Kατὰ τίνα δὴ τρόπον ἐν μὲν ταῖς κακίαις αὐτῶν ηὔφραναν Supra ver. 3. βασιλεῖς, ἐν δέ γε τοῖς ψεύδεσιν ἄρχοντας, ἐν τούτοις ἡμῖν ἐξηγεῖται σαφῶς. ἔχει δὲ οὕτως τῆς ἱστορίας ὁ λόγος, ἢν εἴπερ τις εἰδείη τυχὸν, εἴσεταί που πάντως τῆς προφητείας τὸν νοῦν. ὅτε τοίνυν, ἀπορραγεισῶν τῶν δέκα φυλῶν, βεβασίλευκεν ἐπ’ αὐτὰς ὁ ἐπάρατος Ἱεροβοὰμ, ἐδεδίει σφόδρα, μὴ ἄρα πὼς τῶν ἑορτῶν ἕνεκα τῶν κατὰ τὸν νόμον ἀναβαίνοντες c εἰς Ἱεροσόλυμα, μεταπεισθεῖεν κατὰ βραχὺ τὸ Ἰούδα σκῆπτρον ἀνθελέσθαι πάλιν, καὶ τῶν ἀρχαίων ἐθῶν ἐνεχθέντες εἰς ἀνάμνησιν, ἢ ἀνέλωσιν αὐτὸν, ἤγουν ἐξώσειαν, καὶ οὐχ ἑκόντα λοιπὸν, τῆς κατὰ σφῶν ἀρχῆς. ταύτης ἕνεκα τῆς αἰτίας ὁ θεομισὴς καὶ δείλαιος τὰς χρυσᾶς αὐτοῖς δαμάλεις ἀφιεροῦν ἐσκέπτετο, καὶ τὸν τῆς ἀνοσίου ψευδολατρείας ἐπενόει τρόπον, καὶ καινοτομεῖν ἐπεχείρει τὰς ἐπὶ ταῖς δαμάλεσιν ἑορτὰς, ὡς ὁ τῆς Ἑβραίων παραδόσεως ἔχει λόγος. ἦν οὖν ἐν ἀρχαῖς d οὐ μετρίως περιδεὴς, μὴ ἄρα τῆ ἄνωθεν καὶ ἐκ πατέρων αὐτοῖς ἡκούσῃ λατρείᾳ συναγορεύοντες, ἢ τῶν θρόνων ἐξώσειαν, ἢ καὶ ἀνέλωσιν, ὡς ἔφην, καὶ παρωσάμενοι τὸ ἐγχείρημα, παλινδρομεῖν ἕλοιντο πρὸς τὸ ἐν ἀρχαῖς, λελυπημένοι τε καὶ ἀγανακτοῦντες εἰκότως, ὡς ὑβρισμένου Μωυσέως, καὶ τῆς θείας αὐτοῖς πατηθείσης ἐντολῆς. ταύτῃτοι πικρὸς ὣν εἰς δόλους, καθίει πολλοὺς ἐν τῷ Ἰσραὴλ διαθρυλλοῦντάς τε καὶ λέγοντας, ὅτι χρὴ καὶ μοσχοποιεῖν e αὐτοὺς, καὶ καινουργεῖν ἑορτὰς ἰδίας, καὶ τοῦτο αὐτὸ παρὰ τοῦ βασιλέως αἰτεῖν. ἐπειδὴ δὲ τοὺς ὄχλους ἐμάνθανε πολὺ 1. κατὰ καύματος Β. 2. φλογὸς] Sic correxi. φλογῆς Edd. σταιτὸς B.D. στέατος Edd. (A.V. MSS. Pars. omnes.) 