Θεοῦ γεγονότος ὡς ταραχῆς τῷ Ἐφραΐμ, καὶ μὴν καὶ ὡς Supra ver. 12. κέντρου τῷ οἴκῳ Ἰούδα, τεθέαται μὲν τὴν ἑαυτοῦ νόσον ἤτοι τὸ ἄναλκι καὶ τὸ ἀσθενὲς ὁ Ἐφραΐμ· καὶ μὴν καὶ Ἰούδας τὴν ὀδύνην αὐτοῦ· συγκατεδῃοῦντο γὰρ, ὡς ἔφην, τοῖς ἐν Σαμαρείᾳ d καὶ τὰ ὅρια τοῦ Βενιαμίν· εἶτα πρὸς τοῦτο ἀπειρηκὼς ὁ Ἐφραΐμ, καὶ ἰδίαις δυνάμεσιν ἀντιφέρεσθαι τοῖς συμβεβηκόσιν οὐκ ἔχων, οὔτε μὴν ἀποσείεσθαι τὰ ἐκ τοῦ πολέμου βλάβη δυνάμενος, προσκέκρουκε πάλιν τῷ πάντα ἰσχύοντι Θεῷ, οὐδὲ ἐν αὐταῖς, ἵν οὕτως εἴπω, ταῖς μάστιξιν ἐννενοηκὼς τὸ συμφέρον· ἐνεστηκότος δὲ τοῦ καιροῦ, καθ’ ὃν ἔδει μᾶλλον ἐπιστρέφειν πρὸς τὸν Θεὸν, τότε δὴ μάλιστα λυπεῖν ᾑρημένος καὶ ἀποφοιτῶν ἀγριώτερον. οὐκ ἠγνόει μὲν γὰρ τὸν ἁπάσης αὐτοῖς εὐκλείας καὶ χορηγὸν καὶ πρύτανιν, τὸν e τοῦ δύνασθαι κρατεῖν τῶν ἀνθεστηκότων ἀεὶ δοτῆρα Θεόν· ἁλλ’ οὐδενὸς ἠξίου τὸ χρῆμα λόγου, καίτοι τοῦ πανσόφου διακεκραγότος Μωυσέως “Κύριος συντρίβων πολέμους, Exod. xv. 3. 1. 2. Sic Β. Τόμος τέταρτος εἰς τὸν προφήτην ὠσηέ D. 5. αὐτὸς B.D. (Alex.) οὗτος Edd. (Vat.) ἠδυνήθη B.F. (26. al.) ἠδυνάσθη Edd. (A.V.) ἐδυνάσθη D. (23). 6. ὀδύνην Edd. (Co.) 9. τὸ assumptum ex D. 10. αὑτοῦ Edd. (ante Migne.) invito D. Statim συγκατεθῃοῦντο D. συγκατεδῃοῦτο Edd. 11. τοῦ om. D. 17. τὸν om. D. 18. ἀποφοιτῶν D. ἀπεφοίτα Edd. 19. εὐκλείας] εὐσθενείας D. 21. τὸ] τοῦ Aubertus. “Κύριος ὄνομα αὐτῷ,” διδάσκοντός τε σαφῶς, ὡς δι’ αὐτοῦ Deut. xxxii. 30. τε καὶ ἐν αὐτῷ “Διώξεται εἷς χιλίους, καὶ δύο μετακινή- “σουσι μυριάδας.” εἶτα, δέον παρ’ αὐτοῦ δὴ καὶ μόνου τὴν 92 Α. a συνήθη πάλιν ἐπικουρίαν αἰτεῖν, καὶ λιταῖς ἀναπείθειν ἐπαμύναι οἱ τὸν σώζοντα, πικρὰ κατὰ τῆς ἰδίας ἐσκέπτετο κεφαλῆς. ἐπρεσβεύετο γὰρ πρὸς ἀλλοφύλους, καὶ τὰς παρ’ ἐχθρῶν συμμαχίας ἐκάλει, ἤγουν ἐπίοντα χρήμασιν ἀναπείθοντες τὸν Ἀσσύριον, ἀπηλλάχθαι τῶν ἐπηρτημένων ᾤοντο κακῶν. καὶ γοῦν βασιλεύοντος ἐν τῆ Σαμαρείᾳ τοῦ Μαναεὶμ, 4 Reg. xv. 19. ἀνέβη Φουλὰ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὸν Ἰσραήλ· εἶτα χρήμασιν b αὐτὸν καὶ πρεσβείαις ἀνέπειθον ἀποσχέσθαι τῆς