<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg4089.tlg004.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="5"><head>ε</head><p> Κατὰ τὸν αὐτὸν χρόνον ἐγένετό τις Πούπλιος, καὶ τὸ εἶδος ἀξιοθέατος, καὶ τὴν
                        ψυχὴν τῷ εἴδει συμβαίνουσαν ἔχων: μᾶλλον δὲ πολλῷ τοῦ σώματος θαυμαστοτέραν
                        ἐπιδεικνύς. Οὗτος ἐκ βουλευτικῆς μὲν συμμορίας ὁρμώμενος, πόλιν δὲ ἔχων
                        καθ̓. ἢν Ξέρξης ἐκεῖνος ὁ πολυθρύλλητος, ἐπὶ τὴν Ἑλλάδα στρατεύων,
                            <milestone unit="mignepage" n="1352-c"/>καὶ τὸν ποταμὸν Εὐφράτην
                        διαβῆναι σπεύδων τῇ στρατιᾷ, πλῆθος νεῶν συναθροίσας, καὶ ταύτας ἀλλήλαις
                        συζεύξας, καὶ τούτῳ τῷ τρόπῳ τὸν ποταμὸν γεφυρώσας, Ζεῦγμα τὸ χωρίον
                        ὠνόμασε, καὶ τὴν ἀπὸ τοῦ πράγματος ἔδωκεν ἐπωνυμίαν τῇ πόλει. </p><p>Ἐντεῦθεν ὁρμώμενος, καὶ ἀπὸ τοιούτου γένους βεβλαστηκὼς, ʽ??ʼψηλόν τι χωρίον
                        καταλαμβάνει, τοῦ ἄστεος οὐ πλείοσιν ἢ τριάκοντα σταδίους ἀφεστηκός. </p><p>Ἐν τούτῳ βραχύν τινα οἰκίσκον δειμάμενος, ἀπέδοτ̔??ʼ μὲν ἅπαντα, ὅσα πατρόθεν
                        ἐδέξατο, οἰκίαν φημὶ, καὶ κτήματα, καὶ βοσκήματα, καὶ ἐσθήματα, σκεύη τε
                        ἀργυρᾶ καὶ χαλκᾶ, καὶ εἶ τι ἕτερον μετὰ τούτων ἐτύγχανε. Διανείμας δὲ ταῦτα
                        κατὰ τὸν θεῖον νόμον οἷς ἔδει, καὶ πάσης ἑαυτὸν φροντίδος γηΐνης
                        ἐλευθερώσας, μίαν ἀντὶ πάντων ἐκείνην ἐδέξατο φροντίδα, τὴν τοῦ καλέσαντος
                        θεραπείαν, καὶ ταύτην ἀνελίττων ὲν τῇ ψυχῇ διετήρει, νύκτωρ τε καὶ μεθ̓
                        ἡμέραν ʽ??ʼκοπούμενος, ὅπως ταύτην αὐξήσειε. Τούτου ἕνεκα ὁ πόνος αὐτῷ
                        διηνεκῶς ηὔξετο, καὶ ἐπίτασιν καθ̓ <milestone unit="mignepage" n="1352-d"/>ἑκάστην ἡμέραν ἐδέχετο, καὶ γλυκὺς ἦν, καὶ ἡδονῆς ἀνάπλεως, καὶ πόῤῤω τὸν
                        κόρον ἐλαύνων. Οὐ γάρ τις αὐτὸν ἐθεάσατο πώποτε βραχὺ γοῦν μορίον ἡμέρας
                        ἀναπαύλης μεταλαχόντα, ἀλλὰ τὴν μὲν ψαλμῳδίαν ἡ εὐχὴ, τὴν δὲ εὐχὴν ἡ
                        ψαλμῳδία, ἀμφότερα δὲ ἡ τῶν θείων λογίων ἀνάγνωσις διεδέχετο: εἶτα ἡ τῶν
                        ἀφικνουμένων ἐπιμέλεια ξένων: ἔπειτα ἄλλο τι τῶν ἀναγκαίων ἔργων ἐγίνετο. Ἐν
                        τούτοις τὸν βίον ὁδεύων, καὶ ἀρχέτυπον ἀρετῆς τοῖς ζηλοῦν βουλομένοις
                        προκείμενος, οἷά τις ʽ??ʼρνις εὐκέλαδος, πολλοὺς τῶν ὁμοφύλων εἰς τὰ σωτήρια
                        ταῦτα συνήγειρε θήρατρα. <pb n="1353"/>
                        <milestone unit="mignepage" n="1353-a"/> Ἀλλὰ καὶ ἀρχὰς μὲν οὐδένα σύνοικον
                        ἔχειν ἠνέσχετο: βραχεῖς δὲ οἰκίσκους ἀγχιθύρους οἰκοδομῶν, αὐτὸν καθ̓ ἑαυτὸν
                        ἕκαστον τῶν συνιόντων διάγειν ἐκέλευε, συχνῶς ἐπισκοπῶν, καὶ τοὺς οἰκίσκους
                        διερευνώμενος, μή τι πέρα τῆς χρείας ἀποκείμενον ἔχοιεν. Φασὶ δὲ αὐτὸν καὶ
                        ζυγὰ ἐπιφερόμενον τὸν τῶν ἄρτων σταθμὸν πολυπραγμονεῖν ἀκριβῶς, καὶ εἴ ποτε
                        εὕροι τοῦ ὡρισμένου πλείονα, δυσχεραίνειν, καὶ γαστριμάργους τοὺς τοῦτο
                        ποιοῦντας ἀποκαλεῖν. </p><p>Ἐκέλευσε γὰρ μήτε ἐσθίοντας, μήτε πίνοντας ἀναμένειν τὸν κόρον, ἀλλὰ τοσούτων
                        ἀπολαύειν, ὁπόσα τῷ σώματι παρέχειν ἀπόχρη τὴν ζωήν. Εἰ δέ ποτε καὶ τῶν
                        πιτύρων ἀποκεκριμένον τὸ ἄλευρον ἐθεάσατο. ὡς Συβαριτικῆς τρυφῆς ἀπολαύουσι,
                        τοῖς τοῦτο δεδρακόσιν ἐλοιδορεῖτο. Καὶ νύκτωρ δὲ ἐξαπιναίως <milestone unit="mignepage" n="1353-b"/>παρὰ τὴν ἑκάστου θύραν ἀφικνούμενος, εἰ μέν
                        τινα εὗρεν ἐγρηγορότα, καὶ τὸν Θεὸν ὑμνοῦντα. σιγῇ πάλιν ἀπεχώρει: εἰ δέ
                        τινα ὕπνῳ κατεχόμενον ᾔσθετο, τῇ χειρὶ μὲν τὴν θύραν ἐπάτασσε, τῇ γλώττῃ δὲ
                        τὸν κατακείμενον ἔβαλλεν, ὡς πλείονα ἢ ἔδει τῷ σώματι τὴν θεραπείαν
                        προσφέροντα. Τοῦτον αὐτοῦ τὸν πόνον τῶν ὁμογνωμόνων τινὲς θεασάμενοι, ἕν
                        πᾶσιν οἰκοδομῆσαι καταγώγιον εἰσηγήσαντο. Ἀκριβέστερον γὰρ ἔφασαν τούς τε
                        νῦν δεσπαρμένους βιώσεσθαι, καὶ αὐτὸν τῆς πλείονος φροντίδος ἀπαλλαγήσεσθαι. </p><p>Ἐδέξατο τὴν παραίνεσιν ὁ σοφώτατος, καὶ συναγείρας ἅπαντας, καὶ τοὺς μικροὺς
                        ἐκείνους καταλύσας οἰκίσκους, ἕνα δὲ τοῖς συνειλεγμένοις δειμάμενος, κοινῇ
                        τε πολιτεύεσθαι, καὶ παραθήγειν ἀλλήλους ἱκέτευε, καὶ τοῦτον μὲν τὴν ἐκείνου
                        μιμεῖσθαι πραότητα, ἐκεῖνον δὲ τῷ τούτου ζήλῳ κεραννύναι τὸ πρᾶον,
                            <milestone unit="mignepage" n="1353-c"/>καὶ ἄλλον ἀγρυπνίας μεταδιδόντα,
                        τοῦ τῆς νηστείας μεταλαμβάνειν μαθήματος. <q>Οὕτω γὰρ παῤ ἀλλήλων, ἔφη, τὸ
                            ἐνδέον λαμβάνοντες, τὴν τελεωτάτην κατορθώσομεν ἀρετήν. Καθάπερ γὰρ ἐν
                            ταῖς πολιτικαῖς ἀγοραῖς, ὁ μὲν ἄρτων ἐστὶ πρατὴρ, ὁ δὲ λαχάνων. ὁ δὲ
                            ἱματίων ἔμπορος. ἅλλος δὲ ὑποδημάτων δημιουργός: παῤ ἀλλήλων δὲ τὴν
                            χρείαν ἐρανιζόμενοι θυμηρέστερον βιοτεύουσιν: ὁ μὲν γὰρ ἱμάτιον διδοὺς,
                            ἀντιλαμβάνει ὑπόδημα, ὁ δὲ λάχανον ὠνούμενος ἀποδίδοται ἄρτον: ὁ??ʼτως
                            ἡμᾶς ἀλλήλοις ἀντιδιδόναι προσήκει τῆς ἀρετῆς τὰ πολυτίμητα μόρια.</q>
                        Οὕτω τῶν ὁμογλώττων γυμναζομένων τε καὶ ἀγωνιζομένων, καὶ Ἑλλάδι φωνῇ τὸν
                        Θεὸν ἀνυμνούντων, ἔλαβεν ἔρως ταυτησὶ τῆς πολιτείας καὶ τοὺς τῇ ἐγχωρίῳ
                        κεχρημένους φωνῇ: καὶ συνδραμόντες τινὲς ἱκέτευον, καὶ τῆς ἀγέλης <milestone unit="mignepage" n="1353-d"/>γενέσθαι. καὶ τῆς ἱερᾶς αὐτοῦ διδασκαλίας
                        μεταλαχεῖν: ἐδέξατο δὲ τὴν αἴτησιν, τῆς Δεσποτικῆς μεμνημένος νομοθεσίας, ἢν
                        τοῖς ἰεροῖς προσενήνοχεν ἀποστόλοις, <q>Πορευθέντες, λέγων, μαθητεύσατε
                            πάντα τὰ ἔθνη.</q> Καὶ παῤ ἐκεῖνο τὸ καταγώγιον ἕτερον οἰκοδομήσας, ἐκεῖ
                        τούτους διάγειν ἐκέλευε: νεών τινα θεῖον κατασκευάσας, εἰς ὃν καὶ τούτους
                        κἀκείνους συνιέναι προσέταξεν ἀρχομένης τε καὶ ληγούσης ἡμέρας, ἵνα καὶ τὴν
                        ἑσπερινὴν καὶ τὴν ἑωθινὴν ὑμνῳδίαν κοινῇ προσφέρωσι τῷ Θεῷ, διχῆ μὲν
                        διῃρημένοι, καὶ τῇ οἰκείᾳ ἕκαστος κεχρημένος φωνῇ, ἐκ διαδοχῆς <pb n="1356"/>
                        <milestone unit="mignepage" n="1356-a"/> δὲ τὴν ᾠδὴν ἀναπέμποντες. Διέμεινε
                        δὲ μέχρι καὶ τήμερον τόδε τῆς πολιτείας τὸ εἶδος: καὶ οὐδ̓ ὁ χρόνος ὁ ταῦτα
                        καὶ τοιαῦτα ἀμείβειν φιλονεικῶν. οὐχ οἱ τὴν ἐκείνου κηδεμονίαν διαδεξάμενοι
                        ἀνατρέψαι τι τῶν ὑπ̓ ἐκείνου τεθέντων ἀνεπείσθησαν ὅρων: καὶ ταῦτα οὐ δύο
                        καὶ τριῶν, ἀλλὰ καὶ πλειόνων ταύ την τὴν ἡγεμονίαν διαδεξαμένων. Εὐθὺς μὲν
                        γὰρ. ἐκείνου τὸν ἀγῶνα πεπληρωκότος, καὶ τόνδε τὸν βίον ὑπεξελθόντος, καὶ
                        εἰς τὴν ἄλυπον ἐκείνην μεταβάντος ζωὴν, Θεότεκνος μὲν τῆς Ἑλλάδος φωνῆς. </p><p>Ἀφθόνιος δὲ τῆς Σύρας τὴν ἡγεμονίαν διεδέξαντο. ἀμφότεροι στῆλαί τινες
                        ἔμψυχοι καὶ εἰκόνες τῆς ἐκείνου ἀρετῆς γενόμενοι. Οὐδεμίαν γὰρ οὔτε τοῖς
                        συνοῦσιν, οὕτε τοῖς ἔξωθεν ἀφικνουμένοις αισθησιν λαβεῖν τῆς ἐκείνου
                        τελευτῆς συνεχώρησαν, σφᾶς αὐτοὺς <milestone unit="mignepage" n="1356-b"/>τῆς ἐκείνου πολιτείας ἐκμαγεῖα δεικνύντες. Ἀλλ̓ ὁ μὲν θεῖος Θεότεκνος οὐ
                        πολὺν ἐπιβιώσας χρόνον. </p><p>Θεοδότῳ τὴν ἡγεμονίαν παρέδωκεν: ὁ δὲ Ἀφθόνιος ἐπὶ πλεῖστον διέμεινε τῆς
                        ἀγέλης ἐπιμελούμενος, καὶ κατὰ τοὺς κειμένους νόμους ἰθύνων. Ὁ δὲ Θεόδοτος
                        οὗτος ἀπὸ τῆς Ἀρμενίας ὁρμώμενος. τὴν ἀσκητικὴν ἐκείνην συμμορίαν
                        θεασάμενος, τὰ μὶν πρῶτα μετὰ τῶν ὑπηκόων ἐτέτακτο, τῷ μεγάλῳ Θεοτέκνῳ
                        κυβερνῶντι πειθόμενος. Ἐπειδὴ δὲ, ὡς ἔφην, ὁ μὲν ἐξεδήμησεν, αὐτὸς δὲ τὴν
                        προστασίαν παρέλαβε, τοσούτοις ἐκόμασεν ἀγαθοῖς, ὡς ἀποκρύψαι μικροῦ δεῖν
                        τοὺς προτέρους τῇ φήμῃ. Οὕτω γὰρ αὐτὸν ὁ θεῖος κατειργάσατο πόθος, καὶ
                        τοσούτὁ??ʼς αὐτὸν καὶ τοιούτοις κατέτρωσε βέλεσιν, ὡς νύκτωρ καὶ μεθ̓ ἡμέραν
                        τῆς κατανύξεως προχέειν τὰ δάκρυα: τοσαύτης δὲ πνευματικῆς χάριτος
                            <milestone unit="mignepage" n="1356-c"/>ἀνάπλεως ἦν. ὡς προσευχομένου
                        σιγᾷν μὲν ἅπαντας τοὺς παρόντας, ἐπαΐειν δὲ μόνων τῶν ἱερῶν ἐκείνων ῥημάτων.
                        προσευχὴν σπουδαίαν τὴν ἀκρόασιν ἡγουμένους. Τίς γὰρ οὕτως ἀδαμάντινος ἦν.