3. ἡμέρα B.F. Edd. ἡμέραι D. βασιλέων] βασιλέως (233). cf. infra 109 a. b. c. e. 4. δὴ] δὲ Edd. 9. ἐδεδίη iid. 10. τὸν om. D. 11. μεταπεισθεῖεν] + πάλιν D. 18. οὖν om. D. 19. καὶ om. D. 20. αὐτοῖς post λατρείᾳ tr. D. 22, τὸ] τὸν Edd. 25. πικρὸς B.D. ἀλώπηξ Edd. καθίησι pro καθίει iid. δὴ λίαν ἔχοντας εἰς τοῦτο ἑτοίμως, συναινοῦντάς τε καὶ συνηδομένους τοῖς τὰ τοιάδε συμβεβουλευκόσι, συναγαγὼν ἅπαντας, προσπεφώνηκεν ἐναργῶς, ὅτι καὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς προσήκει προσκυνεῖν, καὶ τὴν τῆς ἑορτῆς 3 Reg. xii. 32, 33. πεφανέρωκεν ἡμέραν, τοῦ ὀγδόου μηνὸς τὴν πεντεκαιδεκά- τὴν, καθὰ γέγραπται. 109 Α. a Tαῦτα δὴ λέγοντος τοτηνικάδε τοῦ Ἱεροβοὰμ ἐπευφήμουν οἱ δῆμοι, καὶ ἀνεκράγεσαν Αὕτη ἡ ἡμέρα τοῦ βασιλέως, τούτῳ καὶ ἡμεῖς ἑψόμεθα τῷ σκοπῷ· καὶ ἑτέροις δέ τισι τοιούτοις ἐπαίνοις κατευφραίνειν ἤθελον. συναπεκομίζοντο δὲ τοῖς ὄχλοις καὶ οἱ καθηγεῖσθαι λαχόντες, συνηχοῦντές τε καὶ συναινοῦντες αὐτοῖς. τούτων ἡμῖν εἰς τὸ παρὸν ὁ τοῦ προφήτου διαμέμηνται λόγος. πάντες γάρ φησι μοιχεύοντες ὡς b κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς φλογός. διανενευκότες γὰρ εἰς πορνείαν τὴν νοητὴν, ἤγουν εἰς απόστασιν τὴν ἀπὸ Θεοῦ· τοῦτο γὰρ ἡ πορνεία· κλιβάνοις ἐοίκεσαν ἐκκεκαυμένοις ἤδη πὼς καὶ ἑτοίμοις εἰς πέψιν ὧν ἄν τις ἐμβάλοι· φλογὸς γὰρ ἦσαν μεμεστωμένοι, θερμῆς δηλονότι καὶ οἱονεὶ διακεκαυμένης ἐπιθυμίας. ἐοίκεσαν δὲ καὶ φυράματι σταιτὸς, ἔχοντι μὲν ἤδη τὴν ζύμην, ζυμωθέντι δὲ τελείως ἐν ἡμέρᾳ βασιλέως αὐτῶν· ὅτε, καθάπερ ἔφην ἀρτίως, ἀναφανδὸν εἰρηκότος τοῦ Ἱεροβοὰμ, ὅτι χρὴ θύειν ταῖς δαμάλεσι, καὶ c τὰς ἐπ’ αὐταῖς τελεῖν ἑορτὰς, ἐπεφώνουν αὐτοί Αὕτη ἡ ἡμέρα τοῦ βασιλέως, καθάπερ, ὡς ἔφην, ὁ τῆς παραδόσεως ἔχει λόγος. τότε καὶ ἐζυμώθη τελείως, τουτέστιν, ὅλος ἐξ ὅλου γέγονε τῆ δυσσεβείᾳ κάτοχος. οὐκοῦν, προεκκεκαυμένοι τὸν νοῦν ταῖς εἰς παράβασιν θερμαῖς καὶ ἀκαθέκτοις ἐπιθυμίαις, προζυμωθέντες δὲ ὥσπερ κατὰ τοῦτον αὐτὸν τὸν τρόπον ἐν ἡμέρᾳ βασιλέως, εἰς τὸ τῆς φαυλότητος κατώλισθον πέρας. 