Νυκτὶ ὡμοίωσα τὴν μητέρα σου, ὡμοιώθη ὁ λαός μου ὡς οὐκ C ἔχων γνῶσιν· ὅτι σὺ ἐπιγνωσιν ἀπώσω, κἀγὼ ἀπώσομαί σε 25 τοῦ ἱερατεύειν μοι· καὶ ἐπελάθου νόμου Θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου. Ἔστι μὲν οὖν ὁ λόγος ὡς πρὸς τὴν τῶν Ἰουδαίων ἀμετροεπῆ τε καὶ ἀνοςίαν πληθύν. μητέρα γε μὴν αὐτῆς 5. αἴματος] +τοῦ D. 7. τοι γὰρ hoc ordine D. 9. λειτουργῶν D. invite Syr. 10. τῷ om. D. 13. μὲν pro δὲ D. 14. καὶ alt om. D. 26 . νόμου F. Edd. (Alex.) νόμων B. (49,97, 228.) νόμον D. (Vat.) 28. Ἔστι] Ἔτι Edd. 29. ἀμετροεπῆ D. ἁμαρτοεπῆ Edd. ὀνομάζει τὴν Συναγωγὴν, καθάπερ ἀμέλει καὶ τῶν ἐν Χριστῷ δεδικαιωμένων τὴν Ἐκκληςίαν. ἀφεγγείᾳ τοίνυν καὶ σκότῳ παρεικάζει δικαίως τὴν τῶν Ἰουδαίων Συναγωγήν. τοιγάρτοι καὶ ὁ σοφώτατος Παῦλος ἑαυτοῦ τε πέρι, καὶ τῶν ἐν πίστει d λελαμπρυσμένων εὖ μάλα φηςίν, “Οὐκ ἐσμὲν νυκτὸς οὐδὲ 1 Thess. v. 5. “σκότους, ἀλλ᾿ υἱοὶ φωτὸς καὶ ἡμέρας.” ἔοικε δέ φησι καὶ ὁ λαὸς ὁ ἐμὸς τοῖς οὐκ ἔχουσι γνῶσιν, καίτοι τὴν διὰ νόμου πεπλουτηκὼς ποδηγίαν. κέκληται γὰρ πρὸς ἐπίγνωσιν τοῦ κατὰ ἀλλήθειαν ὄντος Θεοῦ, πεπληροφόρηται διὰ θαυμάτων, ἐλλέλοιπε δὲ παντελῶς οὐδὲν τῶν ὅσα φωτίζειν οἷά τε τοὺς ἐσκοτισμένους, καὶ ἀξιάγαστον τοῖς εὐμαθεστέροις ἐνιέναι γνῶσιν οὐκ ἀνικάνως ἔχει. ἐπειδὴ δὲ ἀπώσω φηςὶ τὴν ἐπίγνωσιν, τουτέστι Χριστὸν, δἰ οὗ καὶ ἐν ᾧ προσιτός τε e ἅμα καὶ γνωστὸς ὁ Πατὴρ, ἐξωσθήσῃ λοιπὸν τοῦ εἶναι ἱερὸς, καὶ τοῦ προςάγειν θυςίας, ὡς βέβηλος. καὶ ἐπειδὴ τῶν θείων εἰς λήθην κατώλισθες νόμων, μήτε τὰ Μωυςέως νοήσας πνευματικῶς, μήτε μὴν τοῖς διὰ Χριστοῦ παιδεύμασιν ἰσχνόν τε καὶ εὐφυᾶ τὸν νοῦν ἐνιεὶς, εἰς λήθην κἀγὼ τῶν σῶν οἱονεί πως ὑπενεχθήσομαι τεκνων, τουτέστιν, οὐκέτι μεμνήσομαι, a 70 A. διά γε τοῦ καὶ φειδοῦς καὶ φροντίδος ἀξιοῦν· ὧν γὰρ ἀξιοῖ μεμνῆσθαι Θεὸς, τούτοις τὴν ἰδίαν ἀπονέμει φιλανθρωπίαν. ἑπελάθετο δὲ καὶ ἑτέρως τοῦ θείου νόμου, καὶ ἀπώσατο τὴν ἐπίγνωσιν εἰδωλολατρήσας ὁ Ἰσραήλ. Κατὰ τὸ πλῆθος αὐτῶν οὕτως ἥμαρτόν μοι· τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι. Ἡμερότητος μὲν ἀπάσης καὶ πηγὴ καὶ γένεσις, καὶ αὐτόχρημα τὸ ἀγαθὸν ἡ θεία τέ ἐστι καὶ ἀπόῤῥητος φύσις· πλὴν