                        ὡς ἐκείνων οὕτως προσφερομένων τῶν λόγων μὴ καταθελχθῆναι τὴν ψυχὴν, καὶ τὸ
                        σκληρὸν ταύτης καὶ ἀπειθὲς καταμαλάξαι, καὶ πρὸς τὴν θείαν θεραπείαν
                        μεταγαγεῖν; Οὕτω καθ̓ ἑκάστην ἡμέραν τὸν πλοῦτον αὔξων, καὶ τοὺς ἀσύλους
                        θησαυροὺς πλήρεις τῶν τοιούτων ἀγαθῶν ἀποφαίνων, πέντε καὶ εἴκοσι ἔτη
                        ποιμάνας τὸ ποίμνιον, προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, κατὰ τὴν θείαν
                        Γραφὴν, τραφεὶς ὲν γήρει καλῷ, Θεοτέκνῳ ἀδελφιδῷ μὲν ὄντι τὸ γένος, ἀδελφῷ
                        δὲ τὸν τρόπον, τὰς ἡνίας παραδούς. Καὶ ὁ θεῖος δὲ ἐκεῖνος Ἀφθόνιος πλείονα ἣ
                        τεσσαράκοντα ἔτη τοῦ <milestone unit="mignepage" n="1356-d"/>χοροῦ
                        προστατεύσας, τῆς ἀρχιερωσύνης τὴν προεδρίαν ἐδέξατο, οὔτε τὴν ἀσκητικὴν
                        ἐναλλάξας σισύραν. οὕτε τὸν ἐξ αἰγείων τριχῶν κατεσκευασμένον χιτῶνα: καὶ
                        σιτίων ἀπήλαυεν, οἴων πρὸ τῆς προεδρίας ἀπήλαυε. </p><p>Καὶ ταύτην δὲ τὴν κηδεμονίαν ἀναδεξάμενος. οὐδὲν ἧττον τῆς ἀγέλης ἐκείνης
                        ἐπεμελεῖτο: ἐκεῖ τὰς πλείους διατρίβων ἡμέρας, καὶ νῦν μὲν τῶν ζυγομαχούντων
                        τὰς ἔριδας διαλύων, νῦν δὲ τῶν ὑφ̓ ὁτουοῦν ἀλγυνομένων ποιούμενος πρόνοιαν,
                        ἄλλοτε δὲ τοῖς θιασώταις τὴν θείαν προσφέρων παραίνεσιν. Καὶ τούτων ἕκαστον
                        ἔδρα, τὰ τῶν ὁμοσκήνων μεταξὺ περιῤῥάπτων ῥάκια, ἢ τὸν φακὸν ἐκκαθαίρων, ἣ
                        τὸν σῖτον ἐκπλύνων, ἣ ἄλλο τι τῶν τοιούτων μεταχειρίζων. <pb n="1357"/>
                        <milestone unit="mignepage" n="1357-a"/> Οὕτω καὶ τὴν προεδρίαν κοσμήσας,
                        καὶ τὴν ἀρετὴν ἐπαυξήσας, μετὰ τῶν ταύτης φορτίων τὸν θεῖον λιμένα κατέλαβε.
                        Καὶ τί δεῖ λέγειν περὶ Θεοτέκνου. καὶ τοῦ μετ̓ ἐκεῖνον Γρηγορίου, τοῦ μὲν ὲν
                        νεότητι πᾶν εἶδος φιλοσοφίας συνειληχότος, καὶ μετὰ τῆς προγονικῆς εὐκλείας
                        ἀποδεδημηκότος, τοῦ δὲ ἔτι καὶ σήμερον ὲν γήρᾳ βαθεῖ, ὡς ὲν ἀκμάζοντι
                        πονοῦντος τῷ σώματι. </p><p>Διέμεινε γὰρ παντελῶς τῆς ἀμπέλου τὸν καρπὸν παραιτούμενος, καὶ οὐδὲ ὄξους ἢ
                        σταφίδων μεταλαμβάνων, οὐ γάλακτος, οὐκ ἄρτι ληφθέντος, οὐ πεπηγότος. Οὕτω
                        γὰρ βιοῦν ὁ μέγας ἐνομοθέτησε Πούπλιος. Ἐλαίου δὲ κατὰ τὸν τῆς Πεντηκοστῆς
                        καιρὸν τὴν χρείαν μανθάνοντες, καὶ πάλιν παραιτοῦνται αὐτοῦ τὴν μετάληψιν. </p><p>Τοιαῦτα καὶ περὶ τοῦ μεγάλου Πουπλίου μεμάθηκα, τὰ μὲν ἀκοῇ δεξάμενος, τὰ δὲ
                        τοὺς ἐκείνου φοιτητὰς θεασάμενος καὶ τὸν διδάσκαλον, καὶ διὰ τῶν ἀθλητῶν τὸν
                        παιδοτρίβην καταμαθών. Ἄδικον τοίνυν νομίσας καὶ βάσκανον, τοσαύτην ὠφέλειαν
                        προδοῦναι σιγῇ. τοῖς ἀγνοοῦσι προστέθεικα τὸ διήγημα, καὶ αὐτοῖς τὴν
                        ἐντεῦθεν ὠφέλειαν πραγματευόμενος, καὶ ἐμαυτῷ τὸ ἀπὸ τῆς μνήμης
                        περιποιούμενος κέρδος. Ἥκουσα <milestone unit="mignepage" n="1357-b"/>γὰρ
                        τοῦ Δεσπότου λέγοντος: <q>Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν
                            ἀνθρώπων, ὁμολογήσω κἀγὼ ὲν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου, τοῦ ἐν
                            οὐρανοῖς.</q> Καὶ οἶδα σαφῶς, ὡς τοῖς ἀνθρώποις τὴν τούτων μνήμην
                        προσενεγκὼν, τῆς ἐπὶ τοῦ Θεοῦ τῶν ὅλων παῤ αὐτῶν ἀπολαύσομαι μνήμης. </p></div><div type="textpart" subtype="chapter" n="6"><head>ς</head><p> Συμεώνην δὲ τὸν πρεσβύτην εἴ τις ἑκὼν παραλ<del>ε</del>ίποι, καὶ λήθῃ τῆς
                        ἐκείνου φιλοσοφίας παραδοίη τὴν μνήμην, ἀδικίας ἂν εἰκότως καὶ βασκανίας οὐ
                        φύγοι γραφὴν, ὡς μήτε ἐπαινεῖν ἐθέλων τὰ ἀξιέπαινα, μήτε τοῖς ὠφελεῖσθαι
                        βουλομένοις εἰς μίμησιν ἀξιέραστα προτιθείς. Ἐγὼ δὲ οὐ φόβῳ τῆς κατηγορίας,
                        ἀλλὰ πόθῳ τῆς εὐφημίας. τῆς τοῦδε πολιτείας ποιήσομαι τὴν διήγησιν. Οὗτος
                        γὰρ πλεῖστον ὅτι μάλιστα διετέλεσε χρόνον τὸν ἐρημικὸν ἀσπαζόμενοι
                            <milestone unit="mignepage" n="1357-c"/>βίον, καὶ ἔν τινι βραχεῖ
                        διαιτώμενος ἄντρῳ, παραψυχῆς μὲν ἀνθρωπίνης οὐδεμιᾶς ἀπήλαυε: μόνος γὰρ
                        βιοτεύειν προείλετο, τῷ Θεῷ δὲ τῶν ὅλων ἐνδελεχῶς διελέγετο: τὰς ἐδωδίμους
                        δὲ τῶν βοτανῶν ἐποιεῖτο τροφήν. Οὗτος ὁ πόνος αὐτῷ καὶ τὴν ἄνωθεν πλουσίαν
                        ἐδωρήσατο χάριν, ὡς καὶ τοῖς ἀλκιμωτάτοις καὶ θρασυτάτοις ἐπιτάττειν
                        θηρίοις. Καὶ τοῦτο δῆλον οὐ τοῖς εὐσεβέσι μόνοις, ἀλλὰ καὶ τοῖς ἀπίστοις
                        Ἰουδαίοις ἐγένετο. Χρείας μὲν γάρ τινος ἕνεκα ἀπεδήμουν εἴς τι τῶν φρουρίων,
                        τῶν ἔξω τῆς καθ̓ ἡμᾶς οἰκουμένης διακειμένων. Ὑετοῦ δὲ λάβρου γενομένου, καὶ
                        λαίλαπος προσβαλούσης, διαμαρτάνουσι μὲν τῆς ὁδοῦ, τὰ πρόσω βλέπειν οὐ
                        δυνάμενοι: ἀλῶνται δὲ κατὰ τὴν ἔρημον, οὕτε κώμην, οὕτε ἄντρον, οὕτε ὁδίτην
                        εὑρίσκοντες, ἐν ἠπείρῳ δὲ μέσῃ τοῖς ναυτιλλομένοις <milestone unit="mignepage" n="1357-d"/>παραπλήσιον κλυδωνιζόμενοι, καταλαμβάνουσιν
                        οἶόν τινα λιμένα τοῦ θείου Συμεώνου τὸ σπήλαιον, καὶ θεωροῦσιν ἄνθρωπον
                        αὐχμῶντα καὶ ῥυπῶντα, καὶ βραχύ τι σισύρας ἐπὶ τῶν ὤμων φέροντα. </p><p>Ὁ δὲ εἶδέ τε ὁμοῦ καὶ ἠσπάσατο. Καὶ γὰρ εὐπροσήγορος ἦν. καὶ τῆς ἀφίξεως
                        ἤρετο τὴν αἰτίαν. Ὡς δὲ τὸ συμβὰν διηγήσαντο, καὶ τὴν ἐπὶ τὸ φρούριον
                        ἄγουσαν ὁδὸν μαθεῖν ἱκέτευσαν, <q>Μείνατε, ἔφη, καὶ παραυτίκα ὑμῖν ἀγωγοὺς
                            δώσω, τὴν ποθουμένην ὀδὸν ἀποδείξοντας.</q> Οἱ μὲν οὖν ἐπείθοντο, καὶ
                        διανεπαύοντο: καθημένων δὲ αὐτῶν, ἀφίκοντο δύο λέοντες, <pb n="1360"/>
                        <milestone unit="mignepage" n="1360-a"/> οὐ βλοσυρὸν βλέποντες, ἀλλ̓ οἷόν
                        τινα δεσπότην σαίνοντες, καὶ τὴν δουλείαν ὑποσημαίνοντες Τούτοις ἐκέλευσε
                        διανεύων ξεναγωγῆσαι τοὺς ἄνδρας, καὶ εἰς ἐκείνην ἀπαγαγεῖν τὴν ὁδὸν, ἣν
                        καταλιπόντες τὸν πλάνον ὑπέμειναν. Ἀλλὰ μηδεὶς μυθῶδες εἶναι τὸ διήγημα
                        νομιζέτω, τοὺς κοινοὺς τῆς ʽ??ʼληθείας ἐχθροὺς μαρτυροῦντας ἔχων τῇ ἀληθείᾳ.
                        Αὐτοὶ γὰρ οἱ τῆς εὐεργεσίας τετυχηκότες, τοῦτο ᾅδοντες διετέλεσαν. </p><p>Καὶ τοῦτό μοι οὗτος ὁ μέγας Ἰἅ??ʼωβος διηγήσατο, παρεῖναι φήσας αὐτοῖς τῷ
                        θεσπεσίᾡ??ʼάρωνι διηγουμένοις τὸ θαῦμα. Ὁ τοίνυν Ἰουδαίοις τῇ τῶν Χριστιανῶν
                        μαρτυροῦσι θαυματουργίᾳ διαπιστῶν, πῶς οὐκ ἃν εἰκότως ἀπιστότερος Ἰουδαίων
                        κληθείη; Εἴπερ οἱ μὲν καὶ δυσμενεῖς ὄντες, ἡττῶνται ὅμως, καὶ ταῖς τῆς
                        ἁληθείας ἀκτῖσι παραχωροῦσιν: οἱ δὲ <milestone unit="mignepage" n="1360-b"/>εὔνοοι νομιζόμενοι καὶ τῆς πίστεως κοινωνοὶ. οὐδὲ τοῖς ἐχθροῖς τῇ δυνάμει
                        τῆς χάριτος μαρτυροῦσι πιστεύουσιν. </p><p>Ἐκ τῶν τοιούτων δὲ θαυμάτων ὁ θεσπέσιος ἐκεῖνος ἄνθρωπος ἐπίσημος γεγονὼς,
                        καὶ πολλοὺς τῶν γειτονευόντων βαρβάρων ἐπισπασάμενος ʽοἰκοῦσι δὲ τὴν ἔρημον
                        ἐκείνην οἱ τὸν Ἰσμαὴλ σεμνυνόμενοι πρόγονον̓. ἡσυχίας ἐρῶν. καταλιπεῖν
                        ἠναγκάσθη τὸ σπήλαιον, καὶ πολλὴν ἀνύσας ὁδὸν, ὅρος καταλαμβάνει τὸ
                        καλούμενον Ἀμανὸν, καὶ τοῦτο πολλῆς πάλαι γέμον πολυθέου μανίας, τοῖς
                        πολλοῖς καὶ παντοδαποῖς ἐγεώργησε θαύμασι, καὶ τὴν νῦν ὲν αὐτῷ πολιτευομένην
                        εὐσέβειαν κατεφύτευσεν. Ἀλλὰ πάντα μὲν διηγεῖσθαι λίαν ἐπίπονον, ἐμοὶ δὲ
                        τυχὸν καὶ ἀδύνατον. </p><p>Ἑνὸς τοίνυν μνησθεὶς, καὶ οἷόν τινα χαρακτῆρα τῆς ἀποστολικῆς αὐτοῦ καὶ
                        προφητικῆς θαυματουργίας προθεὶς, καταλείπω τοῖς ἐντυγχάνουσιν ἐννοεῖν
                        ἐντεῦθεν ἧς ἔλαβε χάριτος τὴν ἰσχύν: Θέρος ἦν, καὶ <milestone unit="mignepage" n="1360-c"/>ἀμητὸς, καὶ τὰ δράγματα εἰς τὰς ἄλως
                        μετεκομίζετο. <milestone unit="mignepage" n="1360-c"/>
                    </p><p>Ἀνὴρ δέ τις, τοῖς δικαίοις οὐκ ἀρκούμενος πόνοις, ἀλλὰ τῶν ἀλλοτρίων
                        ἐφιέμενος, ὑφείλετο μὲν τῶν τοῦ πέλας δραγμάτων, αὔξειν δὲ τὸν οἰκεῖον διὰ
                        τούτων ἐπειρᾶτο θημῶνα: ἀλλ̓ εὐθὺς τὴν κατὰ τῆς κλοπῆς τὸ Θεῖον ἐξέφερε
                        ψῆφον: καὶ πρηστὴρ ἐπεφέρετο, καὶ ἡ ἅλως ἐνεπίμπρατο, καὶ ὁ δείλαιος ἐκεῖνος
                        τὸν τοῦ Θεοῦ κατελάμβανεν ἄνθρωπον, οὐ πόῤῥω τῆς κώμης ἐσκηνωμένον: καὶ τὴν
                        μὲν συμφορὰν διηγεῖτο, κρύπτειν δὲ τὴν κλοπὴν ἐπειρᾶτο. Ὡς δὲ τἀληθῆ λέγειν
                        κελευσθεὶς ὡμολόγησε τὴν κλοπὴν ʽτὸ γὰρ πάθος καὶ ἑαυτοῦ κατηγορεῖν
                        κατηνάγκασἐ, προσέταξεν ὁ θεῖος ἐκεῖνος ἀνὴρ τῇ λύσει τῆς ἀδικίας λῦσαι τὴν
                        τιμωρίαν. <q>Σοῦ γὰρ, ἔφη, τὰ δράγματα ἐκεῖνα ʽ??ʼκτιννύοντος, τὸ θεήλατον
                            ἐκεῖνο σβεσθήσεται πῦρ.</q> Ἦν τοίνυν ἰδεῖν τὸν μὲν θέοντα, καὶ τῷ
                        ἀδικηθέντι <milestone unit="mignepage" n="1360-d"/>τοὺς κλαπέντας ἀστάχυας
                        προσφέροντα, τὴν δὲ πυρὰν ἄνευ ὕδατος σβεννυμένην τῇ τοῦ θείου πρεσβύτου
                        προσευχῇ καὶ πρεσβείᾳ. Τοῦτο οὐ μόνον τοὺς περιοίκους ἐνέπλησε δείματος,
                        ἀλλὰ καὶ τὴν πόλιν ἅπασαν. τὴν Ἀντιόχου λέγω: ὑπὸ ταύτην γὰρ τὸ χωρίον
                        ἐτέλει: θέειν ἐκεῖ κατηνάγκασε. καὶ τὸν μὲν ἀπαγγέλειν δαιμονικῆς λύττης
                        ἀπαλλαγὴν. τὸν δὲ πυρετοῦ παῦλαν, τὸν δὲ ἄλλου τινὸς τῶν ἐνοχλούντων
                        ἰατρείαν. Ὁ δὲ ἀφθόνως τῆς ἐνοικούσης χάριτος ἐχορήγει τὰ νάματα. Ἀλλὰ πάλιν
                        τῆς ἡσυχίας ἐρῶν, <pb n="1361"/>
                        <milestone unit="mignepage" n="1361-a"/> τὸ Σίναιον ὅρος καταλαμβάνειν
                        ἐπεθύμησε. Μαθόντες δὲ πολλοὶ τῶν ἀρίστων, καὶ τὴν αὐτὴν μετιόντες
                        φιλοσοφίαν. συνέδραμον κοινωνῆσαι αὐτῷ τῆς ἀποδημίας ποθοῦντες. Πολλῶν
                        τοίνυν ἡμερῶν ὁδὸν ἐξανύσαντες, ἐπειδὴ κατὰ τὴν Σοδομῖτιν ἐγένοντο ἔρημον,
                        ὁρῶσι πόῤῥωθεν ἀπὸ βάθους χεῖρας ἀνδρὸς πρὸς ὕψος ἐκτεινομένας. Καὶ τὸ μὲν
                        πρῶτον δαίμονος ἐξαπάτην ἐνόμιζον, προσευξάμενοι δὲ σπουδαιότερον, καὶ τὰ
                        αὐτὰ θεασάμενοι, ὥρμησαν ἐπ̓ ἐκεῖνο τὸ χωρίον, καὶ βραχὺ μὲν ὄρυγμα
                        θεωροῦσιν, ὁποῖα ποιεῖν πεφύκασιν αἱ ἀλώπεκες καταδύσεις ἑαυταῖς
                        μηχανώμεναι, οὐδένα δὲ εἶδον ἐκεῖ προφαινόμενον. </p><p>Τοὺ κτύπου γὰρ τῶν ποδῶν αἰσθόμενος ὁ τὰς χεῖρας ἐκτεταμένας ἔχων, ἑ??ʼσω τῆς
                        καταδύσεως κατεκρύβη. </p><p>Διακύψας δὲ ὁ πρεσβύτης, ἐλιπάρει μάλα πολλὰ ὀφθῆναι αὐτὸν, εἰ ἀνθρωπείαν
