Ἔκρυψαν ἱερεῖς ὁδὸν Κυρίου, ἐφόνευσαν Σίκιμα, δυ’ ἀνομίαν c ἐποίησαν ἐν τῷ οἴκῳ Ἰσραήλ. βἶδον φρικώδη ἐκεῖ, πορνείαν 10 τοῦ Ἐφραΐμ, ἐμιάνθη Ισραὴλ κω Ἰούδας. Ἱστοριῶν ἐσθ’ ὅτε τινῶν ὁ τῶν ἁγίων προφητῶν διαμέμνηται λόγος, ἃς εἴπερ τις ἕλοιτο σιωπᾶν, οὐδ’ ἂν δύνοιτο διατρανοῦν τῶν εἰρημένων τὸν νοῦν. χρὴ τοιγαροῦν ὄκνου μὲν εἶναι κρείττονας τοὺς τὰ τοιάδε σαφῶς διερμηνεύειν ἐθέλοντας, πανταχόθεν δὲ τοῖς ἀκροωμένοις τὸ τελοῦν εἰς d ὄνησιν ἐξεργάζεσθαι φιλεῖν. Ταύτῃτοι καὶ νῦν ἐπί τι τοιοῦτον ἥξομεν. Σίκιμα τοίνυν πολίχνη τίς ἐστιν ἐπέκεινα τῶν Ἱορδάνου ναμάτων, γείτων τε καὶ ὅμορος τῆ Γαλαὰδ, ἢν τοῖς ἐξ αἵματος τοῦ Λευΐ δεδόσθαι προείπομεν, διανέμοντος τῆς ἐπαγγελίας τὴν γῆν Ἰησοῦ τοῦ Ναυῆ. συμβέβηκε τοίνυν, ἑορτῆς οὔσης ἁγίας, τῆς κατὰ νόμον σκηνοπηγίας φημὶ, ὅτε πάντας πανταχόθεν ἀναβαίνειν ἦν ἔθος εἰς Ἱεροσόλυμα, καὶ τοῦτο τοῦ νόμου τηρεῖσθαι προστάττοντος, τῶν ἀπὸ Σικύμων τινὰς, ἢ κατανυχθέντας, καὶ ἐπὶ τῆ πλανήσει μεταγινώσκοντας, ἤγουν καὶ e εἰς νῆψιν κεκλημένους παρὰ Θεοῦ, λοιπὸν ἐθελῆσαι τοῖς θείοις ὑπείκειν νόμοις, καὶ ἀναβῆναι ζητεῖν εἰς Ἱεροσόλυμα, βούλεσθαί τε θυσίας προσάγειν, καὶ τὴν κατὰ νόμους ἑορτὴν ἀποπεραίνειν ἐκεῖ. τοῦτο δὲ ἦν ἀρχή τις ὥσπερ ἐπιστροφῆς, καὶ τοῦ καταλήγειν τοῦ προσκεῖσθαι θέλειν ταῖς τῶν εἰδώλων λατρείαις. ἵνα γὰρ μὴ θυσιῶν ἕνεκά τε καὶ ἑορτῶν τῶν κατὰ νόμον ἀναβαίνωσιν ἐκ τῆς Σαμαρείας εἶς Ἱεροσόλυμα τῶν a 103 Α. ἐξ Ἰσραήλ τινες, τουτέστι τῶν δέκα φυλῶν, εἶτα κατὰ βραχὺ μεταθοῖντο πρὸς τὸ ἐν ἀρχαῖς, καὶ ὑπό γε τὴν Ἰούδα γένοιντο βασιλείαν, ἐπενόησεν ἐν ἀρχαῖς τὰς δαμάλεις Ἱερο- 1. Hoc Κυρίου accessit ex Β. (Alex.) 2. ἐν om. D. τοῦ post οἴκῳ add. Edd. (Vat.) 3. ἰούδας D. (Alex. XII.) ἰούδα Edd. 5. οὓς pro ἃς D. δύναιτο Migne. II. Hoc