Εἰ δὲ χρὴ καὶ ἐφ’ ἅπαντας ἁπλοῦν τοὺς ὄντας ἐπὶ τῆς γῆς τῆς προφητείας τὴν δύναμιν, ἐκεῖνο συνήσομεν. ἤρπασε μὲν γὰρ ἐν ἀρχαῖς τὴν ἀνθρώπου φύσιν ὁ Ἀδάμ. ἐπάρατον γὰρ ἀπέφηνεν εὐθὺς, ὑποθεὶς θανάτῳ καὶ φθορᾷ. οὐκοῦν ἔπληξεν ἢ ὀργὴ, ἀλλ’ ἐμότωσεν ἢ χάρις. ἰάσατο γὰρ ἐν Χριστῶ, κέκληκε πρὸς ἐπίγνωσιν τῆς ἀληθοῦς θεοπτίας, e ἑδραίους ἀπέφηνε διὰ τοῦ Πνεύματος εἰς τήρησιν ἐντολῶν, ζηλωτοὺς ἀπέδειξε πάλιν καὶ φθορᾶς ἐπέκεινα τιθεὶς καὶ τῶν ἀρχαίων ἡμᾶς ἀπαλλάξας ἀρρωστημάτων, ἁμαρτίας δὴ λέγω καὶ παθῶν. συμβέβηκε δὲ τὰ τοιάδε τοῖς ἐπὶ τῆς γῆς, οὐχ 5. Haec καὶ et πολλοὶ accesserunt ex B.D. κύριος pro κύριοι Auhertus. 13. Haec καὶ λήψομαι accesserunt ex D. 17. καὶ assumptum ex D. 23. ἀνθρώπου om. D. μὲν post ἐπάρατον add. D. 25. ἐν Χριστῷ D. ὁ χριστὸς Edd. ὡς ἐν πρώτῳ μᾶλλον, ἤγουν ἐν δευτέρῳ καιρῷ, ἀλλ’ ὡς ἐν τρίτῳ, τουτέστι τῷ λοίσθῳ καὶ τελευταίῳ. χρόνοι μὲν γὰρ 96 Α. a οἱ πάντες ἀριθμοῦνται τρεῖς, πρῶτός τε καὶ μέσος καὶ τελευταῖος, καθ’ ὃν ἡμῖν ἐπέφανεν ὁ Χριστός. ταύτῃτοί φασιν, ὅτι τὰ τῆς μοτώσεως ἡμῖν καθάπερ ἐξ ἰατρικῆς ἐμπειρίας ἔσται μετὰ δύο ἡμέρη· ἡμέραν ἡμῖν εἰς καιρὸν τοῦ προφητικοῦ μετροῦντος λόγου. τότε φησὶ, διώξομεν τοῦ εἰδέναι τὸν Κῦρον· τὸ δὲ διώξομεν ἀντὶ τοῦ σπεύσομέν φασι· τότε καὶ ἀναστησόμεθα Col. iii. 1. καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ. συνεγηγέρμεθα γὰρ τῷ Χριστῷ. 2 Cor. v. 15. καὶ ἐπειδήπερ “εἷς ὑπὲρ πάντων ἀπέθανε,” τὴν αὐτοῦ ζῶμεν b ζωὴν, οὐκ ἐξ ὀφθαλμῶν ἔτι κείμενοι Θεοῦ, διὰ τὴν παράβασιν· οὔτε μὴν ὡς ἐρριμμένοι κατόπιν, διὰ τὴν ἁμαρτίαν· ἁλλ’ ἐν ὄψει λοιπὸν ἐνηνεγμένοι, καὶ παρρησίαν ἔχοντες παρ’ αὐτῷ, διὰ τὴν ἐν Χριστῷ δικαιοσύνην. καὶ ὅτι δι’ αὐτοῦ, καὶ αὐτὸν ἐγνώκαμεν τὸν Πατέρα, ὅτι δὲ πλήρωσις ἡμῖν ἐστι παντὸς ἀγαθοῦ καθ’ ἡμᾶς γεγονὼς ὁ Υἱὸς, ὁμολογοῦσι λέγοντες Ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτὸν, τουτέστιν, ὡς φῶς ἀνίσχον, ὡς ἥλιον, ὡς αὐγὴν, παρωχηκότος τοῦ σκότους. ἔσται δὲ c ἡμῖν ὡς πρώΪμός τε καὶ ὄψιμος ὑετός. κατάρδει γὰρ ἡμᾶς 2 Tim. iv. 8. τοὺς τὴν πίστιν εἰσδεδεγμένους, καὶ ἐπεγνωκότας ὀρθῶς τὴν ἐπιφάνειαν αὐτοῦ, κατὰ διττὸν, οἶμαι, τρόπον. ἀποκαλύπτει μὲν γὰρ ἐν Πνεύματι τῶν ἀρχαίων τε καὶ νομικῶν καὶ πρὸς τούτοις ἔτι προφητικῶν παιδευμάτων τὴν γνῶσιν. καὶ τοῦτο οἶμαί ἐστιν ὁ πρώϊμος ὑετός· ὄψιμον δὲ ὥσπερ πρὸς ἐκείνῳ δίδωσι τῶν εὐαγγεγικῶν παιδευμάτων τὴν νόησιν, καὶ ἀποστολικῶν κηρυγμάτων τὴν τριπόθητον χάριν. γεγόναμεν Mal. iii. 12. δὲ, ὡς ὁ προφήτης φησὶ, Γῆ θελητή. καὶ τάχα που περὶ Ps. lxiv. 9. d ἡμῶν ψάλλει λέγων ὁ μακάριος Δαυείδ “Ἐπεσκέψω τὴν “γῆν καὶ ἐμέθυσας αὐτήν· ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν. S.Matth. xiii. 8. καὶ γοῦν δέδωκε τὸν καρπὸν αὐτῆς ἑκατὸν, ἑξήκοντα, καὶ τριάκοντα, κάτα τὴν του Σωτῆρος φωνὴν. 