                        ἔχει τὴν φύσιν, καὶ <milestone unit="mignepage" n="1361-b"/>μὴ δαίμων τις
                        ἀπατεὼν εἴη τοιαῦτα σχηματιζόμενος. <milestone unit="mignepage" n="1361-b"/>
                        <q>Καὶ γὰρ ἡμεῖς, ἔφη, τὸν ἀσκητικὸν μετιόντες βίον, καὶ τῆς ἡσυχίας
                            ἐρῶντες, ἀλώμεθα κατὰ τήνδε τὴν ἔρημον, ἐν τῷ Σινᾷ ὄρει τὸν τῶν ἁπάντων
                            ἐπιθυμοῦντες προσκυνῆσαι Θεὸν, ἐν ᾧ Μωσῇ τῷ θεράποντι τὴν οἰκείαν
                            ἐπιφάνειαν ποιησάμενος, ἔδωκε τῆς νομοθεσίας τὰς πλάκας: οὐχ ὅτι τὸ
                            Θεῖον περιγεγράφθαι νομίζομεν ʽἀκούομεν γὰρ αὐτοῦ λέγοντος, ὅτι Τὸν
                            οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ. λέγει Κύριος: καὶ ὅτι κατέχει τὸν γῦρον
                            τῆς γῆς. καὶ τοὺς ἐνοικοῦντας ὲν αὐτῇ ὡς ἀκρίδασ̓, ἀλλ̓ ἐπειδὴ τοῖς
                            θερμῶς ἐρῶσιν οὐ μόνον οἱ ἐρώμενοι τριπόθητοι, ἀλλὰ καὶ οἱ τόποι
                            ἐράσμιοι, οἱ τὴν τούτων παρουσίαν καὶ ὁμιλίαν δεξάμενοι.</q> Ταῦτα καὶ
                        τὰ τοιαῦτα λέγοντος τοῦ πρεσβύτου, ἀναδείκνυσιν ἑαυτὸν ἐκ τῆς καταδύσεως ὁ
                        κεκρυμμένος ἄνθρωπος, καὶ ἦν <milestone unit="mignepage" n="1361-c"/>ἄγριος
                        μὲν ἰδεῖν, αὐχμηρὰν δὲ ἔχων τὴν κόμην, τὸ δὲ πρόσωπον ἐῤῥυτιδωμένον,
                        κατεσκηλιτευμένα δὲ πάντα τὰ μέλη τοῦ σώματος, ῥάκιά τινα πενιχρὰ
                        περιβεβλημένος φοινικίνοις βλαστοῖς συνεῤῥαμμένα. </p><p>Ἀσπασάμενος δὲ, καὶ τῆς εἰρήνης τὸ πρόσρημα δεδωκὼς, ἐπυνθάνετο τίνες τε
                        εἶεν, καὶ πόθεν ἥκοιεν, καὶ ὅπου ἀπίοιεν. Οἱ δὲ καὶ πρὸς τὴν ἐρώτησιν
                        ἀπεκρίναντο, καὶ ἀντεπύθοντο πόθεν τε ἐληλυθὼς εἴη, καὶ τί δήποτε ταύτην
                        εἴλετο τὴν ζωήν. Ὁ δὲ, <q>Ταύτην ἔσχον: κἀγὼ τὴν προθυμίαν, ἔφη, ἢν καὶ
                            ὑμεῖς ἔχοντες ἀπίετε, κοινωνὸν δὲ τῆς ὁδοῦ ταύτης ἐπεποιήμην συνήθη τινὰ
                            καὶ ὁμογνώμονα, καὶ τὸν αὐτόν μοι κεκτημένον σκοπὸν, ὅρκῳ δὲ ἀλλήλους
                            ἐπεπείκειμεν, μηδὲ τῷ θανάτῳ χωρίσαι τὴν συνουσίαν. </q>
                    </p><p><q>Τοιγάρτοι κατὰ τὴν ἀποδημίαν ἐκεῖνον μὲν τῇδε συνέβη δέξασθαι τοῦ βίου τὸ
                            πέρας: ἐγὼ δὲ τῷ ὅρκῳ πεπεδημένος ὤρυξά τε ὡς ἠδυνάμην, καὶ ταφῇ
                                <milestone unit="mignepage" n="1361-d"/>τὸ σῶμα παρέδωκα: παρὰ τοῦτο
                            δὲ τὸ σῶμα τάφον <milestone unit="mignepage" n="1361-d"/>ʽ?ʽ?ʼτερον
                            ἐμαυτῷ κατορύξας, τῇδε περιμένω τοῦ βίου τὸ τέλος, καὶ τῷ Δεσπότῃ τὴν
                            συνήθη λειτουργίαν προσφέρω. Τροφὴν δὲ ἔχω τοὺς φοίνικας, οὓς ἀδελφός
                            μοί τις κομίζειν παρὰ τοῦ κηδεμόνος ἐτάχθη.</q> Τούτων οὕτω λεγομένων,
                        λέων πόῤῥωθεν ἀνεφάνη, ἀγωνίᾳ δὲ τῶν σὺν τῷ πρεσβύτῃ περιπεσόντων,
                        αἰσ̔??ʼόμενος ὁ ὲπὶ τῆς καταδύσεως καθήμενος, ἀναστὰς <pb n="1364"/>
                        <milestone unit="mignepage" n="1364-a"/> τῷ λέοντι διένευσεν εἰς τὸ ἕτερον
                        διαβῆναι μέρος. </p><p>Ὁ δὲ παραυτίκα ἐπείσθη τε καὶ ἧκε, φέρων τῶν φοινίκων τὸν βότρυν. Εἶτα πάλιν
                        ἀπῆλθεν ἐπιτραπεὶς, καὶ πόῤῥωθεν τῶν ἀνδρῶν κατακλιθεὶς ἐκαθεύδησε. </p><p>Διανείμας τοίνυν τοὺς φοίνικας ἅπασι, προσευχῆς τε καὶ ψαλμῳδίας κοινωνήσας
                        αὐτοῖς, καὶ μετὰ τὸ τέλος τῆς λειτουργίας ἕωθεν ἀσπασάμενος ἀπεπέμψατο
                        καινὸν θέαμα τεθηπότας. Εἰ δέ τις ἀπιστεῖ τοῖς εἰρημένοις, τῆς Ἡλιοῦ τοῦ
                        πάνυ πολιτείας, καὶ τῆς τῶν κοράκων διακονίας ἀναμνησθήτω, οἴ πρωῒ μὲν
                        ἄρτον, δείλης δὲ κρέας αὐτῷ κομίζοντες διετέλεσαν. </p><p>Ῥᾴδιον δὲ τῷ Ποιητῇ τῶν ὅλων παντοδαποὺς πόρους εἰς τὴν τῶν οἰκείων θεραπείαν
                        εὑρίσκειν. Οὕτω τὸν Ἰωνᾶν ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρία νυχθήμερα διεφύλαξε,
                        καὶ τοὺς λέοντας ἐν τῷ λάκκῳ τεθηπέναι τὸν Δανιὴλ παρεσκεύασε, καὶ τὸ ἄψυχον
                        πῦρ λογικῶς ἐνεργεῖν, καὶ τοὺς μὲν ἔνδον φωτίζειν, τοὺς δὲ ἔξω κατακαίειν
                            <milestone unit="mignepage" n="1364-b"/>πεποίηκεν. Ἀλλὰ περιττὸν ποιῶ
                        περὶ τῆς θείας δυνάμεως ἀποδείξεις προσφέρων. Ἐπειδὴ τοίνυν τὸ ποθούμενον
                        κατέλαβεν ὄρος, φασὶν ἐκεῖνον τὸν θαυμάσιον γέροντα ἐν ἐκείνῳ τῷ χωρίῳ, ἐν ᾧ
                        τὸν Θεὸν Μωϋσῆς ἰδεῖν ἠξιώθη. εἶδεν δὲ ὡς δυνατὸν ἦν φύσει θνητῇ, κλῖναι τὰ
                        γόνατα, καὶ μὴ πρότερον ἀναστῆναι, ἕως θείας ἐπήκουσε φωνῆς, τὴν Δεσποτικὴν
                        αὐτῷ εὐμένειαν μηνυούσης. Ἐπειδὴ δὲ ἅπαντα τῆς ἑβδομάδος τὸν κύκλον οὕτω
                        συγκεκυφὼς διετέλεσε, τροφῆς οὐδὲ βραχείας μεταλαχὼν, ἐκέλευσεν ἡ γενομένη
                        φωνὴ καὶ τὰ προτεθέντα αὐτῷ λαβεῖν, καὶ προθύμως καταφαγεῖν: ἐκτείνας δὲ τὴν
                        χεῖρα, καὶ τρία μῆλα εὑρὼν, καὶ τούτων ἐμφορηθεὶς ὡς ὁ δεδωκὼς παρηγγύησεν,
                        ἰσχύος τε γέγονεν ἀπάσης ἀνάπλεως, καὶ μετὰ θυμηδείας τοὺς συνόντας, ὡς
                        εἰκὸς <milestone unit="mignepage" n="1364-c"/>ἦν, ἠσπάσατο. Γεγηθὼς τοίνυν
                        καὶ γαννύμενος ἐπανῄει, ἄτε δὴ καὶ θείας ἐπακούσας φωνῆς. καὶ θεοσδότου
                        πάλιν ἀπολαύσας τροφῆς. Ἐπανελθὼν δὲ καὶ δύο φιλοσοφίας ᾠκοδόμησε
                        φροντιστήρια, ἔν μὲν εἰς τὴν ῥαχίαν τοῦ ὄρους περὶ οὖ προειρήκαμεν, θάτερον
                        δέ κατ̓ αὐτὸ, παῤ αὐτὰ τῆς ὑπωρείας τὰ κράσπεδα: ἐν ἑκατέρῳ δὲ ἀθλητὰς
                        ἀρετῆς συναθροίσας, καὶ τούτων κἀκείνων γυμναστὴς ἐγένετο καὶ παιδοτρίβης,
                        καὶ τοῦ ἀντιπάλου καὶ πολεμίου διδάσκων τὰς προσβολὰς, καὶ τοῦ ἀγωνοθέτου
                        τὴν εὔνοιαν ὑπισχνούμενος, καὶ θαῤῥεῖν παρακαλῶν καὶ φρονήματος ἐμφορῶν, καὶ
                        πρὸς μὲν τοὺς ὁμοφυεῖς μετριάζειν κελεύων, πρὸς δὲ τὸν πολέμιον
                        μεγαλοφροσύνῃ κεχρῆσθαι παρεγγυῶν. Τοιαῦτα διδάσκων, οὕτω βιοτεύων,
                        τηλικαῦτα θαυματουργῶν, καὶ τάς παντοδαπάς <milestone unit="mignepage" n="1364-d"/>μαρμαρυγὰς ἀφιεὶς, τῆς ἐπιπόνου ζωῆς τὸ τέλος ἐδέξατο, καὶ
                        εἰς τὸν ἀγήρω καὶ ἄλυπον ἀπεδήμησε βίον, ἄσβεστον κλέος καταλιπὼν, καὶ
                        μνήμην εἰσαεὶ διαμένουσαν. Τῆς τούτου δὲ εὐλογίας ἀπήλαυσε μὲν περιόντος ἡ
                        μακαρία καὶ τρισμακαρία μου μήτηρ, καὶ πολλὰ τῶν τούτου μοι διηγημάτων
                        πολλάκις προσήνεγκεν. Ἐγὼ δὲ τῆς νῦν δυναστείας αὐτοῦ καὶ πρεσβείας
                        ἀπολαῦσαι ἀντιβολῶ, καὶ οἶδα ὡς τεύξομαι. Δώσει γὰρ πάντως τὴν αἴτησιν, τὴν
                        τοῦ Δεσπότου φιλανθρωπίαν μιμούμενος. </p></div><div type="textpart" subtype="chapter" n="7"><head>ζ</head><p> Παλλάδιος δὲ ὁ πολυθρύλλητος ὁμόχρονος τούτου γεγένηται, καὶ ὁμότροπος, καὶ
                        συνήθης, καὶ γνώριμος. </p><p>Παῤ ἀλλήλους γάρ, ὥς φασι, φοιτῶντες τῆς παῤ ἀλλήλων ὠφελείας ἀπήλαυον,
                        παραθήγοντες <pb n="1365"/>
                        <milestone unit="mignepage" n="1365-a"/> ἀλλήλους, καὶ εἰς ζῆλον τὸν θεῖον
                        ἐγείροντες. Ἐν ʽ??ʼἰκίσκῳ δέ τινι καθεῖρκτο, κώμῃ μεγίστῃ καὶ πολυανθρώπῳ
                        πελάζοντι: Ἴμμαι δὲ ὄνομα ταύτῃ. Περὶ μὲν γὰρ τῆς τοῦ ἀνδρὸς καρτερίας,
                        ἀσιτίας τε καὶ ἀγρυπνίας, καὶ τῆς διηνεκοῦς προσευχῆς, περιττὸν ἡγοῦμαι
                        διηγεῖσθαι. Τὸν γὰρ αὐτὸν εἷλκεν ἐν τούτοις τῷ θείῳ Συμεῶνι ἐκείνῳ ζυγόν. Τὸ
                        δὲ θαῦμα, τὸ μέχρι καὶ τήμερον ᾀδόμενον, τὸ ὑπὸ τῆς ἐκείνου καὶ φωνῆς
                        γενόμενον καὶ χειρὸς, προὖργον ἐνόμισα διηγήσασθαι. </p><p>Πανήγυρις εἰς τὴν προειρημένην συνηγείρετο κώμην, τοὺς πάντοθεν ἐμπόρους
                        ἐπισπωμένη, καὶ πλῆθος ἀριθμοῦ κρεῖττον ἐφελκομένη. Ἐν ταύτῃ τις ἔμπορος,
                        ἅπερ ἧκε φέρων ἀπεμπολήσας, καὶ τὸ χρυσίον συναθροίσας, νύκτωρ ἀπαίρειν
                        ἐβούλετο. </p><p>Ἀνδροφόνος δέ τις, τὸ συλλεγὲν ἐκεῖνο θεασάμενος χρυσίον, οἴστρου τινὸς καὶ
                        μανίας ἐμφορηθεὶς, τὸν <milestone unit="mignepage" n="1365-b"/>μὲν ὕπνον τῶν
                        βλεφάρων ἀπήλασε, τοῦ δὲ ἀνδρὸς ἐκείνου τὴν ἀποδημίαν ἐφύλαττε. Μετὰ δὲ
                        ἀλεκτρυόνων ᾠδὰς, ὁ μὲν ἀπῆρε θαῤῥῶν: ὁ δὲ προλαβὼν καὶ τόπον τινὰ εἰς
                        ἐνέδραν ἐπιτήδειον καταλαβὼν, ἐξαπιναίως τε προβαλὼν, ἐπήνεγκε τὴν πληγὴν,
                        καὶ τὴν μιαιφονίαν ἐτόλμησε: προστίθησι δὲ καὶ ἕτερον τῷδε τῷ μύσει
                        δυσσέβημα. Τὸ γὰρ χρυσίον λαβὼν, τὸ νεκρὸν ἐκεῖνο σῶμα παρὰ τὴν τοῦ μεγάλου
                        Παλλαδίου προσέῤῥιψε θύραν. Ὡς δὲ ἡμέρα ἐγένετο, καὶ ἡ φήμη διέδραμε, καὶ ἡ
                        πανήγυρις ἅπασα τὸ γεγενημένον ἐθρύλλει, συνέθεον ἅπαντες, καὶ τὴν θύραν
                        διαῤῥήξαντες, εὐθύνας εἰσεπράττοντο τῆς σφαγῆς τὸν θεῖον Παλλάδιον: Εἷς δὲ
                        τῶν τοῦτο δρώντων ἦν ὁ τὴν σφαγὴν αὐτουργήσας. Περιστοιχιζόμενος τοίνυν ὑπὸ
                        τοσαύτης πληθύος ὁ θεσπέσιος ἄνθρωπος, εἰς τὸν <milestone unit="mignepage" n="1365-c"/>οὐρανὸν ἰδὼν, καὶ τῇ διανοίᾳ τὸν οὐρανὸν ὑπερβὰς, ἱκέτευε
                        τὸν Δεσπότην, τῆς συκοφαντίας διελέγξαι τὸ ψεῦδος, καὶ δήλην ἀποφῆναι τὴν
                        κεκρυμμένην ἀλήθειαν. </p><p>Οὕτως εὐξάμενος, καὶ τῆς τοῦ κειμένου λαβόμενος δεξιᾶς, <q>Εἰπὲ, ἔφη, ὦ
                            νεανία, τίς σοι ταύτην ἐπήνεγκε τὴν πληγήν: δεῖξον τὸν τοῦ μύσους
                            αὐθέντην, καὶ τὸν ἀθῶον ἀπόφηνον τῆς πονηρᾶς ταύτης συκοφαντίας
                            ἐλεύθερον.</q> Ἠκολούθει δὲ τῷ μὲν λόγῳ ὁ λόγος, τῇ δεξιᾷ δὲ ὁ ἄνθρωπος,
                        καὶ καθήμενος περιεσκόπει μὲν τοὺς παρόντας, ὑπεδείκνυε δὲ τῷ δακτύλῳ τὸν
                        ἀνδροφόνον. Βοὴ δὲ πάντων ἐγένετο, καὶ τὸ θαῦμα ἐκπληττομένων, καὶ τὴν
                        γεγενημένην συκοφαντίαν ἐκθαμβουμένων. Ἀποδύσαντες δὲ τὸν μιαιφόνον ἐκεῖνον,
                        καὶ τὴν μάχαιραν εὗρον ἔτι πεφοινιγμένην τῷ αἵματι, καὶ τὸ χρυσίον ἐκεῖνο τὸ
                        τῆς σφαγῆς γεγενημένον πρόξενον. Ὁ δὲ θεῖος Παλλάδιος πάλαι ἀξιάγαστος ὤν,
                        ἀξιαγαστότερος εἰκότως ἐντεῦθεν ἐγένετο. Ἱκανὸν γὰρ ἦν τὸ θαῦμα δεῖξαι
                            <milestone unit="mignepage" n="1365-d"/>τὴν παρὰ τῷ θεῷ τοῦ ἀνδρὸς
                        παῤῥησίαν. <milestone unit="mignepage" n="1365-d"/>
                    </p><p>Καὶ Ἀβραάμη; δὲ ὁ θαυμάσιος τῆς αὐτῆς ἦν συμμορίας, ὅς τὸν μὲν καλούμενον
                        Παράτομον ᾤκησε, πάντοσε δὲ τῆς ἀρετῆς τὰς μαρμαρυγὰς ἐξέπεμψε. </p><p>Μαρτυρεῖ δὲ τῇ λαμπρότητι τῆς ζωῆς τὰ μετά τελευτὴν ἐνεργούμενα θαύματα.
