>Ἐπειδὴ τῆς τοῦ θεοῦ χάριτος καὶ τοῦ θεοφιλεστάτου βασιλέως >Κωνσταντίνου συναγαγόντος ἡμᾶς ἐκ διαφόρων ἐπαρχιῶν καὶ πόλεων >ἡ μεγάλη καὶ ἁγία σύνοδος ἐν Νικαίᾳ συνεκροτήθη, ἐξ ἁπάσης τῆς >ἱερᾶς συνόδου ἀναγκαῖον ἐφάνη καὶ πρὸς ὑμᾶς ἀποσταλῆναι γράμματα >ἵν᾿ εἰδέναι ἔχοιτε τίνα μὲν ἐκινήθη καὶ ἐξητάσθη, τίνα δὲ ἔδοξε καὶ 4—8 vgl. Theodoret. Haeret. Fabul. IV 7 PG 83, 425. Athacas. Apol. c. Arian. Socrat. I 6, 37 — 38 — 13 — S. 42, 1 in Athanas. Handschriften Parisinus 474 Sco- rialensis Ω III 15 Basileensis 32 (ihre Übereinstimmung = Ω) Socrat. I 9, 1 — 14 [= T, Cass. ιι 12 Niceph. H. E. Vin 24]. Gelas. Cyzic. II 33 —13 — S. 41, 9 S. Leonis opera III 587 f (= Λ) * 4—11 Gelas. Cyzic. II 33 A HN (n) GS (s) DL + FV (v) = z W [bis 1 διδασκαλίας] 1 προτετιμηκότες A προτεθεικότες nszW ι 2 εἰς > v ι 4 θ am Rand Az ι μελίτιοσ ALVGel. μελέτιοσ nsDF ι τῆς] riffDvGel. ι 8 τὴν — ψῆφον = Gel.] τὴν καθαίρεσιν ὡς ψῆφον s ι 9 ἐνεμπίμπλα S ἐνεπίπλα HD ἐνεμπίπλα A τυραννίδα v ι 10 Ἀλεξάνδρου] ἀλεξανδρέων nD ι 11 ἃ übergeschrieben Ac 13 ἐπιστολὴ συνοδικὴ ~ s συνοδικαὶ ἐπιστολαί Lm > HV ι 20 20/21 ἐξ ἁπάσης τῆς ἱερὰς συνόδου ἀναγκαῖον ἐφάνη ιι ἐξ ἅπαντος ἀναγκαῖον ἐφάνη παρὰ τῆσ ἱερᾶσ συνόδου Ω Socr. Λ >ἐκρατύνθη. πρῶτον μὲν ἐξητάσθη τὰ κατὰ τὴν ἀσέβειαν Ἀρείου ἐπὶ >τοῦ θεοφιλεστάτου βασιλέως ἡμῶν Κωνσταντίνου, καὶ παμψηφὶ >ἔδοξεν ἀναθεματισθῆναι τὴν ἀσεβῆ αὐτοῦ δόξαν καὶ τὰ ῥήματα καὶ >τὰ νοήματα αὐτοῦ τὰ βλάσφημα οἶς ἐχρῆτο βλασφημῶν τὸν υἱὸν τοῦ >θεοῦ, λέγων ἐξ οὐκ ὄντων εἶναι καὶ πρὶν γεννηθῆναι μὴ εἶναι κοὶ >εῖναί ποτε ὅτε οὐκ ἦν, καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς δεκτι- >κὸν τὸν υἱὸν τοῦ θεοῦ. ταῦτα πάντα ἀνεθεμάτισεν ἡ ἁγία ούνοδος, >οὐδὲ ὅσον ἀκοῦσαι τῆς ἀσεβοῦς δόξης καὶ τῆς ἀπονοίας καὶ τῶν >βλασφήμων ῥημάτων ἀνασχομένη. καὶ τὰ μὲν κατ᾿ ἐκεῖνον οἵου >τέλους τετύχηκεν ἢ ἀκηκόατε ἢ ἀκούσεσθε, ἴνα μὴ δόξωμεν ἐπεμ- >βαίνειν ἀνδρὶ δι᾿ οἰκείαν ἁμαρτίαν ἄξια τὰ ἐπίχειρα κομισαμένῳ. >τοσοῦτον δὲ ἴσχυσεν αὐτοῦ ἡ ἀσέβεια ὡς καὶ παραπολαῦσαι Θεωνᾶν >τὸν ἀπὸ Μαρμαρικῆς καὶ Σεκοῦνδον τὸν ἀπὸ Πτολεμαΐδος· τῶν γὰρ >αὐτῶν κἀκεῖνοι τετυχήκασιν. >Ἀλλ᾿ ἐπειδὴ ἡ τοῦ θεοῦ χάρις τῆς μὲν κακοδοξίας ἐκείνης καὶ >τῆς βλασφημίας καὶ τῶν προσώπων τῶν τολμησάντων διάστασιν >καὶ διαίρεσιν ποιήσασθαι τοῦ εἰρηνευομένου ἄνωθεν λαοῦ ἠλευθέ- >ρωσε τὴν Αἴγυπτον, ἐλείπετο δὲ τὰ κατὰ τὴν προπέτειαν Μελιτίου >καὶ τῶν ὑπ᾿ αὐτοῦ χειροτονηθέντων, καὶ περὶ τούτου τὰ δόξαντα >τῇ συνόδῳ ἐμφανίξομεν ὑμῖν, ἀγαπητοὶ ἀδελφοί.