γῆς. τοῦτό ἐστι τὸ ἐπορεύθη Ἐφραΐμ πρὸς Ἀσσυρίους. Φακεὲ δὲ δὴ πάλιν ὁ τοῦ Ῥομελίου, βασιλεὺς Ἰσραὴλ, κατεμισθοῦτό Es. vii. 1,2. ποτε τὸν Ῥαασὼν βασιλέα Συρίων καὶ πεπολέμηκε τῷ Ἰούδᾳ καὶ τοῖς ἐκ φυλῆς Βενιαμὶν, βασιλεύοντος Ἄχας τοῦ Ἰωάθαμ υἱοῦ, ὃς δεδιὼς τὴν ἔφοδον, πρεσβείαις καὶ χρήμασιν ἀναπείθει 4 Reg. xvi. 7. τὸν Ἀσσύριον Θεγλαφαλασὰρ ἐπαμύναι τοῖς Ἱεροσολύμοις· ὁ δὲ τὴν Δαμασκὸν κατὰ κράτος ἑλὼν, ἐκ μέσου καὶ αὐτὸν ἐποίει τὸν Ῥαασών. ἀλλ’ εἰ καὶ πεπόρευταί φησι πρὸς c Ἀσσυρίους ὁ Ἐφραΐμ, καὶ χρήμασιν ἐξεπρίατο καὶ λιταῖς τῆς ἐφόδου τὴν ἀνάβλησιν· κἂν εἰ ἀπέστειλε πρέσβεις Ἰούδας πρὸς βασιλεα Ἰαρεὶμ, τουτέστιν ἔκδικον ἤτοι ἐκδικητὴν· τοῦτο γὰρ τὸ ἰαρεὶμ σημαίνει· ἀλλ’ οὐ νενικήκασι τὴν θείαν ὀργὴν, οὔτε μὴν περιέσονται Θεοῦ τῆς οὕτω δεινῆς ἀποστασίας ἐξαιτοῦντος δίκας. οὐ γὰρ ἴσχυσε φησιν, ὁ χρήὡς 1. D. ὅτε (sic) Edd. ὅτι correxit Migne. 2. τε om. D. 4. ἐπαμύναι D. ἀμύναι Β. Edd. 5. οἰκίας (lege οἰκείας) pro ἰδίας D. Statim ἐσκέπτοντο D. 6. τὰς παρ’ ἐχθρῶν συμμαχίας ἐκάλει, ἤγουν ἐπίοντα χρήμασιν ἀναπείθοντες τὸν Ἀσσύριον D. τὴν παρ’ ἐχθρῶν συμμαχίαν. ἐγένετο γὰρ Ἐφραΐμ ὡς περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν, Αἴγυπτον ἐπεκαλεῖτο, κοὶ εἰς Ἀσσυρίους ἐπορεύετο Β. Edd. Verba ἐγένετο γὰρ—ἐπορεύετο scripta sunt in B. a manu diversa vacuum supplente. 9. γοῦν D. δὴ Edd. μαναεὶμ D. Μαναΐμ Edd. 10. φουλὰφούλας D. (XI.) Β. φυλὰς Aubertus. 11. αὐτὸν assumptura ex D. 12. τοῦτο] τοιοῦτό Edd. δὲ om. D. 13. δὴ assumptum ex B.D. ῥομελίου D. ῥωμελίου Edd. ante Migne. 14. συρίων D. Συρίας Edd. 15. ἄχαζ D. ἄχατζ Edd. τοῖς ἱεροσολύμοις D. αὐτῷ Edd. 18. κατὰ κρότος D. κατακράτος Edd. αὐτῶν D. 19, τόν assumptum ex D. 21. Hoc Ἰούδας accessit ex D. 22. ἢ pro ἤτοι D. μασιν ἀναπεπεισμένος ἠρεμῆσαι βραχὺ, ἀλλ’ οὐδὲ ἕτερός τις τῶν μεμισθοφορηκότων ἰάσασθαι ὑμᾶς· πεπαύσεται δὲ οὐδαμῶς τῆς ὀδύνης τὸ κέντρον. Πάνδεινον οὖν ἄρα τὸ μὴ σώζεσθαι μᾶλλον ἐπιθυμεῖν διὰ d τῆς ἄνωθεν ἡμερότητος, ἐπιθαῤῥῆσαι δὲ ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις· καίτοι