                        Ἀναβλύζει γὰρ ἡ ἐκείνου θήκη μέχρι καὶ τήμερον παντοδαπὰς θεραπείας, καὶ
                        μάρτυρες οἱ ταύτας ἐκεῖθεν ἀφθόνως διὰ τῆς πίστεως ἀρυόμενοι. Ἐμοὶ δὲ εἴη
                        καὶ τῆς τούτων ἐπικουρίας τυχεῖν, τῇ τούτων μνήμῃ τὴν γλῶτταν καθαγιάσαντι.
                            <pb n="1368"/>
                        <milestone unit="mignepage" n="1368-a"/>
                    </p></div><div type="textpart" subtype="chapter" n="8"><head>η</head><p> Ὅτι μὲν μία πάντων ἀνθρώπων ἡ φύσις, καὶ ῥᾴδιόν ἐστι τοῖς βουλομένοις
                        φιλοσοφεῖν, εἴτε Ἕλληνες εἶεν, εἴτε βάρβαροι, πολλαχόθεν μὲν καὶ ἄλλοθεν
                        καταμαθεῖν εὐπετὲς, ἀπόχρη δὲ καὶ μόνος Ἀφραάτης τοῦτο δηλῶσαι σαφῶς. Οὗτος
                        γὰρ ἐν Πέρσαις τοῖς παρανομωτάτοις καὶ τεχθεὶς καὶ τραφεὶς, καὶ ἐκ τοιούτων
                        γονέων βλαστήσας, καὶ τὰ ἐκείνων νόμιμα παιδευθεὶς, εἰς τοσαύτην ἤλασεν
                        ἀρετὴν, ὡς ἀποκρύψαι καὶ τοὺς ἐξ εὐσεβῶν φύντας, καὶ τροφὴν εὐσεβῆ
                        δεξαμένους παιδόθεν. Πρῶτον μὲν γὰρ τοῦ γένους καταφρονήσας ʽἐπίσημον δὲ ἦν
                        τοῦτο καὶ λαμπρὸν̓, εἰς τὴν τοῦ Δεσπότου προσκύνησιν ἔδραμε, τοὺς προπάτορας
                        μιμησάμενος μάγους: εἶτα τῶν ὁμοφύλων τὴν ἀσέβειαν βδελυξάμενος, τὴν
                        ἀλλοδαπήν <milestone unit="mignepage" n="1368-b"/>τῆς οἰκείας προείλετο, καὶ
                        τὴν Ἔδεσσαν καταλαβὼν <milestone unit="mignepage" n="1368-b"/>ʽπ̔όλις δὲ
                        αὕτη μεγίστη καὶ πολυάνθρωπος, καὶ τῇ εὐσεβείᾳ διαφερόντως λαμπρυνομένἠ, ἔξω
                        τῶν περιβόλων οἰκίδιον εὑρὼν, καὶ ἑαυτὸν καθείρξας, τῆς οἰκείας ἐπεμελεῖτο
                        ψυχῆς: οἶά τις ἄριστος γεωργὸς προῤῥίζους τῶν παθῶν τάς ἀκάνθας ἐκτέμνων,
                        καὶ τὸ θεῖον λήϊον ἐκκαθαίρων, καὶ τοὺς τῶν εὐαγγελικῶν σπερμάτων καρποὺς
                        ὡρίμους τῷ Δεσπότῃ προσφέρων. </p><p>Ἐκεῖθεν δὲ καταλαμβάνει τὴν Ἀντιόχειαν, ὑπὸ τῆς αἱρετικῆς ζάλης χαλεπῶς
                        κυκλουμένην, καὶ πρὸ τοῦ ἄστεος ἔν τινι καταχθεὶς φροντιστηρίῳ φιλοσοφίας,
                        καὶ τῆς Ἑλλάδος φωνῆς μαθὼν ὀλίγα ἄττα ῥημάτια, εἷλκε μὲν ὅτι πλείστους εἰς
                        τὴν τῶν θείων λογίων ἀκρόασιν: τῇ δὲ μιξοβαρβάρῳ κεχρημένος γλώττῃ, τὰς τῆς
                        διανοίας ὠδῖνας προέφερεν, ἐκ τῆς τοῦ θείου Πνεύματος χάριτος τὰ τοιαῦτα
                        δεχόμενος νάματα. Τίς γὰρ τῶν ἐπ̓ εὐγλωττίᾳ <milestone unit="mignepage" n="1368-c"/>βρενθυομένων, καὶ τὰς ὀφρῦς συναγόντων, καὶ σοβαρῶς
                        φθεγγομένων, καὶ ἐπὶ ταῖς τῶν συλλογισμῶν πάγαις νεανιευομένων, τῆς
                        ἀπαιδεύτου καὶ βαρβάρου ρου φωνῆς ἐκείνης περιεγένετο πώποτε ; Λογισμοῖς μὲν
                        γὰρ λογισμοὺς, θείοις δὲ λογίοις τοὺς τῶν φιλοσόφων κατηγωνίζετο λόγους,
                        μετὰ τοῦ μεγάλου Παύλου βοῶν: <q>Εἰ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ̓ οὐ τῇ
                            γνώσει.</q> Καὶ τοῦτον ἀεὶ διετέλει τὸν τρόπον κατὰ τὴν ἀποστολικὴν
                        φωνήν: <q>Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως
                            τοὺ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.</q>
                        Καὶ ἦν ἰδεῖν συνθέοντας, καὶ τοὺς ἐν τέλει καὶ ἀξιώματι, καὶ τοὺς ἔν τινι
                        στρατείᾳ τεταγμένους, καὶ τοὺς ἀποχειροβιώτους. καὶ ἁπαξαπλῶς ἰδιώτας τε καὶ
                        στρατιώτας, πεπαιδευμένους <milestone unit="mignepage" n="1368-d"/>καὶ λόγων
                        ἀμυήτους, πενίᾳ συζῶντας καὶ πλούτῳ κομῶντας, καὶ τοὺς μὲν σιγῇ δεχομένους
                        τὰ προσφερομένα, τοὺς δὲ καὶ ἐρωτῶντας, καὶ πυνθανομένους, καὶ ἀφορμὰς τῷ
                        λόγῳ παρέχοντας. Τοσοῦτον δὲ ἀναδεδεγμένος πόνον, σύνοικον λαβεῖν οὐκ
                        ἠνέσχετο πώποτε, ἀλλὰ τὴν αὐτουργίαν τῆς παῤ ἑτέρων αὐτῷ προσφερομένης
                        θεραπείας προείλετο: καὶ παρὰ τὴν αὔλ<del>ε</del>ιον θύραν τὰς συνουσίας
                        ποιούμενος, αὐτὸς αὐτὸς ἀνεῴγνυ τοῖς εἰσιοῦσι, καὶ ἀπιόντας προύπεμπεν.
                        Ἐδέξατο δὲ παρά τινος οὐδὲν πώποτε, <pb n="1369"/>
                        <milestone unit="mignepage" n="1369-a"/> οὐκ ἄρτον, οὐκ ὄψον, οὐχ ἱμάτιον,
                        ἀλλ̓ εἶς αὐτῷ μόνος τῶν γνωρίμων ἐχορήγει τὸν ἄρτον: εἰς δὲ γῆρας ἐλάσας
                        βαθὺ, καὶ λαχάνου μετὰ ἡλίου δυσμὰς μετελάμβανε. Φασὶ δὲ Ἀνθέμιον, ὅς καὶ
                        ὕπαρχος ἐς ὕστερον ἐγεγόνει, καὶ ὕπατος, ἡνίκα πρεσβευτὴς χειροτονηθεὶς τὴν
                        εἰς Πέρσας ἀποδημίαν ἀνεστείλατο, χιτῶνα αὐτῷ κομίσαι παρὰ Πέρσαις
                        ὑφασμένον, καὶ εἰπεῖν, ὅτι <q>Ὦ Πάτερ, εἰδὼς ἑκάστῳ τῶν ἀνθρώπων τὴν οἰκείαν
                            πατρίδα γλυκεῖαν, καὶ τοὺς ἐκεῖ φυομένους ἡδίστους καρποὺς, ἐκ τῆς
                            πατρίδος σοι τοῦτον κεκόμικα τὸν χιτῶνα, καὶ ἱκετεύω σε μὲν τοῦτον
                            λαβεῖν, ἐμὲ δέ τήν σὴν εὐλογίαν ἀντιλαβεῖν.</q> Ὁ δὲ πρῶτον μὲν τοῦτον
                        ἐν τῷ βάθρῳ θεῖναι προσέταξεν: εἶτα λόγων ἑτέρων μεταξὺ γενομένων, ἀθυμεῖν
                            <milestone unit="mignepage" n="1369-b"/>ἔλεγε διχῆ μεριζομένου τοῦ
                        λογισμοῦ. Ἐκείνου δὲ τὴν αἰτίαν πυθομένου, <q>Ἕνα, ἔφη, σύνοικον ἔχειν
                            εἱλόμην ἀεὶ, καὶ νόμον ἐμαυτῷ τέθεικα τῶν δύο πάμπαν ἀρνηθῆναι τὸ
                            συνοικέσιον. Ἑκκαίδεκα τοίνυν ἔτη μοί τινος συνοικήσαντος, καὶ θυμήρους
                            ὄντος, ἀφίκετό τις φυλέτης ἐμοὶ, συνοικεῖν θέλων, καὶ τούτου τυχεῖν
                            ἀξιῶν. Τοῦτό μοι μερίζει τὸν νοῦν: δύο μὲν γὰρ ἔχειν κατὰ ταυτὸν οὐκ
                            ἀνέξομαι: τὸν γὰρ φυλέτην ὡς φυλέτην ἀσπάζομαι: τὸν δὲ πρότερον ὡς
                            καταθύμιόν μοι γεγενημένον ἐκβαλεῖν καὶ ἀνιαρὸν ἡγοῦμαι καὶ ἄδικον.</q>
                        Ὁ δὲ, <q>Εἰκότως, ἔφη, ὧ Πάτερ: οὐδὲ γὰρ ὅσιον, τὸν μὲν ἐπιπλεῖστον
                            τεθεραπευκότα χρόνον, ὡς οὐκ ἐπιτήδειον ἀποπέμψασθαι, τὸν δὲ οὐδέπω
                            πεῖραν τῶν οἰκείων δεδωκότα τρόπων διὰ μόνην εἰσδέξασθαι τὴν
                            πατρίδα.</q> Πρὸς ταῦτα ὁ <milestone unit="mignepage" n="1369-c"/>θεῖος
                        Ἀφραάτης, <q>Οὐκοῦν, ἔφη, ὦ θαυμάσιε, τὸν χιτῶνα τοῦτον οὐ λήψομαι : δύο μὲν
                            γὰρ ἔχειν οὐκ ἀνέξομαι: ἡδίων δὲ κατὰ τὴν ἐμὴν, καὶ κρείττων κατὰ τὴν
                            σὴν ψῆφον ὁ τοσοῦτόν μοι διακονήσας χρόνον.</q> Οὕτω κατασοφισάμενος τὸν
                        Ἀνθέμιον, καὶ θαῦμα τῆς ἀγχινοίας παρεσχηκὼς, ἔπεισε μηδένα λοιπὸν αὐτῷ περὶ
                        τοῦ χιτῶνος ἐκείνου λόγον προσενεγκεῖν. </p><p>Ἐγὼ δὲ ταῦτα διεξῆλθον, δύο κατὰ ταυτὸν ἐπιδεῖξαι βουλόμενος, καὶ ὅτι παῤ
                        ἑνὸς ἐδέχετο μόνου τὴν ἀποχρῶσαν τῷ σώματι θεραπείαν, καὶ ὅτι τοσαύτης ἥν
                        σοφίας ἀνάπλεως, ὡς παρασκευάσαι τὸν ἱκετεύοντα δέξασθαι ψηφίσασθαι τὸ μὴ
                        δέξασθαι. Ἀλλὰ τὰ τοιαῦτα καταλιπὼν, τὰ μείζονα διηγήσομαι. </p><p>Ἰουλιανοῦ τοῦ θεομισοῦς δίκας τῆς ἀσεβείας ἐν τῇ βαρβάρῳ δεδωκότος, ὀλίγης
                        μὲν γαλήνης ἀπήλαυσαν τῆς εὐσεβείας οἱ τρόφιμοι, Ἰωβιανοῦ τῆς Ῥωμαίων
                        ἡγεμονίας δεξαμένου τοὺς οἴακας. Ἐπειδὴ δὲ καὶ οὗτος βραχὺν κομιδῇ
                        βασιλεύσας χρόνον τοῦ βίου τὸ <milestone unit="mignepage" n="1369-d"/>πέρας
                        ἐδέξατο, Οὐάλης δέ τῆς Ἕω τὴν ἡγεμονίαν ἐδέξατο, καταιγῖδες πάλιν καὶ
                        θύελλαι τὸ καθ̓ ἡμᾶς ἀνεῤῥίπιζον πέλαγος, καὶ κλύδων ἐγήγερτο χαλεπὸς, καὶ
                        τρικυμίαι πάντοθεν τῷ σκάφει προσέβαλλον. </p><p>Χαλεπώτερον δὲ τὸν χειμῶνα ἡ τῶν κυβερνητῶν ἐρημία ἐποίει. Τούτους γὰρ ὁ κατὰ
                        μόνης τῆς εὐσεβείας θρασὺς βασιλεὺς τὴν ὑπερορίαν οἰκεῖν κατηνάγκαζε. </p><p>Καὶ τοσαύτῃ παρανομίᾳ χρησάμενος, κόρον τῆς δυσσεβείας οὐκ ἐλάμβανε: ἀλλὰ
                        πάντων τῶν εὐσεβῶν ἐσκεδάννυ τὸν σύλλογον, θηῥ??ʼς δίκην ἀγρίου τὸ ποίμνιον
                        διασπάσασθαι φιλονεικῶν. Τούτου εἵνεκα ʽ??ʼὺ μόνον αὐτοὺς ἁπάσης ἐκκλησίας
