Mέτα προβάτων κα μόσχων πορεύσονται του ἐκξητῆσαι τὸ κύρω, a 85 Α. 6 κω οὐ μὴ εὕρωσιν αὐτόν· ὅτι ἐξέκλινεν ἀπ᾿ αὐτῶν· δυ’ τὸν 7 κύρω ἐγκατέλιπον· ὅτι τέκνα ἀλλότρια ἀλλότρια εγεννήθησαν ὖ καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη κω τοὺς κλήρους αὐτῶι. Αληθὲς ὁρᾶται διὰ πραγμάτων, ὅτι καθά φησιν ὁ θεσπέσιος Παῦλος “Ἀδύνατον αἷμα ταύρων καὶ τράγων ἀφελεῖν Heb. x. 4. 1. ταπεινωθήσεσθαι] κατακοιμηθήσεσθαι D. 7. ἀτιμίας] ἀδικίας D. 8. δὲ] + ἥμερος D. 9. οἵ τε] ὅ τε Edd. 10. διαμειναι om. D. 11, 12. ταῖς τοῦ—Βενιαμίν. ὅτι om. D. 15. συμβῆναι D. 16. ὅτι] + ἀσθενήσουσιν Edfl. invitis B.D. 20. ποιεῖν accessit ex B.D. 23. ζητῆσαι F. 24. οὐ om. F. Edd. 25. ἐγέννησαν D. (26 al.) 26. ἐρυσίβη correxi ex D. ἐρισύβη Edd. ante Migne (153). 28. ἀφαιρεῖν D. b “ἁμαρτίας,” καὶ ἔστιν ἀπρόσιτος διὰ τοῦ νόμου Θεός. νόμον δέ φημι, τὴν κατὰ νόμον λατρείαν τὴν δι’ αἱμάτων καὶ θυσιῶν. οὐκοῦν κἂν εἰ προσάγοιεν οἱ ἐξ Ἰσραὴλ τὰ νενομισμένα θύματα, τῶν ἀνοσίως αὐτοῖς ἐπταισμένων ἐξαιτοῦντες τὴν ἄφεσιν, ἤγουν τὴν πρὸς τὸν Θεὸν ζητοῦντες οἰκείωσιν, οὐκ ἂν ἐφίκοιντό φησιν, οὐδ’ ἂν ἐξανύσειαν τὸ εὑρίσκειν δύνασθαι τὸν Θεὸν, ἀλλ’ οὐδ’ ἂν γένοιτο προσιτὸς τοῖς οὕτω μεταγινώσκουσιν. εὑρίσκεται γὰρ διὰ μόνης τῆς ἐν Χριστῷ ζωῆς, ἧς ἂν νοοῖτο προεισβολὴ τὸ ῥῆμα τῆς πίστεως, καὶ c προσέτι τούτῳ τὸ σωτήριον βάπτισμα, τὴν ἐν Πνεύματι πρὸς Θεὸν οἰκείωσιν προξενοῦν. οὐκοῦν οὐκ οὐκ εὕροι τὸν Κύριον ὁ Ισραὴλ διά γε τῆς κατὰ νόμον λατρείας. ἐκκέκλικε γὰρ ἀπ᾿ αὐτῶν, ὅτι καὶ αὐτοὶ καταλελοιπασιν αὐτὸν, ἀποπηδῶντες τοσοῦτον, ὥστε καὶ τέκνων ἀλλοτρίων γενέσθαι πατέρες. ἀλλότρια δὲ τέκνα φησὶ, τὰ οἷον ἐκ μήτρας καὶ ἐξ αὐτῶν τῶν σπαργάνων ταῖς τῶν εἰδώλων ἀνακείμενα δόξαις, προσαγόντων τάχα που τοῖς δαιμονίοις τὰ χαριστήρια καὶ τὰς ἐπὶ ταῖς ὠδῖσι θυσίας τῶν γεγεννηκότων. τέκνα τοίνυν d ἀλλότρια, τὰ μὴ ἐν Θεῷ· ἢ καὶ καθ’ ἕτερον τρόπον, τὰ ἐκ γυναικῶν ἀλλογενῶν. ἐπεμίγνυντο γὰρ ἀπερισκέπτως οἱ ἐξ Ισραὴλ ταῖς τῶν ἐθνῶν θυγατράσιν, εἰδωλολατρούσαις ἔτι, καίτοι τοῦ νόμου λέγοντος ἐναργῶς, τὸ μὴ δεῖν συνάπτεσθαι Deut. vii. 3. 