Φείδους καὶ ἀγάπης τῆς εἰς αὐτοὺς ἀπόδειξις, ἡ τῶν πλανώντων ἀναίρεσις. γεγόνασι μὲν γὰρ ψευδοπροφῆται d κατὰ καιροὺς ἐπὶ τὸν ᾿ισραὴλ, τοῖς τοῦ Βάαλ τεμένεσι προσεδρεύοντες 2 Tim. iii. 13. καὶ πλανῶντες καὶ πλανώμενοι, κατὰ τὸ γεγραμμένον. πλὴν ἀνῄρηνται κατὰ καιροὺς, προηγορευκότος καὶ τοῦτο Θεοῦ, καὶ ὁσίαν ἐπ’ αὐτοῖς ἐξενεγκοντὸς τὴν ψῆφον· 3 Reg. xviii. 40. οὓς μὲν γὰρ ἀνεῖλεν Ἠλιοὺ παρὰ τὸ τοῦ Βάαλ θυσιαστήριον, Ib. 26. εἰκαιομυθοῦντάς τε καὶ λέγοντας, “Ἐπακουσον ἤμων “ὁ Βάαλ, ἐπάκουσον ἡμῶν·“ οὕς δὲ ἀπέκτεινεν Ἰηοὺ, ὃν 4 Reg. x. 25. κέχρικε βασιλέα ἐπὶ τὸν Ἰσραὴλ ὁ μακάριος προφήτης Ib. ix. 1,2. Ἐλισσαιὲ δι’ ἑνὸς τῶν παιδαρίων, Θεοῦ καὶ τοῦτο γενέσθαι e προστάττοντος. ὃς ἐπεί τοι κέχρισται, Θεοῦ τοῖς πλανῶσιν ἐπιμηνίσαντος, πρῶτον μὲν ἀνεῖλε τὸν Ἀχαὰβ, ἐπ’ αὐτῷ δὲ τὴν ἰεζάβελ, εἶτα τοὺς υἱοὺς αὐτοῦ τοὺς ἐν ὅλη Σαμάρεια. προσποιησάμενος δὲ τὸ βούλεσθαι καὶ ἐπιτελεῖν τῷ Βάαλ ἑορτὴν, πάντας συνεκόμισε τοὺς ψευδοπροφήτας, καὶ θύειν ὑποκρινάμενος, συνειλεγμένους εἰς οἶκον ἀπέσφαξεν ἕνα· Ib. x. 26, 27. κατέσπασε δὲ καὶ αὐτὸν τὸν Βάαλ, καὶ τὰς στήλας αὐτοῦ ενέπρησε· γέγραπται γὰρ ὡδί. οὔκουν ὅτι φείδους καὶ αγαπης, 98 Α. a ὡς ἔφην, τῆς εἴς γε τὸν Ἰσραὴλ ἀπόδειξις ἦν ἡ τῶν ψευδοπροφητῶν ἀναίρεσις, ἐδίδαξεν εἰπών Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν. εὖ δὲ δὴ λίαν καὶ τὸ ἀπεθέρισά φησι. πεπτώκασι γὰρ κατὰ πληθὺν, ἀσταχύων δίκην ἀμώμενοι. 4. ῥήματι habet B.D. 10. ἐπενεγκόντος b. 11. οὓς B.D.b. τοὺς Edd. ἀνῇρεν pro ἀνεῖλεν b. τοῦ assumptum ex b. 13. οὓς D.b. τοὺς Edd. 21. ὑποκρινόμενος ἀπέσφαξεν] + καθ’ Edd. invitis B.D. 22. στολὰς (sic) pro στήλας D. 27. ἀσταχίων Edd. ante Migne. Kαὶ τό Καὶ μου ὡς φῶς ἐξελεύσεται. διότι ἔλεος Θέλω καἰ οὐ 6 θυσίαν, καὶ ἐπίγνωσιν Θεοὺ ἢ ὁλοκαυτώματα. Ἕτερον ἡμῖν φειδοῦς καὶ ἀγάπης τῆς εἰς αὐτοὺς ἐξηγεῖται b τρόπον, ὃς εἴπερ τετέλεστο κατὰ τὸ αὐτῷ δοκοῦν, σύμπας ὁ Ἰσραὴλ καὶ Ἰούδας. οὐ γὰρ μόνον τὴν τῶν ἀνοσίων ψευδοπροφητῶν ἀπέκειρε πληθὺν, τὸν αὐτοῖς πρέποντα καθορίσας θάνατον, ἀλλὰ γὰρ καὶ αὐτὸν κατὰ καιροὺς ἔπεμψε τὸν Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ σαφηνιοῦντα, καὶ πρό γε τῶν ἄλλων τοῖς ἐξ αἵματος Ἰσραὴλ, τὸ ἀγαθὸν αὐτοῦ θέλημα, καὶ ἐναργὲς καθιστάντα τὸ κρῖμα αὐτοῦ. τοιγάρτοι καὶ ἔφασκε διὰ μὲν φωνῆς τοῦ Δαυείδ, “Ἐγὼ δὲ κατεστάθην Ps. ii. 7. 