                        ʽ??ʼξηλασ̔??ʼν, ἀλλά <pb n="1372"/>
                        <milestone unit="mignepage" n="1372-a"/> καὶ ἐκ τῆς ὑπωρείας, καὶ ἐκ τῆς
                        ὄχθης τοῦ ποταμοῦ, καὶ ἐκ τοῦ πολεμικοῦ γυμνασίου. Ταῦτα γὰρ ἅπαντα
                        ἀμείβοντες διετέλεσαν τὰ χωρία, τῆς ὁπλιτικῆς χειρὸς γενόμενοι πάρεργον. Καὶ
                        Σκύθαι μὲν, καὶ οἱ ἄλλοι βάρβαροι, τὴν Θρᾴκην ἅπασαν ἀπὸ τοῦ Ἴστρου μέχρι
                        τῆς Προποντίδος ἀδεῶς ἐληΐζοντο: ὁ δὲ τούτων μὲν οὐδὲ τὴν ἀκοήν ἑστῶσι τοῖς
                        ὠσὶ, τὸ δὴ λεγόμενον, ἠδύνατο δέχεσθαι, κατὰ δὲ τῶν ὁμοφύλων, καὶ ὑπηκόων,
                        καὶ εὐσεβείᾳ λαμπρυνομένων, τοῖς ὅπλοις ἐκέχρητο. Ὁ δὲ θεῖος λεὼς, τῶν κακῶν
                        ἐκείνων τὴν ἀωρίαν ὀλοφυρόμενος, τὴν Δαυῖτικὴν ἐκείνην ἔψαλλεν ᾠδήν: <q>Ἐπὶ
                            τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν, ἐν τῷ μνησθῆναι
                            ἡμᾶς τῆς Σιών.</q> Τὰ δὲ λοιπὰ τῆς ᾠδῆς οὐκέτι αὐτοῖς <milestone unit="mignepage" n="1372-b"/>ἁρμόδια ἦν: οὐ γὰρ εἴασεν Ἀφραάτης, καὶ
                        Φλαβιανὸς, καὶ Διόδωρος, ἐπὶ ταῖς ἰτέαις κρεμασθῆναι τὰ ὄργανα τῆς
                        διδασκαλίας, οὐδὲ εἰπεῖν ἡνέσχοντο: <q>Πῶς ᾅσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς
                            ἀλλοτρίας;</q> ἀλλὰ καὶ ἐν ὄρεσι, καὶ ἐν πεδίοις, καὶ ἐν ἄστει, καὶ ἐν
                        προαστείοις, καὶ ἐν οἰκίαις, καὶ ἐν ἀγοραῖς ᾖδον διηνεκῶς τὴν ᾠδὴν Κυρίου.
                        Ἔμαθον γὰρ παρὰ τοῦ Δαβὶδ, ὅτι <q>Τοῦ Κυρίου, ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς, ἡ
                            οἰκουμένη, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.</q> Ἤκουσαν πάλιν τοῦ
                        αὐτοῦ προφήτου λέγοντας: <q>Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν
                            παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.</q> Ἥκουσαν καὶ τοῦ θεσπεσίου
                        παρεγγυῶντος Παύλου. <q>Προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας
                            ὁσίας χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν.</q> Καὶ αὐτὸς δὲ ὁ Δεσπότης,
                        πρὸς τὴν Σαμαρεῖτιν διαλεγόμενος, σαφέστερον <milestone unit="mignepage" n="1372-c"/>τοῦτο προείρηκεν: <q>Ἀμὴν γὰρ, ἔφη, λέγω σοι, γύναι, ὅτι
                            ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οὔτε ἐν τῷ τόπῳ τούτῳ, οὔτε ἐν
                            Ἱεροσολύμοις, ἀλλ̓ ἐν παντὶ τόπῳ προσκυνήσουσι τῷ Πατρί.</q> Ταῦτα
                        πεπαιδευμένοι, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ἀποστολικῶς εἰπεῖν,
                            <q>δημοσίᾳ καὶ κατ̓ οἴκους</q> διαμαρτυρόμενοι διετέλουν, οἷόν τινες
                        ἄριστοι στρατηγοὶ, τοὺς μὲν οἰκείους ὁπλίζοντες, τοὺς δὲ ἐναντίους
                        κατακεντοῦντες. </p><p>Τὸν μὲν οὖν μέγαν Φλαβιανὸν, καὶ τὸν θεἴον Διόδωρον ὑποποιμαίνοντας τηνικάδε,
                        καὶ τῆς δευτέρας ἠξιωμένους καθέδρας, ταῦτα δρᾷν ἅ προείρηκα, θαυμαστὸν μὲν
                        καὶ εὐφημίας ἄξιον. Ἀλλ̓ ὅμως ταῦτα ἔπραττον στρατηγοὶ προβεβλημένοι, καὶ
                        τοῖς στρατηγικοῖς ὑποκείμενοι νόμοις: ὁ δὲ σοφώτατος Ἀφραάτης ἐθελοντὴς ἐπὶ
                        τούτους κατεπήδησε τοὺς ἀγῶνας. Ἡσυχίᾳ γὰρ συντεθραμμένος, καὶ καθ̓ ἑαυτὸν
                            <milestone unit="mignepage" n="1372-d"/>ζῇν προῃρημένος, καὶ ἔξω βελῶν,
                        τὸ δὴ λεγόμενον, καθήμενος, τοῦ πολέμου τὸ σφοδρὸν θεασάμενος, τὴν οἰκείαν
                        ἀσφάλειαν οὐκ ἠγάπησεν, ἀλλ̓ εἰς καιρὸν ἐῤῥῶσθαι τῇ ἡσυχίᾳ φράσας, πρόμαχος
                        τῆς τῶν εὐσεβῶν ἐγένετο φάλαγγος, βάλλων μὲν καὶ βίῳ, καὶ λόγῳ, καὶ θαύμασι,
                        βαλλόμενος δὲ οὐδέποτε. Καὶ δήποτε <pb n="1373"/>
                        <milestone unit="mignepage" n="1373-a"/> θεασάμενος αὐτὸν ὁ πάντα ἀνόητος
                        βασιλεὺς εἰς τὸ πολεμικὸν ἐξιόντα γυμνάσιον ʽἐκεῖ γὰρ τότε συνέβη τοὺς τῆς
                        Τριάδος συναθροίζεσθαι θιασώτασ̓, ὑπέδειξε δέ τις αὐτὸν παρὰ τὴν ὄχθην τοῦ
                        ποταμοῦ βαδίζοντα ἐκ τῶν βασιλείων τῷ βασιλεῖ διακύπτοντι: ἤρετο ποῖ τὴν
                        ὁρμὴν ἐπείγοιτο. Τοῦ δὲ εἰρηκότος, ὡς τὰς ὑπὲρ τῆς οἰκουμένης καὶ τῆς
                        βασιλεία; ἄπεισι προσευχὰς ποιησόμενος, πάλιν ὁ βασιλεὺς ἀπεκρίνατο: <q>Καὶ
                            τί δήποτε, τὸν μονήρη βίον ἐπαγγελλόμενος, ἀδεῶς κατὰ τὴν ἀγορὰν
                            βαδίζεις τὴν ἡσυχίαν καταλιπών;</q> Ὁ δὲ ʽκαὶ γὰρ εἰώθει τὸν Δεσπότην
                        μιμούμενος παραβολικῶς συλλογίζεσθαἰ, <q>Εἰπέ μοι, ἔφη, ὦ βασιλεῦ, εἰ
                            παρθένος ἐτύγχανον ἐν θαλάμῳ τινὶ κρυπτομένη, ἐθεασάμην δέ τινα πῦρ
                            ἐμβάλλοντα τῇ τοῦ πατρὸς οἰκίᾳ, τί ἄν μοι συνεβούλευσας δράσαι
                                <milestone unit="mignepage" n="1373-b"/>ἐξαπτομένην θεωμένῃ τὴν
                            φλόγα, καὶ τὴν οἰκίαν ἐμπιπραμένην ὁρώσῃ; ἔνδον καθῆσθαι, καὶ
                            πυρπολουμένην τὴν οἰκίαν παρορᾷν; Ἀλλ̓ οὕτως ἃν ἐγενόμην κἀγὼ τῆς
                            πυρκαϊᾶς παρανάλωμα. Εἰ δὲ λέγεις, ὅτι δραμεῖν ἔδει, καὶ ὕδωρ φέρειν,
                            καὶ διαθέειν ἄνω καὶ κάτω, καὶ τὴν φλόγα σβεννύναι, μὴ μέμφου μοι, ὦ
                            βασιλεῦ, τοῦτο αὐτὸ ποιοῦντι. Ὅ γὰρ ἂν συνεβούλευσας θαλαμευομένῃ
                            παρθένῳ, τοῦτο δρᾷν ἀναγκάζομαι τὸν μονήρη βίον ἐπηγγελμένος. Εἰ δὲ
                            μέμφῃ μοι τὴν ἡσυχίαν καταλιπόντι, ἐπιμέμφου σαυτῷ ταύτην εἰς τὸν θεῖον
                            οἶκον ἐμβαλόντι τὴν φλόγα, καὶ μὴ ἐμοὶ σβεννύναι βιαζομένῳ. Ὅτι μὲν γὰρ
                            δήπουθεν ἐπαμύνειν προσήκει οἴκῳ πατρῴῳ ἐμπιπραμένῳ, καὶ αὐτὸς
                            ὡμολόγησας: ὅτι δὲ τῶν ἐπὶ γῆς πατέρων γνησιώτερος ὁ Θεὸς, παντί που
                            δῆλον, καὶ τῷ παντελῶς ἀμυήτῳ τῶν θείων. Οὐδὲν τοίνυν ἀπὸ σκοποῦ, οὐδὲ
                            τῆς ἐξαρχῆς προαιρέσεως ἐναντίον πράττομεν, <milestone unit="mignepage" n="1373-c"/>ὦ βασιλεῦ, τοὺς τῆς εὐσεβείας τροφίμους συναθροίζοντές
                            τε καὶ νέμοντες, καὶ τὴν θείαν αὐτοῖς προσφέροντες πόαν.</q> Τούτων
                        εἰρημένων, ὁ μὲν βασιλεὺς ἐπεψηφίζετο τῷ τῆς ἀπολογίας δικαίῳ συλλογισθείς. </p><p>Εἷς δέ τις τῶν οὔτε: εἰς ἄνδρας, οὔτε εἰς γυναῖκας τελούντων, ἀλλ̓ ἀφῃρημένων
                        τὸ τῷ χρόνῳ γενέσθαι πατέρας, καὶ τούτου εἵνεκα εὔνοοι εἶναι βασιλεῖ
                        νομιζόμενοι, καὶ τὴν προσηγορίαν ἐντεῦθεν καρπούμενοι, οὗτος ἄνωθεν τῷ θείῳ
                        ἀνθρώπῳ λοιδορησάμενος, λαὶ θάνατον προσηπείλησεν: ἀλλ̓ οὐκ εἰς μακρὰν ἔτισε
                        τῆς θρασύτητος δίκην. Τοῦ γὰρ βασιλέως βαλανείῳ τὸ σῶμα θεραπεῦσαι
                        θελήσαντος, προῆλθε μὲν ὁ δείλαιος, ὡς τὴν πύελον ὀψόμενος, εἰ εὖ
                        κεκερασμένη εἵη: πηρωθεὶς δὲ τὰς φρένας, τῇ τὸ ἄκρατον δεχομένῃ θερμὸν ὕδωρ
                        ἐπεπήδησεν ἀσαμίνθῳ, καὶ οὐδενὸς ἔνδον παρόντος ʽμόνος γὰρ ὀψόμενος εἰ
                        εὐτρεπὲς εἴη εἰσελήλυθἐ, διέμεινεν ἑψόμενος καὶ διαλυόμενος. </p><p>Χρόνου δὲ μεταξὺ τριβομένου, εἰσπέμπει ἄλλον ὁ βασιλεὺς ἐκεῖνον καλέσοντα,
                        οὐδένα δὲ οὗτος <milestone unit="mignepage" n="1373-d"/>ἐν οὐδενὶ τῶν οἴκων
                        εὑρὼν, ἀπαγγέλλει τῷ βασιλεῖ. <milestone unit="mignepage" n="1373-d"/>
                    </p><p>Ἐκ τούτου πλείους εἰσέθεον τὰς πυέλους ἁπάσας διερευνώμενοι, καὶ τὸ
                        τελευταῖον εἰς ἐκείνην ἀφικόμενοι, ὁρῶσιν αὐτὸν ἐῤῥιμμένον, καὶ τῆς ζωῆς
                        ἐστερημένον. </p><p>Θορύβου δὲ γενομένου, καὶ πάντων ὀδυρομένων, οἱ μὲν τὸ θερμὸν ἐκεῖνο
                        ἐξήντλησαν ὕδωρ, οἱ δὲ τὸ τρισάθλιον ἀνεκόμισαν σῶμα. Ἐντεῦθεν δέος
                        ἐπιπίπτει τῷ βασιλεῖ, καὶ πᾶσι τοῖς κατὰ τῆς εὐσεβείας ὁπλιζομένοις. Φήμη δὲ
                        διὰ πάσης ἠχεῖτο τῆς πόλεως, οἴας ἐκεῖνος ὁ ταλαίπωρος τῆς κατὰ Ἀφραάτου
                        παροινία; ἔτισε δίκας, καὶ πάντες τὸν Ἀφραάτου δ̔??ʼετέλουν ὑμνοῦντες Θεόν.
                        Τοῦτο τῶν ἐναντίων <pb n="1376"/>
                        <milestone unit="mignepage" n="1376-a"/> ἐπικειμένων ἐξοστρακισθῆναι τὸν τοῦ
                        Θεοῦ ʽ??ʼνθρωπον διεκώλυσεν. Ἐκδειματωθεὶς γὰρ ὁ βασιλεὺς, τοὺς μὲν ταῦτα
                        παραινοῦντας ἀπεστρέφετο, ἐν αἰδοῖ δὲ τὸν ἄνδρα εἶχεν. Ἔμαθε δὲ τὴν ἀρετὴν
                        αὑτοῦ καὶ ἑτέρωθεν. </p><p>Ἵππος τις τῶν εὗ πεφυκότων, καὶ φέρειν εὗ μάλα δεδιδαγμένος. ἐπέραστος ἦν
                        λίαν τῷ βασιλεῖ. Τούτῳ πάθος τι συμβὰν ἀνιαρῶς διετίθει τὸν βασιλέα:
                        ἐπείχετο δὲ αὐτοῦ τῶν ὑγρῶν περιττωμάτων ἡ ἔκκρισις. </p><p>Πρὸς ταύτην ἐκαλοῦντο τὴν θεραπείαν οἱ ταύτην ἠσκημένοι τὴν τέχνην. Ἡττωμένης
                        δὲ καὶ ταύτης, ἠνιᾶτο ὁ βασιλεὺς. καὶ ὠλοφύρετο ὁ τῶν ἵππων πεπιστευμένος
                        τὴν ἐπιμέλειαν. Εὐσεβὴς δὲ ὢν, καὶ κατὰ τὴν πίστιν ἐῤῥωμένος, μεσούσης
                        ἡμέρας καταλαμβάνει σὺν τῷ ἵππῳ τοῦ μεγάλου Ἀφραάτου τὸ καταγώγιον, καὶ τὸ
                        πάθος εἰπὼν, καὶ τὴν πίστιν δηλώσας, ἱκέτευε προσευχῇ λῦσαι τὴν νόσον. Ὁ δὲ
                        οὐδὲν <milestone unit="mignepage" n="1376-b"/>μελλήσας, ἀλλὰ παραυτίκα τὸν
                        Θεὸν ἱκετεύσας, ὕδωρ ἐκέλευσεν ἐκ τοῦ φρέατος ἀνιμήσασθαι, καὶ τούτῳ τοῦ
                        σωτηρίου σταυροῦ τὸ σύμβολον ἐπιθεὶς, προσφέρειν τῷ ἵππῳ προσέταξεν. Ὁ δὲ
                        παρὰ τὸ εἰωθὸς ἔπιεν. Εἶτα ἔλαιον τῇ ἐπικλήσει τῇ θείᾳ πληρώσας εὐλογίας,
                        ἐπιχρίει τὴν τοῦ ἵππου γαστέρα, καὶ τῇ ἁφῇ τῆς χειρὸς εὐθὺς ἐλύθη τὸ πάθος,
                        καὶ παραχρῆμα ἡ ἔκκρισις κατὰ φύσιν ἐγένετο. Γεγηθὼς τοίνυν ὁ ἄνθρωπος, τὸν
                        ἵππον λαβὼν, ἐπὶ τὸν ἱππῶνα ἔτρεχε. </p><p>Δείλης δὲ ὀψίας ʽκατὰ τοῦτον γὰρ τὸν καιρὸν εἰώθει ὁ βασιλεὺς ἐπὶ τὸν ἱππῶνα
                        φοιτᾷν̓ ἧκέ τε καὶ ἤρετο ὅπως ἔχει ὁ ἵππος. Τοῦ δὲ τὴν ὑγίειαν σημάναντος,
                        καὶ τὸν ἵππον ἐξαγαγόντος, ἐῤῥωμένον τοῦτον ἰδὼν, καὶ γαυριῶντα, καὶ
                        χρεμετίζοντα, καὶ τὸν αὐχένα σοβαρῶς ἀνατείνοντα, τῆς ὑγιείας ἐπυνθάνετο τὴν
                        αἰτίαν. Ὡς δὲ πολλάκις εἰπεῖν ἀναβαλλόμενος ʽἐδεδίει <milestone unit="mignepage" n="1376-c"/>γὰρ ὑποδεῖξαι τὸν ἰατρὸν, δυσμενῆ τὸν
                        ἐρόμενον ἐπιστάμενοσ̓, ὀψέ ποτε τἀληθὲς εἰπεῖν ἐβιάσθη, καὶ τῆς θεραπείας
                        τὸν τρόπον ἐδίδαξεν. Ἐκπλήττεται μὲν ὁ βασιλεὺς, καὶ ἀξιάγαστον εἷναι τὸν
                        ἄνδρα καθομολογεῖ. </p><p>Οὐ μὴν τῆς προτέρας ἀπηλλάγη μανίας, ἀλλ̓ ἐπέμενε κατὰ τοῦ Μονογενοῦς λυττῶν,
                        ἕως ὅτε βαρβαρικοῦ πυρὸς ἐγένετο παρανάλωμα, οὐδὲ ταφῆς ἵσα τοῖς οἰκέταις ἢ
                        προσαίταις ἀξιωθείς. Ὁ δὲ θεῖος Ἀφραάτης, καὶ ὲν ἐκείνῃ τῇ ζάλῃ τὴν οἰκείαν
                        ἔδειξεν ἀρετὴν καὶ γαλήνης γενομένης τὰ ἴσα δρῶν διετέλεσε. Καὶ ἄλλα δὲ
                        μυρία εἰργάσατο θαύματα, ὦν ἑνὸς ἢ δύο μνησθήσομαι. </p><p>Γυνή τις τῶν εὐπατριδῶν, ἀκολάστῳ ἀνδρὶ συνέλκουσα τὸν τοῦ γάμου ζυγὸν,
                        ἀφίκετο πρὸς τὸν μακάριον ἐκεῖνον ἄνθρωπον, τὴν οἰκείαν κωκύουσα συμφοράν. </p><p>Ἔφασκε γὰρ τὸν ἄνδρα παλλακίδι προσκείμενον γοητικῇ τινι μαγγανείᾳ
                        καταγεγοητεῦσθαι, καὶ ἀπεχθάνεσθαι πρὸς αὐτὴν γάμου νόμῳ συνεζευγμένην. </p><p>Ἔλεγε δὲ ταῦτα ἡ γυνὴ πρὸ τῆς αὐλ<del>ε</del>ίου θύρας ἑστῶσα. Οὕτω γὰρ
                        εἰώθει τὴν πρὸς τὸ θῆλυ <milestone unit="mignepage" n="1376-d"/>ποιεῖσθαι
                        διάλεξιν: εἴσω γὰρ τῆς θύρας οὐδεμίαν εἰσεδέξατο πώποτε. Τότε τοίνυν
                        οἰκτείρας τὴν γυναῖκα ποτνιωμένην, εὐχῇ τῆς γοητείας ἀμαυροῖ τὴν ἐνέργειαν,
                        καὶ ἐλαίου ληκύθιον ὑπ̓ αὐτῆς προσενεχθὲν τῇ θείᾳ ἐπικλήσει καθαγιάσας,
                        χρίσασθαι τοῦτο προσέταξε. Ταύτας ἡ γυνὴ πληρώσασα τὰς ὑποθήκας, μετέθηκεν
                        εἰς ἑαυτὴν τὸν τοῦ ὁμοζύγου ἔρωτα, καὶ πέπεικε προαιρεῖσθαι τῆς παρανόμου
                        κοίτης τὴν <pb n="1377"/>
                        <milestone unit="mignepage" n="1377-a"/> ἔννομον. Φασὶ δέ ποτε καὶ ἀκρίδας
                        ἐξαπιναίως προσβαλούσας τῇ γῇ, καὶ πυρὶ παραπλησίως ἅπαντα προσδαπανώσας,
                        καὶ λήϊα, καὶ φυτὰ, καὶ ἕλη, καὶ ἄλση, καὶ λειμῶνας, ἧκέ τις παῤ αὐτὸν
                        εὐσεβὴς ἀνὴρ, ἀντιβολῶν ἐπαμῦναι, ἕνα μὲν ἀγρὸν ἔχοντι, ἐκ τούτου δὲ καὶ
                        ἑαυτὸν, καὶ γυναῖκα, καὶ παῖδας, καὶ οἰκείους τρέφοντι, καὶ πρὸς τούτοις τὴν
                        βασιλικὴν εἰσφορὰν εἰσπραττομένῳ. Πάλιν τοίνυν ὁ τὴν Δεσποτικὴν φιλανθρωπίαν
                        μιμούμενος, χόαν ὕδατος αὐτῷ προσενεχθῆναι προσέταξεν. Ὡς δὲ τὸν χόαν
                        προσήνεγκεν ὁ τὴν εὐχὴν ἐπαγγέλλων, ἐπετίθει μὲν τούτῳ τὴν χεῖρα, ἰκέτευε δὲ
                        τὸν Θεὸν δυνάμεως θείας ἐμφορηθῆναι τὸ νᾶμα. Εἶτα τὴν εὐχὴν συμπεράνας,
                        παρηγγύησε τοῖς τοῦ χωρίου ὅροις ἐπιῤῥᾶναι τὸ <milestone unit="mignepage" n="1377-b"/>ὕδωρ: πεποίηκε δὲ ὁ τοῦτο κομισάμενος ᾖ προσετάχθη, καὶ ἀντὶ
                        ἕρκους ἀμάχου τε καὶ ἀσύλου ταῖς ἀρούραις ἐκείναις ἐγένετο. Μέχρι γὰρ τῶν
                        ὅρων ἐκείνων ἕρπουσαί τε καὶ περιπετόμεναι στρατοπέδων δίκην αἰ ἀκρίδες, εἰς
                        τοὐπίσω πάλιν ἐχώρουν, τὴν ἐπιτεθεῖσαν εὐλογίαν δειμαίνουσαι, καὶ ὥσπερ τινὶ
                        χαλινῷ ἀγχόμεναι, καὶ ἐπὶ τὸ πρόσω χωρεῖν κωλυόμεναι. Καὶ τί δεῖ πάντα
                        λέγειν τὰ ὑπὸ τῆς μακαρίας ἐκείνης ἐξειργασμένα ψυχῆς; Ἱκανὰ γὰρ καὶ ταῦτα
                        τῆς ἐνοικούσης αὐτῷ χάριτος ἐπιδεῖξαι τὴν αἴγλην. Τούτου κἀγὼ θεατὴς
                        ἐγενόμην, καὶ τῆς ἁγίας ἐκείνης δεξιᾶς τὴν εὐλογίαν ἐτρύγησα, μειράκιον μὲν
                        ὢν ἔτι, τῇ δὲ μητρὶ κοινωνήσας τῆς πρὸς τὸν ἅνδρα πορείας. Καὶ αὐτὴν μὲν
                        κατὰ τὸ εἰωθὸς ὑπανοίξας τὴν θύραν διαλέξεώς τε καὶ εὐλογίας <milestone unit="mignepage" n="1377-c"/>ἠξίωσεν: ἐμὲ δὲ εἰσδεξάμενος ἔνδον, τοῦ τῆς
                        προσευχῆς μοι μετέδωκε πλούτου. Ταύτης καὶ νῦν ἀπολαύσαιμι, ζῇν αὐτὸν
                        πιστεύων, καὶ τοῖς ἀγγέλοις συγχορεύειν, καὶ πλείονι ἢ πάλαι πρὸς τὸν Θεὸν
                        παῤῥησίᾳ κεχρῆσθαι. Τότε μὲν γὰρ αὕτη τῷ θνητῷ τοῦ σώματος ἐμετρεῖτο, ἴνα μὴ
                        πρόφασις ἀπονοίας ἡ πλείων γένηται παῤῥησία. Νῦν δὲ τῶν παθῶν ἀποθέμενος τὸ
                        φορτίον, ὡς νικηφόρος ἀθλητὴς πρὸς τὸν ἀγωνοθέτην παῤῥησιάζεται. Οὖ χάριν
                        καὶ τῆς παῤ αὐτοῦ πρεσβείας ἱκετεύω τυχεῖν. </p></div><div type="textpart" subtype="chapter" n="9"><head>θ</head><p> Γαλάτας ἀκούομεν τοὺς ἐν τῇ Εὐρώπῃ τοὺς ἑσπερίους: ἴσμεν δὲ τοὺς ἐν τῇ Ἀσίᾳ,
                        τοὺς ἐκείνων ἐκγόνους, οἴ παρὰ τὸν Εὔξεινον κατῳκίσθησαν Πόντον. </p><p>Ἐκ τούτων ὁ μακάριος καὶ τρὶς τοῦτο καὶ πολλάκις ἐβλάστησε Πέτρος. Ἑπτὰ δὲ,
                        ὥς φασιν, ἐξ ὠδίνων ἔτη παρὰ τοῖ; γονεῦσι τραφεὶς, τὸν λοιπὸν ἅπαντα βίον ἐν
                        τοῖς τῆς φιλοσοφίας διετέλεσεν ἄθλοις: τελευτῆσαι δὲ λέγεται ἔτη βιώσας
                        ἐννέα καὶ ἐννενήκοντα. Τὸν τοίνυν δύο καὶ ἐννενήκοντα ἀγωνισάμενον ἔτη, καὶ
                            <milestone unit="mignepage" n="1377-d"/>διὰ πάσης ἡμέρας τε καὶ νυκτὸς
                        νικηφόρον ὁδεύσαντα, τίς ἃν ἀξίως θαυμάσειε; ποία δ̓ ἃν ἀρκέσειε πρὸς
                        διήγησιν γλῶττα, τῶν ὲν μειρακίῳ καὶ παιδίῳ, καὶ ἀνδρὶ τελείῳ, καὶ πρεσβύτῃ,
                        καὶ γέροντι πονηθέντων κατορθωμάτων; Τίς ἄν ἐκείνου τὸν ἱδρῶτα μετρήσειε;
                        τίς δ̓ ἃν τὰς ὲν τοσούτῳ χρόνῳ γενομένας ἀριθμήσειε πάλας; ποῖος δ̓ ἂν
                        ἐφίκοιτο λόγος, ἢ τῶν ὐπ̓ αὐτοῦ καταβληθέντων σπερμάτων, ἢ τῶν συλλεγέντων
                        δραγμάτων; Τίς οὕτως ὑψηλὸς τὴν διάνοιαν, ὡς κατιδεῖν ἀκριβῶς τὴν ἐκ τῆς
                        καλῆς ἐμπορίας συναθροισθεῖσαν περιουσίαν; Οἶδα τῶν ἐκείν̔??ʼυ κατορθωμάτων
                        τὸ πέλαγος, καὶ διὰ τοῦτο πελάζειν τῇ τῆς διηγήσεως ἱστορίᾳ δειμαίνω, ἴνα μὴ
                        ὁ λόγος <pb n="1380"/>
                        <milestone unit="mignepage" n="1380-a"/> ὑποβρύχιος γένηται. Οὗ ἕνεκεν παρὰ
                        τὴν ἠϊόνα βαδιοῦμαι, καὶ τὰ παρὰ τὴν ἤπειρον τοῦ πελάγους θαυμάσομαί τε καὶ
                        διηγήσομαι: τὸν δὲ βυθὸν καταλείψω τῷ κατὰ τὴν θείαν Γραφὴν τὰ βάθη
                        ἐρευνῶντι, καὶ τὰ ἀπόκρυφα γινώσκοντι. </p><p>Οὗτος τοίνυν ἐν Γαλατίᾳ τὸν πρῶτον ἤθλησε χρόνον. </p><p>Ἐκεῖθεν ἱστορίας εἵνεκα τὴν Παλαιστίνην κατέλαβεν, ἵνα τοὺς τὰ σωτήρια πάθη
                        δεξαμένους θεασάμενος τόπους, ἐν αὐτοῖς τὸν σεσωκότα προσκυνήσῃ Θεόν: οὐχ ὡς
                        τόπῳ περιγραφόμενον ʽἠπίστατο γὰρ αὐτοῦ τὸ τῆς φύσεως ἀπερίγραφον̓, ἀλλ̓ ἵνα
                        καὶ τοὺς ὀφθαλμοὺς ἑστιάσῃ τῇ θεωρίᾳ τῶν ποθουμένων, καὶ μὴ μόνον τὸ τῆς
                        ψυχῆς ὀπτικὸν, δίχα τῆς ὄψεως, τῆς πνευματικῆς διὰ τῆς πίστεως ἀπολαύῃ
                        τρυφῆς. </p><p>Πεφύκασι γάρ πως οἱ φιλοστόργως περί τινα διακείμενοι, οὐκ ἀπὸ τῆς θέας αὐτοῦ
                        μόνης θυμηδίαν καρποῦσθαι, ἀλλὰ καὶ τὴν οἰκίαν, καὶ ἐσθήματα, καὶ <milestone unit="mignepage" n="1380-b"/>ὑποδήματα, μετὰ πάσης θεωρεῖν εὐφροσύνης.
