<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg4089.tlg004.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="25"><head>ε</head><p><milestone unit="mignepage" n="1464-b"/>Ταύτης ἐστὶ τῆς συμμορίας καὶ
                        Ἀσκληπιὸς ὁ θαυμάσιος, δέκα μὲν σταδίους ἀφεστηκὼς, τὴν αὐτὴν δὲ πολιτείαν
                        ἐζηλωκώς. Καὶ τροφὴ γὰρ αὐτῷ ἡ αὐτὴ, καὶ ἐσθὴς, καὶ ἤθους μετριότης, καὶ
                        φιλοξενία, καὶ φιλαδελφία, ἡμερότης τε καὶ πραότης, καὶ ἡ πρὸς τὸν Θεὸν
                        ὁμιλία, καὶ ἡ ἀκροτάτη πενία: πρὸς τούτοις καὶ ἡ τῆς ἀρετῆς περιουσία, καὶ
                        τῆς φιλοσοφίας ὁ πλοῦτος, καὶ τἄλλα πάντα, ὅσα περὶ τῆς ἱερᾶς ἐκείνης
                        διεξήλθομεν κεφαλῆς. Φασὶ δὲ αὐτὸν, καὶ ἡνίκα τοῖς τὴν κώμην οἰκοῦσιν
                        ἀδελφοῖς συγκατείλεκτο, τὸν ἀσκητικὸν καὶ κόσμιον ἀσπάσασθαι βίον, καὶ
                        μηδεμίαν ἐκ τῆς τῶν πολλῶν ἐπιμιξίας λώβην ἑλκ̔??ʼσαι. </p><p>Ἐν ἑκατέρῳ τοίνυν διαπρέψας βίῳ, τῷ τε πολιτικῷ. καὶ ἐρημικῷ, διπλῶν εἰκότως
                        καὶ τῶν στεφάνων ἀξιωθήσεται. Πολλοὶ δὲ καὶ ἄλλοι τὴν τούτου ἐζήλωσαν
                        ἀρετὴν, καὶ πλήρης οὐχ ἡ ἡμετέρα μόνη, <milestone unit="mignepage" n="1464-c"/>ἀλλὰ καὶ αἱ γειτονεύουσαι πόλεις καὶ κῶμαι, τῆς τοιᾶσδε
                        φιλοσοφίας. Εἶς δὲ τούτων ἐστὶ καὶ ὁ θειότατος Ἰάκωβος, ἐν οἰκίσκῳ τινὶ
                        καθειργμένος παρὰ κώμῃ Νιμουζᾶν καλουμένῃ: ὅς καὶ παῤ αὐτὸ ʽ??ʼν τοῦ βίου τὸ
                        τέρμα ʽἐτῶν γάρ ἐστι πλειόνων ἦ ἐννενήκοντἀ, μόνος καθεῖρκται, διά τινος
                        βραχέος ὀρύγματος ἑλικοειδῶς ὀρωρυγμένου τὰς ἀποκρίσεις ποιούμενος, οὐχ
                        ὁρώμενος δὲ, καὶ οὔτε πυρὶ χρώμενος, οὔτε λυχνιαίου φωτὸς ἀπολαύων. Ἐμὲ δὲ
                        δὶς τὴν θύραν ἀνοίξας ἔσω γενέσθαι προσέταξε, ταύτῃ με τιμήσας, καὶ ἤν ἔχει
                        περὶ ἐμὲ στοργὴν ἐπιδείξας. </p><p>Οἱ μὲν οὖν ἔτι περιόντες τῶν παῤ ἐμοῦ λόγων οὐ δέονται. Δύνανται γὰρ, εἰ
                        ἐθελήσωσιν, αὐτόπται τῆς τούτων γενέσθαι φιλοσοφίας. Τοῖς δ̓ ἐσομένοις, καὶ
                        τῆς τούτων οὐ μεταλαγχάνουσι θέας, ἀρκεῖ καὶ ταῦτα εἰς ὠφέλειαν, τῆς τούτων
                        φιλοσοφίας τὸν χαρακτῆρα <milestone unit="mignepage" n="1464-d"/>δεικνύντα.
                        Ἐνταῦθα τοίνυν καὶ τὸν περὶ τούτων συμπεράνας λόγον, καὶ τῆς εὐλογίας τὴν
                        ἀντίδοσιν ἐπαγγείλας, ἐφ̓ ἕτερον διήγημα μεταβήσομαι. </p></div><div type="textpart" subtype="chapter" n="26"><head>ς</head><p> Συμεώνην τὸν πάνυ, τὸ μέγα θαῦμα τῆς οἰκουμένης, ἴσασι μὲν ἄπαντες οἱ τῆς
                        Ῥωμαίων ἡγεμονίας <pb n="1465"/>
                        <milestone unit="mignepage" n="1465-a"/> ὑπήκοοι: ἔγνωσαν δὲ καὶ Πέρσαι, καὶ
                        Μῆδοι, καὶ Αἰθίοπες, καὶ πρὸς Σκύθας δὲ τοὺς Νομάδας ἡ φήμη διαδραμοῦσα, τὴν
                        τοῦδε φιλοπονίαν καὶ φιλοσοφίαν ἐδίδαξεν. Ἐγὼ δὲ καὶ πάντας, ὡς ἔπος εἰπεῖν,
                        ἀνθρώπους μάρτυρας ἔχων τῶν ὑπὲρ λόγον ἀγώνων, δέδοικα τὸ διήγημα, μὴ τοῖς
                        ἐσομένοις μῦθος εἷναι δόξῃ, πάμπαν τῆς ἀληθείας γεγυμνωμένος. </p><p>Ὑψηλότερα γὰρ τῆς ἀνθρωπείας φύσεως τὰ γινόμενα. Φιλοῦσι δὲ οἱ ἄνθρωποι τῇ
                        φύσει μετρεῖν τὰ λεγόμενα: εἰ δέ τι τῶν ταύτης ὄρων ἐπέκεινα λέγοιτο, ψευδὴς
                        τοῖς τῶν θείων ἀμυήτοις ὁ λόγος νομίζεται. Ἐπειδὴ δὲ τῶν εὐσεβούντων γῆ καὶ
                        θάλασσα πλήρης, τά τε θεῖα πεπαιδευμένων, καὶ τοῦ παναγίου Πνεύματος τὴν
                        χάριν δεδιδαγμένων, τοῖς λεχθησομένοις οὐκ ἀπιστήσουσιν, ἀλλὰ καὶ μάλα
                            <milestone unit="mignepage" n="1465-b"/>πιστεύσουσι: προθύμως καὶ
                        θαῤῥαλέως ποιήσομαι τὴν διήγησιν. Ἄρξομαι δ̓ ἐκεῖθεν, ὅθεν καὶ τῆς ἄνω
                        κλήσεως ἠξιώθη. </p><p>Κώμη τίς ἐστιν ἐν μεθορίῳ τῆς ἡμετέρας καὶ τῆς Κιλίκων χώρας διακειμένη:
                        Σισὰν δὲ αὐτὴν ὀνομάζουσιν. </p><p>Ἐκ ταύτης ὁρμώμενος, ποιμαίνειν τὸ πρῶτον ὑπὸ τῶν γεγεννηκότων ἐδιδάσκετο
                        θρέμματα, ἵνα κατὰ τοῦτο τοῖς μεγάλοις ἀνδράσι συμφέρηται, Ἰακὼβ τῷ
                        πατριάρχῃ, καὶ Ἰωσὴφ τῷ σώφρονι, καὶ Μωϋσῇ τῷ νομοθέτῃ, καὶ Δαυῒδ τῷ βασιλεῖ
                        καὶ προφήτῃ, καὶ Μιχαίᾳ τῷ προφήτῃ, καὶ τοῖς κατ̓ ἐκείνους θεσπεσίοις
                        ἀνδράσι. Νιφετοῦ δέ ποτε πολλοῦ γενομένου, καὶ τῶν προβάτων ἔνδον μένειν
                        ἠναγκασμένων, ἀνακωχῆς ἀπολαύσας, εἰς τὸν θεῖον νεὼν μετὰ τῶν φυσάντων
                        ἀφίκετο. Ταῦτα δὲ τῆς ἱερᾶς αὐτοῦ διηγουμένης ἀκήκοα γλώττης. Ἔφη τοίνυν τῆς
                        εὐαγγελικῆς ἀκηκοέναι φωνῆς, μακαριζούσης <milestone unit="mignepage" n="1465-c"/>μὲν τοὺς κλαίοντας καὶ πενθοῦντας, ἀθλίους δὲ τοὺς γελῶντας
                        ἀποκαλούσης, καὶ ζηλωτοὺς ὀνομαζούσης τοὺς τὴν ψυχὴν καθαρὰν κεκτημένους,
                        καὶ τἄλλα ὅσα τούτοις συνέζευκται. Εἶτα ἐρέσθαι τινὰ τῶν παρόντων, τί ἄν τις
                        ποιήσας τούτων ἕκαστον κτήσαιτο: τὸν δὲ τὸν μοναδικὸν αὐτῷ βίον ὑπαγορεῦσαι,
                        καὶ τὴν ἄκραν ἐκείνην ὑποδεῖξαι φιλοσοφίαν. </p><p>Δεξάμενος τοίνυν τοῦ θείου λόγου τὰ σπέρματα, καὶ ταῖς βαθείαις τῆς ψυχῆς
                        αὔλαξι ταῦτα καλῶς κατακρύψας, εἰς τὸν πελάζοντα τῶν ἁγίων μαρτύρων ἔφη
                        δεδραμηκέναι σηκόν. Ἐν τούτῳ δὲ τῇ γῇ τὰ γόνατα καὶ τὸ μέτωπον προσερεῖσαί
                        τε, καὶ ἱκετεῦσαι τὸν πάντας ἀνθρώπους σώζειν ἐθέλοντα, ποδηγῆσαι αὐτὸν πρὸς
                        τὴν τελείαν τῆς εὐσεβείας ὀδόν. Ἐπὶ πολὺ δὲ τοῦτον διατρίψαντι τὸν τρόπον,
                        ὕπνον μὲν αὐτῷ προσγενέσθαι τινὰ γλυκὺν, ὄναρ <milestone unit="mignepage" n="1465-d"/>δὲ τοιόνδε θεάσασθαι: <q>Ὀρύττειν, φησὶν, ἐδόκουν θεμέλια,
                            εἶτά τινος ἑστῶτος ἀκούειν, ὡς ἔτι με βαθύνειν τὸ ὄρυγμα δεῖ:
                            προστεθεικὼς τοίνυν ὡς ἐκέλευσε βάθος, πάλιν ἐπειρώμην διαναπαύεσθαι:
                            ἀλλὰ καὶ αὖθίς μοι ὀρύττειν προσέταττε, καὶ μὴ λήγειν τοῦ πόνου. Τρὶς δέ
                            μοι τοῦτο καὶ τετράκις παρεγγυήσας, τέλος ἀποχρώντως ἔχειν ἔφη τὸ βάθος,
                            καὶ οἰκοδομεῖν ἀπόνως ἐκέλευσε τὸ λοιπὸν, ὡς τοῦ <pb n="1468"/>
                            <milestone unit="mignepage" n="1468-a"/> πόνου λωφήσαντος, καὶ τῆς
                            οἰκοδομίας ἐσομένης εὐκόλως.</q> Ταύτῃ τῇ προῤῥήσει τὰ πράγματα
                        μαρτυρεῖ: πέρα γὰρ τῆς φύσεως τὰ γινόμενα. Ἐκεῖθεν ἀναστὰς ἀσκητῶν τινων
                        γειτονευόντων κατέλαβε καταγώγιον. Δὐο δὲ αὐτοῖς συνδιαγαγὼν ἔτη, καὶ τῆς
                        τελειοτέρας ἀρετῆς ἐρασθεὶς, Τελεδὰν ἐκείνην τὴν κώμην κατέλαβεν, ἧς καὶ
                        πρόσθεν ἐμνήσθημεν, παῤ ἢν οἱ μεγάλοι καὶ θεῖοι ἄνδρες, Ἀμμιανὸς καὶ
                        Εὐσέβιος, τὴν ἀσκητικὴν παλαίστραν ἐπήξαντο. Ἀλλ̓ οὐκ εἰς ταύτην ὁ θεσπέσιος
                        Συμεώνης ἀφίκετο, ἀλλ̓ εἰς τὴν ἑτέραν τὴν ἐκ ταύτης βλαστήσασαν. Εὐσεβώνας
                        γὰρ καὶ Ἀβιβίων, τῆς Εὐσεβίου τοῦ μεγάλου διδασκαλίας ἱκανῶς ἀπολαύσαντες,
                        τόδε τὸ τῆς φιλοσοφίας ᾠκοδομήσαντο φροντιστήριον. Ὁμογνώμονες <milestone unit="mignepage" n="1468-b"/>δὲ διὰ βίου καὶ ὁμότροποι γεγονότες, οἱονεὶ
                        μίαν ψυχὴν ἐν δύο σώμασιν ἐπιδείξαντες, πολλοὺς ἔσχον τοῦ βίου συνεραστάς.
