Ἀλλὰ νῦν ἐβουλεύσαντό φησιν, ἐπιστρέψαι πρὸς τὸν Θεὸν, ἀγαπῆσαι τὰ ἐν νόμῳ, πληρῶσαι θυσίας, ἐπιτελεῖν c ἑορτὰς, ἀποφοιτῆσαι λοιπὸν τῶν τῆς εἰδωλολατρείας μολυσμῶν. τί οὖν οἱ Λευῖται; ἔκρυψαν τὴν ὁδὸν κυροῦ καὶ ἐφόνευσαν Σίκιμα. ἢ τάχα καὶ νῦν ἐγκαλεῖν ἔχουσιν, ὅτι ἀνομίαν 1. τῶν om. D. γεννήματα pro ἐγκλήματα Edd. 4. τὴν assumptum ex B.D. ὡς hic (ut supra in SS. textu 101 b.) om. D. 5. Verba εἰς ἀνάμηνσιν post ἱστορίας transponit D. 9. τὸν B.D. τὸ Edd. 13. τοίνυν om. D. 14. σιμεὼν Edd. 19. νυνὶ D. νῦν Edd. 20. ἐν om. D. 27. λογισμῶν pro μολυσμῶν Edd. 28. καἰ assumptum ex B.D. ἐποίησαν ἐν τῷ οἴκω Ἰσραή; ποία καὶ νῦν ὑβρίσθη νεᾶνις; εἰς ποίαν Δίναν ἐξήμαρτον, ποῖα Σικιμιτῶν τὰ ἐγκλήματα, τῶν τετιμηκότων Θεὸν, τῶν ἠγαπηκότων τὸ ὀρθὰ λοιπὸν ἑλέσθαι φρονεῖν, καὶ ἀποπεραίνειν ἐπείγεσθαι τὰ ἐν νόμῳ. τεθέαμαι τοίνυν, φησὶ, φρικωδεστάτην τὴν ἐκεῖ πορνείαν τοῦ d Ἐφραΐμ. καταπλαγείη γὰρ ἄν τις, καὶ σφόδρα εἰκότως, τοσοῦτον ὁρῶν ἀπονενευκὸς τῆς εἰς Θεὸν ἀγάπης τὸ ἱερὸν καὶ ἀπόλεκτον γένος, ὡς μὴ μόνον αὐτοὺς τῶν εἰδώλων εὑρετὰς γενέσθαι τοῖς ἄλλοις, ἀλλὰ καὶ διακωλύειν αὐτοὺς, εἰ ἀγαπᾶν ἕλοιντο τὰ τοῦ Θεοῦ. καταμεμίανται τοίνυν φησὶν Ἰσραὴλ καὸ Ἰούδας. ὥστε κἂν εἴ τι πάθοιεν τῶν προσδοκωμένων, ἐγκαλείτω μηδεὶς ἀγανακτοῦντι Θεῷ. e Ἄρχου τρυγᾶν σεαυτῷ ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσἰαν τοῦ Κεφ. ζ΄. λαοῦ μου, ἐν τῷ ιᾶσθαί με τοι Ἰσραήλ. Ἔστι πάλιν ὁ λόγος πρὸς τὸν τῆς Γαλαὰδ οἰκήτορα. διδάσκει δὲ, ὅτι ἐγὼ μὲν ἠρξάμην ὡς Θεὸς ἰᾶσθαί τε καὶ ἐπιστρέφειν τὸν Ἰσραήλ. καὶ γοῦν ἐπεθύμουν Σικιμῖται λοιπὸν ὑποφέρειν Θεῷ τὸν αὐχένα, καὶ τελεῖν ἑορτὰς, τὰς μὲν τοῦ Ἱεροβοὰμ οὐκέτι, τὰς κατὰ νόμον δὲ μᾶλλον, καὶ τῆς οὐκ οἰδ᾿ ὅπως ἐξηυρημένης ἀπάτης ἀποδραμεῖν· σὺ δὲ 105 Α. a αὐτοὺς, ὦ Γαλααδῖτα, μονονουχὶ καὶ ἀπέκειρας, ἤτοι τετρύγηκας, καὶ πλοῦτον ἄδικον ἐποιήσω τὰ ἀπὸ λῃστείας. ἐπιφωνεῖ δὲ πάλιν ἐν ἤθει τὸ ἄρχου τρυγᾶν σεαυτῷ, μονονουχὶ τοιοῦτόν τι λέγων, μᾶλλον δὲ κἂν εἰ μὴ λέγοι, λεπτῶς ὑπεμφαίνων, ὅτι κἀγὼ σὲ ποιήσομαι