                        Τοῦτον ἔχουσα τὸν ἔρωτα περὶ τὸν νυμφίον ἡ ἐν τοῖς ᾌσμασι τῶν ᾀσμάτων
                        φερομένη νύμφη βοᾷ λέγουσα: <q>Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ὁ
                            ἀδελφιδοῦς μου ἀναμέσον τῶν υἱῶν. Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ
                            ἐκάθισα, καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου.</q> Οὐδὲν οὖν ἀπεικὸς οὐδὲ
                        ὁ θεῖος οὗτος πεποίηκεν ἄνθρωπος, τὸν αὐτὸν περὶ τὸν νυμφίον δεξάμενος
                        ἔρωτα, καὶ τοῖς τῆς νύμφης χρησάμενος ῤήμασι: Τετρωμένη ἀγάπης ἐγώ. Ποθήσας
                        δὲ καθάπερ τινὰ τοῦ νυμφίου θεωρῆσαι σκιὰν, τοὺς ἅπασιν ἀνθρώποις τὰς
                        σωτηρίους πηγὰς ἀναβλύσαντας ἐπεζήτησε τόπους. Ἀπολαύσας τοιγαροῦν ὧν
                        ἐπεπόθησε, κατήχθη μὲν εἰς τὴν Ἀντιόχειαν: θεασάμενος δὲ τῆς πόλεως τὸ
                        φιλόθεον, τῆς πατρίδος τὴν ξένην προείλετο, πολίτας ἡγούμενος, οὐ τοὺς
                            <milestone unit="mignepage" n="1380-c"/>ὁμοφύλους καὶ συγγενεῖς, ἀλλὰ
                        τοὺς ὁμογνώμονας, καὶ τῆς πίστεως κοινωνοὺς, καὶ τὸν αὐτὸν ἐφέλκοντας τῆς
                        εὐσεβείας ζυγόν. Ταύτην δὲ τὴν διατριβὴν ἀγαπήσας, οὐ σκηνὴν ἐξέτεινεν, οὐ
                        καλύβην ἐπήξατο, οὐκ οἰκίσκον ἀνήγειρεν, ἀλλ̓ἐν ἀλλοτρίῳ τάφῳ τὸν πάντα
                        διετέλεσε χρόνον. Ὑπερῷον δὲ εἶχεν οὗτος, καὶ δρύφακτόν τινα προβεβλημένον,
                        ᾧ κλίμαξ συνηρμοσμένη τοὺς ἀναβῆναι βουλομένους ἐδέχετο. Ἐν τούτῳ
                        καθειργμένος ὅτι πλεῖστον διετέλεσε χρόνον, ὕδατι μὲν ψυχρῷ χρώμενος, ἅρτον
                        δὲ μόνον σιτούμενος, καὶ ταῦτα οὐ καθ̓ ἑκάστην ἡμέραν, ἀλλὰ μίαν μὲν ἄσιτος
                        διαμένων, τῇ δὲ ὑστεραίᾳ τούτων αὐτῶν μεταλαγχάνων. Ἐπειδὴ δέ τις ἀφίκετο
                        κορυβαντιῶν καὶ μεμηνὼς, καὶ τῆς τοῦ πονηροῦ δαίμονος ἐνεργείας ἀνάπλεως,
                        ἐκάθαρε μὲν αὐτὸν προσευξάμενος, <milestone unit="mignepage" n="1380-d"/>καὶ
                        τῆς διαβολικῆς ἐκείνης ἠλευθέρωσε βακχείας. <milestone unit="mignepage" n="1380-d"/>
                    </p><p>Ἀπιέναι δὲ μὴ βουλόμενον, ἀλλὰ τῆς θεραπείας ἐκείνης ἀντιδοῦναι τὴν διακονίαν
                        καθικετεύσαντα, σύνοικον ἐποιήσατο. Οἶδα καὶ τοῦτον ἐγὼ, καὶ τοῦ θαύματος
                        μέμνημαι, καὶ τὸν τῆς θεραπείας ἐθεασάμην μισθὸν, καὶ τῆς περὶ ἐμοῦ
                        γενομένης αὐτοῖς ἀκήκοα διαλέξεως. Ὁ μὲν γὰρ Δανιὴλ ἔλεγε ʽτοῦτο γὰρ αὐτῷ
                        ὄνομἀ, ὡς <q>Τῆς καλῆς αὐτῷ διακονίας κοινωνήσω κἀγὼ.</q> Ὁ δὲ θεσπέσιος
                        ἐκεῖνος <pb n="1381"/>
                        <milestone unit="mignepage" n="1381-a"/> ʽ??ʼνὴρ οὐ συνωμολόγει τοῦτο
                        γενέσθαι, τὸ περὶ ἐμὲ τῶν γεγεννηκότων λογιζόμενος φίλτρον. Πολλάκις δέ με
                        τοῖς γόνασιν ἐπικαθίσας, σταφυλῇ με καὶ ἄρτῳ διέθρεψε. Πεῖραν γὰρ αὐτοῦ τῆς
                        πνευματικῆς χάριτος ἡ μήτηρ δεξαμένη, ἅπαξ με τῆς ἑβδομάδος ἑκάστης τρυγᾷν
                        ἐκείνην τὴν εὐλογίαν ἐκέλευε. Γέγονε δὲ αὐτῇ γνώριμος ἐξ αἰτίας τοιᾶσδε:
                        Πάθος αὐτῇ θατέρῳ τῶν ὀφθαλμῶν ἐπισκῆψαν, κρεῖττον ἐφάνη ἰατρικῆς ἐπιστήμης:
                        οὐδὲν γὰρ ἦν, ἣ τοῖς παλαιοῖς συγγεγραμμένον, ἣ τοῖς ὕστερον γενομένοις
                        ἐξευρημένον, ὃ μὴ προσηνέχθη τῇ νόσῳ. Ἐπειδὴ δὲ ἤλεγξεν ἅπαντα, καὶ ἐδίδαξεν
                        οὐδεμίαν ὄνησιν ἔχοντα, ἧκέ τις τῶν συνήθων τὸν θεῖον ἄνδρα μηνύουσα, καὶ τὸ
                        γεγενημένον ὑπ̓ αὐτοῦ διδάσκουσα θαῦμα. Τὴν γὰρ ὁμόζυγα ἔλεγε τοῦ τηνικάδε
                        τῆς Ἕω κατέχοντος <milestone unit="mignepage" n="1381-b"/>τὰ πηδάλια
                        ʽΠεργάμιος δὲ ἦν οὗτοσ̓, τῷ παθήματι τῷδε περιπεσοῦσαν, ἰάσασθαι αὐτὸν εὐχῇ
                        καὶ σφραγῖδι χρησάμενον. Ἤκουσεν ἡ μήτηρ, καὶ παραυτίκα πρὸς τὸν θεῖον
                        ἄνθρωπον ἔδραμε, Περικείμενα δὲ εἶχεν ἕρματα, καὶ περιδέραια, καὶ τἄλλα
                        χρυσία, καὶ τὴν ποικίλην ἐσθῆτα τὴν ἐκ σηρικῶν νημάτων ὑφασμένην. Οὐδέπω γὰρ
                        τῆς ἀρετῆς τῆς τελειοτέρας ἐγεύετο: ἤνθει δὲ καὶ τῷ χρόνῳ, καὶ τοῦ τῆς
                        νεότητος ἠνείχετο κόσμου. Ἡ θεσπεσία τοίνυν κεφαλὴ τὰ τοιαῦτα θεασαμένη, τῆς
                        φιλοκοσμίας πρότερον τὴν ἀῤῥωστίαν ἰάσατο, τοιοῖσδε λόγοις χρησάμενος:
                            <q>Εἰπέ μοι, ἔφη, τέκνον ʽτῇ γὰρ αὐτοῦ χρήσομαι φωνῇ, καὶ οὐκ ἀμείψω τῆς
                            ἁγίας ἐκείνης γλώττης τὸ πρόσρημἀ, εἴ τις ζωγράφος, εὖ μάλα τὴν τέχνην
                            ἠσκημένος, εἰκόνα τινὰ γράψειεν, ὡς νόμος ὑπαγορεύει τῆς τέχνης, καὶ
                            ταύτην προθείη <milestone unit="mignepage" n="1381-c"/>τοῖς βουλομένοις
                            ὁρᾷν: ἀφικόμενος δέ τις ἕτερος, ἐκείνην μὲν τὴν τέχνην οὐκ ἀκριβῶς
                            ἐπιστάμενος, σχεδιάζων δὲ πρὸς τὸ δοκοῦν ἅ ἀναγράψαι θελήσειεν: εἶτα
                            μεμψάμενος τῇ τεχνικῇ ἐκείνῃ ζωγραφίᾳ, προσθείη μὲν ταῖς ὀφρύσι καὶ ταῖς
                            βλεφαρίσι μακροτέρας γραμμὰς, λευκότερον δὲ τὸ πρόσωπον ἀποφήνειε, καὶ
                            ταῖς παρειαῖς τοῦ ἐρυθροῦ χρώματος ἐπεμβάλοι, οὔ σοι δοκεῖ τὸν πρότερον
                            εἰκότως ἀγανακτῆσαι ζωγράφον, ὡς τῆς τέχνης αὐτῷ λίαν ὑβρισμένης, καὶ
                            προσθήκας ὧν οὐκ ἐδεῖτο ὑπὸ ἀμαθοῦς δεξιᾶς δεξαμένης; Οὐκοῦν, ἔφη, καὶ
                            τὸν τῶν ἀπάντων Δημιουργὸν, καὶ τῆς ἡμετέρας φύσεως Πλάστην τε καὶ
                            Ζωγράφον ἀγανακτεῖν πιστεύετε, ὅτι τῆς ἀῤῥήτου σοφίας ἐκείνης ἀμαθίαν
                            κατηγορεῖτε. Οὐ γὰρ ἂν τὸ ἐρυθρὸν, καὶ λευκὸν, καὶ μέλαν ἐπεχέατε χρῶμα,
                            εἰ <milestone unit="mignepage" n="1381-d"/>μὴ ἐνδεῖν ὑμῖν ταύτης
                            ἐνομίζετε τῆς προσθήκης: δεῖσθαι δὲ τούτων ὑπολαμβάνουσαι τὸ σῶμα,
                            ἀσθένειαν καταψηφίζεσθε τοῦ ποιητοῦ. Προσήκει δὲ εἰδέναι, ὅτι σύμμετρον
                            ἔχει τῇ βουλήσει τὴν δύναμιν. <q>Πάντα γὰρ, ᾗ φησιν ὁ Δαβίδ, ὅσα
                                ἠθέλησεν ὁ Κύριος ἐποίησε:</q> τὸ δὲ συνοῖσον ἅπασι προμηθούμενος,
                            ὅσα λωβᾶται οὐ δίδωσι. Μὴ τοίνυν διαφθείρετε τοῦ Θεοῦ τὴν εἰκόνα, μηδὲ
                            πειρᾶσθε προστιθέναι ἅπερ ὁ σοφὸς οὐκ ἔδωκε, μηδὲ τὸ νόθον τοῦτο
                            ἐπινοεῖτε κάλλος, ὃ καὶ ταῖς σωφρονούσαις λυμαίνεται τοῖς ὁρῶσιν
                            ἐπιβουλεῦον.</q> Ἤκουσε τούτων ἡ πάντα <pb n="1384"/>
                        <milestone unit="mignepage" n="1384-a"/> ἀρίστη γυνὴ, καὶ παραυτίκα εἴσω τῆς
                        τοῦ Πέτρου σαγήνης ἐγένετο. Τῷ γὰρ ὁμωνύμῳ παραπλησίως καὶ οὗτος ἡλίευε, καὶ
                        τῶν ποδῶν ἁπτομένη, καὶ ποτνιωμένη τῷ ὀφθαλμῷ δοθῆναι τὴν θεραπείαν
                        ἱκέτευεν. Ὁ δὲ ἄνθρωπος μὲν ἔλεγεν εἶναι καὶ τὴν αὐτὴν ἔχειν φύσιν αὐτῇ,
                        πολὺν δὲ ἁμαρτημάτων φορυτὸν ἐπιφέρεσθαι, καὶ τούτου εἵνεκα τῆς πρὸ; τὸν
                        Θεὸν παῤῥησίας ἀποστερεῖσθαι. Ὡς δὲ ἔκλαιεν ἡ μήτηρ, καὶ ἠντιβόλει, καὶ
                        ἔφασκε μὴ καταλείψειν, εἰ μὴ τύχοι τῆς ἰατρείας, τὸν Θεὸν ἔφη τούτων εἶναι
                        θεραπευτὴν, χορηγεῖν δὲ ἀεὶ τοῖς πιστεύουσι τὰς αἰτήσεις. ʽΔώσει τοίνυν,
                        εἶπε, καὶ νῦν, οὐκ ἐμοὶ τὴν χάριν δωρούμενος, ἀλλὰ τὴν σὴν πίστιν θεώμενος. </p><p>Εἰ τοίνυν ταύτην ἔχεις ἀκραιφνῆ καὶ εἰλικρινῆ, καὶ πάσης ἀμφιβολίας
                        ἀπηλλαγμένην, ἐῤῥῶσθαι καὶ <milestone unit="mignepage" n="1384-b"/>ἰατροῖς
                        φράσασα καὶ φαρμάκοις, τοῦτο δέξαι τὸ θεόσδοτον φάρμακον.ʼ Ταῦτ̓ εἰπὼν,
                        ἐπέθηκε τὴν χεῖρα τῷ ὀφθαλμῷ, καὶ τοῦ σωτηρίου σταυροῦ τὸ σημεῖον τυπώσας,
                        τὴν νόσον ἀπήλασεν. Ἐκεῖθεν εἰς τὴν οἰκίαν ἐπανελθοῦσα, καὶ τὸ φάρμακον
                        ἀπονιψαμένη, καὶ τὸν ἐπείσακτον ἅπαντα ἁποῤῥίψασα κόσμον, κατὰ τοὺς ὑπὸ τοῦ
                        ἰατροῦ τεθέντας νόμους ἐπολιτεύετο, οὔτε ποικίλην ἐσθῆτα περιβαλλομένη, οὔτε
                        χρυσίοις ὡραϊζομένη: καὶ ταῦτα νέαν ἄγουσα τὴν ἡλικίαν κομιδῇ: τρίτον γὰρ
                        καὶ εἰκοστὸν ἐκ γενετῆς ἦγεν ἔτος, μήτηρ οὐδέπω γενομένη: ἑπτὰ γὰρ ἄλλα
                        ἐπιβιώσασα ἔτη, οὕτω τὰς ἐμὰς ὠδῖνας ἐδέξατο, ἃς καὶ πρώτας καὶ μόνας
                        ἐδέξατο. Τοσοῦτον τῆς τοῦ μεγάλου Πέτρου διδασκαλίας ἀπώνατο: καὶ διπλῆν
                        ἐδέξατο θεραπείαν, καὶ τῷ σώματι τὴν ἰατρείαν μαστεύουσα, καὶ τὴν τῆς ψυχῆς
                        προσεκτήσατο εὐεξίαν. </p><p>Τοιαῦτα καὶ λέγων ἐκεῖνος ἐνήργει, καὶ προσευχόμενος ἴσχυεν. </p><p>Ἄλλοτε δὲ οἰκέτην ὀψοποιὸν ὑπό τινος πονηροῦ δαίμονος ἐνοχλούμενον
                        ἀπαγαγοῦσα, τῆς παῤ αὐτοῦ τυχεῖν ἐπικουρίας ἱκέτευε. Προσευξάμενος δὲ ὁ
                        θἑ??ʼ ἀνὴρ, ἐκέλευσε τῷ δαίμονι τῆς κατὰ τοῦ θείου ποιήματος ἐξουσίας τὴν