4. γαμικῶς τοῖς ἀλλογενέσι. “Τὴν θυγατέρα σου γάρ φησιν, “οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ “τῷ υἱῷ σου. ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ’ ἐμοῦ, καὶ “πορευθεὶς λατρεύσει θεοῖς ἑτέροις.” e Ἐπειδὴ δὲ ταῦτα δεδράκασι, καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη. σημαίνει δὲ πάλιν αἰνιγματωδῶς διὰ τούτου τὴν ἐσομένην αὐτοῖς κάκωσίν τε καὶ βλάβην ἐκ τῆς τοῦ πολέμου 1. τοῦ assumptum ex D. 3. εἰ assumptum ex B.D. 5. τὸν om. D. 12. ἐκκέκλινε (sic) Edd. ante Migne. 13. ἀπολελοίπασιν D. Statim αὐτὸν om. D. 14. ὥστε D. ὡς Edd. 16. τῶν prius om. D. 18. γεγεννηκότων] Sic (post Migne) correxi ex D. γεγενηκότων Edd. 19. κοὶ assumptum ex B.D. 20. ἐπεμίγοντο D. 25. ἀποστήσῃ Edd. 27. ’δε assumptum ex B.D. προσβολῆς, οὐκ ἀνικάνως ἐχούσης ἐρυσίβης δίκην ἀφανίσαι δεινῶς αὐτούς τε καὶ τὰ αὐτῶν· τοῦτο γὰρ οἱ κλῆροι. ὅτι δὲ μὴ εἰς ὑπέρθεσιν καὶ ἀνοκωχὴν ὁ πόλεμος, ἀλλ’ εὐθὺς καὶ κατὰ πόδας, πεπληροφόρηκεν εἰπὼν Νῦν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη. ὅμοιον ὡς εἰ λέγοι κατόπιν ἥξει τῶν λόγων τῶν ἀνιαρῶν ἡ πείρα, ἐγγὺς ἤδη καὶ ἐπὶ θύραις ἡ συμφορά. περιέσται δὴ οὖν τοῖς λυποῦσι Θεὸν τὸ μήτε εὑρίσκειν αὐτὸν a 86 Α. δύνασθαι, κἂν εἰ ἕλοιντο ζητεῖν· γεγέσθαι δὲ καὶ τέκνων ἀλλοτρίων πατέρας, τουτέστιν, οὐκ εὐγενεῖς καὶ γνησίους ἔχειν καρπούς· οὗτοι δ’ ἃν εἶεν οἱ ἐξ ἀρετῆς τε καὶ ἁγίας ζωῆς· ἀπολέσθαι δὲ μᾶλλον, καθάπερ ἐρυσίβῃ τινὶ τῇ σφῶν αὐτῶν περιθραυομένους κακίᾳ καὶ ἀθλιότητι, καὶ προσέτι τούτοις καὶ αὐτοὺς ζημιοῦσθαι τοὺς παρὰ Θεοῦ κλήρους· περὶ ὧν καὶ ὁ θεσπέσιος ψάλλει Δαυεὶδ, πρὸς τὸν τῶν ὅλων b Σωτῆρα Θεόν “Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου.” ἅπας Ps. xxx. 16. γὰρ ἡμῶν κλῆρος, καὶ πᾶσα μερὶς ἐν ἐξουσίᾳ Θεοῦ, καὶ αὐτὸς ἐστιν ὁ τῶν στεφάνων