βοῶντος τοῦ Πνεύματος διὰ μὲν φωνῆς τοῦ μακαρίου Δαυείδ “Ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον ἢ Ps. cx vii. 8,9. “πεποιθέναι ἐπ’ ἄνθρωπον. ἀγαθὸν ἐλπίζειν ἐπὶ κύριον ἢ “ἐλπίζειν ἐπ’ ἄρχοντας·” διὰ δὲ τοῦ προφήτου πάλιν Ἱερεμίου “Ἐπικατάρατος ὁ ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ Hier. xvii. 5,6. “ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ, καὶ ἀπὸ “Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ, καὶ ἔσται ὡς ἡ ἀγριό- “μυρίκη ἡ ἐν τῆ ἐρήμῳ, ἢ οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθά. e “καὶ εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ κυρίῳ, Ib. 7, 8. “καὶ ἔσται κύριος ἐλπὶς αὐτοῦ· καὶ ἔσται ὡς ξύλον εὐθη- “νοῦν παρ’ ὕδατι, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζας αὐτοῦ, καὶ οὐ “μὴ φοβηθήσεται ὅταν ἔλθῃ καῦμα, καὶ ἔσται ἐπ’ αὐτῷ “στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται, “καὶ οὐ διαλείψει ποιοῦν καρπόν. ἄμεινον οὖν ἄρα προσοικειοῦσθαι Θεῷ, καὶ τὸ σοφὸν ἐκεῖνο λέγειν ἐξ ἀγαθῆς διανοίας· “Σός εἰμι ἐγὼ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου Ps.cxviii. 94. “ἐξεζήτησα.“ Διότι ἐΓώ εἰμι ὡς πάνθηρ τῶ Ἐφραΐμ, κω ὡς λέων τῷ οἴκῳ a 93 A. 14 Ἰούδα· κω ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι κὼ λήψομαι, κὼ οὐκ ἔσται ὁ ἐξαιρούμεονς. πορεύσομαι κω ἐπιστρέψω εἰς τὸν τόπον 15 μου, ἕως ὁδ’ ἀφανισθῶσιν. Ἐναργῆ καθίστησι τὴν αἰτίαν δι’ ἢν ὤνησαν μὲν οὐδὲν 5. ἐπιθαρσῆσαι D. 10. ἐπ’ D. cf. in Es. 160 c. πρὸς Edd. (86). 11. σάρκα D. σάρκας Edd. (Fred-Aug. manu tertia, 49. 90). αὐτοῦ] + ἐπ’ αὐτὸν Edd. (A.V.) ἐπ’ αὐτὸν om. B.D. (Fred-Aug. XII.) ἀπὸ Κυρίου om. Β. 13. ἥ om. D. sed cf. infra 534 b. 15. εὐθηνοῦν] εὐθυνοῦν D. Edd. ante Migne. βαλεῖ βάλλει D. βἀλλει Edd. 17. φοβηθήσονται D. φοβηθῇ Β. assumptum ex D. 21. τὰ δικαιώματά] τὰς ἐντολὰς D. οἱ τῷ Ἐφραΐμ ἐπαμύνοντες, οὐ διαπεπαύσεται δὲ τὰ τῆς ὀδύνης αὐτοῖς. ἐγὼ γάρ εἰμι φησὶν ὡς πάνθηρ τῷ Ἐφραΐμ b καὶ ὡς λέων τῷ οὔκῳ Ἰούδα. πρόδηλον οὖν ὅτι, Θεοῦ παραλύοντος, Es. xiv. 27. ὁ σώσων οὐδείς· “Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς “ἀποστρέψει;” κατὰ τὸ γεγραμμένον. ὅτι δὲ καὶ ἡμερότητος ἁπάσης ἐξηρημένης, τὰ ἐπ’ αὐτοῖς γενέσθαι συμβέβηκεν, ὑπέφηνεν αἰνιγματωδῶς, τοῖς ὅτι μάλιστα δεινοῖς καὶ ἀλκιμωτάτοις θηρίοις τὴν οἰκείαν ὁρμὴν παρεικάζων. ὁ μὲν γὰρ πάνθηρ ὀξυτάτῳ λίαν καθ’ ὧν ἂν ἕλοιτο φέρεται δρόμῳ, ἐλαφροῖς δὲ οὕτως ἄττει ποσὶν, ὡς μηδὲ ἴχνος ὁρᾶσθαι τάχα που, μήτε μὴν ἐνσημαίνεσθαί τι τῇ γῆ· ὁ δὲ λέων ἐρεύγεται c μὲν ἐν τοῖς ὄρεσι δεινὸν καὶ διαβριθὲς καὶ βροντῇ παραπλήσιον, καὶ καταπλήττειν οἷόν τε τοὺς ἀκροωμένους. Amos iii. 8. “Λέων γάρ, φησιν, ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται;” ἄμαχον δὲ τὴν ἔφοδον ἔχει, καὶ σφόδρα δυσάντητον τὴν ὁρμήν. εἰ δὲ δή τι λάβοι, τοῦτο διόλωλεν εὐθὺς, καὶ οὐκ ἃν ἐξέλοιτό τις τὸ ἐνειλημμένον. ὅτι δὲ ὀξὺ μὲν θηρίον ὁ πάνθηρ, ἀφίπταται δὲ ὥσπερ, τὸ ἐπιτυχὸν ἁρπάσας· ἄθραυστον δὲ χρῆμα καὶ ἀδεὲς καὶ δυσάντητον, ὡς ἔφην, ὁ λέων ἐστὶν, αὐτὸς παρέδειξεν ἐπειπών Καὶ ἐγὼ ἁρπῶμαι καὶ d πορευσομαι καὶ ληψομαι καὶ οὐκ ἔσταζέ ὁ εξαιρουμενος. ἁρμόσει μὲν γὰρ τοῦτο τῇ λεόντων ἀλκῇ· τὸ δὲ ἁρπῶμαι καὶ πορεύσομαι, δράσειεν ἂν ὁ πάνθηρ, ὡς ἔφην. ὅτι δὲ καὶ ἀποφοιτήσει τῶν λελυπηκότων ὁ Κύριος, καὶ μονονουχὶ συστελεῖ τὴν ἐπικοῦ καὶ καὶ ἀποστήσει τὸ εὐμενὲς, διαμεμήνυκεν ἐιπων Πορευσομαι καὶ ἐπιστρέφω εἰς τὸν τόπον μου ἕως οὑ ἀφανισθῶσι. τόπῳ μὲν γὰρ ἀπεριόριστον παντελῶς τὸ θεῖόν ἐστι· παρεῖναι δὲ λέγεται τισιν, ὅταν χαρίζηται τὴν εὐμένειαν· e ἀπεῖναι δὲ αὖ τῶν ἡμαρτηκότων, ὅταν αὐτοὺς ἀποστρέφηται, 4. σώζων D. 5. εἰρημένον pro γεγραμμένον D. 10. ἴχνος D. ἴχνοις Edd. 15. τὴν prius assumptum ex B.D. 17. ὀξὺ μὲν θηρίον D. θηρίον ὄξυ Edd. 19. Haec ὡς ἔφνη assuuipta ex D. 20. εἰπὼν D. 21. ὁ assumptum ex B.D. ἁρμόζει Edd. 22. μὲν assumptum ex D. 24. ὁ Θεὸς D. 25. ἀποστερήσει pro ἀποστήσει Edd. 28. ἐστι] + καὶ D. 29. ἡμαρτημένων D. καὶ ἀνακόπτῃ τὴν ἡμερότητα. λαλεῖται μὲν γὰρ ἀνθρωπίνως τὰ περὶ Θεοῦ· νοεῖται γε μὴν, ὡς ἂν αὐτῷ πρέποι. Kαὶ ἐπιξητήσουσι τὸ πρόσωπόν μου ὅταν θλιβῶσιν.