                        αἰτίαν εἰπεῖν. Ὁ δὲ, καθάπερ <milestone unit="mignepage" n="1384-c"/>τις
                        ἀνδροφόνος ἣ τοιχωρύχος πρὸ δικαστικοῦ βήματος ἑστὼς, καὶ λέγειν ἃ δέδρακε
                        προσταττόμενὁ??ʼ, οὕτως ἅπαντα διεξῄει, παρὰ τὸ εἰωθὸς ὑπὸ δέους ἀληθεύειν
                        ἀναγκαζόμενος, καὶ ἔφασκεν ἐν Ἡλιουπόλει τὸν μὲν τοῦ οἰκέτου ἀῤῥωστῆσαι
                        δεσπότην, τὴν δέ γε δέσποιναν τῷ ὁμόζυγι ἅτε δὴ ἀῤῥωστοῦντι παρακαθῆσθαι:
                        τὰς δὲ παιδίσκας τῆς οἰκίας, ἱν ᾖ κατέμενον, τῶν ἐν Ἀντιοχείᾳ φιλοσοφούντων
                        μοναχῶν διηγεῖσθαι τὸν βίον, καὶ ὅσην κατὰ δαιμὅ??ʼ ἔχουσι τὴν ἰσχύν. Εἶτα
                        ταύτας, οἷα δὴ κόρας παιδιᾷ χαιρούσας, ὑποκρίνεσθαι τὰς δαιμονιώσας καὶ
                        μεμηνυίας, αὑτὸν δὲ ἐκεῖνον τὸν οἰκέτην σισύραν περιβαλλόμενον, μοναχικῶς
                        ἐξορκίζειν ἐκείνας. ʽΤούτων, φησὶν, ἐπιτελουμένων, παρὰ τὴν θύραν ἑστὼς, καὶ
                        τοὺς ἀλαζονικοὺς περὶ τῶν μοναχῶν λόγους οὐκ <milestone unit="mignepage" n="1384-d"/>ἐνεγκὼν, τῇ πείρᾳ μαθεῖν ἠβουλήθην, ἣν ἔχειν ἐκείνους
                        ἐνεανιεύσαντο δύναμιν. Τούτου εἵνεκα τὰς παιδίσκας καταλιπὼν, εἰς τοῦτον
                        ἐμαυτὸν εἰσέφρησα, μαθεῖν ἐθελήσας, ὅπως ὑπὸ τῶν μοναχῶν ἐξελαύνομαι. </p><p>Καὶ νῦν, ἔφη, μεμάθηκα, καὶ πείρας ἑτέρας οὐ δέομαι: παραυτίκα δὲ σοῦ
                        κελεύοντος ἔξειμι.ʼ Ταῦτα λέγων ἐδραπέτευε, καὶ τῆς ἐλευθερίας ὁ οἰκέτης
                        ἀπήλαυε. Καὶ ἕτερον δὲ ἄγροικον τῆς μητρὸς μὲν ἡ μήτηρ, ἐμὴ δὲ τιτθὴ,
                        δαιμονῶντα προσαγαγοῦσα ἐπαμῦναι παρεκάλει τὸν τῆς κακίας ἀντίπαλον. Ὁ δὲ
                        πάλιν ἐπυνθάνετο, πόθεν τε εἴη, καὶ παρὰ τίνος ἔλαβε τὴν κατὰ τοῦ θείου
                        ποιήματος ἐξουσίαν, Ὡς <pb n="1385"/>
                        <milestone unit="mignepage" n="1385-a"/> δὲ σιγῶν ἐκεῖνος εἱστήκει τὴν
                        ἀπόκρισιν μὴ ποιούμενος, τὰ γόνατα κλίνας προσηύχετο, καὶ τὸν Θεὸν ἠντιβόλει
                        δεῖξαι τῷ ἀλιτηρίῳ τῶν οἰκείων θεραπόντων τὴν δύναμιν. Καὶ πάλιν ἀνίστατο,
                        καὶ πάλιν ἐκεῖνος ἀντιτείνων ἐσίγα, καὶ ταῦτα μέχρις ἐννάτης ἐγίνετο. Ἐπειδὴ
                        δὲ θερμοτέραν καὶ σπουδαιοτέραν τῷ Δεσπότῃ προσενήνοχε προσευχὴν, ἀναστὰς
                        ἔλεγε πρὸς τὸν ἀλιτήριον: ʽΟὔ σοι ἐπιτάττει Πέτρος, ἀλλ̓ ὁ Πέτρου Θεός:
                        ἀπόκριναι τοίνυν ὑπὸ τῆς ἐκείνου δυνάμεως καταναγκαζόμενος.ʼ ᾘδέσθη, καίπερ
                        ἀναίσχυντος ὣν, ὁ ἀλάστωρ τὴν τοῦ ἁγίου ἐπιείκειαν, καὶ φωνῇ μεγίστῃ
                        χρησάμενος ἐβόα, ὡς τῷ ὄρει μὲν τῷ Ἀμανῷ σχολάζοι: ʽΤοῦτον δὲ κατὰ τὴν ὀδὸν
                        θεασάμενος ὕδωρ ἀπό τινος πηγῆς ἀρυόμενόν <milestone unit="mignepage" n="1385-b"/>τε καὶ πίνοντα, ἠθέλησα οἰκητήριον οἰκεῖον ποιήσασθαι.
                            <milestone unit="mignepage" n="1385-b"/>— Ἀλλ̓ ἔξιθι, ἔλεγεν ὁ τοῦ Θεοῦ
                        ἄνθρωπος, τοῦ σταυρωθέντος ὑπὲρ τῆς οἰκουμένης τοῦτό σοι παρεγγυῶντος.ʼ
                        Ἤκουεν ἐκεῖνος, καὶ ἔφευγε, καὶ τῆς λύττης ἐλεύθερος ἀπεδίδοτο τῇ τιτθῇ ὁ
                        γεωργός. </p><p>Καὶ ἕτερα δὲ μυρία τῆς μακαρίας ἐκείνης ψυχῆς τοιαῦτα ἔχων διηγήματα,
                        παραλείψω τὰ πλεῖστα, τῶν πολλῶν δεδιὼς τὴν ἀσθένειαν: εἰς σφᾶς γὰρ
                        ἀφορῶντες, ταῖς τῶν θείων ἀνδρῶν ἀπιστοῦσι θαυματουργίαις. </p><p>Ἕν δὲ ἢ δύο διηγησάμενος, ἐφ̓ ἕτερον ἀγωνιστὴν μεταβήσομαι. </p><p>Ἦν τις ἀκόλαστος, στρατηγὸς ἐν τοῖς ἄνω χρόνοις. </p><p>Κόρη τοίνυν τις ἀπειρόγαμος, ὥραν ἔχουσα γάμου, ὑπὸ τὴν τούτου δεσποτείαν
                        τελοῦσα, τὴν μητέρα καταλιποῦσα, καὶ τοὺς οἰκείους, εἰς γυναικονῖτιν
                        κατ̔??ʼῳυγε συμμορίαν ἔχουσαν ἀθλητῶν. Ἀγωνίζονται γὰρ καὶ γυναῖκες τοῖς
                        ἀνδράσι παραπλησίως, καὶ εἰς τὸ τῆς ἀρετῆς καταβαίνουσι στάδιον. Ταύτης
                        μαθὼν ὁ στρατηγὸς τὴν φυγὴν, ἐμαστίγου τὴν μητέρα καὶ ἐκρεμάννυ: καὶ οὐ
                        πρότερον ἀφῆκε δεσμῶν, ἕως τὸ τῶν εὐσεβῶν γυναικῶν ὑπέδειξε καταγώγιον. Τῇ
                        λύττῃ τοίνυν τῇ οἰκείᾳ χρησάμενος, ἥρπασεν ἐκεῖθεν <milestone unit="mignepage" n="1385-c"/>τὴν κόρην, καὶ εἰς τὴν οἰκείαν οἰκίαν
                        ἐπανήγαγε: καὶ ἤλπισεν ὁ δείλαιος τὴν οἰκείαν κορέσειν ἀκολασίαν. Ἀλλ̓ ὁ τὸν
                        Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς ἐτάσας περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραὰμ,
                        καὶ ἀνέπαφον φυλάξας τὴν σώφρονα, καὶ τοὺς Σοδομίτας πατάξας ἀορασίᾳ,
                        ἐμπαροινεῖν ὡς ξένοις τοῖς ἀσωμάτοις ἐπιχειρήσαντας, οὗτος καὶ τούτου τὸ
                        ὀπτικὸν ἀορασίᾳ βαλὼν, ἐκ μέσου τῶν δικτύων τὸ θήραμα διαφυγεῖν παρεσκεύασε:
                        καὶ εἰς τὸν θάλαμον αὐτὸς μὲν εἰσῄει, ἐκείνη δὲ ἔνδον διαφυλαττομένη
                        παραυτίκα ἐξῄει καὶ φροῦδος ἦν, καὶ τὸ τριπόθητον αὐτῇ κατέλαβε καταγώγιον.
                        Οὕτω μαθὼν ὁ ἀνόητος, ὡς τῆς τὸν θεῖον μνηστῆρα προελομένης οὐ περιέσται,
                        ἡσυχίαν ἄγειν ἠναγκάζετο, οὐκέτι τὴν ἁλοῦσαν καὶ θείᾳ δυνάμει διαφυγοῦσαν
                        ἐπιζητῶν. </p><p>Αὕτη χρόνου διελθόντος παθήματι περιέπεσε χαλεπῷ: <milestone unit="mignepage" n="1385-d"/>καρκ̔??ʼνος δὲ τὸ πάθος ἦν: τῷ δὲ μαστῷ ἐξογκουμένῳ καὶ ἡ
                        ὀδύνη συνηύξετο. Ἀλλὰ τὸν μέγαν ἐκάλει Πέτρον ἐν τῇ τῆς ὀδύνης ἀκμῇ, καὶ
                        ἔφασκεν εὐθὺς τῆς ἱερᾶς ἐκείνης φωνῆς εἰς τὰ ὦτα βαλλομένης, πᾶσαν ἐκείνην
                        τὴν ὀδύνην κοιμίζεσθαι, καὶ μηδὲ βραχεῖαν αἴσθησιν ἐκεῖθεν ἀνιαρὰν
                        ὑποδέχεσθαι. Τούτου χάριν αὐτὸν καὶ συχνότερον μεταπεμπομένη ψυχαγωγίας
                        ʽ??ʼπήλαυεν. Ἅπαντα γὰρ ἔλεγε τὸν τῆς ἐκείνου παρουσίας καιρὸν παντελῶς τὰς
                        ἀλγηδόνας ἀφίστασθαι. <pb n="1388"/>
                        <milestone unit="mignepage" n="1388-a"/> Ἀλλ̓ ἐκείνην μὲν οὕτως ἀγωνισαμένην
                        μετὰ τῶν ἐπινικίων ἐπαίνων τοῦδε τοῦ βίου προέπεμψε. Πάλιν δὲ τὴν μητέρα τὴν
                        ἐμὴν, μετὰ τὰς ἐμὰς ὠδῖνας παῤ αὐτοῦ γενομένην τοῦ θανάτου τἀς πύλας, ὑπὸ
                        τῆς τιτθῆς λιπαρηθεὶς ἀφικόμενος, ἐξήρπασε τῶν τοῦ θανάτου χειρῶν. Ἔκειτο
                        γὰρ, ὥς φασιν, ἀπειρηκότων μὲν τῶν ἰατρῶν, τῶν δὲ οἰκείων ὀλοφυρομένων, καὶ
                        προσδεχομένων τὸ τέλος, μεμυκότας ἔχουσα τοὺς ὀφθαλμοὺς, λάβρῳ πυρετῷ
                        κατεχομένη, οὐδένα τῶν συνήθων ἐπιγινώσκουσα. Ὡς δὲ ἧκεν ὁ τῆς ἀποστολικῆς
                        καὶ προσηγορίας ἠξιωμένος καὶ χάριτος, καὶ, ʽΕἰρήνη σοι, τεκνίον,ʼ ἐφθέγξατο
                        ʽτοῦτο γὰρ ἦν αὐτῷ πρόσρημἀ, παραυτίκα λέγεται καὶ τὰ βλέφαρα ἀναπτύξαι, καὶ
                        ἀτενὲς εἰς αὐτὸν ἰδεῖν, καὶ τῆς εὐλογίας τὸν καρπὸν ἐπαγγεῖλαι. </p><p>Ὡς δὲ ἀνολώλυξε τῶν γυναικῶν ὁ χορὸς, ʽἀθυμία <milestone unit="mignepage" n="1388-b"/>γὰρ καὶ εὐθυμία κατὰ ταυτὸν ἐκράθησαν̓, καὶ τὴν βοὴν ἐκείνην
                        εἰργάσαντο, παρεγγυᾷ ὁ θεῖος ἅνθρωπος κοινωνῆσαι αὐτῷ τῆς προσευχῆς ἁπάσας:
                        οὕτω γὰρ ἔλεγε καὶ τὴν Ταβίθαν τῆς σωτηρίας τετυχηκέναι: τῶν μὲν χηρῶν
                        ὀδυρομένων, τοῦ δὲ μεγάλου Πέτρου τὰ ἐκείνων δάκρυα προσφέροντος τῷ Θεῷ. </p><p>Ἱκέτευον ὡς ἐκέλευσε, καὶ ἐλάμβανον ὡς προείρηκε. </p><p>Τέλος γὰρ τῆς εὐχῆς δεξαμένης, τέλος καὶ ἡ νόσος ἐδέχετο, καὶ ἱδρὼς πάντοθεν
                        ἐξαίφνης ἔῤῥει, καὶ τὸ πῦρ ἐκεῖνο ἐσβέννυτο, καὶ τὰ τῆς ὑγείας ἀνεφαίνετο
                        σημεῖα. Τοιαῦτα καὶ ἐν τοῖς ἡμετέροις χρόνοις διὰ τῶν ἰδίων αὐτοῦ θεραπόντων
                        ὁ Δεσπότης θαυματουργεῖ. </p><p>Τούτου καὶ ὁ χρὼς τῶν ἱματίων τῷ θειοτάτῳ Παύλῳ παραπλησίως ἐνήργει: καὶ
                        τοῦτο οὐχ ὑπερβολῇ τινι χρώμενος τέθεικα, ἀλλὰ τὴν ἀλήθειαν συνομολογοῦσαν
                        ἔχων. Τὴν γὰρ οἰκείαν ζώνην διχῆ τεμὼν ʽπλατεῖα δὲ ἦν καὶ μακρὰ, ἀπὸ λίνου
                        παχέος πεπλεγμένἠ, τῷ μὲν ἡμίσει ταύτης τὴν οἰκείαν <milestone unit="mignepage" n="1388-c"/>ὀσφὺν, τῷ ἑτέρῳ δὲ διέζωσε τὴν ἐμήν. Ταύτην
                        πολλάκις μὲν ἐμοὶ νοσοῦντι ἐπιθεῖσα ἡ μήτηρ, πολλάκις δὲ τῷ πατρὶ, τὴν νόσον
                        ἀπήλασε: καὶ αὑτὴ δὲ τούτῳ τῷ φαρμάκῳ πρὸς ὑγείαν ἐχρήσατο. Πολλοὶ δὲ καὶ
                        τῶν γνωρίμων τοῦτο μεμαθηκότες συνεχῶς εἰς ἐπικουρίαν τῶν νοσούντων τὴν
                        ζώνην ἐλάμβανον: καὶ πανταχοῦ τῆς ἐκείνου χάριτος ἐδίδασκε τὴν ἐνέργειαν. </p><p>Οὕτω τις αὐτὴν λαβὼν τοὺς δεδωκότας ἐστέρησεν, ἀγνώμων περὶ τοὺς εὐεργέτας
                        γενόμενος: τοῦτον τὸν τρόπον ἐκείνης τῆς δωρεᾶς ἐγυμνώθημεν. </p><p>Οὕτω λάμψας, καὶ τὴν Ἀντιόχου ταῖς ἀκτῖσι φωτίσας, ἔξω τῶν ἀγώνων ἐγένετο,
                        τὸν ἀποκείμενον τοῖς νικηφόροις στέφανον ἀναμένων. Ἐγὼ δὲ ἧς περιόντος
                        ἀπήλαυσα εὐλογίας, ταύτης καὶ νῦν ἀπολαῦσαι καθικετεύσας, πέρας ἐπιθήσω καὶ
                        τῷδε τῷ διηγήματι. </p></div></div></body></text></TEI>