Κατὰ τοῦτον τὸν χρόνον Ἄρειος τῷ μὲν καταλόγῳ τῶν πρεσβυτέρων ἐντεταγμένος, τὴν δὲ τῶν θείων γραφῶν πεπιστευμένος ἐξήγησιν, ἰδὼν τὸν Ἀλέξανδρον τῆς ἀρχιερωσύνης ἐγχειρισθέντα τοὺς οἴακας, οὐκ ἤνεγκε τοῦ φθόνου τὴν προσβολήν, ἀλλ’ ὑπὸ τούτου νυττόμενος ἀφορμὰς ἔριδος ἐπεζήτει καὶ μάχης. καὶ τὴν μὲν ἀξιέπαινον τοῦ ἀνδρὸς πολιτείαν θεώμενος οὐδὲ συχοφαντίαν ὑφαίνειν ἠδύνατο, ἡσυχίαν δὲ ὅμως ἄγειν αὐτὸν ὁ φθόνος ἐκώλυε. τοῦτον εὑρὼν ὁ τῆς ἀληθείας ἀντίπαλος δι’ αὐτοῦ κυκᾷ καὶ κινεῖ τῆς ἐκκλλησίας τὴν ζάλην· ταῖς γὰρ ἀποστολικαῖς Ἀλεξάνδρου διδασκαλίαις προφανῶς ἀντιτείνειν ἀνέπειθε. καὶ ὁ μὲν τοῖς θείοις λογίοις ἑπόμενος ὁμότιμον ἕλετε τοῦ πατρὸς τὸν υἱὸν καὶ τὴν αὐτὴν οὐσίαν ἔχειν τῷ 9—12 vgl. Rufin. H. Ε. X 1 —14 S. 7, 3 vgl. Theodoret. Haeret. IV 1 PG 83, 412 A HN(n) 08(8) DL + FV (v) = z Τ 2 ἀπέφηνε AnDT habuit Cass. ἀπέφαινε sLv ι 4 προσκυνῆσαι s ι 6 ἐγὼ > LvCass. I 7 β am Rand sLv ι 8 αἴγυπτον AnsLv αἰγύπτω DT Nie, vgl. IIII 2 ι 10 δυσσεβῶν XnDT Cass. δυσσεβῶν + ἐκείν’ ὤ sLv übergeschrieben Ac 10 τυράννων — 12 ἀλέξανδρος umgearbeitet und erweitert in Τ Cass. ι 11 vor Ἀχιλλᾶς + καὶ sv ι ἀχιλλὰσ A ι nach χρόνον + προὔστη καὶ H ι 13 διδαγμάτων T, dogmatis Cass. ι 14 Κατὰ: β am Rand A ι 15 δὲ AnT τε szCass. ι 18 ἐπιζητεῖ T, quaerebat Cass. ι 19 πολιτείαν τοῦ ἀνδρὸς ~ z τοῦ > D) I οὐδὲ συκοφαντίαν ὑφαίνειν szT am Rand Ac nequaquam cahimnias contexere Cass. συκοφαντίασ ὑφαίνειν οὐκ An ι 20 ἐδύνατο sV ι ἐκώλυσεν Τ, prohibebat Cass. ι 21 ἀληθείασ AnszCass. ἐκκλησίας Τ ι 22 ταῖς — διδασκαλίαισ szTCass. τῆ γὰρ ἀποστολικὴ ἅλ’. διδασκαλία An ι 23 λογίοις A = eloquia Cass. λόγοισ’ nszT ι ἑπόμενος nszTCass. πειθόμενος Α ι 24 οὐσίαν ἔχειν An Cass. ἔχειν οὐσίαν szT γεγεννηκότι θεῷ · ὁ δὲ Ἄρειος ἄντικρυς τῇ ἀληθείᾳ μαχόμενος κτίσμα καὶ ποίημα προσηγόρευεν, καὶ τὸ ἦν ποτε ὅτε οὐκ ἦν προσετίθει καὶ τἄλλα ὅσα ἐκ τῶν ἐκείνου γραμμάτων σαφέστερον μαθησόμεθα. καὶ ταῦτα οὐ μόνον ἐν ἐκκλησίᾳ διετέλει λέγων, ἀλλὰ κἀν τοῖς ἔξω συλλόγοις καὶ συνεδρίοις, καὶ τὰς οἰκίας περινοστῶν ἐξηνδραπόδιζεν ὅσους ἴσχυεν. Ἀλέξανδρος δέ, ὁ τῶν ἀποστολικῶν δογμάτων συνήγορος, πρῶτον μὲν αὐτὸν παραινέοεοι ἐπειρᾶτο καὶ συμβουλαῖς· ἐπειδὴ δὲ κορυβαντιῶντα εἶδε καὶ ἀναφανδὸν κηρύττοντα τὴν ἀσέβειαν, τῶν ἱερατικῶν ἐξήλασε καταλόγων. ἤκουσε γὰρ τοῦ θείου νόμου βοῶντος· »ἐὰν ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ«.