γείτων accessit ex B.D. 12. γαλγάλων pro τῇ Γαλαάδ b. 23. τῶν om. D. 27. μεταθεῖντο D. βοὰμ, καὶ πληροῦν ἐκέλευεν ἐπ’ αὐταῖς τὰ νενομισμένα, τὴν τῷ Θεῷ πρέπουσαν δόξαν τοῖς ἰδίοις εὑρέμασιν ἀνάπτων ὁ δείλαιος· ἵν ἔχοι μὲν αὐτὸς τὸ βασιλεύειν ἀσφαλῶς, ἀποστεροῖτο δὲ ὥσπερ τῶν ἰδίων Θεός. οὐκοῦν ἀναβαίνειν εἰς Ιεροσόλυμα τῶν ἀπὸ Σικίμων ἐπεχείρουν τινές· ἀπεῖργον b δὲ τοῦτο δρᾶν οἱ ἀπὸ τῆς γείτονος Γαλαὰδ, καίτοι, καθάπερ ἔφην, ἐξ αἵματος ὄντες Λευιτικοῦ, καὶ τεταγμένοι κατὰ τὸν Supra ver. 8. νόμον εἰς ἱερουργίαν. ἐπειδὴ δὲ εἰργάζοντο μάταια· τεχνουργοὶ γὰρ ἦσαν εἰδώλων· ὡς ὅσον οὐδέπω τῆς τέχνης αὐτοῖς οἰχησομένης εἰς τὸ μηδὲν, εἰ παραιτοῖτο λοιπὸν εἰδώλοις λατρεύειν ὁ Ἰσραὴλ, κατεπικραίνοντο πρὸς ὀργάς. ὡς δὲ οὐκ ἔπειθον λόγοις, ἐπ’ ἀνοσίους ἦλθον βουλάς τε καὶ πράξεις. παρεσκεύαζον c γάρ τινας κατὰ μέσην τὴν ὁδὸν λῃστρικαῖς ἐφόδοις κεχρῆσθαι, καὶ φονᾶν ἀγρίως κατὰ Σικιμιτῶν, εἰ ἀναβαίνειν ἕλοιντο παρὰ τὸ αὐτοῖς δοκοῦν εἰς Ἱεροσόλυμα. καὶ πλεῖστοι μὲν ὅσοι διολώλασιν· οἱ δὲ ὅλως ἀνασεσωσμένοι, καὶ τῆς ἐκείνων χειρὸς ἀποδραμεῖν ἰσχύσαντες, ἔρημοι γεγονότες ὧν ἐπεφέροντο πρὸς θυσίαν, ἀνεκομίζοντο μόλις εἰς τὴν ἑαυτῶν. ἐγκαλεῖ τοίνυν τοῖς ἀπὸ τῆς Γαλαὰδ ὁ τῶν ὅλων Δεσπότης, ὅτι καίτοι μᾶλλον ὀφείλοντες ὡς Λευῖται καὶ Ἱερουργοὶ, καὶ τὸ καθηγεῖσθαι τῶν ἄλλων λαχόντες, κατὰ τὸν νόμον ἐναργῆ τοῖς πεπλανημένοις τὴν τῆς εὐσεβείας ἀποφαίνειν ὁδὸν, ἐκ d τῶν ἐναντίων καὶ κρύπτουσιν, ὀρθὰ φρονεῖν οὐκ ἐῶντες τοὺς ἐξ ἰδίας βουλῆς, ἤγουν καὶ ἐκ τῆς ἄνωθεν εὐμενείας, κατανενυγμένους εἰς τὸ ἑλέσθαι λοιπὸν τὴν τῶν δαιμονίων ἀποφορτίσασθαι πλάνην. Ἔκρυψαν τοίνυν φησὶν ἱερεῖς ὁδὸν Κυρίου, τοῦτο πάλιν ἐστὶν Hier. ii. 8. ἑτέρως τὸ δι’ ἑτέρου προφήτου σαφῶς εἰρημένον· “Οἱ ἱερεῖς “οὐκ εἶπαν Ποῦ ἔστι κύριος, καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου “μου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ.” 