                        Τούτων δὲ μετ̓ εὐκλείας ὑπεξελθόντων τὸν βίον, Ἡλιόδωρος ὁ θαυμάσιος τὴν τῶν
                        συνοίκων ἡγεμονίαν ἐδέξατο: ὃς πέντε καὶ ἐξήκοντα ἔτη διαβιώσας, δύο καὶ
                        ἐξήκοντα ἔνδον καθειργμένος διετέλεσεν ἔτη: τρία γὰρ ἔτη παρὰ τοῖς
                        γεγεννηκόσι τραφεὶς, εἰς τὴν ἀγέλην εἰσελήλυθε ταύτην, οὐδὲν τῶν ἐν τῷ βίῳ
                        γιγνομένων θεασάμενος πώποτε. Ἔφασκε δὲ, μηδ̓ αὐτὸ εἰδέναι τῶν χοίρων, ἢ τῶν
                        ἀλεκτρυόνων, ἢ τῶν ἄλλων τῶν τοιούτων τὸ εἶδος. Τούτου κἀγὼ πολλάκις τῆς
                        θέας ἀπήλαυσα, καὶ τῶν τρόπων ἐθαύμασα τὴν ἀπλότητα, καὶ ὑπερηγάσθην μάλα
                        τὴν τῆς ψυχῆς καθαρότητα. Πρὸς τοῦτον ἀφικόμενος ὁ πένταθλος οὗτος τῆς
                        εὐσεβείας ἀγωνιστὴς, δέκα μὲν διετέλεσεν <milestone unit="mignepage" n="1468-c"/>ἀγωνιζόμενος ἔτη: ὀγδοήκοντα δὲ συναγωνιστὰς ἔχων,
                        ὑπερηκόντισεν ἅπαντας: καὶ τῶν ἄλλων διὰ δύο ἡμερῶν ἀπολαυόντων τροφῆς,
                        πᾶσαν ἄσιτος οὗτος τὴν ἑβδομάδα διέμεινε. Δυσχεραινόντων μὲν τῶν
                        προστατευόντων, καὶ ζυγομαχούντων ἀεὶ, καὶ ἀταξίαν τὸ πρᾶγμα καλούντων, οὐ
                        πειθόντων δὲ τοῖς λεγομένοις, οὐδὲ χαλινοῦν δυναμένων τὴν προθυμίαν. </p><p>Ἥκουσα δὲ αὐτοῦ ἐκείνου διηγουμένου καὶ τοῦ νῦν τῆς αὐτῆς ἀγέλης
                        ἡγεμονεύοντος, ὡς σχοινίον ποτὲ ἀπὸ φοινίκων κατεσκευασμένον λαβὼν
                        ʽτραχυτάτη δὲ αὕτη λίαν καὶ χερσὶ προσψαυούσαισ̓, διέζωσε τὴν ὀσφὺν, ὁ??ʼτ̓
                        ἔξωθεν περιθεὶς, ἀλλ̓ αὐτῷ προσφύσας τῷ δέρματι: καὶ οὕτω λίαν συνέσφιγξεν,
                        ὡς ἅπαν ἐκεῖνο ἐν κύκλῳ τὸ μέρος ἑλκῶσαι, ᾧ περιέκειτο. </p><p>Ὡς δὲ πλείους ἣ δέκα ἡμέρας τοῦτον διετέλεσε τὸν τρόπον, καὶ τὸ ἕλκος
                        χαλεπώτερον γιγνόμενον, αἵματος ἠφίει σταγόνας, ἤρετό τις αὐτὸν θεασάμενος,
                            <milestone unit="mignepage" n="1468-d"/>τίς ἡ αἰτία τοῦ αἵματος: τοῦ δὲ
                        μηδὲν ἔχειν ἀνιαρὸν λέγοντος, βιασάμενος ὁ συναγωνιστὴς καὶ τὴν χεῖρα
                        ἐνέβαλε, καὶ τὴν αἰτίαν κατέμαθε, καὶ ταύτην τῷ προστατεύοντι κατεμήνυσεν.
                        Αὐτίκα τοίνυν καὶ ἐπιτιμῶν, καὶ παρακαλῶν, καὶ τοῦ πράγματος τὴν ὠμότητα
                        διαβάλλων, μόλις ἐκεῖνον διέλυσε τὸν δεσμόν. Ἀλλ̓ οὐδ̓ οὕτως ἔπεισε
                        θεραπείαν τινὰ ἐκείνῳ τῷ ἕλκει προσενεγκεῖν. Ἄλλα δὲ τοιἁ??ʼτα δρῶντα
                        ὁρῶντες, ἀναχωρεῖν τῆς παλαίστρας ἐκείνης ἐκέλευον, ὡς ἃν μὴ τοῖς
                        ἀσθενέστερον τὸ σῶμα <pb n="1469"/>
                        <milestone unit="mignepage" n="1469-a"/> διακειμένοις, καὶ ζηλοῦν τὰ ὑπὲρ
                        δύναμιν πειρωμένοις, βλάβης αἴτιος γένοιτο. Ἐξελθὼν τοίνυν, καὶ τὰ ἐρημότερα
                        τοῦ ὅρους καταλαβὼν, καὶ λάκκον τινὰ εὑρὼν ἄνυδρον, καὶ οὐ λίαν βαθὺν,
                        καθῆκεν εἰς τοῦτον ἑαυτὸν, καὶ τῷ Θεῷ. τὴν ὑμνῳδίαν προσέφερε. </p><p>Πέντε δὲ διαγενομένων ἡμερῶν, μεταμεληθέντες οἱ τῆς παλαίστρας ἐκείνης
                        ἡγεμόνες, δύο τινὰς ἐξέπεμψαν, ἐπιζητῆσαί τε αὐτὸν καὶ ἀγαγεῖν ἐπιτρέψαντες.
                        Τοιγάρτοι τὸ ὅρος οὗτοι περινοστήσαντες, ἤροντό τινας ἐκεῖ θρέμματα
                        νέμοντας, εἴ τινα ἐθεάσαντο τοιόνδε χρῶμα ἔχοντα, καὶ σχῆμα περικείμενον. Ὡς
                        δὲ τὸν λάκκον οἱ ποιμένες ὑπέδειξαν. πολλὰ μὲν εὐθὺς κατεβόησαν: σχοινίον δὲ
                        εὐθὺ κομίσαντες, σὺν πολλῷ αὐτὸν ἀνιμήσαντο πόνῳ. </p><p>Οὐ γὰρ τῇ καθόδῳ παραπλησίως ἡ ἄνοδός ἐστιν εὐπετής. Ὀλίγον τοίνυν παῤ
                        ἐκείνοις διατρίψας <milestone unit="mignepage" n="1469-b"/>χρόνον, εἰς
                        Τελάνισσον ἀφίκετο κώμην, τῇ κορυφῇ ἐφ̓ ᾗ νῦν ἕστηκεν ὑποκειμένην. Ἐν ταύτῃ
                        μικρὸν οἰκίσκον εὑρὼν, τρία καθειργμένος διετέλεσεν ἔτη. </p><p>Αὔξειν δὲ ἀεὶ τῆς ἀρετῆς τὸν πλοῦτον φιλονεικῶν, ἐπεθύμησε Μωϋσῇ καὶ Ἠλίᾳ
                        τοῖς θείοις ἀνθρώποις παραπλησίως τεσσαράκοντα ἡμέρας ἄσιτος διαμεῖναι. </p><p>Καὶ πείθει τὸν θαυμάσιον Βάσσον, ὅς τηνικαῦτα πολλὰς περιώδευσε κώμας τοῖς
                        κατὰ κώμην ἱερεῦσιν ἐπιστατῶν, μηδὲν ἔνδον μὲν καταλιπεῖν, πηλῷ δὲ
                        καταχρῖσαι τὴν θύραν. Τοῦ δὲ καὶ τὴν δυσκολίαν τοῦ πράγματος ὑπαγορεύοντος,
                        καὶ παραινοῦντος μὴ νομίζειν ἀρετὴν εἶναι τὸν βίαιον θάνατον: κατηγορία γὰρ
                        αὕτη, καὶ μεγίστη. καὶ πρώτη: <q>Ἀλλὰ σύ γε, ἔφη, ὦ Πάτερ, δέκα μοι ἄρτους
                            καὶ στάμνον ὕδατος ἀπόθου, κἂν ἴδω τὸ σῶμα τροφῆς δεόμενον, μεταλήψομαι
                            τούτων.</q> Ἐγένετο ὡς ἐκέλευσε: καὶ τὰ μὲν ἀπετίθετο, ἡ θύρα δὲ τὸν
                        πηλὸν ὑπεδέχετο. </p><p>Μετὰ δὲ τὸ τέλος τῶν ἡμερῶν, ἧκε μὲν ὁ θαυμάσιος <milestone unit="mignepage" n="1469-c"/>ἐκεῖνος καὶ τοῦ Θεοῦ ἄνθρωπος Βάσσος, τὸν δὲ πηλὸν ἀφελὼν,
                        καὶ τῆς θύρας εἴσω γενόμενος, εὗρε μὲν τῶν ἄρτων τὸν ἀριθμὸν, εὗρε δὲ πλήρη
                        καὶ τὸν στάμνον τοῦ ὕδατος, αὐτὸν δὲ ἄπνουν ἐῤῥιμμἕ??ʼον, καὶ οὔτε
                        φθέγγεσθαι, οὔτε κινεῖσθαι δυνάμενον. </p><p>Σπογγιὰν τοίνυν αἰτήσας καὶ ταύτῃ τὸ στόμα διαβρέξας καὶ ἀποκλύσας,
                        προσήνεγκεν αὐτῷ τῶν θείων μυστηρίων τὰ σύμβολα. Καὶ οὕτως διὰ τούτων
                        ἀναῤῥωσθεὶς ἀνέστησέ τε ἑαυτὸν, καὶ τροφῆς μετρίας μετέλαβε, θριδακίνας, καὶ
                        σέρεις, καὶ τὰ τούτοις παραπλήσια, κατὰ βραχὺ διαμασσώμενος, καὶ τῇ γαστρὶ
                        παραπέμπων. Ὑπεραγασθεὶς τοίνυν ὁ μέγας ἐκεῖνος Βάσσος, τὴν οἰκείαν ἀγέλην
                        κατέλαβε, τὸ μέγα τοῦτο διηγούμενος θαῦμα. Πλείοσι γὰρ ἣ διακοσίοις
                        θιασώταις ἐχρῆτο, μήτε κτῆνος ἔχειν, μήτε μύλην ἐπιτρέψας, μήτε χρυσίον
                        προσφερόμενον ὑποδέχεσθαι, μήτε τινὰ ἔξω τῆς θύρας ἰέναι, ἤ τι τῶν ἀναγκαίων
                        ὠνησόμενον, ἤ τινα τῶν γνωρίμων ὀψόμενον: ἀλλ̓ ἔνδον διάγειν, καὶ τὴν ἀπὸ
                        τῆς θείας χάριτος πεμπομένην τροφὴν ὑποδέχεσθαι. Τοῦτον μέχρι καὶ τήμερον
                        τὸν νόμον οἱ θιασῶται φυλάττουσι, <milestone unit="mignepage" n="1469-d"/>καὶ πλείους γενόμενοι τἀς δοθείσας οὐ παρέβησαν ἐντολάς. Ἐγὼ δὲ ἐπὶ τὸν
                        μέγαν διαβήσομαι Συμεώνην. </p><p>Ἐξ ἐκείνου τοίνυν μέχρι καὶ τήμερον ʽὀκτὼ δὲ καὶ εἵκοσι διελήλυθεν ἔτἠ, τὰς
                        τεσσαράκοντα ἄσιτος διαμένει ἡμέρας: ὁ δὲ χρόνος καὶ ἡ μελέτη τοῦ πόνου τὸ
                        πλέον ἐσύλησεν. Εἰώθει μὲν γὰρ τὰς πρώτας <pb n="1472"/>
                        <milestone unit="mignepage" n="1472-a"/> ἡμέρας ἑστάναι, καὶ τὸν Θεὸν
                        ἀνυμνεῖν. Εἶτα τοῦ σώματος διὰ τὴν ἀπαστίαν φέρειν οὐκ ἔτι τὴν στάσιν
                        ἰσχύοντος, καθῆσθαι λοιπὸν, καὶ τὴν θείαν λειτουργίαν ἐπιτελεῖν: τὰς δὲ
                        τελευταίας ἡμέρας καὶ προσκλίνεσθαι. Δαπανωμένης γὰρ κατὰ βραχὺ τῆς ἰσχύος,
                        καὶ ἀποσβεννυμένης, κεῖσθαι ἡμιθανὴς ἠναγκάζετο. </p><p>Ἐπεὶ δὲ ἐπὶ τοῦ κίονος ἔστη, κατιέναι μὲν οὐκ ἠνείχετο, ἐμηχανήσατο δὲ τὴν
                        στάσιν ἑτέρως. </p><p>Δοκὸν γάρ τινα προσδήσας τῷ κίονι, καὶ σχοινίοις πάλιν ἑαυτὸν τῇ δοκῷ
                        προσαρμόσας, τὰς τεσσαράκοντα οὕτω διετέλεσεν ἡμέρας. Μετὰ δὲ ταῦτα πλείονος
                        λοιπὸν τῆς ἄνωθεν χάριτος ἀπολαύσας, οὐδὲ ταύτης ἐδεήθη τῆς βοηθείας, ἀλλ̓
                        ἔστηκε τὰς τεσσαράκοντα ἡμέρας, σιτίων μὲν οὐκ ἀπολαύων, προθυμίᾳ δὲ καὶ