6. “βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιῶν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγ- c “γέλλων τὸ πρόσταγμα Κυρίου·“ αὐτὸς δὲ δι’ ἑαυτοῦ γενόμενος καθ’ ἡμᾶς, τουτέστιν ἄνθρωπος, “Ἀπ’ ἐμαυτοῦ S. Joan. xiv 10; xii. 49. “οὐ λαλῶ· ἀλλ’ ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντολὴν “ἔδωκε τί εἴπω καὶ τί λαλήσω.” ἐξελεύσεται δὴ οὖν τὸ κρῖμά μου φησὶν ὡς φῶς, τουτέστιν, οὐκ αἰνίγμασι κατεσκιασμένον τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ γυμνῶς καὶ ἀκρύπτως ταῖς ἁπάντων διανοίαις ἐγκείσεται. ὅτι δὲ ἀφιγμένος κατὰ καιροὺς ὁ Ἐμμανουὴλ, οὐκ ἐπὶ νομικὴν μετοίσει λατρείαν τοὺς d πεπλανημένους, οὔτε μὴν τὰ ἐν τύποις ἔτι καὶ σκιαῖς ἀναπείσει τιμᾶν, ἀποκομιεῖ δὲ μᾶλλον εἰς ἐπιείκειαν καὶ χρηστότητα καὶ εὐσπλαγχνίαν, καὶ εἰς ἀγάπην τὴν πρὸς ἀλλήλους, καὶ εἰς ἀληθῆ καὶ ἀπαραλόγιστον ἐπίγνωσιν τοῦ Θεοῦ, σαφῆ τοῦ κρίματος ἀποτελεῖ τὸν σκοπὸν, καί φησιν, ὅτι ἔλεος θέλω καὶ οὐ θυσίαν, καὶ ἐπίγνωσιν Θεοῦ ἢ ὁλοκαυτώματα. τί γὰρ ἔφασκεν ὁ Σωτῆρ’; “Πάντα οὖν ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν S.Matth. vii. 12. ὑμῖν οὐτῶ καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς καὶ ὑμεῖς ποιειτε αυτοις ομοίως· χρῆμα δὲ ὅτι μάλιστα παρὰ Θεῷ τίμιον τὴν ἀγάπην ἐπιδεικνὺς, e “Ἐν τούτῳ γνώσονται πάντες, φησὶν, ὅτι ἐμοὶ s. Joan. xiii. 35. 1. καὶ οὐ B.D. (Alex. XII.) cf. Glaph. 47 a. ἢ Edd. (Vat.) 7. γὰρ assumptum ex B.D. 10. καθιστάντα D. καθιστῶντα Edd. II. διὰ] τὰ iid. τὰ διά] correxit Migne. 12. διαγγέλων D. (Alex.) 30. φησὶν om. D. “μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε εἰς ἀλλήλους.” ὅτι δὲ τῶν προσιόντων τὸν νοῦν ἀνεκόμιζε πρὸς ἐπίγνωσιν τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, πῶς ἃν ἐνδοιάσειέ τις; ἑαυτὸν γὰρ ἡμῖν εἰς εἰκόνα τοῦ γεγεννηκότος παρετίθει, λέγων τῷ S. Joan. xiv. 10. γνησίῳ μαθητῇ· Φίλιππος οὗτος ἦν· “Οὐ πιστεύεις ὅτι ἐγὼ 99 A. a “ἐν τῳ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοὶ ἐστιν; ὁ ἑωρακὼς ἐμὲ, Ib. 9. ἑώρακε τὸν Πατέρα. ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. εἰ δὲ Ib x. 30. δή τις ἕλοιτο καὶ αὐτὸν εἶναι λέγειν τὸν Υἱὸν τὸ ἔλεος τοῦ Πατρὸς, τὸ ὑπὲρ θυσίαν καὶ ὁλοκαυτώματα, συνήσει καλῶς. κέκληται γὰρ οὕτω παρά γε τῇ θεοπνεύστῳ γραφῇ. αὐτὸς μὲν γὰρ ἔφη που περὶ αὐτοῦ πρὸς ἡμᾶς ὁ Θεὸς καὶ Πατήρ Es. li. 5; lvi. 1. “Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ τὸ ἔλεος μου ἀπο- Ps. lxxxiv. 