Ἀλλ’ ὁ παμπόνηρος καὶ βάσκανος δαίμων, ὁ τῶν ἀνθρώπων ἀλάστωρ, οὐκ ἤνεγκεν ἐξ οὐρίων φερομένην τὴν ἐκκλησίαν ὁρῶ,. ἀλλὰ τὰς κακομηχάνους ἐκίνει βουλὰς καταδῦσαι φιλονεικῶν τὴν ὑπὸ τοῦ ποιητοῦ καὶ δεσπότου τῶν ὅλων κυβερνωμένην. ἑώρα δὲ τὴν Ἑλληνικὴν πλάνην δήλην γεγενημένην καὶ φωραθέντα τὰ ποικίλα τῶν δαιμόνων τεχνάσματα, καὶ τὴν μὲν κτίσιν παρὰ τῶν πλείστων οὐκ ἔτι προσκυνουμένην , τὸν δὲ ποιητὴν ἀντὶ ταύτης ὑμνούμενον. οὑ δὴ χάριν οὐκ ἔτι προφανῶς τὸν κατὰ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἀνερρίπιζε πόλεμον, ἀλλ’ ἄνδρας εὑρὼν τῆς μὲν Χριστιανικῆς προση- 6 Gal. 1, 1 — 8— 10 vgl. Euseb. Vit. Const. II 44—45. IV 23 und 25 13—16 Euseb. H. E. X 9, 7. Vit. Const. II 19 * 13—15 und 17— S. 7, 9 Niceph. H. E. VIII 4 und 5 — 18— S. I 12 [= T] A HN(n) GS(s) DL + FV (y) = z Τ [von 18 οὐκ ἤνεγκεν an] 2 λικινίου s ι κατευνάσθη z ι 4 ἀπήλαυε AHFc ἀπήλαβε D ἀπήλαυσε ἀπέλαυσε V ι στρεβλῶν An στροβίλων z γρ. στροβίλων am Rand A στροβήσων übergeschrieben Ac προσβολῶν G προσβαλλόντων S ι 7 ταίτης An > sz ι αὐτὴ mit guter Verbesserung D αὐταῖς AnsLv ι 8/9 δομᾶσθαι AHGDLF δωμᾶσθαι N δομεῖσθαι SV ι 9 δὲ2] μὲν n μὲν gestrichen und δὲ übergeschrieben Α ι 10 ἐφίστη HD ι 12 ἀνήγειραν ΑΝ ι 14 χορείας] χορηγίας S und auf Rasur G ι ἔμπλεα AnEus. H. Ε. ἔμπλεω Νic. ἀνάπλεα sz ι 15 ἀποκέκλειστο L ι 18 nach ὁρῶν + ὁ διάβολος Τ* ι 19 καταδῦσαι Τ Nie. submergerc Cass. καταλῦσαι Ansz 20 δὲ] γὰρ H ι 24 τοῦ svT ι ἡμῶν DT nostruvi Cass. > AnsLv γορίας ἠξιωμένους , φιλοτιμίᾳ δὲ καὶ κενῇ δόξῃ δεδουλωμένους, ὄργανα τούτους τῶν οἰκείων ἀπέφηνε τεχνασμάτων· καὶ διὰ τούτων πολλοὺς εἰς τὴν προτέραν ἐπανήγαγε πλάνην, οὐ τὴν κτίσιν πάλιν προσκυνεῖσθαι παρασκευάσας, ἀλλὰ τὸν ποιητὴν καὶ δημιουργὸν συνταχθῆναι τῇ κτίσει κατασκευάσας. ποῦ δὲ τὴν ἀρχὴν καὶ ὅπως ἕσπερε τὰ ζιζάνια ἐγὼ διηγήσομαι. Ἀλεξάνδρεια πόλις ἐστὶ μεγίστη καὶ πολυάνθρωπος , οὐκ Αἰγυπτίων μόνον ἀλλὰ καὶ Θηβαίων καὶ Λιβύων τῶν πρὸς Αἴγυπτον τὴν ἡγεμονίαν πεπιστευμένη. ταύτης μετὰ Πέτρον ἐκεῖνον τὸν νικηφόρον ἀγωνιστήν, ὃς ἐπὶ τῶν δυοειδῶν τυράννων τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδήσατο, Ἀχιλλᾶς μὲν ὀλίγον χρόνον τὰ τῆς ἐκκλησίας κατέσχε πηδάλια, μετὰ δὲ τοῦτον Ἀλέξανδρος ὁ γενναῖος τῶν εὐαγγελιῶν δογμάτων γενόμενος πρόμαχος.