                        θείᾳ ῥωννύμενος χάριτι. Τρία τοίνυν, ὡς ἔφην, ἐν ἐκείνῳ τῷ οἰκίσκῳ
                        διατελέσας ἔτη, τὴν <milestone unit="mignepage" n="1472-b"/>πολυθρύλλητον
                        ταύτην κατέλαβε κορυφὴν, θριγκίον ἐν κύκλῳ γενέσθαι παρεγγυήσας, ἄλυσίν τε
                        ἐκ σιδήρου πήχεων εἴκοσι κατασκευάσας, καὶ ταύτης θατέραν μὲν ἀρχὴν πέτρᾳ
                        μεγίστῃ προσηλώσας, θατέραν δὲ τῷ δεξιῷ ποδὶ προσαρμόσας, ὡς ἃν μηδὲ
                        βουλόμενος ἔξω τῶν ὄρων ἐκείνων ἀπίοι, διῆγεν ἔνδον, διηνεκῶς τὸν οὐρανὸν
                        φανταζόμενος, καὶ τὰ ἄνω τῶν οὐρανῶν θεωρεῖν βιαζόμενος. Οὐ γὰρ ἐκώλυε τῆς
                        διανοίας τὴν πτῆσιν ὁ τοῦ σιδήρου δεσμός. </p><p>Ἐπειδὴ δὲ Μελέτιος ὁ θαυμάσιος, ἐπισκοπεῖν τηνικαῦτα τῆς Ἀντιόχου πόλεως
                        τεταγμένος τὴν χώραν, ἀνὴρ φρονήσει καὶ συνέσει λάμπων, καὶ ἀγχινοίᾳ
                        κεκοσμημένος, περιττὸν ἔφη τὸν σίδηρον, ἀρκούσης τῆς γνώμης λογικὰ τῷ σώματι
                        περιθεῖναι δεσμά: εἶξε μὲν, καὶ τὴν παραίνεσιν εὐπειθῶς εἰσεδέξατο: χαλκέα
                        δὲ κληθῆναι κελεύσας, λῦσαι προσέταξε τὸν <milestone unit="mignepage" n="1472-c"/>δεσμόν. Ἐπειδὴ δὲ καὶ δέρμα τῷ σκέλει προσήρμοστο, ὡς ʽ??ʼν
                        μὴ λωβηθείη ὑπὸ τοῦ σιδήρου τὸ σῶμα, καὶ ἕδει καὶ τοῦτο ʽσυνεῤῥαμμένον γὰρ
                        ἦν̓, διαῤῥαγῆναι, πλείους ἢ εἴκοσι μεγίστους ἔφασαν κόρεις ἐν ἐκείνῳ
                        κατιδεῖν ἐμφωλεύοντας: καὶ τοῦτο ἔφη ὁ θαυμάσιος τεθεᾶσθαι Μελέτιος. Ἐγὼ δὲ
                        ἀπεμνημόνευσα, τὴν πολλὴν τοῦ ἀνδρὸς κἀντεῦθεν καρτερίαν ἐπιδεικνύς. Πιλῆσαι
                        γὰρ τῇ χειρὶ τὸ δέρμα, καὶ διαφθεῖραι πάντας δυνάμενος ῥᾳδίως, τῶν ἀνιαρῶν
                        δηγμάτων ἠνείχετο καρτερῶν, ἐν τοῖς μικροῖς τὴν τῶν μειζόνων ἀγώνων
                        ἀσπαζόμενος γυμνασίαν. </p><p>Τῆς τοίνυν φήμης πάντοσε διαθεούσης, συνέθεον ἅπαντες, οὐχ οἱ γειτονεύοντες
                        μόνον, ἀλλὰ καὶ οἱ πολλῶν ἡμερῶν ἀφεστηκότες ὀδόν: οἱ μὲν παρειμένους τὸ
                        σῶμα προσφέροντες, οἱ δὲ ἀῤῥώστοις ὑγείαν αἰτοῦντες, οἱ δὲ πατέρας γενέσθαι
                        παρακαλοῦντες, <milestone unit="mignepage" n="1472-d"/>καὶ ὅ παρὰ τῆς φύσεως
                        οὐκ ἔλαβον, ἱκέτευον δἰ ἐκείνου λαβεῖν. Λαμβάνοντες δὲ, καὶ τῶν αἰτήσεων
                        ἀπολαύοντες, μετ̓ εὐφροσύνης μὲν ἐπανῄεσαν: κηρύττοντες δὲ τὰς εὐεργεσίας ὧν
                        ἔτυχον, πολλαπλασίους τῶν αὐτῶν δεησομένους ἐξέπεμπον. Οὕτω δὲ πάντων
                        πανταχόθεν ἀφικνουμένων, καὶ πάσης ὁδοῦ ποταμὸν μιμουμένης, πέλαγος ἀνθρώπων
                        ἔστιν ἰδεῖν ἐν ἐκείνῳ συνιστάμενον τῷ χωρίῳ τοὺς πανταχόθεν δεχόμενον
                        ποταμούς. Οὐ γὰρ μόνον οἱ τὴν καθ̓ ἡμᾶς οἰκουμένην οἰκοῦντες συῤῥέουσιν,
                        ἀλλὰ καὶ Ἰσμαηλῖται, καὶ Πέρσαι, καὶ Ἀρμένιοι οἱ τούτων <pb n="1473"/>
                        <milestone unit="mignepage" n="1473-a"/> ὑποχείριοι, καὶ Ἴβηρες, καὶ
                        Ὀμηρῖται, καὶ οἱ ἐκείνων ἐνδότεροι. Ἀφίκοντο δὲ πολλοὶ τὰς τῆς Ἐσπέρας
                        οἰκοῦντες ἐσχατιὰς, Σπάνοι τε καὶ Βρεττανοὶ, καὶ Γαλάται, οἱ τὸ μέσον τούτων
                        κατέχοντες. Περὶ γὰρ Ἰταλίας περιττὸν καὶ λέγειν. Φασὶ γὰρ οὕτως ἕν Ῥώμῃ τῇ
                        μεγίστῃ πολυθρύλλητον γενέσθαι τὸν ἅνδρα, ὡς ἐν ἅπασι τοῖς τῶν ἐργαστηρίων
                        προπυλαίοις εἰκόνας αὐτῷ βραχείας ἀναστῆσαι, φυλακήν τινα σφίσιν αὐτοῖς καὶ
                        ἀσφάλειαν ἐντεῦθεν πορίζοντας. </p><p>Ἐπειδὴ τοίνυν ἀριθμοῦ κρείττους οἱ ἀφικνούμενοι, προσψαύειν δὲ ἅπαντες
                        ἐπεχείρουν, καί τινα εὐλογίαν ἀπὸ τῶν δερματίνων ἐκείνων ἱματίων τρυγᾷν:
                        πρῶτον μὲν τῆς τιμῆς τὸ ὑπερβάλλον ἄτοπον εἶναι νομίζων, ἔπειτα καὶ τοῦ
                        πράγματος τὸ ἐπίπονον δυσχεραίνων, τὴν ἐπὶ τοῦ κίονος ἐμηχανήσατο στάσιν. </p><p>Πρῶτον μὲν ἓξ πήχεων τμηθῆναι κελεύσας, εἶτα δύο καὶ δέκα, μετὰ δὲ ταῦτα δύο
                        καὶ εἴκοσι, νῦν δὲ ἓξ καὶ τριάκοντα: ἀναπτῆναι γὰρ εἰς οὐρανὸν ἐφίεται, καὶ
                            <milestone unit="mignepage" n="1473-b"/>τῆς ἐπιγείου ταύτης ἀπαλλαγῆναι
                        διατριβῆς. Ἐγὼ δὲ οὐδὲ τῆς θεἰας ἅνευ οἰκονομίας ταύτην πιστεύω γενέσθαι τὴν
                        στάσιν. Οὗπερ εἵνεκα τοὺς μεμψιμοίρους παρακαλῶ χαλινῶσαι τὴν γλῶτταν, καὶ
                        μὴ ἐπιτρέπειν ὡς ἔτυχε φέρεσθαι: σκοπεῖν δὲ, ὡς πολλάκις τοιαῦτα ὁ Δεσπότης
                        τῶν ῥᾳθυμοτέρων ἕνεκεν ὠφελείας ἐμηχανήσατο. Καὶ γὰρ τὸν Ἡσαΐαν γυμνὸν καὶ
                        ἀνυπόδητον βαδίσαι προσέταξε: καὶ τὸν Ἱερεμίαν περίζωσμα τῇ ὀσφὕ??ʼ
                        περιθεῖναι, καὶ οὕτω τοῖς ἀπειθέσι προσφέρειν τὴν προφητείαν: καὶ ἄλλοτε δὲ
                        κλοιοὺς ξυλίνους καὶ σιδηροῦς μετὰ ταῦτα τῷ τραχήλῳ περιβαλεῖν: καὶ τῷ Ὠσηὲ
                        γυναῖκα πόρνην λαβεῖν, καὶ αὖθις ἀγαπῆσαι γυναῖκα πονηρὰν καὶ μοιχαλίδα: καὶ
                        τῷ Ἰεζεκιὴλ, ἐπὶ τοῦ δεξιοῦ πλευροῦ τεσσαράκοντα κατακλιθῆναι ἡμέρας, καὶ
                        ἐπὶ <milestone unit="mignepage" n="1473-c"/>τοῦ εὐωνύμου πεντήκοντα καὶ
                        ἑκατόν: καὶ πάλιν, διορῦξαι τοῖχον, καὶ φεύγοντα ἐξελθεῖν, καὶ αἰχμαλωσίαν
                        ἐν ἑαυτῷ διαγράψαι: καὶ ἄλλοτε δὲ ξίφος εἰς ἀκμὴν παραθῆξαι, καὶ ξύρασθαι
                        τούτῳ τὴν κεφαλὴν, καὶ τετραχῆ τὰς τρίχας διελεῖν, καὶ ἀπονεῖμαι τὰς μὲν εἰς
                        τόδε, τὰς δὲ εἰς τόδε, ἵνα μὴ ἅπαντα καταλέγω. </p><p>Γίνεσθαι δὲ τούτων ἕκαστον προσέταττε τῶν ὅλων ὁ πρύτανις, τοὺς λόγῳ μὴ
                        πειθομένους, μηδὲ τῆς προφητείας ἐπαῒειν ἀνεχομένους, τῷ τῆς θεωρίας
                        παραδόξῳ συλλέγων, καὶ τῶν θεσπισμάτων ἀκούειν παρασκευάζων. Τίς γὰρ οὐκ ἂν
                        ἐξεπλάγη θεῖον ἄνθρωπον γυμνὸν βαδίζοντα θεωρῶν; Τίς οὐκ ἂν τὴν αἰτίαν τοῦ
                        γιγνομένου μαθεῖν ἐπόθησε; Τίς δὲ οὐκ ἂν ἤρετο: Τί δήποτε πόρνῃ συνοικεῖν ὁ
                        προφήτης ἀνέχεται; Καθάπερ τοίνυν ἐκείνων ἕκαστον ὁ τῶν ὅλων Θεὸς γενέσθαι
                        προσέταξε, τῆς τῶν ῥᾳστώνῃ <milestone unit="mignepage" n="1473-d"/>συζώντων
                        προμηθούμενος ὠφελείας: οὕτω καὶ τὸ καινὸν τοῦτο καὶ παράδοξον ἐπρυτάνευσε
                        θέαμα, τῷ ξένῳ πάντας ἕλκων εἰς θεωρίαν, καὶ πιθανὴν τοῖς ἀφικνουμένοις
                        παρασκευάζων τὴν προσφερομένην παραίνεσιν. Τὸ γὰρ καινὸν τοῦ θεάματος
                        ἐνέχυρον ἀξιόχρεων γίνεται τοῦ διδάγματος: καὶ ὁ εἰς θεωρίαν ἀφικνούμενος τὰ
                        θεῖα παιδευθεὶς ἐπανέρχεται. Καὶ <pb n="1476"/>
                        <milestone unit="mignepage" n="1476-a"/> ὥσπερ οἱ βασιλεύειν τῶν ἀνθρώπων
                        λαχόντες, ἀμείβουσι κατά τινα χρόνου περίοδον τὰς τῶν νομισμάτων εἰκόνας,
                        ποτὲ μὲν λεόντων ἐκτυποῦντες ἰνδάλματα, ποτὲ δὲ ἀστέρων καὶ ἀγγέλων: ἄλλοτε
                        τῷ ξένῳ χαρακτῆρι τιμιώτερον ἀποφαίνειν πειρώμενοι τὸν χρυσόν: οὕτως ὁ τῶν
                        ὅλων Παμβασιλεὺς, οἶόν τινας χαρακτῆρας, τὰς καινὰς ταύτας καὶ παντοδαπὰς
                        πολιτείας τῇ εὐσεβείᾳ περιτιθεὶς, οὐ μόνον τῶν τροφίμων τῆς πίστεως, ἀλλὰ
                        καὶ τῶν τὴν ἀπιστίαν νοσούντων, εἰς εὐφημίαν τὰς γλώττας κινεῖ. Καὶ ὅτι
                        ταῦτα τοῦτον ἔχει τὸν τρόπον, οὐ λόγοι μάρτυρες. ἀλλ̓ ἡ τῶν πραγμάτων βοή.
                        Τοὺς γὰρ Ἰσμαηλίτας. πολλὰς μυριάδας τῷ ζόφῳ τῆς ἀσεβείας δουλευούσας. ἡ ἐπὶ
                        τοῦ κίονος ἐφώτισε στάσις. Ὥσπερ γὰρ ἐπί <milestone unit="mignepage" n="1476-b"/>τινος λυχνίας τεθεὶς ὁ φανώτατος οὗτος λύχνος, ἡλίου δίκην
                        πάντοσε τὰς ἀκτῖνας ἐξέπεμψε: καὶ ἔστιν ἰδεῖν καὶ Ἴβηρας, ὡς ἔφην, καὶ
                        Ἀρμενίους, καὶ Πέρσας ἀφικνουμένους, καὶ τοῦ θείου βαπτίσματος ἀπολαύοντας.
                        Ἰσμαηλῖται δὲ κατὰ συμμορίας ἀφικνούμενοι, διακόσιοι κατὰ ταυτὸν, καὶ
                        τριακόσιοι, ἔστι δ̓ ὅτε καὶ χίλιοι, ἀρνοῦνται μὲν τὴν πατρῴαν ἐξαπάτην μετὰ
                        βοῆς, τὰ δὲ ὑπ̓ ἐκείνων σεβασθέντα εἴδωλα πρὸ τοὺ μεγάλου ἐκείνου φωστῆρος
                        συντρίβοντες, καὶ τοῖς τῆς Ἀφροδίτης ὀργίοις ἀποταττόμενοι ʽταύτης γὰρ
                        ἀνέκαθεν τῆς δαίμονος κατεδέξαντο τὴν λατρείαν̓, τῶν θείων ἀπολαύουσι
                        μυστηρίων: νόμους παρὰ τῆς ἱερᾶς ἐκείνης δεχόμενοι γλώσσης, καὶ τοῖς ἔθεσι
                        τοῖς πατρῴοις χαίρειν φράζοντες, τῶν τε ὄνων τῶν ἀγρίων, τῶν τε καμήλων τὴν
                        ἐδωδήν ἀπαρνούμενοι. Καὶ τούτων αὐτόπτης <milestone unit="mignepage" n="1476-c"/>ἐγενόμην ἐγὼ, καὶ ἀκήκοα, καὶ τὴν πατρῴαν ἀσέβειαν
                        ἀρνουμένων, καὶ τῇ εὐαγγελικῇ διδασκαλίᾳ συντιθεμένων. Καὶ κίνδυνον δὲ ἅπαξ
                        ὑπέμεινα μέγιστον. </p><p>Αὐτὸς μὲν γὰρ αὐτοῖς προσελθεῖν ἐκέλευσε. καὶ παῤ ἐμοῦ τὴν ἱερατικὴν εὐλογίαν
                        λαβεῖν. μέγιστον φήσας αὐτοὺς ἐντεῦθεν καρπώσασθαι κέρδος: βαρβαρικώτερον δὲ
                        συνδραμόντες ἐκεῖνοι, οἱ μὲν ἔμπροσθεν εἷλκον, οἱ δὲ ὄπισθεν, ἄλλοι ἐκ
                        πλαγίων: οἱ δὲ ἀφεστῶτες, τῶν ἄλλων ἐπιβαίνοντες, καὶ τὰς χεῖρας
                        προτείνοντες, οἱ μὲν τὸ γένειον εἷλκον, οἱ δὲ τῶν ἱματίων ἐπελαμβάνοντο. Κὰν
                        ἀπεπνίγην ὑπὸ τῆς ἐκείνων θερμοτέρας προσόδου, εἰ μὴ βοῇ χρησάμενος
                        ἁπεσκέδασεν ἅπαντας. </p><p>Τοιαύτην ὁ ὑπὸ τῶν φιλοσκωμμόνων σκωπτόμενος κίων ὠφέλειαν ἀνέβλυσε, καὶ
                        τοσαύτην ἀκτῖνα θεογνωσίας ταῖς τῶν βαρβάρων διανοίαις κατέπεμψεν. </p><p>Οἶδα δὲ καὶ ἄλλο ὑπὸ τούτων τοιόνδε γεγενημένον: Ἱκέτευε μία φυλὴ τὸν θεῖον
                        ἅνθρωπον, εὐχήν τινα καὶ εὐλογίαν ἐκπέμψαι τῷ σφετέρῳ φυλάρχῳ: ἄλλη δὲ φυλὴ
                        παροῦσα ἀντέλεγε, μὴ δεῖν ἐκείνῳ τὴν <milestone unit="mignepage" n="1476-d"/>εὐλογίαν ἐκπεμφθῆναι λέγουσα, ἀλλὰ τῷ ἑαυτῆς ἡγεμόνι: τὸν μὲν γὰρ
                        ἀδικώτατον εἶναι, τὸν δὲ ἀδικίας ἀλλότριον. Μακρᾶς δὲ φιλονεικίας γενομένης.
                        καὶ διαμάχης βαρβαρικῆς, τὸ τελευταῖον κατ̓ ἀλλήλων ἐχώρησαν. Ἐγὼ δὲ πολλοῖς
                        χρησάμενος λόγοις. ἡσυχίαν ἔχειν παρῄνουν, ὡς ἃν ἀποχρῶντος τοῦ θείου ἀνδρὸς
                        καὶ τούτῳ κἀκείνῳ μεταδοῦναι τῆς εὐλογίας. </p><p>Ἀλλὰ καὶ οὗτοι ἔλεγον, μὴ δεῖν ἐκεῖνον ταύτης τυχεῖν, κἀκεῖνοι ταύτης
                        ἀποστερεῖν ἐπειρῶντο τὸν ἕτερον. Ἀπειλήσας δὲ αὐτοῖς ἄνωθεν, καὶ κύνας
                        καλέσας, μόγις τὴν φιλονεικίαν κατέσβεσε. Ταῦτα δὲ <pb n="1477"/>
                        <milestone unit="mignepage" n="1477-a"/> ἔφην, ἐπιδεῖξαι αὐτῶν τῆς διανοίας
                        θελήσας τὴν πίστιν. </p><p>Οὐ γὰρ ἂν οὕτω κατ̓ ἀλλήλων ἐμάνησαν, εἰ μὴ μεγίστην ἔχειν δύναμιν τοῦ
                        θεσπεσίου ἀνθρώπου τὴν εὐλογίαν ἐπίστευον. Εἶδον δὲ καὶ ἄλλοτε θαῦμα
                        γεγενημένον ἀοίδιμον. Εἰσελθὼν γάρ τις ʽΣαρακηνῶν δὲ καὶ οὗτος φύλαρχος ἦν̓,
                        τὴν θείαν ἱκέτευσε κεφαλὴν, ἐπαμῦναι ἀνδρὶ κατὰ τὴν ὁδὸν παρεθέντι τὰ μέλη
                        τοῦ σώματος. Ἔλεγε δὲ τοῦτο κατὰ τὴν Καλλίνικον ʽφρούριον δὲ αὕτη μέγιστον̓
                        ὑπομεμενηκέναι τὸ πάθος. Κομισθέντα τοίνυν εἰς μέσον ἀρνηθῆναι ἐκέλευσε τὴν
                        τῶν προγόνων ἀσέβειαν. Ἐπειδὴ δὲ ἅσμενος κατεδέξατο, καὶ ὑπήκουσε, καὶ τὸ
                        κελευσθὲν ἐξεπλήρωσεν. ἤρετο εἰ πιστεύει τῷ Πατρὶ, καὶ τῷ μονογενεῖ Υἱῷ, καὶ
                        τῷ ἁγίῳ Πνεύματι. Τοῦ δὲ πιστεύειν ὁμολογήσαντος, <q>Ταύταις, ἔφη, ταῖς
                            προσηγορίαις πιστεύων, ἀνάστηθι.</q> Ὡς δὲ ἀνέστη, <milestone unit="mignepage" n="1477-b"/>προσέταξεν ἐπ̓ ὤμων φέρειν τὸν φύλαρχον
                        μέχρις αὐτῆς τῆς κλίνης. Μέγιστον δὲ εἶχε σῶμα. Καὶ ὁ μὲν λαβὼν παραυτίκα
                        ᾤχετο: Οἱ δὲ παρόντες εἰς ὑμνῳδίαν τοῦ Θεοῦ τὰς γλώσσας ἐκίνησαν. Τοῦτο δὲ
                        προσέταξε τὸν Δεσπότην μιμούμενος: ὅς τῷ παραλύτῳ φέρειν τὴν κλίνην
                        ἐκέλευσεν. Ἀλλὰ μηδεὶς τυραννίδα καλείτω τὴν μίμησιν. Αὐτοῦ γάρ ἐστι φωνή:
                            <q>Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα
                            τούτων ποιήσει.</q> Καὶ ταύτης δὲ τῆς ἐπαγγελίας τὸ τέλος ἐθεασάμεθα.
