Γεγραφὼς τὰς αἰτίας τῆς εἰς τὸ πλῆθος ὀργῆς, μεταβιβάζει 7. τε om. D. 12. Hoc σὺν accessit ex D. 14. δὴ D. δὲ Edd. 16. πεπληθυσμένη habet D. 26. ἀμφιβάλλειν D. τὸν δόγον ἐπὶ τὸ τάγμα τὸ ἑρόν. ἁρμόσειε δ᾿ ἂν ὥς γε οἶμαι τῷ λόγῳ, καὶ τὸ ἀρτίως ἡμῖν εἰρημένον, “Τὴν δόξαν Supra ver. 7. “αὐτῶν εἰς ἀτιμίαν θήσομαι.” δόξα μὲν γὰρ τῆς Ἰουδαίων Συναγωγῆς ἡ περίοπτος ἱερωςύνη, καὶ τὸ προῦχον ἐν αὐτῇ καὶ ἅγιον γένος, τουτέστι τὸ λευΐτικον· ἐβαςίλευον μὲν γάρ τινες ἐκ τῆς Ἰούδα φυλῆς, ἀλλ᾿ ἦν ἐν δευτέροις τῆς ἱερωςύνης καὶ πολὺ λίαν ἐν μείοσι τὰ ἀνθρώπινα. δόξα δὴ οὖν τῆς Ἰουδαίων Συναγωγῆς, τὸ ἱερόν τε ἐστὶ καὶ ἀπόλεκτον γένος. περιβληθήσεται τοίνυν ἀτιμίᾳ φηςὶ, καὶ μεταχωρήσει πρὸς τὸ ἀκαλλές. καὶ διὰ ποίαν αἰτίαν; ὅτι τῶν σφίσι πρεπωδεστάτων ὁλιγωρήσαντες παρεκομίζοντο πρὸς ἀπόστασιν. οὐ τετηρήκασι τὴν ἑαυτῶν ἀρχὴν, οὐκ ἔγνωσαν τῆς ἱερωςύνης b S.Jud. 6. τὸν τρόπον, οὐκ ἐνενόησαν ὅτι ἀμαρτίας λαοῦ μου φάγονται, καὶ ἐν ταῖς αδικίαις αὐτῶν λήΨονται τὰς Ψυχὰς αὐτῶν. Ἐπειδὴ δὲ πλείσην τὴν ἀσάφειαν ἔχει ὁ λόγος, φέρε πάλιν, ὡς ἔνι, λέγωμεν τὸ ὅπως ἂν αὐτὸν νοεῖσθαι πρέποι. χίμαρος τοίνυν ἐξ αἰγῶν ὑπὲρ ἁμαρτίας ἐσφάετο· Lev iv. 28; ix.15. ταύτης τε ἕνεκα τῆς αἰτίας ἐκαλεῖτο καὶ ἁμαρτία τὸ θῦμα. ἀλλὰ προςάγοντες τῷ θυσιαστηρίῳ τὸν χίμαρον οἱ κατὰ καιροὺς ἱερεῖς, ἀνέφερον μὲν τὰ ἐνδόσθια καὶ τὴν πιμελὴν, c Ib. vi. 33, 4. Ib. 36. ἤσθιον δὲ τὸ λοιπὸν αὐτοὶ, τοῦτο τοῦ θείου προστάττοντος νόμου. οὐκοῦν μεςίτης ὥσπερ ὁ ἱερεὺς Θεοῦ καὶ ἀνθρώπων παραλαμβάνεται, δεχόμενος μὲν τὰς παρὰ τῶν λαῶν δωροφορίας, καὶ συμμεριζόμενος τῷ θυσιαστηρίῳ, καθὰ γέγραπται· 1 Cor. ix. 13. ἑαυτὸν δὲ ὥσπερ ἱερουρυῶν ὑπὲρ τῶν τοῦ λαοῦ πλημμελημάτων, καθάπερ ἀμέλει καὶ ὁ Κύριος ἡμῶν Ἱησοῦς ὁ Χριστός. ὅτι δὲ ἀληθὲς ὅ φημι, αὐτὸν παραθήσω τὸν ἐπὶ τῷ χιμάρῳ νόμον. ἔχει δὲ οὕτως “ Καὶ τὸν χίμαρον τὸν d Lev. x. 16. 17. “περὶ τῆς ἁμαρτίας ζητῶν ἐξεζήτησε Μωυςῆς, καὶ ὅδε “ἐμπεπύριστο. καὶ ἐθυμώθη Μωυςῆς ἐπὶ Ἐλεάζαρ καὶ I. ἁρμόσειε D. ἁρμόσει Edd. 4-8. Haec ἡ περίοπτος—δόξα δὴ οὖν τῆς Ἰουδαίων συναγωγῆς accesserunt ex D. 13. ἐνενοήκασιν D. 14. ταῖς assumptum ex D. 15. Haec citat Cod. Syr. ante cit. τὴν ἀσάφειαν ἔχει hoc ordine D. Syr. 16. αὐτὸ νοεῖσθαι πρέπον D. 22. ὥσπερ ὁ ἱερεὺς hoc ordine D. Syr. 24. καθὼς D. 26. ὁ alt. om. D. 29. καὶ ῦδε D. Syr. ὁ δὲ Edd. “Ἰθάμαρ τοὺς υἱοὺς