1. καιρῷ om. D. 3. τελευταῖος] + καὶ D. 8. δὲ assumptum ex D. σπεύσομέν B.D. σπουδάσομεν Edd. 10. ἐπειδήπερ] ἐπειδὴ iid. 15. ἔσται D. 27. που assumptum ex D, Post ψάλλει transp. B. 29. πλουτῆσαι Edd. 30. ἑκατὸν] + καὶ D. Τί σοι ποιήσω, Ἐφραΐμ; τί σοι ποιήσω, Ἰούδα; τὸ δέ ἔλεός νοῦ 4 ὡς νεφέλη πρωϊνὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη. Oὐκ ἠπορηκότος ὁ λόγος· οὐ γὰρ ἃν ἠγνόησε Θεὸς τὸ τοῖς πλανωμένοις χρήσιμον· ἀλλ’ οὐδ᾿ ἃν ἠτόνησε πρὸς e κατόρθωσιν τῶν ὠφελεῖν πεφυκότων τοὺς τοῖς διαβολικοῖς ἐναλόντας βρόχοις· ἐπαιτιᾶται δὲ μᾶλλον ὡς ἐλλελοιπότος μὲν αὐτοῖς τῶν πρὸς θεραπείαν οὐδενὸς, ἐθελουσίοις δὲ μᾶλλον ἐκκεκλικότας ὁρμαῖς ἐπὶ τὸ δρᾶν ἃ μὴ θέμις. ὅμοιον γὰρ ὡς εἰ καὶ λέγοι τυχόν· Ποῖος ἄρα φειδοῦς καὶ ἐπικουρίας οὐκ ἐξηύρηται τρόπος; καὶ τί μετ’ ἐκεῖνα ποιήσω; ἀποκρούσῃ δὲ ὅπως τὴν ἀρρωστίαν; ἢ ποίοις λοιπὸν ὑγιασθήσῃ φαρμάκοις; a 97 Α. ἐξῆν μὲν γὰρ ὑμῖν, ὡς νεφέλης καταπιαινούσης, καὶ σφόδρα πλουσίως, καὶ ὡς καταρδούσης δρόσου τῆς ἑωθινοῦ, μεταλαχεῖν δύνασθαι, καὶ τοῦτο ἀμφιλαφῶς, τῆς ἐμῆς ἡμερότητος καὶ ἀσυγκρίτου φιλανθρωπίας· ἀλλ’ οὐδενὸς τὸ χρῆμά φησιν, ἠξιώσατε λόγου· παρ’ οὐδὲν πεποίησθε τὴν οὕτω σεπτὴν καὶ πολύευκτον χάριν. Αρμόσειε δ’ ἂν ὅτι μάλιστα τῆ διὰ Χριστοῦ δωρεᾷ τῆς προφητείας ἡ δύναμις. αὐτὸς γάρ ἐστιν ἡ κατάρδουσα νεφέλη, ἡ καταπιαίνουσα δρόσος· ἑωθινὴ δὲ, ὅτι μετὰ νύκτα τρόπον b τινὰ, τὴν ὡς ἐν ἀχλύι καὶ σκότῳ νοουμένην διαβολικῷ, καταπεφοίτηκεν οὐρανόθεν· ἀφῖκται γὰρ ἄνωθεν καὶ παρὰ Πατρὸς πρὸς ἡμᾶς ὁ Λόγος· πορευομένη δὲ, ὅτι κατὰ πάσης ἔρχεται τῆς ὑπ’ οὐρανόν. πλατὺ γὰρ λίαν τὸ σωτήριον κήρυγμα, καὶ ἁπάσης τῆς ὑπ’ οὐρανὸν μονονουχὶ κατευρύνεται, καίτοι τοῦ νόμου συνεσταλμένου τρόπον τινὰ, καὶ μόνην τὴν Ἰουδαίων περιπολοῦντος χώραν. “Γνωστὸς μὲν γὰρ ἦν Ps. lxxv. 1. “ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν· c 2. ὀρθρινὴ] ἑωθινὴ (130. 311.) cf. 97 a. b. 6. ὡς assumptum ex B.D. Statim ἐκλελοιπότος Edd. 7. τῶν om. D. ἐθελουσίους Edd. ante Migne. 13. ἑωθινοῦ Β. ἑωθιῆς D. iid. 18. ἐπὶ τῆ τοῦ Χριστοῦ δωρεᾷ b. 19. νεφέλη] + καὶ b. 20. γὰρ pro δὲ b. 21. νοουμένοις (sic) D. καταπεφοίτηκεν οὖν pro καταπεφοίτηκεν Edd. invitis B.D. b. 28. τῇ om. Aubertus. ἔγνωκε δὲ ἡ σύμπασα τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν, τουτέστι Χριστόν. Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν, ἀπέκτεινα αὐτοὺς ἔν ῥήματι στόματός μου.