Ἐν τῷ καταῤῥάσσειν αὐτοὺς ὅλην τὴν νύκτα ὕπνου Ἐφραΐμ ἐνεπλήσθη· επλήσθη·πρωΐ ἐγενήθη, ἀνεκαύθη ὠς πυρὸς. Ἔφην, ὅτι περιδεὴς ἦν ἄγαν ὁ θεομισὴς Ἱεροβοὰμ, ἐν Supra 108 c. 6. Ἤρξαντο] + οἱ Edd. (A.V.) invitis B.D. (XII. a prima manu.) αὐτῶν Β. (22 al.) 7. κλίβανον B.D. κλίβανος Edd. (A.V. Codd. Parsoniani omnes.) 25. ἐνεπλήσθη D. ἀνεπλήσθη F. Edd. μόναις ὢν ἔτι ταῖς σκέψεσι τῶν ἀνοσίων ἐγχειρημάτων. ᾤετο γὰρ δὴ, καὶ σφόδρα εἰκότως, ἀγανακτήσειν Ἰσραήλ, εἰ διαπύθοιτό τι τοιοῦτον, καὶ τῶν πατρῴων ἐθῶν τὴν παράβασιν οὐκ ἐν μικρῷ ποιήσεσθαι λόγῳ. ἐπειδὴ δὲ προσπεφώνηκε c μὲν τοῖς ὄχλοις αὐτὸς, ὅτι χρὴ ταῖς δαμάλεσι προσκυνεῖν, προσήκαντο δὲ ἀσμένως τὴν σκέψιν αὐτοὶ, καὶ ὁμοῦ τοῖς ἄρχουσιν ἐπεκρότουν, ὡς ὀρθὰ καὶ συμφέροντα φρονεῖν τε καὶ δρᾶν ᾐρημένοι, ἀπέστη δειμάτων, ἀποκεχώρηκεν ὑποψίας, εὔθυμός τε διετέλει λοιπὸν, καὶ τρυφῆς ἦν πλέως. οὐκοῦν ἐν τῷ καταῤῥάσσειν αὐτοὺς, τουτέστι, κατ’ ἐκεῖνο καιροῦ, ὅτε κατέπιπτον εἰς ὄλεθρον καὶ ἀπώλειαν, συγκατανεύοντές τε καὶ συναινοῦντες αὐτῷ, καὶ τῆς εἰς Θεὸν ἀγάπης τιμῶντες d τὴν παράβασιν, τότε φησὶν, ὁ Ἐφραΐμ, τουτέστιν ὁ ἐκ φυλῆς Ἐφραΐμ Ἱεροβοὰμ, ὅλην ἐκοιμήθη τὴν νύκτα. ὅμοιον ὡς εἰ λέγοι, καίτοι πάλαι διεγρηγορὼς ἐκ δειμάτων καὶ ὑποψίας, ἄφροντις ἦν, ἐτρύφα λοιπὸν, καὶ ἐν μαλακαῖς ἦν εὐναῖς ὅλην τὴν νύκτα κοιμώμενος. ἐπειδὴ δὲ πρωὶ γέγονε, θερμότερος ἦν τῶν ἄλλων. ἀνεκαύθη γὰρ ὡς πῦρ φέγγος, καὶ τοῖς ὄχλοις συνεθερμαίνετο, οὐδ’ ὅσον εἰπεῖν μελλησμοῦ τὴν ὑπόθεσιν ἀξιῶν, ἀλλ’ εἰς πέρας ἄγων, καὶ μάλα προθύμως, e τῶν ἀνοσίων ἐγχειρημάτων τὴν ἀνάδειξιν. 7 Πάντες ἐθερμάνθησαν, ὡς κλίβανος οἱ καρδίαι αὐτῶν, καὶ κατέφαγεν τοὺς κριτὰς αὐτῶν· πάντες οἱ βασιλεὶς αὐτῶι ἔπεσον, οὐκ ἦν ὁ ἐπικαλούμεονς ἑ αὐτοῖς πρός με. Αληθῆ μὲν οὖν ἅπερ ἔφην· τεθέρμανται γὰρ οἱ ἀμφὶ τὸν Supra ver. 6. ἐπάρατον Ἱεροβοὰμ, καὶ “ἀνεκαύθησαν ὡς πυρὸς φέγγος.” ἀρ’ οὖν μέχρι τῶν ἐκείνῳ τετολμημένων τὰ τῆς δυσσεβείας 111 Α. a προβέβηκεν; οὐδαμῶς, φησίν· ἐθερμάνθησαν γὰρ πάντες, καὶ οἱ 2. δὴ assumptum ex B.D. 9. λοιπὸν om. D. 16. ἦν] ὢν Aubertus. 