Ἀαρὼν τοὺς καταλελειμμένους λέγων “Διὰ τί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; “ὅτι γὰρ ἅγια ἁγίων ἐστὶ, τοῦτο δέδωκεν ὑμῖν φαγεῖν, ἵνα “ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς, καὶ ἐξιλάσησθε “περὶ αὐτῶν ἔναντι Κυρίου.” ὁρᾷς ὅπως μεσιτεύουσι τὰ ὑπὲρ τῶν ἁμαρτιῶν ἐσθίοντες οἱ τῷ θείῳ θυσιαστηρίῳ e παρεστηκότες, καὶ καθαρωτάταις λιταῖς τὴν ἐπὶ τοῖς ἁμαρτάνουσιν ὀργὴν κατευνάζοντες, καὶ μονονουχὶ τὰς ἰδίας ψυχὰς ὑτὲρ τῶν τοῦ λαοῦ πλημμελημάτων εἰς ὀσμὴν εὐωδίας καθιεροῦντες θεῷ; καθάπερ ἀμεέλει καὶ ὁ θεσπέσιος Ἀαρὼν, Num. xvi. 47, 48. ἀρχομένου θραύσεθαι τοῦ λαοῦ. γέγραπται γὰρ ὡδί· τὸ πυρεῖον ἁρπάσας, καὶ ἐπιθεὶς τὸ θυμίαμα, “ἔστη, φησὶν, “ἀνὰ μέσον τῶν τεθνηκότων καὶ τῶν ζύντων, καὶ ἐκόποασεν “ ἡ θραῦσις.” οὕτω μεσιτεύων καὶ ὁ μακάριος Μωυσῆς, ἐξεδυσώπει θεὸν, μεμοσχοποιηκότων κατὰ τὴν ἔρημον τῶν ἐξ 72 A. a Ἰσραήλ· ἑαυτὸν γὰρ ὥσπερ ὑπετίθει τῇ δίκῃ, παρακαλῶν τε Exod. xxxii. 32. καὶ λέγων “Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, “ἐξάλειψον κἀμὲ ἐκ τῆς βιβλου ταύτης ἧς ἔγραψας.” Φάγονται τοίνυν τὰς ἁμαρτίας τοῦ λαοῦ μου, τουτέστι, τὰ ὑπὲρ ἁμαρτιῶν προσκομιζόμενα θύματα. καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν, τουτέστιν, ἐν καιρῷ τῆς ἀδικίας αὐτῶν· δῆλον δὲ ὅτι τῶν ἐξ Ἰσραὴλ ἤτοι τῶν λαῶν· αὐτοὶ τὰς ἰδίας λήψονται ψυχὰς, ἀντὶ τοῦ, προσκομιοῦσι τῷ θεῷ. b δέχεται γὰρ τὴν λέξιν ἡ θεόπνευστος γραφὴ τοῦ τοιοῦδε σημαντικήν· τὸ γὰρ τῷ θεῷ προσκομιζόμενον, καὶ εὐτρεποσθὲν εἰς θυσίαν, ἐλέγετο λαμβάνεσθαι. καὶ ἡ λέξις τέθειται τοῦ τοιοῦδε μάλιστ σημαντικὴ, καθάπερ ἔψην ἀρτίως. καὶ γοῦν ἐν τοῖς Ἀριθμοῖς, ὅτε τοὺς περὶ τῆς δαμάλεως τῆς πυῤῥᾶς ὡρίζετο νόμους, ἔφη του θεὸς πρὸς τὸν Num. xix. 2. ἱεροφάντην Μωυσέα “Αὕτη ἡ διαστολὴ τοῦ νόμου, ὅσα “συνέταξε Κύριος λέγων Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ 2. ἐν τῷ τόπῳ D. 3.ἄγιον pro ἅγια Edd. 6. θείῳ om. Syr. habet D. 16. ὑπετίθη Edd. 21. αὐτῶν prius om. D. 25. τῷ om. D. 27. τέθεται Β. 29. που assumptum ex D. “λαβέτωσαν πρὸς σὲ δάμαλιν πυῤῥὰν ἄμωμον.” ἀκούεις τὸ λαβέτωσαν;τουτέστι προσκομιζέτωσαν ἤτοι προσαγέτωσαν. c περὶ δέ γε τοῦ καθαρισθήσεσθαι μέλλοντος λεπροῦ, πάλιν ὧδέ φησι “Καὶ ἐξελεύσεται ὁ ἱερεὺς ἔξω τῆς παρεμβολῆς, Lev.xiv. 3,4. “καὶ ὄφεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἰᾶται ἠ ἁφὴ τῆς λέπρας ἀπὸ “τοῦ λεπροῦ. καὶ προστάξει ὁ ἱερεὺς καὶ λήψονται τῷ “κεκαθαρισμένῳ δύο ὀρνίθια ζῶντα καθαρά.” ὅταν τοίνυν καὶ ἐκὶ τῶν ἱερέων τὸ ληψονται λέγοι, νοοῖτ’ ἄν εἰκότως ἀντὶ τοῦ προσόισουσιν ἡ φωνή. ἐν καιρῷ τοιγαροῦν τῶν ἀδικιῶν, τῶν τοῦ λαοῦ δηλονότι, αὐτοὶ λήωονται, τουτέστι d προσοίσουσιν εἰς θυσίαν καὶ εἰς εὐοσμίαν θεῷ τὴ πνευματικὴν τὰς ἑαυτῶν ψυχὰς, ἀρθῶς δηλονότι πολιτευομενοι, καὶ ἐννομωτάτην ἔχοντες ζωὴν, καὶ τὰ τοῖς ἱερεῦσι πρέποντα φρονεῖν τε καὶ δρᾶν ὅτι μάλιστα διεστουδακότες. ἱκανὸς γὰρ ὁ τοιοῦτος ἀνασῶσαι λαοὺς καὶ θεῷ προσκεκρουκότας, καὶ νόμον ἠδικηκότας. ἀλλ’οἱ πρὸς τοῦτο παρειλημμένοι, φησὶ, συγκατώλισθον τοῖς ἄλλοις. ταύτῃτοι δικαίως ἀργήσει τὰ ἱερὰ, πεπαύσεται τὸ ἀπόλεκτον καὶ τίμιον γένος, ἔσται ὁ λαὸς ὡς ὁ ἱερεύς. κείσεται γὰρ οὐδὲν ἔτι τὸ μεταξὺ λαοῦ e τε καὶ ἱερέως. καὶ τοῦτο ἧν ἄρα τὸ, “Τὴν δόξαν αὐτῶν εἰς Supra ver. 7. “ἀτιμίαν θήσομαι.” Καὶ ἐκδικήσω ἐπ’ αὐτὸν τὰς ὁδοὺς αὐτοῦ καὶ τὰ διαβούλια αὐτοῦ ἀνταποδώσω αὐτῷ. Ὁδοὺς μὲν, ὡς ἔοικε, τὰς ὡς ἐν ἔργοις πορείας λέγει· διαβούλαι δὲ αὖ, τὰ ἐκ λογισμῶν ἀτόπων πταίσματα. ἐπειδὴ τοίνυν, φησὶ, πεπόρευται μὲν οὐκ ὀρθῶς, τῆς εὐθείας 2. προσαγαγέτωσαν Edd. invitis B.D. 6.προστάξει] πράξει (sic) iid. 8. λέγῃ D. 9. τοίνυν D. 10.λήψονται αὐτοὶ inverso ordine D. 11. εἰς alt. assumptum ex D. 13.ἐννομωτάτην Β. ἐννομώτατον D. εὐνομωτάτην Edd. 16. καὶ νόμον ἠδικηκ. om. D. 18. ἀπόλεκτον D. ἱερὸν Edd. 19. ὁ alt. assumptum ex. B.D. b. 21. θήσμαι accessit ex B.D. b. 22,23. Sic B.D. Pro quibus, versum sequentem καὶ φάγονται —κατευθυνθῶσιν bis dant Edd. ἐπ’ αὐτοὺς—αὐτῶν—αὐτῶν—αὐτοῖς F. (22 al.) ἀδικίας pro ὁδοὺς Β. (sol.) 24. Hoc ὡς alt. accessit ex D. ὑποδηλοῖ pro λέγει D. ἐκνενευκὼς, καὶ ἁπάσης ὥσπερ ἀνοσιότητος ἐλέσας τρίβον, 73 A. a ἐβουλεύσατο δὲ τὰ πάντων αἴσχιστα τε καὶ ἐκτοπώτατα, τὸν μὲν τῶν ὄλων ἀτιμάσας θεὸν, ἀποκλίνας δὲ καὶ αὐτὸς εἰς τὸ λατρεύειν εἰδώλοις, ἐκδικήσω ἐπ’ αὐτὸν, τουτέστι, τὴν τοῖς πλημμελήμασιν ἰσοστάθμως ἔχουσαν ἐποίσω δίκην. ὅτι δὲ τοῖς ἀποφοιτῶσι τῆς εἰς θεὸν ἀγάπης τὸ ἐν ταντὶ ὅτι δὲ τοῖς ἀποφοιτῶσι τῆς εἰς θεὸν ἀγάπης τὸ ἐν παντὶ γενέσθαι κακῷ πάντητε καὶ πάντως συμβήσεται, τῶς ἐστιν ἀμφιβαλεῖν; οὔτε γὰρ ὀρθήν τε καὶ ἀμώμητον διελάσει τρίβον,οὔτ’ ἄν σοφὰ βουλεύσατιὸ ποτε, τὴν θείαν οὐκ ἔχων b ἐπικουροῦσαν αὐτῷ σοφίαν τε καὶ δύναμιν.