διανομεύς. Σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνοὺς, ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν, 8 κηρύξατε ἐν τῷ οὔκῷ Ὤν, ἐξέστη Βενιαμὶν, Ἐφραΐμ εἰς ἀφανισμὸν 9 ἐγένετο έν ἡμέραις ἐλέΓχου. ἐν ταῖς φυλαῖς του Ἰσραὴλ ἔδειξα πιστά. Προείρηται σαφῶς, ὅτι πρὸς ταῖς δαμάλεσι ταῖς χρυσαῖς, καὶ ἑτέρους τοῖς ἐξ Ἰσραὴλ εἰδωλολατρείας ὀλέθρου τε καὶ c πλάνης εἰσκεκόμικε τρόπους ὁ ἐπάρατος Ἱεροβοάμ. ἐθρήσκευον σκευον γὰρ ἐν ὄρεσι καὶ βουνοῖς τὸν Χαμὼς, τὸν Βεελφεγὼρ, “ὑποκάτω δρυὸς καὶ λεύκης καὶ δένδρου συσκιάζοντος·” ἦσαν Supra iv. 13. δὲ, ὡς ἔφην, καὶ ἐν Βαιθὴλ καὶ ἐν Δὰν αἱ χρυσαῖ δαμάλεις. ἀλλ’ ἥδε μὲν τοῦ Ἰσραὴλ ἡ πλάνησις· ὁ δέ γε Ἰούδας, ἤγουν ὁ Βενιαμὶν, τουτέστιν οἱ ἐκ φυλῆς Ἰούδα καὶ Βενιαμὶν, οὐδὲν ἧττον πεπλάνηντο, καὶ λελατρεύκασι μὲν “τῇ Ἀστάρτῃ 4 Reg. 23. 13. 1. ἱκανῶς pro οὐκ ἀνικάνως D. 6. θήραις (sic) Edd. ante Migne. 9. ἢ pro καὶ D. 29. Haec τουτέστιν—Βενιαμὶν accesseriint ex D. d “προσοχθίσματι Σιδωνίων· προσεκύνουν δὲ καὶ τῷ ἡλίῳ. καὶ τοῦτο ἡμὶν ἐναργὲς ἔσται πάλιν διὰ φωνῆς Ἰεζεκιήλ. ἤχθη Ezech. viii. 3. μὲν γὰρ, ὥς φησιν αὐτὸς, εἰς Ἰεροσόλυμα, ”ἐν ὁράσει Θεοῦ· Ib. 16. εἶτα τεθέαται τὴν τῶν ἐνοικούντων πλάνην. “Εἰδον γάρ, “φησιν, ὡς εἴκοσι καὶ πέντε ἄνδρας, τὰ ὀπίσθια αὐτῶν “πρὸς τὸν ναὸν κυρίου, καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, “καὶ οὗτοι προσεκύνουν κατὰ ἀνατολὰς τῷ ἡλίῳ. ἄθρει δὴ οὖν ὅπως ἐμερίζοντο τὴν ἀπώλειαν, κατὰ πολλοὺς προσκρούοντες e τρόπους καὶ λυποῦντες Θεόν. οὐκοῦν τοῖς καταδῃοῦν ἐθέλουσι, καὶ ὅσον οὐδέπω προσδοκωμένοις, τὴν Σαμάρειαν, καὶ θορυβεῖν οὐ μετρίως μέλλουσι τὴν Ἱερουσαλὴμ, Ἀσσυρίοις τέ φημι καὶ Πέρσαις, καὶ τοῖς ἀπὸ Δαμάσκου, φημὶ δὴ τοῖς Σύροις· ἐπέθεντο γὰρ ἀμφότεροι κατὰ καιροὺς, ἄλλοτε ἄλλως εἰς τοῦτο παραθηγόμενοι· μονονουχὶ καὶ ἐγκαλεῖ τῆς ἐφόδου τὴν μέλλησιν, ἀπάρχεσθαι δὲ ἤδη τοῦ πολέμου προστέταχε, περιηχοῦντας ταῖς σάλπιγξι, καὶ τὰς τῶν δειμάτων ἀπαρχὰς ταῖς τῶν πλανωμένων ἐνιέντας ψυχαῖς. 87 Α. a