17. ἐπεὶ pro ἐπειδὴ D. 18. πῦρ φέγγος b. Syr. (Alex.) sed cf. e infra. πυρὸς φέγγος Edd. 19. μελησμοῦ D. 22. κατέφαγε B.D. κατέφαγεν πῦρ Alex.) κατέφαγον Edd. (Vat.) 24. ὁ ἐπικαλούμενος post αὐτοῖς transp. Edd. (Vat.) μετ’ ἐκεῖνον ἔτι, καὶ τῆς τοιαύτης θερμασίας τὸ ὀλέθριον πῦρ πάντας μὲν αὐτῶν δεδαπάνηκε τοὺς κριτάς· ἀνεῖλε δὲ καὶ πάντας τοὺς καθεξῆς μετ’ ἐκεῖνον βεβασιλευκότας. οὐ γὰρ ἦν ἐν αὐτοῖς ὁ προσκυνεῖν ἐθέλων ἐμὲ, καὶ τὸν τῶν ὅλων Θεὸν ἐκλιπαρεῖν ἀξιῶν, καὶ τῆς ἀληθοῦς θεογνωσίας ἔχων ἐφ’ ἑαυτῷ τὰ αὐχήματα. Ἐφραΐμ ἐν τοῖς λαοῖς αὐτοῦ συνανεμίγνυγο· Ἐφραΐμ ἐγένετο 8 ἐγκρυφίας οὐ μεταστρεφόμενος. b Kαταψέγει λίαν τοὺς ἐκ φυλῆς Ἐφραΐμ τὴν βασιλίδα τιμὴν ἀνημμένους ἐπὶ τὸν Ἰσραὴλ ἐν τῆ Σαμαρείᾳ, ὡς οὐδὲν ἄμεινον τῶν ὑπὸ χεῖρα καὶ ἀγελαίων φρονεῖν εἰωθότας· ἁλλ’ εἰς ἅπαντα αὐτοῖς συνθέοντάς τε καὶ συναποφερομένους μένους ἐυκόλως, καίτοι δέον, ὡς ἡγουμένους, ποδηγεῖν εἰς τὸ ἀγαθὸν, καὶ ὑψηλοτέραις διασκέψεσι τὸ τελοῦν αὐτοῖς εἰς σωτηρίαν ὅραν. ἀλλὰ τοῦτο μὲν οὐκ ἔδρων· συνανεφύροντο δὲ τοῖς ὄχλοις, μίαν οἱ πάντες καὶ ἴσην ἀρρωστοῦντες τὴν ἀβουλίαν, c καὶ πρός γε τούτῳ τὸ ἔμμονον εἰς φαυλότητα, καὶ ἀμεταποίητον τῆς γνώμης οὐ μεθιεμένης παντελῶς ὧν ἂν ἕλοιτο δρᾶν, κἂν εἰ ὀλέθρου πρόξενα καὶ ἀπωλείας αὐτοῖς ὑπάρχει ταυτί. ἐγκρυφίαν δὴ οὖν οὐ μεταστρεφόμενον γεγενῆσθαί φησι τὸν Ἐφραΐμ, ὡς ἐξ εἰκόνος ἤγουν παραδείγματος τῶν ἐπὶ λίθοις ὀπτωμένων ἄρτων, οὓς εἰ μή τις μεταστέφοι, πάσα δήπως ἀνάγκη καταφρύττεσθαί τε, καὶ ἀχρείους ὁρᾶσθαι λοιπὸν, καὶ τῆ τῆς φλογὸς ἀφθονίᾳ ζημιοῦσθαι τὸ ἐδώδιμον. d