τῶν κολαζομένων τὴν ἀπαρχήν. ἀρχόμενος γὰρ ἀποκείρειν τὸν Ἰσραὴλ, καὶ ἀποτρυγᾶν τοὺς τῆς οὕτω δεινῆς ἀνοσιότητος ἐπιτηδευτὰς, b πρωτόλειόν σε ποιήσομαι τῆς ὀργῆς. εἰδέναι γὰρ ἀναγκαῖον, 1 Par. v. 26. ὅτι Φουλὰ, βασιλεὺς Ἀσσυρίων, ὁ πρῶτος ἐλθὼν κατά τε 3. τὸ D. τὸ Edd. 5. φησὶ om. D. 6. ὄντως pro ὄν τις D. 7. τοσούτων Edd. II. κἂν D. καὶ Edd. 14. ἰᾶσθαί B.D. (26 al.) ἰάσασθαί Edd. 18. λοιπὸν Β. λοιποὶ Edd. 26. ἀπαρχήν] ἀρχὴν Edd. 29. Φουλὰ D. Φούλας Edd. τῆς Σαμαρείας καὶ τοῦ Ἰσραὴλ, πρώτας ἀπεκόμισεν εἰς αἰχμαλωσίαν τὰς πέραν τοῦ Ἰορδάνου φυλάς. πόλις δὲ ἦν τῶν ἐκεῖσε μία καὶ ἡ Γαλαάδ. οὐκοῦν ὥσπερ ἐμοῦ τὸν Ἰσραὴλ ἐπιστρέφοντος, ἀρξαμένου τε ἰάσασθαι λοιπὸν, σὺ τετρύγηκας, ὦ Γαλααδῖτα, σεαυτῷ τὰ ἀπὸ λῃστείας· οὕτω κἀγὼ παραδιδοὺς Ἀσσυρίοις τὸν Ἰσραὴλ, σὲ ποιήσομαι τῶν πεμπομένων τὴν ἀπαρχήν. Συγγενῆ δὲ τὰ ἀρχαῖα τοῖς ἐπὶ Χριστῷ τῶν Ἰουδαίων ἐγκλήματα. ἐκάλει μὲν γὰρ σύμπαντα τὸν Ἰσραὴλ ὁ Θεὸς c καὶ Πατὴρ εἰς τὸ ἑλέσθαι λοιπὸν τὰ ἀμείνω φρονεῖν, καὶ καταλῆξαι μὲν τῆς ἐν νόμῳ λατρείας, ἀνθελέσθαι δὲ μᾶλλον ἐκείνης τὴν νέαν τε καὶ εὐαγγελικήν. ἀλλὰ τοῖς ἐπιστρέφουσι καὶ καλουμένοις εἰς ἴασιν ἀντέπραττον οὐ μετρίως. γέγραπται γὰρ, ὅτι “Ἤδη συνετέθειντο οἱ Ἰουδαῖοι, ἵνα S. Joan. ix. 22. “ἔαν τις αὐτὸν ὁμολογήση ’τον Χριστὸν εἶναι, ἀποσυνάγωγος “γένηται.’’ ἤκουον δὲ καὶ οἱ παρ’ αὐτοῖς ἡγούμενοι, “Οὐαὶ S.Matth. xxiii. 14; s. Luc. xi. 52. “ὑμῖν, γραμματεῖς καὶ φαρισταἰοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν d “κλεῖδα τῆς γνώσεως· οὔτε ὑμεῖς εἰσέρχεσθε, οὔτε τοὺς “εἰσερχομένους ἀφίετε εἰσελθεῖν.“ δέδονται τοίνυν ἐχθροῖς, καὶ πικρὰς τῆς εἰς Χριστὸν παροινίας ἐζήτηνται δίκας. Καὶ ἀποκαλυφθήσεται ἡ κάκω Ἐφραΐμ καὶ ἡ κακία Σαμαρείας, e 2 δυ’ εἰργάσαντο ψευδῆ. κω κλέπτης πρὸς αὐτὸ εἰσελεύσεαι, ἐκδιδύσκων ληστὴς ἐν τῆ ὁδῶ αὐτοῦ, ὕπως συνᾴδωσιν ὡς συνᾴδοντες τῇ καρδίᾳ αὐτῶν. Ἀγαθὸς μὲν φύσει καὶ ἀνεξίκακος, '“μακρόθυμός τε καὶ Joel ii. 13. “πολυέλεος’’ ὡς ἀληθῶς ὁ πάντων Δεσπότης. ἀλλ’ ἕως ἔτι τοῖς πταίουσιν ἀνεξικακεῖ, κατακρύπτεταί πὼς αὐτῶν ἔτι τὰ ἐγκλήματα· ἐπεξιόντος δὲ ἤδη καὶ δίκας ἐπάγοντος καὶ 14. συνετέθειντο D. συνέθεντο Edd. ὅτι pro ἵνα D. 17. γραμματεῖς] + τε D. 21. κακία prius B.D. (91. 