b οὐκ εἰσάπαν τῶν πλημμελούντων ἀνέχεται· τοῖς δὲ ἀχαλίνως εἰς τοῦτο ἰοῦσι τὰς αὐτοῖς πρεπούσας ἐπιφέρει δίκας. ἀφικέσθαι δὴ οὖν εἰς τοῦτο φαυλότητος διισχυρίζεται τὸν Ἰσραὴλ, 8. πεπλουτήκασι D. κεκλήκασι—πεπληροφόρηνται D. 14. ἐξωθήσῃ (sic) Edd. Statim τοῦ εἶναι λιιπὸν inverso ordine D. 17. Hoc μὴν accessit ex D. 25. θήσω F. (Alex.) ὡς οὐκέτι μὲν οἰστὴν γενέσθαι τὴν ἀπόνοιαν, ἰσάριθμον δὲ ὥσπερ αὐτοῖς ὁρᾶσθαι τὴν ἁμαρτίαν. αὐτοὶ μὲν γὰρ ἦσαν Deut. x. 22. “ ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡς ἡ ἄμμος ἡ Gen. xxii. 17. “ παρὰ τὸ χεῖλος τῆς θαλάσσης,” κατὰ τὸ γεγραμμένον· c οὐδὲν δὲ τοῦ πλήθους ἀποδεῖν ἔφη τὰ πλημμελήματα. τοῦτο οἶμαί ἐστι τὸ Κατὰ τὸ πλῆθος αὐτῶν οὕτως ἥμαρτόν μοι. ἐπειδὴ δὲ εἰς τοῦτο κατώλισθον ἀθλιότητός τε καὶ δυσβουλίας, καὶ Θεῷ προσκρούοντες οὐ διαλελοίπασι, τὴν δόζαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι, τουτέστιν, ἐφ᾿ ᾧ μεγάλα φρονεῖν ἐγνώκασιν, ἐπ᾿ αὐτῷ δὴ τούτῳ καταισχυνθήσονται. πῶς ἢ τίνα τρόπον; αὐχημάτων γὰρ ἀποπεσοῦνται τῶν ἐπὶ πλήθει πολλῷ, δαπανῶντος τοῦ πολέμου σὺν τοῖς μαχίμοις ὁμοῦ καὶ τὴν ἄλλην ἄπασαν ἡλικίαν· κένανδροι γὰρ ἀπομενοῦσιν d οἶκοί τε καὶ πόλεις. καὶ ἐπ᾿ αὐτῷ δὴ τούτῳ τὴν Thren. i. 1. Ἰουδαίαν ὁ προφήτης Ἱερεμίας ἐθρήνει λέγων “Πῶς ἐκά- “ θισε μόνη ἡ πόλις ἡ πεπληθυσμένη λαῶν; ἄρχουσα ἐν “ χώραις, ἐγενήθη εἰς φόρον.” Καὶ ἐτέρως δὲ, Θεῷ προσκρούοντες ἀπάσης εὐκλείας ὠς ἀποτάτω κειςόμεθα δρῶντες ἃ μὴ θέμις· καὶ ἐφ᾿ οἷς αἰσχύνεσθαι χρὴ, ἐπ᾿ αὐτοῖς δὴ τούτοις ἔσθ᾿ ὅτε μεγαλαυχούμενοι, καὶ ὑψηλὴν αἴροντες τὴν ὀφρὺν, ὡς δικαίως λέγεσθαι καὶ Phil. iii.19. περὶ ἡμῶν, “Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν.” οὐκοῦν καὶ e κατὰ τόνδε τὸν νοῦν ἐκδέξῃ πάλιν τὸ εἰρημένον Τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι. ὅτι γὰρ παραδίδονταί τινες Rom. i. 28. “εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα,” πῶς ἐστιν ἀμφιβαλεῖν, τοῦ μακαρίου Παύλου σαφῶς εἰρηκότος. Ἁμαρτίας λαοῦ μου φάγονται, καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήψονται τὰς ψυχὰς αὐτῶν. καὶ ἔσται καθὼς ὁ λαὸς, οὕτως καὶ ὁ ἱερεύς. 71 A. a