ἀλλ’ οἱ ἐπίσκοποι, θεωρή- >σαντες τὴν κακουργίαν ἐκείνων καὶ τὴν τῆς ἀσεβείας κακοτεχνίαν, >λευκότερον εἰρήκασι τὸ ἐκ τοῦ θεοῦ καὶ ἔγραψαν ἐκ τῆς οὐσίας τοῦ >θεοῦ εἶναι τὸν υἱόν, ἵνα τὰ μὲν κτίσματα, διὰ τὸ μὴ ἀφ’ ἑαυτῶν >χωρὶς αἰτίου εἶναι ἀλλ’ ἀρχὴν ἔχειν τοῦ γίνεσθαι, λέγηται ἐκ τοῦ >θεοῦ, ὁ δὲ υἱὸς μόνος ἴδιος ἐκ τῆς τοῦ πατρὸς οὐσίας. τοῦτο γὰρ >ἴδιον μονογενοῦς καὶ ἀληθινοῦ λόγου τοῦ πατρός. καὶ περὶ μὲν τοῦ γεγράφθαι ἐκ τῆς οὐσίας ἡ πρόφασις αὕτη. 3—8. 37, 14 Athanas. Epist. ad Afros —6 — 8 vgl. I Kor. 1, 24 — Job. 17,3 — 9/10 Hebr. 1,3 — 12 13 I Kor. 8, 6 — 13/14 II Kor. 5, —18 — —17 Hermas, Mand. —22 öm. 8, 32 A HN(n) GS(s) DL + FV (v) = z T W 1 οἶς] ὃς Nsv ι 3 ἀθανασίου Am ι 5 καὶ ποίημα = Cass. Athan. > Lv ι τὸ2 > AAthan. ι (J τἀς δὲ = Athan.] τάς τε A ι ι 9 ὁ1 > ns ι 10 τοῦ πατρὸς = Athan. > TCass. ι 12 ὁ θεὸς s ι 13/14 τὰ πάντα καινά ADVWAthan. Cod. Bas. Kor. καινὰ τὰ πάντα nsLF καινά TAthan. Cod. Par. ι 15 εῖ, ι Cass. > T ι 16 καὶ καταρτίσας = Athan. Herrn. > A ι 21 χωρὶς αἰτίου εἶναι] χωρήσαι τὸ εἶναι s ι χωρὶς = Athan.] ἧ χωρὶς n ι γίνεσθαι AuGTW γενέσθαι SzAthan. ι λέγεται T ι 22 ἴδιος nGT Athan. ἰδίως (vielleicht aus ἴδιος A) corr. Ac proprius Cass. ἰδίως SDv ἀίδιος W > L i ἐκ AnszCass. > TWAthan. 23 λόγου = Cass.] γόνου Τ ι τοῦ πρݲσݲ A πρݲσݲ nszTW πρὸς πατίρα Athan. >Πáλιν δὲ τῶν ἐπισκόπων ἐρωτώντων τοὺς δοκοῦντας ὀλίγους εἰ >λέγοιεν τὸν υἱὸν οὐ κτίσμα, ἀλλὰ δύναμιν σοφίαν τε μόνην τοῦ >πατρὸς καὶ εἰκόνα ἀίδιόν τε καὶ ἀπαράλλακτον κατὰ πάντα τοῦ >πατροὸς καὶ θεὸν ἀληθινόν, κατελήφθησαν οἱ περὶ Εὐσέβιον δια- >νεύοντες ἀλλήλοις ὅτι· καὶ ταῦτα φθάνει καὶ εἰς ἡμᾶς· καὶ γὰρ καὶ >ἡμεῖς »εἰκὼν καὶ δόξα θεοῦ« λεγόμεθα. καὶ περὶ ἡμῶν εἴρηται >»ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες«· καὶ δυνάμεις πολλαί εἰσιν, καὶ >»ἐξῆλθε μὲν πᾶσα ἡ δύναμις τοῦ θεοῦ ἐκ γῆς Αἰγύπτου, >»ἡ δὲ κάμπη καὶ ἡ ἀκρὶς λέγεται »δύναμις μεγάλη, καὶ >»κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ«. ἀλλὰ καὶ τὸ ἰδίους ἡμᾶς εἶναι τοῦ θεοῦ ἔχομεν οὐχ >ἁπλῶς, ἀλλ’ ὅτι καὶ ἀδελφοὺς ἡμᾶς ἐκάλεσεν. εἰ δὲ καὶ θεὸν >ἀληθινὸν λέγουσι τὸν υἱόν, οὐ λυπεῖ ἡμᾶς· γενόμενος γὰρ ἀληθινός εστιν«. >Αὕτη τῶν Ἀρειανῶν ἡ διεφθαρμένη διάνοια. ἀλλὰ καὶ ἐν- >ταῦθα οἱ ἐπίσκοποι, θεωρήσαντες ἐκείνων τὸ δόλιον, συνήγαγον >ἐκ τῶν γραφῶν τὸ ἀπαύγασμα τήν τε πηγὴν καὶ ποταμὸν καὶ >χαρακτῆρα πρὸς τὴν ὑπόστασιν , καὶ τὸ »ἐν τῷ φωτί σου >ὀψόμεθα φῶς«, καὶ τὸ ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν«.