7. “καλυφθῆναι·’’ οἱ δέ γε προφῆται πρὸς αὐτόν· “Δεῖξον b “ἡμῖν κύριε τὸ ἔλεος σου, καί τὸ σωτήριόν σου Κύριε δῴης “ἡμῖν.” ἔλεος γὰρ ἀληθῶς τὸ παρὰ Πατρὸς ὁ Χριστὸς, ὡς ἀφαιρῶν ἁμαρτίας, ὡς ἀνιεὶς ἐγκλημάτων, καὶ δικαιῶν τῆ πίστει, καὶ ἀνασώζων τοὺς ἀπολωλότας, καὶ θανάτου κρείττονας ἀποφαίνων· καὶ τί γὰρ οὐχὶ τῶν παγκάλων δωροῦ μένος; οὐκοῦν ἀμείνων θυσίας καὶ ὁλοκαυτωμάτων ἡ Θεοῦ γνῶσις, ὡς ἐν Χριστῷ τελουμένη· ἐγνώκαμεν γὰρ δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν Πατέρα, καὶ τὴν ἐν πίστει δικαίωσιν πεπλουτήκαμεν. c 7 Αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην. Πανταχόθεν ἡμᾶς πολυπραγμονεῖν εὖ μάλα τὸ ἀληθὲς σπουδάζοντας, καὶ νῦν εἰπεῖν ἀναγκαῖον, ὡς ἡ καθ’ Ἑβραίους ἔκδοσις ἀντὶ τοῦ ὡς ἄνθρωπος, ὡς Ἀδὰμ εἴρηκε παραβαίνων διαθήκην, ἵνα νοοῖτο τοιάδε τις τῶν ἐξ Ἰσραὴλ ἡ παράβασις, ὁποία γέγονεν ἐν Αδάμ. μετὸν γὰρ ἐκείνῳ καὶ τὴν πρὸς Θεὸν οἰκείωσιν ἔχειν, καὶ ἐν ἀφθαρσίᾳ διατελεῖν, καὶ ταῖς 1. ἐστε μαθηταὶ inverso ordine D. 2. προσαγόντων pro προσιόντων D. 3. καὶ post ἂν add. Edd. 4. γεγενηκότος iid. ante Mifine. correxi ex D. 9. ὁλοκαύτωμα Edd. 14. Hoc Κύρις alt. accessit ex D. (Alex.) 25. σπουδάζοντα (sic) D. τοῦ παραδείσου τρυφαῖς ἐναβρύνεσθαι, κατημέλησε τῆς θείας ἐντολῆς· εἶτα διώλισθεν ἐπὶ τὰ αἰσχίω, τῶν ἀρχαίων ἀδοκήτως d τὼς ἐστερημένος. οὕτω καὶ καὶ φημὶ δὲ δὴ πάλιν, οἱ ἐξ Ισραήλ. εὐμενῆ καὶ φίλον τὸν τῶν ὅλων ἔχοντες Θεὸν, σώζοντα καὶ προεστηκότα, καὶ προτιθέντα τὸ ἔλεος αὐτοῖς, ὡς νεφέλην πρωινὴν, καὶ ὡς δρόσον ὀρθρινὴν πορευομένην, Supra ver. 4. ἐξάγοντα δὲ καὶ ὡς φῶς τὸ κρίμα αὐτοῦ, καὶ τῇ ὑπὲρ νόμον Supra ver. 5. στεφανοῦντα λατρείᾳ, ῥᾴθυμοι γεγόνασι περὶ τὸ σφισὶν αὐτοῖς ἀναγκαῖον καὶ χρήσιμον εἰς εὐημερίαν καὶ δόξαν, καταπεφρονήκασι e καὶ αὐτοὶ τοῦ πάντων κρατοῦντος Θεοῦ, καίτοι λέγοντος ἐναργῶς διὰ τοῦ πανσόφου Μωυσέως, “Οὐ ποιήσεις Exod. xx. 4. “σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ “ἄνω καὶ ὅσα ἐν τῆ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑπο- “κάτω τῆς γῆς.” καὶ πάλιν, “Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι Ib. 3. “πλὴν ἐμοῦ.” ἐπειδὴ δὲ ἐν ἴσῳ τῷ πρώτῳ, τουτέστι τῷ Ἀδὰμ, παρώλισθον εἰς ἀποστασίαν, καὶ αὐτοὶ δὴ πάντως ἔξω πατοῦνται τοῦ κατευφραίνειν εἰδότος· παραβεβήκασι γὰρ διαθήκην.