς καταθλεῖν τοῦ πολεμεῖν ἐθέλοντος καὶ ἀνθεστηκότος. νενικήκασι γὰρ ἔθνη e πολλὰ καὶ μεγάλα, καὶ τοῦτο ἀμογητί· ἀλλ’ εἰς ἐμὲ τὸν τῶν τοιούτων αὐτοῖς δοτῆρα Θεὸν γεγόνασι πονηροὶ, καταφρονηταὶ δηλονότι καὶ ἀποστάται· καὶ ὁ τρόπος αὐτοῖς τῆς ἀποστροφῆς γέγονεν εἰς οὐδεν. οὐδὲν γὰρ ὅλως τὸ ἐξ ὕλης αἰσθητῆς χειροποίητον ἄγαλμα. ἀλλ’ εἰ μέν τι τὸ ἄμεινον εὑρήκασιν, ἔχοι ἂν εἰκότως καὶ λόγον αὐτοῖς ἡ παράβασις. 1. αὐτόπου B.D. b. ἀτόπως Edd. 2. καταγινώσκοιντο B.D.b. κατεγινὠσκοντο Edd. 14. διενενεγκόντας (sic) D. 15. πεπαίδευμαι Edd. 16. σαφοῦς iid. ante Migne. correxi ex D. 21. καὶ prius assumptum ex B.D. 25. τῶν assumptiun ex D. 28. τι] τοι Edd. 116 Α. a ἐπειδὴ δὲ πρὸς Θεὸν οὐδὲν παντελῶς τὰ τοιάδε, γελοιότης δὲ καὶ ἠλιθιότης καὶ ὅσα τούτοις ἐγγὺς, οὐδεὶς αὐτοῖς ἐστι λόγος τῆς ἀποστροφῆς, πιθανὴν ἔχων αἰτίαν. οὐκοῦν εἰς οὐδεν ἀπεστράφησαν, γεγόνασι δὲ πρὸς τούτοις καὶ ὡς τοξον εντεταμενον, οὐ χαλώμενοι πρὸς μετάγνωσιν, οὐ καθυφιέντες τοῦ τόνου τοῦ πρὸς τοσαύτην αὐτοὺς ἀποφέροντος αἰσχύνην καὶ ἀβουλίαν. Ιστέον ς δὲ, ὅτι τοῦτο διερμηνεύοντες ἐκδεδώκασιν ἐγένοντο ὡς τόξον αντεστραμμενον, ἵνα τι τοιοῦτον πεπραχὼς b νοῆται πάλιν ὁ ’Ισραήλ. οὓς γὰρ ἔδει μᾶλλον, καθάπερ τι τόξον, ἐντείνεσθαι κατ’ ἐχθρῶν, καὶ βάλλειν εὐτόνως τοὺς ἀντανίστασθαι μεμελετηκότας, διαλελήθασι σφᾶς αὐτοὺς οἱονεὶ τόξων ἀκίσι πλήττοντες πικρῶς. Θεῷ γὰρ προσκρούοντες, κάταγε τοὺς ἤδη προειρημένους τρόπους, τί δρῶντες ἕτερον ἁλοῖεν ἂν, ἢ καθ’ ἑαυτῶν τὰς ἰδίας ὁπλίζοντες χεῖρας ; Νοοῖτο δ’ ἂν τὸ προκείμενον, εἴπερ τῳ δοκεῖ, καὶ καθ’ ἕτερον τρόπον. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς ἐνέτεινεν οἱονείπως c τὸν Ἰσραὴλ ὡς ἴδιον τόξον, τῇ τοῦ διαβόλου τυραννίδι μαχόμενος, καὶ τῇ τῆς εἰδωλολατρείας ἀντεξάγων ἀπάτη· μόνος γὰρ ἐκ πάντων τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐθνῶν ὁ Ισραὴλ, κάταγε τὸ τῷ νόμῳ δοκοῦν, ἀπεσείετο μὲν τὴν τῶν εἰδώλων προσκύνησιν, προσέκειτο δὲ τῷ φύσει τε καὶ ἀληθῶς τῶν ὅλων Δεσπότη· ἀλλ’ ἐτράποντο πρὸς τὸ ἐναντίον. οἱ γὰρ ἐκεῖνο πράττειν ὀφείλοντες, ὑπὲρ τῆς τῶν εἰδώλων δόξης πεπολεμήκασι τῷ Θεῷ· γεγόνασι τοίνυν ὡς ὦον d αωτεστραμμενον, ἐναντίᾳ χρώμενοι τῇ τοξείᾳ. Πεσοῦνται ἐὺ ῥομφαίᾳ οἱ ἄρχοντεσ αὐτῶν δι’ ἀπαιδευσίαν Γλώσσησ αὐτῶι.