                        Τῆς γὰρ τοῦ Κυρίου σκιᾶς οὐδαμοῦ θαῦμα ἐργασαμένης, ἡ τοῦ μεγάλου Πέτρου
                        σκιὰ, καὶ θάνατον ἔλυσε, καὶ νόσους ἐξήλασε, καὶ δαίμονας ἐφυγάδευσεν. Ἀλλ̓
                        ὁ Δεσπότης καὶ ταῦτα διὰ τῶν δούλων ἐνήργει τὰ θαύματα: καὶ νῦν δὲ ὡσαύτως,
                        τῇ τούτου κεχρημένος προσηγορίᾳ τὰ μυρία ὁ θεῖος Συμεώνης ἐργάζεται
                            <milestone unit="mignepage" n="1477-c"/>θαύματα. Συνέβη γὰρ καὶ ἕτερον
                        θαῦμα γενέσθαι ὑπὸ τούτου τοῦ προτέρου μηδαμῶς ἐλαττούμενον. </p><p>Τῶν γὰρ εἰς τὸ σωτήριον ὄνομα τοῦ Δεσπότου Χριστοῦ πεπιστευκότων τις,
                        Ἰσμαηλίτης οὐκ ἄσημος, εὐχὴν ἐποιήσατο πρὸς τὸν Θεὸν ὑπ̓ αὐτῷ μάρτυρι, καὶ
                        ὑπόσχεσιν. Ἡ δὲ ὑπόσχεσις ἦν, πάσης ἀφέξεσθαι τοῦ λοιποῦ μέχρι τέλους
                        ἐμψύχου τροφῆς. </p><p>Ταύτην οὐκ ὁ??ʼδ̓ ὅπως χρόνῳ τινὶ τὴν ἐπαγγελίαν παραδραμὼν, ὄρνιν καταθύσας
                        ἐσθίειν ἐτόλμησε. </p><p>Τοῦ δὲ Θεοῦ αὐτὸν δἰ ἐλέγχου πρὸς ἐπιστροφὴν ἐνεγκεῖν ἐθελήσαντος, καὶ τὸν
                        ἑαυτοῦ τιμῆσαι θεράποντα μάρτυρα τῆς παραβαθείσης γενόμενον ὑποσχέσεως, εἰς
                        λίθου φύσιν ἡ σὰρξ τῆς ὄρνιθος μετεβάλλετο, ὥστε μηδὲ βουλόμενον δύνασθαι
                        λοιπὸν ἐσθίειν αὐτόν. </p><p>Πῶς γὰρ οἷόν τε ἦν. ἀπὸ πετρωθέντος οὗπερ εἰς βρῶσιν ἐπείληπτο σώματος
                        ἐσθίειν δύνασθαι; Ταύτῃ καταπλαγεὶς ὁ βάρβαρος τῇ παραδόξῳ θέᾳ, σὺν πολλῷ
                        τάχει τὸν ὅσιον κατελάμβανε, τὸ κεκρυμμένον εἰς φῶς προσφέρων ἁμάρτημα, καὶ
                        τὴν παράβασιν <milestone unit="mignepage" n="1477-d"/>ἀνακηρύττων πᾶσι, καὶ
                        τοῦ πταίσματος ἐκ Θεοῦ συγγνώμην αἰτούμενος: καὶ τὸν ἅγιον εἰς ἐπικουρίαν
                        καλῶν, ὡς ἃν ταῖς παντοδυνάμοις αὐτοῦ εὐχαῖς τῶν δεσμῶν αὐτὸν τῆς ἁμαρτίας
                        ἑλκύσειε. Πολλοὶ δὲ τοῦ θαύματος αὐτόπται γεγόνασι, τὸ πρὸς τῷ στήθει μέρος
                        ἐξ ὀστέου καὶ λίθου συγκείμενον ψηλαφήσαντες. <pb n="1480"/>
                        <milestone unit="mignepage" n="1480-a"/> Ἐγὼ δὲ οὐ μόνον τῶν θαυμάτων
                        αὐτόπτης. ἀλλὰ καὶ τῆς τῶν γενησομένων προῤῥήσεως ἐγενόμην ἀκροατής. Καὶ γὰρ
                        τὸν γενόμενον αὐχμὸν, καὶ τὴν πολλὴν ἐκείνην τοῦ ἔτους ἀκαρπίαν, καὶ τὸν
                        ἀκολουθήσαντα λιμὸν, ὁμοῦ τε καὶ λοιμὸν, πρὸ δύο εἶπεν ἐνιαυτῶν, ῥάβδον
                        εἰρηκὼς τεθεᾶσθαι τοῖς ἀνθρώποις ἐπιφερομένην, καὶ τὰς δἰ αὐτῆς προμηνύουσαν
                        μάστιγας. Καὶ ἄλλοτε δὲ τῆς καλουμένης κάμπης τὴν προσβολὴν προεδήλωσε, καὶ
                        ὡς οὐδὲν μέγα λυμανεῖται, τῆς θείας φιλανθρωπίας ἀκολουθούσης τῇ τιμωρίᾳ.
                        Τριάκοντα δὲ διελθουσῶν ἡμερῶν, ἐπέστη μὲν πλῆθος ἄπειρον, ὡς καὶ διατεμεῖν
                        τὴν ἀκτῖνα, καὶ σχεδιάσαι σκιάν: καὶ τοῦτο ἀκριβῶς ἐθεασάμεθα πάντες. Μόνον
                        δὲ τὸν τῶν ἀλόγων χιλὸν <milestone unit="mignepage" n="1480-b"/>ἐλυμήνατο,
                        οὐδὲ μίαν λώβην τῇ τῶν ἀνθρώπων προσενεγκοῦσα τροφῇ. Καὶ ἐμοὶ δὲ ὑπό τινος
                        πολεμουμένῳ, πρὸ πεντεκαίδεκα ἐμήνυσεν ἡμερῶν τὴν τοῦ πολεμίου κατάλυσιν,
                        καὶ τῇ πείρᾳ τῆς προῤῥήσεως τὴν ἀλήθειαν ἔμαθον. Καὶ ἄλλα δὲ τοιαῦτα
                        πάμπολλα ἐπιστάμενος παρήσω, φεύγων τοῦ λόγου τὸ μῆκος. Ἀπόχρη δὲ καὶ ταῦτα
                        δεῖξαι τῆς διανοίας αὐτοῦ τὴν πνευματικὴν θεωρίαν. </p><p>Τούτῳ πολὺ τὸ κλέος καὶ παρὰ τῷ Περσῶν βασιλεῖ. </p><p>Ὡς γὰρ οἱ πρὸς ἐκεῖνον ἀφικόμενοι διηγήσαντο πρέσβεις, ἐπιμελῶς ἐπυνθάνετο,
                        τίς τε εἴη τοῦ ἀνδρὸς ὁ βίος, καὶ ποῖα τὰ θαύματα. Τὴν δὲ ὁμόζυγα τούτου
                        φασὶ καὶ ἔλαιον αἰτῆσαι τῆς τούτου εὐλογίας ἠξιωμένον. καὶ ὡς μέγιστον δῶρον
                        κομίσασθαι. Καὶ οἱ περὶ βασιλέα δὲ πάντες ὑπὸ τῆς φήμης βαλλόμενοι, καὶ
                        πολλὰς παρὰ τῶν μάγων κατ̓ αὐτοῦ συκοφαντίας δεχόμενοι, καὶ ἀκριβῶς
                        ἐπυνθάνοντο, καὶ διδασκόμενοι θεῖον ἄνδρα ὠνόμαζον. Ὁ δὲ λοιπὸς ὅμιλος τοῖς
                        ὀρεωκόμοις προσιόντες, καὶ καθικέταις, <milestone unit="mignepage" n="1480-c"/>καὶ στρατιώταις, καὶ χρήματα προσέφερον, καὶ τῆς τοῦ ἐλαίου
                        εὐλογίας μετασχεῖν ἱκέτευον. Ἡ δὲ τῶν Ἰσμαηλιτῶν βασίλισσα, στερίφη οὖσα καὶ
                        παίδων ἐφιεμένη, πρῶτον μέν τινας τῶν ἀξιωτάτων ἀποστείλασα, γενέσθαι μήτηρ
                        ἱκέτευσεν. Ἐπειδὴ δὲ ἔτυχε τῆς αἰτήσεως, καὶ ἔσχεν ὡς ἐπόθησε, τὸν
                        γεννηθέντα λαβοῦσα βασιλέα, πρὸς τὸν θεῖον πρεσβύτην ἔδραμε: καὶ ἐπειδὴ
                        γυναιξὶν οὐκ ἑ??ʼσιτὸν ἦν, πρὸς αὐτὸν πέμψασα τὸ βρέφος, τῆς παῤ αὐτοῦ
                        τυχεῖν εὐλογίας ἱκέτευε: <q>Σὸν γὰρ, ἔφη, τόδε τὸ δράγμα. </q>
                    </p><p><q>Ἐγὼ μὲν γὰρ μετὰ δακρύων τὸ τῆς εὐχῆς προσενήνοχα σπέρμα: σὺ δὲ τὸ σπέρμα
                            πεποίηκας δράγμα, τῆς θείας χάριτος διὰ προσευχῆς ἑλκύσας τὸν ὑετόν.</q>
                        Ἀλλὰ μέχρι πότε φιλονεικῶ μετρῆσαι τοῦ Ἀτλαντικοῦ πελάγους τὸ βάθος; Ὥσπερ
                        γὰρ ἐκεῖνα τοῖς <milestone unit="mignepage" n="1480-d"/>ἀνθρώποις ἀμέτρητα,
                        οὕτως ὑπερβαίνει διήγησιν τὰ καθ̓ ἡμέραν ὐπ̓ ἐκείνου γινόμενα. Ἐγὼ δὲ αὐτοῦ
                        πρὸ τούτων ἁπάντων τὴν καρτερίαν θαυμάζω. Νύκτωρ γὰρ καὶ μεθ̓ ἡμέραν ἕστηκεν
                        ὑπὸ πάντων ὁρώμενος. </p><p>Τὰς θύρας γὰρ ἀφελὼν, καὶ τοῦ περιβόλου <pb n="1481"/>
                        <milestone unit="mignepage" n="1481-a"/> μέρος οὐκ ἐλάχιστον καταλύσας,
                        πρόκειται πᾶσι θέαμα καινὸν καὶ παράδοξον: νῦν μὲν ἑστὼς μέχρι πολλοῦ, νῦν
                        δὲ θαμὰ κατακαμπτόμενος, καὶ τῷ Θεῷ προσφέρων προσκύνησιν. Πολλοὶ δὲ καὶ
                        ἀριθμοῦσι τῶν ἐστώτων ταυτασὶ τὰς προσκυνήσεις. Ἅπαξ δέ τις τῶν σὺν ἐμοὶ
                        χιλίας καὶ διακοσίας πρὸς τέτταρσι καὶ τεσσαράκοντα ἀριθμήσας, εἶτα ὀκλάσας,
                        ἀφῆκε τὴν ψῆφον. Κατακύπτων δὲ ἀεὶ τοῖς τῶν ποδῶν δακτύλοις προσπελάζει τὸ
                        μέτωπον. Ἅπαξ δὲ τῆς ἑβδομάδος τροφὴν ἡ γαστὴρ ὑποδεχομένη, καὶ ταύτην
                        βραχεῖαν, εὐπετῶς ἐπικάμπτεσθαι τῷ νώτῳ παραχωρεῖ. </p><p>Φασὶ δὲ ἀπὸ τῆς στάσεως καὶ χρόνιον ἕλκος ἐν θατέρῳ γενέσθαι ποδὶ, καὶ
                        διηνεκῶς πλεῖστον ἰχῶρα ἐκεῖθεν ἐκκρίνεσθαι. Ἀλλ̓ ὅμως οὐδὲν τουτωνὶ τῶν
                        παθῶν τὴν φιλοσοφίαν ἐξήλεγξεν: ἀλλὰ φέρει γενναίως, <milestone unit="mignepage" n="1481-b"/>καὶ τὰ ἐκούσια, καὶ τὰ ἀκούσια καὶ τούτων
                        κἀκείνων τῇ προθυμίᾳ περιγενόμενος. Τοῦτο δὲ τὸ ἕλκος ὑποδεῖξαί τινι
                        ἠναγκάσθη ποτέ: διηγήσομαι δὲ καὶ τὴν αἰτίαν. Ἀφίκετό τις ἀπὸ Ῥαβαίνης, ἀνὴρ