2. εὑρήμασιν D. 4. ἀναβαίνομεν (sic) D. 7. ὄντας (sic) D. κα assumptum ex B.D. 8. εἰργάζοντο] + τὰ Edd. invito D. 9. ὡς om. D. 10. λατρεύειν εἰδώλοις inverso ordine D. 27. ἐκρύψαντο D. 30. μου accessit ex B.D. (Alex. XII.) ἀλλ’ οὐ μέχρι τούτου τῶν Γαλααδιτῶν τὰ ἐγκλήματα. πρὸς e γὰρ τῷ κρύψαι τὴν ὁδὸν Κυρίου καὶ ἀπεκτόνασι Σίκιμα, χερσὶν ὑποφέροντες λῃστρικαῖς. διὰ γὰρ τοῦτο καὶ ἔφασκε πρὸς τὴν Γαλαὰδ “Καὶ ἡ ἰσχύς σου ὡς ἀνδρὸς πειρατοῦ. Supra ver. 9. ὅρα δὲ ὅπως εἰς ἀνάμνησιν τῆς ἀρχαίας ἡμᾶς ἱστορίας ἀποφέρει Θεὸς, καὶ παλαιῶν ἐγκλημάτων διαμέμνηται τοῦ Λευΐ. ἔστι δὲ ὅ φημι τοιοῦτόν τι πάλιν. Δίνα μὲν γὰρ ἡ τοῦ Ἰακὼβ, ἤτοι τοῦ Ἰσραὴλ θυγάτηρ· μετωνόμασται γὰρ Ἰακὼβ εἰς τὸν Ἰσραήλ· ἐξῆλθέ ποτε τῆς a 104 Α. τοῦ πατρὸς σκήνης· ἐπεθύμησε γὰρ ἰδεῖν τὰς τῶν ἐγχωρίων Gen. xxxiv. 1sqq. θυγατέρας· ἦν δὲ ἐν Σικίμοις. εἶτα τὴν παρθένον εὑρὼν Ἐμμὼρ ὁ Συχὲμ υἱὸς ἀδοκήτως κατεβιάζετο· διεπαρθένευσε γάρ. δεδυσφορηκότες τοίνυν πρὸς τοῦτο λίαν οἱ τῆς νεάνιδος ἀδελφοὶ Αευΐ τε καὶ Συμεὼν, δόλον ἀρτύουσι· περιτέμνεσθαι 5 γὰρ ἀνέπειθον τοὺς ἀπὸ Σικίμων. οὗ δὴ γεγονότος, ἀλγοῦντας ἔτι καὶ ταῖς ὀδύναις νενικημένους ἄρδην ἀπεκτόνασιν, ἐκεῖνο λέγοντες ἐγκαλοῦντι τῷ πατρὶ τὸ ἀχάλινον εἰς ὀργάς, “Ἀλλ᾿ b Ib. 31. “ὡσεὶ πόρνῃ χρήσονται τῇ ἀδελφῇ ἡμῶν;” τῆς τοιαύτης ἱστορίας ἡμᾶς εἰς ἀνάμνησιν ἀποφέρει νυνὶ, μετά τινος ἤθους λέγων, ἐφόνευσαν Σίκιμα, ὅτι ἀνομίαν ἐποίησαν ἐν τῷ οἴκῳ Ἰσραήλ. τοῦτό φησιν, ἐγκαλοῦντες τότε, ὅτι πεπλημμελήκασιν εἰς τὸν οἶκον Ἰακὼβ, ἤτοι τοῦ Ἰσραὴλ, διαπαρθενεύσαντες τὴν νεάνιδα. ταύτῃτοι καὶ ἡμεῖς ἀπεκτόναμεν Σίκιμα.