233. 311.) ἀδικία Edd. 22. εἰργάσατο F. Edd. (Co.) 23. συνᾴδοντες B.D.F. (Alex. XII.) ᾄδοντες Edd. (Vat. 25. δὲ pro τε D. 26. πολυέλεως Edd. ἠρεμεῖν οὐκ ἀνεχομένου, λοιπόν ἐστιν ἐναργῆ, καὶ ἀποκαλύπτεσθαί 106 Α. a πὼς ἤδη δοκεῖ, μόνον δὲ οὐχὶ καὶ εἰς μέσον ἠγμένα τοῖς ἁπάντων ὀφθαλμοῖς ὁρᾶσθαι φιλεῖ. τοῦτο καὶ νῦν ἔσεσθαί φησι κατὰ τοῦ Ἐφραΐμ καὶ τῆς Σαμαρείας. καὶ τὸν μὲν Ἐφραΐμ ἐνθάδε νοήσεις τὴν ἐν τῇ Σαμαρείᾳ βασιλίδα φυλὴν, ἐξ ἧς γέγονεν Ἱεροβοὰμ καὶ οἱ καθ’ ἑξῆς· Σαμάρειαν δὲ τοὺς ἐν τῇ Σαμαρείᾳ, τουτέστι τὰς δέκα φυλάς. ἀποκαλυφθήσεσθαι δέ φησι τὰς ἁμαρτίας αὐτῶν, διὰ τοιάςδε b τινὰς αἰτίας. ὅτι καὶ εἰργάσαντο ψευδῆ, ψυχράν τε καὶ ἕωλον λατρείαν ἐπιτηδεύσαντες, καὶ τεχνουργοὶ γεγονότες καθάπερ ἔφην εἰδώλων, καὶ ὅτι κλέπτης, τουτέστι λῃστὴς, πρὸς αὐτὸν εἰσελεύσεται, ἀντὶ τοῦ εἰσῆλθε καὶ ἀνεπαύσατο καὶ κατέλυσε παρ’ αὐτῷ κλέπτης, ἐκδιδύσκων ἐν ὁδῷ· ἵν ἐκ τούτου φαίνηταί, φησιν, ὅτι συνᾴδουσαν ἔχουσι τὴν καρδίαν, σύμφωνον δὲ δηλονότι καὶ ὁμογνώμονα. οἱ μὲν γὰρ ἐλῄστευον τοὺς ἐν τοῖς Ἱεροσολύμοις ἀναβαίνειν ἐθέλοντας· οἱ δὲ πρὸς αὐτοὶς ἐμερίζοντο τὰ ἐγκλήματα, τῶν λελῃστευμένων ἀνοσίως c μετεσχηκότες. Ἔχαιρον δὲ καὶ οἱ τῶν Ἰουδαίων καθηγηταὶ, πολέμου μένων ἐκτόπως τῶν πιστευόντων εἰς Χριστὸν, καὶ κοινωνοὶ τῆς ἑτέρων ἐφόδου τε καὶ λῃστείας ἐγίνοντο, διωκομένοις ἐφηδόμενοι τοῖς πιστοῖς, καὶ ληστὴν ὥσπερ τινὰ, τὸν σατανᾶν εἰς νοῦν καὶ καρδίαν δεχόμενοι, τὸν ἁπάσης εὐσεβείας τὸν ἐν αὐτοῖς ἀπαμφιεννύντα νοῦν, ἵνα καὶ σύμφωνον ἔχοιεν πρὸς αὐτὸν 1 Cor. vi. τὴν καρδίαν. ὥσπερ γάρ “Ὁ κολλώμενος τῷ κυρίῳ ἓν d “ πνεῦμά ἐστι, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ ὁ τῷ σατανᾷ κολλώμενος μίαν ἕξει πρὸς αὐτὸν τὴν καρδίαν. Πάσας τὰς κακίας αὐτῶι ἐμνήσθην, νῦν ἐκύκλωσεν αὐτοὺς τὰ διαβούλια αὐτῶ, ἀπέναντι τοῦ προσώπου μου ἐγένοντο.