                        σπουδαῖος, καὶ τῇ τοῦ Χριστοῦ διακονίᾳ τετιμημένος. Οὗτος τὴν κορυφὴν
                        ἐκείνην καταλαβών: <q>Εἰπέ μοι, ἔφη, πρὸς τῆς ἀληθείας αὐτῆς, τῆς τῶν
                            ἀνθρώπων γένος ἐπιστρεψάσης, ἄνθρωπος εἶ, ἢ ἀσώματος φύσις;</q>
                        Δυσχερανάντων δὲ πρὸς τὴν ἐρώτησιν τῶν παρόντων, σιγὴν μὲν ἄγειν ἐκέλευσε
                        πάντας: πρὸς ἐκεῖνον δὲ ἔφη: <q>Τί δή ποτε ταύτην τὴν πεῦσιν
                            προσήνεγκας;</q> Τοῦ δὲ εἰρηκότοσ̓ <q>Ὡς πάντων ἀκούω θρυλλούντων, ὡς
                            οὕτε ἐσθίεις, οὔτε καθεύδεις: ἀνθρώπων δὲ ἑκάτερον ἴδιον: οὐ γὰρ ἄν τις
                            ταύτην ἔχων τὴν φύσιν, τροφῆς δίχα καὶ ὕπνου διαβιώσειεν:</q>
                        ἐπιτεθεῖναι <milestone unit="mignepage" n="1481-c"/>μὲν τῷ κίονι κλίμακα
                        προσέταξεν, ἀναβῆναί τε ἐκεῖνον ἐκέλευσε, καὶ πρῶτον μὲν τὰς χεῖρας
                        καταμαθεῖν, εἶτα ἔσω τοῦ δερματίνου περιβολαίου τὴν χεῖρα βαλεῖν, καὶ ἰδεῖν
                        μὴ τοὺς πόδας μόνον, ἀλλὰ καὶ τὸ χαλεπώτατον ἕλκος. Ἰδὼν δὲ καὶ θαυμάσας ὁ
                        ἄνθρωπος τὴν τοῦ ἕλκους ὑπερβολὴν, καὶ παῤ αὐτοῦ μαθὼν ὡς ἀπολαύει τροφῆς,
                        κατελήλυθεν ἐκεῖθεν, πρὸς ἐμὲ δὲ ἀφικόμενος διηγήσατο πάντα. Ἐν δὲ ταῖς
                        δημοτελέσι πανηγύρεσι καὶ ἄλλην ἐπιδείκνυται καρτερίαν. Μετὰ γὰρ ἡλίου
                        δυσμὰς ἕως ἂν οὗτος πάλιν εἰς τὸν ἑῷον ὁρίζοντα γένηται, τὰς χεῖρας
                        ἀνατείνων εἰς οὐρανὸν παννύχιον ἕστηκεν, οὕτε ὕπνῳ θελγόμενος, οὕτε ὐπὸ
                        πόνου νικώμενος. </p><p>Ἐν τοσούτοις δὲ πόνοις, καὶ κατορθωμάτων ὄγκῳ, καὶ πλήθει θαυμάτων, οὕτως
                        ἐστὶ τὸ φρόνημα μέτριος; ὡς πάντων ἀνθρώπων κατὰ τὴν ἀξίαν ὕστατος. </p><p>Πρὸς δὲ τῷ μετρίῳ φρονήματι, καὶ εὐπρόσοδος <milestone unit="mignepage" n="1481-d"/>λίαν ἐστὶ, καὶ γλυκὺς, καὶ ἐπίχαρις, καὶ πρὸς ἕκαστον τῶν
                        διαλεγομένων ἀποκρινόμενος, εἴτε χειροτέχνης, εἴτε προσαίτης, εἴτε ἄγροικος
                        εἵη. Ἔλαβε δὲ καὶ τῆς διδασκαλίας παρὰ τοῦ μεγαλοδώρου Δεσπότου τὸ δῶρον:
                        καὶ δὶς ἑκάστης ἡμέρας τὰς παραινέσεις ποιούμενος, ἐπικλύζει τῶν ἀκουόντων
                        τὰς ἀκοὰς, ἐπὶ χάριτος μάλα διαλεγόμενος, καὶ τὰ τοῦ θείου Πνεύματος
                        προσφέρων παιδεύματα, καὶ ἀνανεύειν εἰς οὐρανὸν, καὶ πέτασθαι παρεγγυῶν, <pb n="1484"/>
                        <milestone unit="mignepage" n="1484-a"/> καὶ τῆς γῆς ἀπαλλάττεσθαι, καὶ τὴν
                        προσδοκωμένην φαντάζεσθαι βασιλείαν, καὶ τῆς γεέννης δεδιέναι τὴν ἀπειλὴν,
                        καταφρονεῖν τε τῶν γηΐνων, καὶ προσμένειν τὰ μέλλοντα. Ἔστι δὲ αὐτὸν ἰδεῖν
                        καὶ δικάζοντα, καὶ ὀρθὰς καὶ δικαίας τὰς ψήφους ἐκφέροντα. </p><p>Ταῦτα δὲ καὶ τὰ τοιαῦτα μετὰ τὴν ἐννάτην διαπράττεται ὥραν. Τὴν γὰρ νύκτα
                        ἅπασαν, καὶ τὴν ἡμέραν μέχρις ἐννάτης διατελεῖ προσευχόμενος. </p><p>Μετὰ δὲ τὴν ἐννάτην, πρῶτον μὲν τὴν θείαν διδασκαλίαν τοῖς παροῦσι προσφέρει,
                        εἶτα τὴν ἑκάστου δεξάμενος αἴτησιν, καί τινας ἰάσεις ἐργασάμενος, τῶν
                        ἀμφισβητούντων διαλύει τὰς ἔριδας. </p><p>Περὶ δὲ ἡλίου δυσμὰς, τῆς πρὸς τὸν Θεὸν λοιπὸν διαλέξεως ἄρχεται. Ἀλλ̓ ἐν
                        τούτοις ὣν, καὶ ταῦτα ἅπαντα δρῶν, οὐδὲ τῆς τῶν ἀγίων Ἐκκλησιῶν ἀμελεῖ
                        προμηθείας: νῦν μὲν Ἑλληνικῇ δυσσεβείᾳ μαχόμενος, νῦν δὲ τὴν Ἰουδαίων
                        καταλύων θρασύτητα, <milestone unit="mignepage" n="1484-b"/>ἄλλοτε δὲ τὰς
                        τῶν αἱρετικῶν συμμορίας σκεδαννύς: καί ποτε μὲν βασιλεῖ περὶ τούτων
                        ἐπιστέλλων, ποτὲ δὲ τοὺς ἄρχοντας εἰς τὸν Θεοῦ ζῆλον ἐγείρων, ἄλλοτε δὲ καὶ
                        αὐτοῖς τῶν Ἐκκλησιῶν ποιμέσι πλείονα ποιεῖσθαι τῶν ποιμνίων παρεγγυῶν τὴν
                        ἐπιμέλειαν. </p><p>Ταῦτα δὲ διεξελθὼν, ἀπὸ ψεκάδος δεῖξαι τὸν ὑετὸν πειραθεὶς, καὶ τῷ λιχανῷ
                        δακτύλῳ τοὺς ἐντυγχάνοντας τῷ συγγράμματι τῆς γλυκύτητος ἀπογεύων τοῦ
                        μέλιτος. Τὰ δὲ παρὰ πάντων ᾀδόμενα τούτων ἐστὶ πολλαπλάσια. Ἀλλ̓ όὐ πάντα
                        ἔγωγε συγγράφειν ἐπήγγελμαι, ἀλλὰ δἰ ὀλίγων τῆς ἑκάστου πολιτείας ἐπιδεῖξαι
                        τὸν χαρακτῆρα. Συγγράψουσι δὲ, ὡς εἰκὸς, καὶ ἄλλοι τουτωνὶ πολλῷ πλείονα: εἰ
                        δὲ καὶ ἐπιβιῴη. καὶ μείζονα τυχὸν προσθήσουσι θαύματα. Ἐγὼ δὲ καὶ αὐτὸν ταῖς
                        οἰκείαις προσευχαῖς βοηθούμενον, τοῖς ἀγαθοῖς τούτοις πόνοις ἐπιμεῖναι καὶ
                        ποθῶ, καὶ <milestone unit="mignepage" n="1484-c"/>τὸν Θεὸν ἱκετεύω, κόσμον
                        ὄντα κοινόν, καὶ τῆς εὐσεβείας ἀγλάϊσμα, καὶ τὸν ἐμαυτοῦ ῥυθμηθῆναι βίον,
                        καὶ πρὸς τὴν εὐαγγελικὴν πολιτείαν κατευθυνθῆναι. </p></div><div type="textpart" subtype="chapter" n="27"><head>ζ</head><p> Καὶ ὁ κοινὸς τῶν ἀνθρώπων ἀλάστωρ πολλὰς τῆς κακίας ἐξεῦρεν ὁδοὺς,
                        πανωλεθρίᾳ φιλονεικῶν παραδοῦναι πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν: καὶ τῆς
                        εὐσεβείας οἱ τρόφιμοι τῆς εἰς οὐρανὸν ἀνόδου πολλὰς καὶ διαφόρους
                        ἐμηχανήσαντο κλίμακας. Οἱ μὲν γὰρ κατὰ συμμορίαν ἀγωνιζόμενοι, μυρία δὲ
                        τοιαῦτα συστήματα, καὶ ἀριθμὸν νικῶντα, τῶν ἀκηράτων στεφάνων ἀπολαύουσι,
                        καὶ τῆς ποθουμένης ἀνόδου τυγχάνουσιν. Οἱ δὲ τὸν μοναδικὸν ἀσπαζόμενοι βίον,
                        καὶ μόνῳ τῷ Θεῷ προσλαλεῖν μελετῶντες, καὶ παραψυχῆς <pb n="1485"/>
                        <milestone unit="mignepage" n="1485-a"/> ἀνθρωπίνης οὐδὲ μιᾶς
                        μεταλαγχάνοντες, οὕτω τῆς ἀναῤῥήσεως ἀπολαύουσιν. Ἄλλοι δὲ ἐν σκηναῖς, καὶ
                        ἕτεροι ὲν καλύβαις διάγοντες, τὸν Θεὸν ἀνυμνοῦσιν. </p><p>Οἱ δὲ τὸν ἐν ἄντροις καὶ σπηλαίοις ἀσπάζονται βίον. Πολλοὶ δὲ, ὧν ἐνίων
                        ἐμνήσθημεν, οὐκ ἄντρον ἔχειν, οὐ σπήλαιον, οὐ σκηνὴν, οὐ καλύβην ἐπείσθησαν:
                        ἀλλὰ γυμνῷ τῷ ἀέρι τὰ σφέτερα σώματα δεδωκότες, τῶν ἐναντίων ποιοτήτων
                        ἀνέχονται: ποτὲ μὲν τῷ κρυμῷ τῷ ἀκράτῳ πηγνύμενοι: ποτὲ δὲ τῷ πυρὶ τῆς
                        ἀκτῖνος φλεγόμενοι. Καὶ τούτων δὲ αὖ πάλιν ὁ βίος διάφορος. Οἱ μὲν γὰρ
                        ἑστῶσι διηνεκῶς, οἱ δὲ εἰς καθέδραν καὶ στάσιν τὴν ἡμέραν μερίζουσι καὶ οἱ
                        μὲν ὲν θριγκίοις τισὶ καθειργμένοι, τῶν πολλῶν τὰς συνουσίας ἐκκλίνουσιν, οἱ
                        δὲ οὐδενὶ τοιούτῳ καλύμματι χρώμενοι, πρόκεινται πᾶσι τοῖς βουλομένοις εἰς
                            <milestone unit="mignepage" n="1485-b"/>θεωρίαν. Τούτων δὲ ἕκαστον ἐπὶ
                        τοῦ παρόντος διεξελθεῖν ἠναγκάσθην, τοῦ θαυμασίου Βαραδάτου τὸν βίον
                        ἐθελήσας συγγράψαι. Καινὰ γὰρ καὶ οὗτος ἐπενόησε καρτερίας ἐπιτηδεύματα.