1. εἰς τοῦτο ἑτοίμως D. ἑτοίμως ἑτοίμους Edd.] εἰς τοῦτο Β. Edd. 7. δὴ] δὲ Edd. ἐπεφήμουν iid. 8. ἀνεκράγεσαν B.D. ἀνέκραγον b. ἀνεκράγησαν Edd. τούτῳ D. οὕτω Edd. 14. κατὰ καύματος Β. 1 6. ἐοίκασιν b. 17. ὣ (sic) pro ὣν D. 20. σταιτὸς D. στέατος Β. Edd. 23. ἐπ’ αὐταῖς D. ἐπ’ αὐτῇ Β. ἐπ’ αὐτοῖς Edd. 25. ὅλος D. ὁ λόγος Β. Edd. 26. προεκκεκαυμένοι D. προκεκ. Edd. Tοιοῦτόν τι δεδράκασιν Ἰουδαῖοι πάλιν ἐπὶ Χριστῷ. καταψευδόμενοι γὰρ τῆς δόξης αὐτοῦ, καὶ κατὰ βραχὺ τοὺς ὄχλους d ἐξέλκοντες τῆς εἰς αὐτὸν ἀγάπης οἱ γραμματεῖς τε καὶ Φαρισαῖοι, πεπορνεύκασι νοητῶς, ἀποστήσαντες αὐτοῦ τὴν ἀγελαίαν πληθύν. Ἤρξαντο ἄρχοντες θυμοὔσθαι ἐξ οὔνου, ἔξέτεινε τὴν χεῖρα αὐτοῦ μετὰ λοιμῶν, διότι ἀνεκαύθησαν ὡς κλίβανον αἱ καρδίαι αὐτῶ. 6 Οἶνον, ὡς ἔοικεν, ἐνθάδε φησὶ τὸν ἐξ ἀμπέλου Σοδόμων, e Deut. xxxii. 32. τὸν καταμεθύσκοντα καρδίας, καὶ ἐπιθολοῦντα τὸν νοῦν καὶ ἀχλύος αὐτὸν ἀναπιμπλάντα τῆς ὀλεθρίου καὶ βδελυρᾶς. δεδυσφορηκότων δὴ οὖν ἐνίων ἐπί τε τῇ τῶν δαμάλεων καινοτομίᾳ, καὶ μέν τοι τῶν ἑορτῶν, παρεθήγοντο πρὸς ὀργὰς τῶν ἀρχόντων τινές. ἵνα δὲ μὴ ὁρῷτο τῶν σεσιγηκότων, καὶ εὐφημεῖν οὐκ ἀνεχομένων ἡ σωφρονεστέρα πληθὺς, αὐτοὶ τοῖς ὄχλοις τὰς χεῖρας συνεκτείνοντες, ἐπεφώνουν καὶ ἔτι μειζόνως “Αὕτη ἡ ἡμέρα τοῦ βασιλέως,” καὶ τοὺς τῆς ἀνοσιότητος Supra ver. 5. ἀπεδέχοντο τρόπους. ὠργίζοντο τοίνυν μεμεθυσμένοι, a 110 Α. φησὶν, ἀνοσίᾳ μέθῃ, καὶ τοῖς μὴ συντρέχουσι τοῖς οὕτως αἰσχροῖς τοὺς ὀδόντας ἐπέτριζον, λοιμοῖς συνεκτείνοντες τὰς ἑαυτῶν χεῖρας. λοιμοὺς δέ φησι τοὺς ὄχλους. ἐπεκρότουν γάρ φησιν, ὡς ἔφην, καίτοι παιδαγωγεῖν εἰς εὐσέβειαν ὀφείλοντες, καὶ τὴν τοῦ συμφέροντος ἀνακαλύψαι τρίβον. ἀλλ’ ἦσαν θερμοὶ τὴν καρδίαν καὶ αὐτοί φησι, τῆς εἰς παράβασιν ἐπιθυμίας τὴν ὀλεθρίαν εἰς νοῦν δεξάμενοι φλόγα. b