                        Πρῶτον μὲν γὰρ ἐν οἰκίσκῳ χρόνον πολὺν ἑαυτὸν καθείρξας, τῆς θείας μόνης
                        ψυχαγωγίας ἀπήλαυεν. Ἐκεῖθεν τὴν ὑπερκειμένην καταλαβὼν ῥαχίαν, καὶ κιβωτόν
                        τινα βραχεῖαν οὐδὲ τῷ σώματι σύμμετρον ἐκ ξύλων κατασκευάσας, ἐν αὐτῇ διῆγε,
                        κατακύπτειν διηνεκῶς ἠναγκασμένος, Οὐ γὰρ εἶχεν ὕψος ἰσόμετρον τῷ μήκει τοῦ
                        σώματος. </p><p>Οὐ σανίσι δέ γε αὕτη συνήρμοστο, ἀλλὰ ταῖς κιγκλίσι παραπλησίως διήνοικτο,
                        καὶ ταῖς φωταγωγοῖς ἐῴκει ταῖς εὐρυτέρας ἐχούσαις τοῦ φωτὸς τὰς εἰσόδους. Οὗ
                        χάριν, οὔτε ταῖς τῶν ὑετῶν ἀπηλλάττετο προσβολαῖς, οὔτε τῆς ἡλιακῆς
                        ἠλευθεροῦτο φλογὸς, ἀλλ̓ ἀμφότερα τοῖς ἄλλοις ὑπαιθρίοις παραπλησίως
                        ἐδέχετο: <milestone unit="mignepage" n="1485-c"/>ἐπλεονέκτει δὲ μόνῳ τῷ τῆς
                        καθείρξεως πόνῳ. <milestone unit="mignepage" n="1485-c"/>
                    </p><p>Πολὺν δὲ χρόνον τοῦτον διατελέσας τὸν τρόπον, ὕστερον ἐξελήλυθε, ταῖς τοῦ
                        θεσπεσίου Θεοδότου, ὅς τὴν ἀρχιερατικὴν τῆς Ἀντιοχέων ἔλαβε προεδρίαν,
                        παραινέσεσιν εἴξας. Ἔστηκε μέντοι διηνεκῶς εἰς οὐρανὸν τὰς χεῖρας ἐκτείνων,
                        καὶ τὸν τῶν ὅλων Θεὸν ἀνυμνῶν, ἅπαν τὸ σῶμα τῷ δερματίνῳ συγκαλύπτων
                        χ̔??ʼτῶνι: περὶ τὴν ῥῖνα δὲ μόνην, καὶ τὸ στόμα, βραχεῖαν τῷ πνεύματι
                        παρείσδυσιν καταλέλοιπεν, ἵνα ἀναπνέῃ τὸν κοινὸν ἀέρα δεχόμενος, ἐπειδήπερ
                        ἄλλως ζῇν οὐχ οἵα τε τῶν ἀνθρώπων ἡ φύσις. Καὶ τοῦτον ἅπαντα ὑπομένει τὸν
                        πόνον, οὐκ εὔρωστον σῶμα λαχὼν, ἀλλὰ καὶ λίαν πολλοῖς βαλλόμενος πάθεσι:
                        ζέουσα δὲ ἡ προθυμία, καὶ τῷ θείῳ ἔρωτι πυρπολουμένη, βιάζεται πονεῖν τὸ
                        πονεῖν οὐ δυνάμενον. </p><p>Καὶ τὰς φρένας δὲ συνέσει κεκοσμημένος, ἄριστα καὶ τὰς πεύσεις καὶ τὰς
                        ἀποκρίσεις ποιεῖται: καὶ <milestone unit="mignepage" n="1485-d"/>συλλογίζεται ἔστιν ὅτε τῶν τοὺς Ἀριστοτελικοὺς λαβυρίνθους ἀνεγνωκότων
                        ἄμεινόν τε καὶ δυνατώτερον. </p><p>Ἐν αὐτῷ δὲ ὤν τῷ ὕψει τῆς ἀρετῆς, οὐκ ἐᾷ συναναβῆναι τὸ φρόνημα, ἀλλὰ κάτω
                        ἕρπειν κελεύει, περὶ αὐτὰ τοῦ ὄρους τὰ κράσπεδα. Οἶδε γὰρ ὅσην ἕλκει βλάβην
                        φλεγμαίνουσα τῷ τύφῳ διάνοια. Τοιαύτη ὲν κεφαλαίῳ καὶ ἡ τοῦδε φιλοσοφία: ἤν
                        αὐξομένην γένοιτο τὴν νύσσαν τοῦ δρόμου καταλαβεῖν. </p><p>Κοινὴ γὰρ εὐφροσύνη τῶν εὐσεβῶν, τῶν νικηφόρων τούτων ἡ εὔκλεια. Ἐμὲ δὲ εἴη
                        ταῖς τούτου ὑπερειδόμενον προσευχαῖς, μὴ πόῤῥω τοῦδε γενέσθαι τοῦ ἐντρυφᾷν
                        θεωρίαις. <pb n="1488"/>
                        <milestone unit="mignepage" n="1488-a"/>
                    </p></div><div type="textpart" subtype="chapter" n="28"><head>η</head><p> Οὐδὲ Θαλελαίου σιγήσομαι τὸ διήγημα, μεστὸν γὰρ τὸ θέαμα θαύματος. Οὐκ ἄλλων
                        δὲ μόνον διηγησαμένων ἀκήκοα, ἀλλὰ καὶ αὐτόπτης ἐγενόμην τοῦ παραδόξου
                        θαύματος. Ἀπὸ σταδίων γὰρ εἴκοσι Γαβάλων ʽπόλις δὲ αὕτη σμικρὰ καὶ
                        χαριεστάτἠ, λόφον τινὰ καταλαβὼν, ἐν ᾧ τέμενος ἦν δαίμοσιν ἀνακείμενον, καὶ
                        ὑπὸ τῶν πάλαι δυσσεβῶν πολλαῖς θυσίαις τιμώμενον, σμικράν τινα καλύβην
                        ἐπήξατο. </p><p>Ἐθεράπευον δὲ τοὺς ἀλιτηρίους, ὡς ἔφασαν, τήν πολλὴν αὐτῶν ὠμότητα θυσίαις
                        πραΰνειν πειρώμενοι. </p><p>Πολλοῖς γὰρ ἐλυμαίνοντο, καὶ παριοῦσι, καὶ γειτονεύουσιν, οὐκ ἀνθρώποις
                        μόνοις, ἀλλὰ καὶ ὄνοις, καὶ ἡμιόνοις, καὶ βουσὶ, καὶ προβάτοις: οὐ τοῖς
                        ἀλόγοις πολεμοῦντες, ἀλλὰ διὰ τούτων τοῖς ἀνθρώποις ἐπιβουλεύοντες. Τότε
                        τοίνυν ἀφικόμενον τοῦτον ἰδόντες, καταπλήττειν ἐπειρῶντο μὲν, οὐκ ἠδύναντο
                        δὲ, <milestone unit="mignepage" n="1488-b"/>καὶ τῆς πίστεως περιφραττούσης,
                        καὶ ὑπερμαχούσης τῆς χάριτος. Τοιγάρτοι λύσσης καὶ μανίας ἀναπλησθέντες,
                        κατὰ τῶν ἐκεῖ πεφυτευμένων ἐχώρησαν δένδρων. Πολλαὶ δὲ περὶ τὸν λόφον
                        ἐκεῖνον συκαῖ τε καὶ ἐλαῖαι τεθηλυῖαι ἐτύγχανον οὖσαι. Ἐκ τούτων πλείους ἤ
                        πεντακοσίας ἐξαπιναίως ἀνασπασθῆναί φασι. Καὶ τοῦτο τῶν γειτονευόντων
                        ἀγροίκων διηγουμένων ἀκήκοα: οἵ πάλαι τῷ τῆς ἀσεβείας κατεχόμενοι ζόφῳ, διὰ
                        τῆς τούτου διδασκαλίας τε καὶ θαυματουργίας, τὸ τῆς θεογνωσίας ὑπεδέξαντο
                        φῶς, Ἐπειδὴ δὲ καὶ τοῦτο δράσαντες οἱ ἀλιτήριοι δαίμονες οὐκ ἐδεδίξαντο τῆς
                        φιλοσοφίας τὸν ἀθλητὴν, καὶ ἕτερα αὖθις προσέφερον μηχανήματα. Νύκτωρ γὰρ
                        ὀλολυγῇ χρώμενοι, καὶ λαμπάδας ἐπιδεικνύντες, ἐκδειματοῦν ἐπειρῶντο, καὶ
                        θόρυβον ἐμβαλεῖν τῷ λογισμῷ. </p><p>Ὡς δὲ πάσας αὐτῶν τὰς ἐφόδους ἐγέλασεν, ὕστερον <milestone unit="mignepage" n="1488-c"/>αὐτὸν καταλιπόντες ἀπέδρασαν. Ὁ δὲ δύο τροχοὺς κατασκευάσας
                        δύο πήχεων διάμετρον ἔχοντας, σανίσιν οὑ συνηρμοσμέναις ἀλλήλαις, ἀλλὰ διχὰ
                        διεστηκυίαις ἄμφω συνέζευξε τὼ τροχώ. Εἶτα ἔνδον καθίσας, καὶ γόμφοις καὶ
                        ἥλοις τὰς διεστηκυίας ἐκείνας καταπήξας σανίδας, ὕπαιθρον ἐξήρτησε τὸν
                        τροχόν: τρία ἕτερα ξύλα ὑψηλὰ εἰς τὴν γῆν καταπήξας, καὶ τὰς ἄνω τούτων
                        ἀρχὰς ξύλοις ἑτέροις συνάψας, καὶ τούτων ἐν μέσῳ προσδήσας τὸν διπλοῦν
                        ἐκεῖνον τροχὸν, καὶ αἰωρήσας. Τούτου δὲ τὸ ἐντὸς δύο μὲν πήχεων ἔχει τὸ
                        ὕψος, πήχεος δὲ τὸ εὖρος. Ἐν τούτῳ καθήμενος, μᾶλλον δὲ κρεμάμενος, δέκα
                        τέως διετέλεσεν ἔτη. Σῶμα δὲ μέγιστον ἔχων, οὐδὲ καθήμενος ἀνορθοῦν δύναται
                        τὸν αὐχένα: ἀλλὰ συγκεκυφὼς ἀεὶ κάθηται, τοῖς γόνασι προσηλωμένον τὸ
                            <milestone unit="mignepage" n="1488-d"/>πρόσωπον ἔχων. Πρὸς τοῦτον
                        ἀφικόμενος, εὗρον αὐτὸν τῶν θείων Εὐαγγελίων τὴν ὠφέλειαν συλλέγοντα. </p><p>Ἠρόμην δὲ, μαθεῖν τῆς καινῆς ἐκείνης πολιτείας τὴν αἰτίαν ποθῶν: ὁ δὲ τῇ
                        Ἑλλάδι χρησάμενος φωνῇ: Κίλιξ γὰρ τὸ γένος ἐτύγχανεν ὤν: <q>Ἐγὼ, ἔφη,
                            πολλοῖς ὑποκείμενος ἁμαρτήμασι, καὶ ταῖς ἠπειλημέναις τιμωρίαις
                            πιστεύων, τόδε τοῦ βίου τὸ εἶδος ἐπινενόηκα, κολάσεις μετρίας τῷ σώματι
                            μηχανώμενος, ἵν: ἐκείνων τῶν προσδοκωμένων ὑποσυλήσω τὸν ὄγκον.
                            Χαλεπώτεραι γὰρ ἐκεῖναι, οὐ τῇ ποσότητι μόνον, ἀλλὰ καὶ αὐτῇ τῇ
                            ποιότητι: ἀκούσιοι <pb n="1489"/>
                            <milestone unit="mignepage" n="1489-a"/> γάρ. Τὸ δὲ παρὰ γνώμην
                            γιγνόμενον, λίαν ἀνιαρόν: τὸ δὲ ἐθελούσιον, κ̔??ʼν ἐπίπονον ἧττόν ἐστιν
                            ἀλγεινόν. Αὐθαίρετος γὰρ, ἀλλ̓ οὐ βίαιος ὁ πόνος. </q>
                    </p><p><q>Ἵνα τοίνυν, ἔφη, ταῖς μικραῖς ταύταις ἀνίαις ἐλαττώσω τὰ προσδοκώμενα,
                            μέγα ἐντεῦθεν ἀποίσω τὸ κέρδος.</q> Τούτων ἀκούσας λίαν αὐτὸν τῆς
                        ἀγχινοίας ὑπερηγάσθην: ὅτι οὐ μόνον ὑπὲρ τὰ κείμενα ἠγωνίζετο σκάμματα, καὶ
                        ἄλλα οἴκοθεν ὑπενόει ἀγωνίσματα: ἀλλ̓ ὅτι καὶ τούτων τὰς αἰτίας ἐπεγίνωσκέ
                        τε, καὶ ἄλλους ἐδίδασκε. Καὶ θαύματα δὲ διὰ τῆς τούτου προσευχῆς πολλὰ
                        γίνεσθαι ἔφασαν οἱ περίοικοι, οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ καμήλων, καὶ
                        ὄνων, καὶ ἡμιόνων θεραπείας ἀπολαυόντων. Ἐντεῦθεν ἀσεβείᾳ πάλαι κατεχόμενον
                        ἐκεῖνο ἅπαν τὸ ἔθνος, τὴν μὲν πατρῴαν ἐξαπάτην ἠρνήθη, τοῦ θείου δὲ
                            <milestone unit="mignepage" n="1489-b"/>φωτὸς τὴν αἴγλην ἐδέξατο.
                        Τούτοις χρώμενος ὑπουργοῖς, καὶ τὸ τῶν δαιμόνων κατέλυσε τέμενος, καὶ σηκὸν
                        μέγιστον τοῖς καλλινίκοις ἀνήγειρε μάρτυσι, τοῖς ψευδωνύμοις θεοῖς τοὺς
                        θείους ἀντιτάξας νεκρούς. </p><p>Ταῖς δὲ τούτων εἴη πρεσβείαις, καὶ τοῦτον μετὰ τῆς αὐτῆς νίκης τῶν ἀγώνων τὸ
                        τέρμα καταλαβεῖν, καὶ ἡμᾶς ὑπὸ τούτων κἀκείνου βοηθουμένους, ἐραστὰς
                        γενέσθαι θερμοὺς τῶν τῆς φιλοσοφίας ἀγωνισμάτων. </p><p>Ἀμήν. </p></div><div type="textpart" subtype="chapter" n="29"><head>θ</head><p> Τῶν ἀρίστων ἀνδρῶν τὴν πολιτείαν συγγράψας, προῦργον νομίζω καὶ γυναικῶν
                        οὐδὲν ἧττον εἰ μὴ καὶ μᾶλλον ἠγωνισμένων ἐπιμνησθῆναι. Αὗται γὰρ εὐφημίας
                        μείζονός εἰσιν ἀξιώτεραι, φύσιν μὲν ἀσθενεστέραν λαχοῦσαι, τὴν αὐτὴν δὲ τοῖς
                        ἀνδράσι προθυμίαν ἐπιδεικνύμεναι, καὶ τῆς προγονικῆς αἰσχύνης τὸ γένος
                        ἐλευθεροῦσαι. Μαράνας δὲ καὶ Κύρας ἐπὶ τοῦ παρόντος μνησθήσομαι, αἴ τὰς
                        ἄλλας ἁπάσας τοῖς τῆς καρτερίας νενικήκασιν ἄθλοις. Ταύταις πατρὶς
                            <milestone unit="mignepage" n="1489-c"/>μὲν ἡ Βέῤῥοια, γένος δὲ τὸ τῆς
                        πατρίδος ἐπίσημον, τροφὴ δὲ τῷ γένει συμβαίνουσα: ἀλλὰ τούτων ἀπάντων
                        ὑπεριδοῦσαι, καὶ βραχύ τι πρὸ τοῦ ἄστεως χωρίον περιβαλοῦσαι, καὶ εἴσω
                        τούτου γενόμεναι, πηλῷ καὶ λίθοις τὴν θύραν ἀνῳκοδόμησαν. Κοινωνῆσαι δὲ
                        αὐταῖς τοῦδε τοῦ βίου τὰς θεραπαίνας προθυμηθείσας, ἔξω τοῦδε τοῦ περιβόλου
                        σμικρὸν δειμάμεναι καταγώγιον, ἐν ἐκείνῳ διάγειν ἐκέλευσαν. Ἐφορῶσι δὲ αὗται
                        διὰ σμικρᾶς τινος θυρίδος τὰ ὑπ̓ ἐκείνων γινόμενα: καὶ εἴς τε προσευχὴν θαμὰ
                        διανιστᾶσι, καὶ εἰς τὸν θεῖον ἔρωτα πυρπολοῦσιν. Αὗται δὲ οὔτε οἶκον, οὔτε
                        καλύβην ἔχουσαι, τὸν ὕπαιθρον ἀσπάζονται βίον. Ἀντὶ δὲ θύρας, βραχεῖά τις
                        αὐταῖς θυρὶς κατεσκεύασται, δἰ ἧς τήν τε ἀναγκαίαν τροφὴν εἰσδέχονται, καὶ
                        ταῖς πρὸς αὐτὰς ἀφικνουμέναις προσδιαλέγονται <milestone unit="mignepage" n="1489-d"/>γυναιξίν. Εἰς δὲ ταύτην ὥρισται τὴν συνουσίαν τῆς
                        Πεντηκοστῆς ὁ καιρός: κατὰ γὰρ τὸν ἄλλον χρόνον τὸν ἡσύχιον ἀσπάζονται βίον.
                        Ἡ Μαράνα δὲ μόνη ταῖς ἀφικνουμέναις διαλέγεται: τῆς γὰρ ἑτέρας οὐδεὶς ἀκήκοε
                        πώποτε φθεγξαμένης: σιδηροφοροῦσι δὲ, καὶ τοσοῦτον φέρουσι φορτίον, ὡς τὴν
                        Κύραν, ἀσθενέστερον σῶμα λαχοῦσαν, μέχρι τῆς γῆς κατακάμπτεσθαι, καὶ
                        ἀνορθοῦν τὸ σῶμα ἥκιστα δύνασθαι. </p><p>Τὰ δὲ περιβόλαια μέγιστα ἔχουσιν, ὡς ὄπισθεν μὲν ἀποσύρεσθαι, καὶ ἀκριβῶς
                        συγκαλύπτειν τὼ πόδε: ἔμπροσθεν δὲ μέχρις αὐτῆς τῆς ζώνης καθίεσθαι, τὸ <pb n="1492"/>
                        <milestone unit="mignepage" n="1492-a"/> πρόσωπον ὁμοῦ καὶ τὸν αὐχένα, καὶ
                        τὰ στήθη, καὶ τὰς χεῖρας ἀκριβῶς κατακρύπτοντα. Ταύτας δὲ πολλάκις ἐθεασάμην
                        εἴσω τῆς θύρας ἐκείνης γενόμενος. </p><p>Διορύξαι γάρ μοι παρεκελεύσαντο, τῆς ἱερωσύνης τὴν προεδρίαν τιμῶσαι. Εἶδον
                        τοίνυν οὐδὲ ἁνδρὶ γενναίῳ φορητὸν τὸν ἐκείνου τοῦ σιδήρου σταθμὸν, καὶ πολλὰ
                        λιπαρήσας, παραυτίκα μὲν ἀφελεῖν ἠδυνήθην: μετὰ δὲ τὴν ἡμετέραν ἀναχώρησιν,
                        πάλιν αὐτὸν τοῖς οἰκείοις περιέθεσαν μέλεσιν: αὐχένι μὲν τὸν περιαυχένιον,
                        ἰξύϊ δὲ τὴν ζώνην. χερσὶ δὲ καὶ ποσὶ τὰ τούτοις ἀπονενεμημένα. Καὶ τοῦτον
                        βιοτεύουσι τὸν τρόπον, οὐ πέντε, ἣ δέκα, ἢ πεντεκαίδεκα μόνα ἐξανύσασαι ἔτη,
                        ἀλλὰ δύο καὶ τεσσαράκοντα. Καὶ τοσοῦτον ἀγωνισάμεναι χρόνον, ὡς ἄρτι τῶν
                        ἀγώνων ἁψάμεναι τῶν ἱδρώτων ἐρῶσι. Τὸ γὰρ τοῦ νυμφίου φανταζόμεναι
                            <milestone unit="mignepage" n="1492-b"/>κάλλος, εὐπετῶς μάλα καὶ ῥᾳδίως
                        φέρουσι τοῦ δρόμου τὸν πόνον, καὶ καταλαβεῖν ἐπείγονται τῶν ἀγώνων τὸ τέλος,
                        ἐν ἐκείνῳ τὸν ἐρώμενον ἑστῶτα βλέπουσαι, καὶ τῆς νίκης ὑποδεικνύντα τὸν
                        στέφανον. </p><p>Τούτου εἵνεκα, καὶ ὑετοῦ, καὶ νιφετοῦ, καὶ ἡλίου δεχόμεναι προσβολὴν, οὐκ
                        ἀνιῶνται, οὐδὲ ἀλγύνονται. ἀλλ̓ ἐκ τῶν δοκούντων ἀνιαρῶν θυμηδίαν
                        καρποῦνται. </p><p>Καὶ τοῦ μὲν θεσπεσίου Μωῦσέως τὴν νηστείαν ζηλώσασαι, τρὶς ἄσιτοι τοσοῦτον
                        διετέλεσαν χρόνον. </p><p>Διὰ τεσσαράκοντα γὰρ ἡμερῶν τροφῆς βραχείας μετέλαβον. </p><p>Τρὶς δὲ καὶ τοῦ θείου Δανιὴλ τὴν ἀπαστίαν ἐζήλωσαν, τρεῖς ἑβδομάδας ἡμερῶν
                        ἐξανύουσαι, καὶ τότε τροφὴν χορηγοῦσαι τῷ σώματι. Ποθήσασαι δέ ποτε τῶν
                        σωτηρίων τοῦ Χριστοῦ παθημάτων τοὺς ἱεροὺς θεάσασθαι τόπους, ἔδραμον εἰς τὴν
                        Αἰλίαν, οὐδεμιᾶς κατὰ τὴν ὀδὸν ἐδωδῆς ἀπολαύσασαι, ἀλλ̓ εἰς ἐκείνην
                        ἀφικόμεναι τὴν πόλιν, καὶ τὴν προσκύνησιν ἐκπληρώσασαι, τροφῆς μετέλαβον,
                        καὶ πάλιν ἐπανῆλθον ἄσιτοι τὴν πορείαν ἀνύσασαι: σταθμοὶ δέ <milestone unit="mignepage" n="1492-c"/>εἰσιν οὐκ ἐλάττους τῶν εἴκοσι. Καὶ τῆς
                        καλλινίκου δὲ Θέκλης ἐπιθυμήσασαι θεάσασθαι τὸν ἐν Ἰσαυρίᾳ σηκὸν, ἵνα τῆς
                        περὶ τὸν Θεὸν ἀγάπης πανταχόθεν ἐξάψωσι τὸν πυρσὸν, ὡς ἀπῆλθον οὕτως
                        ἐπανῆλθον ἄσιτοι. Τοσοῦτον αὐτὰς τὸ θεῖον ἐξεβάκχευσε φίλτρον: οὕτως αὐτὰς ὁ
                        θεῖος ἔρως περὶ τὸν νυμφίον ἐξέμῃνεν. Αὗται μὲν τοιαύτῃ πολιτείᾳ τὸ θῆλυ
                        κατακοσμήσασαι γένος, ὡς ἀρχέτυπα καὶ ταῖς ἄλλαις γενόμεναι, τοῖς ἐπινικίοις
                        στεφάνοις ὑπὸ τοῦ Δεσπότου ταινιωθήσονται. </p><p>Ἐγὼ δὲ καὶ τὴν ἐντεῦθεν ὠφέλειαν προθεὶς, καὶ τὴν εὐλογίαν δρεψάμενος, ἐφ̓
                        ἕτερον βαδιοῦμαι διήγημα. </p></div></div></body></text></TEI>