Λοιπὸν ὁ μόλυβδος ἔχων τὰ οὐσιαστικὰ εἴδη ἐκ δευτέρου βαλλόμενα εἰς τὴν ξάνθωσιν μετὰ ἀργύρου, ποτὲ μὲν καὶ σκορπιζόμενα, ποτὲ δὲ συνλειούμενα καὶ κατασπώμενα, καὶ διὰ τῶν ἄλλων μυρίων τεχνῶν τῶν ἐν ταῖς γραφαῖς αὐτῶν γινομένων· πλατεῖα γάρ ἐστιν ἡ τέχνη, καὶ ὅλα τὰ μέρη, καὶ σκωρίδια, καὶ τὸ καλούμενον ἐξάνθημα, καὶ ὁ μόλυβδος τοῦ ὀξυζωμίου καὶ χρυσοζωμίου, καὶ εἴ τι τοιοῦτον περὶ τούτου στίχου νόει. Τὸ δὲ χρυσοκόλλην καὶ σινώπην, καὶ καθμίαν, ὡς ἔφην, μετὰ τοῦ μολύβδου, τὰ οὐσιαστικὰ εἴδη νόει· τὸ μύσι τὸ ἀσιατικὸν, τὸ θεῖον ὕδωρ δηλοῖ ποτὲ μὲν τὸ μερικὸν, ποτὲ δὲ τὸ καθόλου τὸ ἄθικτον. Καὶ τὸ μὲν μερικόν ἐστιν τὸ δι᾽ ἀσβέστου ἔχον πόας καὶ πάντα λειοῦν, ὀπτὸν τὸ μέρος τῶν ξανθῶν, καὶ σηπτόν· τὸ δὲ καθόλου, ὅταν τὸ σαπὲς ἀναλύσῃς τῷ προταγέντι χαλκῷ, καὶ ἀνασπάσῃς, εἴτε αἰθάλην μετὰ κόμμεως, καὶ ἔχεις, καὶ περιχέεις μαλάγματα, φησὶν, τὸ αὐτὸ μέρος τῷ εἴδει ξανθωθέντι καὶ ἀναδειχθέντι, καὶ ζέσῃς, καὶ τοῦτο ποιήσας τρίτον, καὶ τοῦτο ἐπιβάλλῃς. Ἔχουσιν οὖν αἱ ἀρχαῖαι γραφαὶ ποτὲ μὲν καθησμὸν πάντα, ποτὲ δὲ καὶ συγκεχυμένος, ἅτινα πάντα σοι ὑπογραφήσεται· ἔχει δὲ ὧδε. Λαβὼν κύθραν ὠμὴν, ξήρανον ἐν ἡμέρας ι', καὶ λαβὼν ὤχρας καὶ κυανοῦ ἀνὰ μέρος α', λείου ὄξει ἀκράτῳ· ποιήσας μέλιτος πάχος, χρίε τὴν κύθραν ἔσωθεν· καὶ (f. 264 r.) ὄπτα σανδαράχης ἀλῆς, καὶ λαβὼν ἰὸν χαλκοῦ, λείου οὔρῳ ἀφθόρου, καὶ χρίε πάλιν ἐπάνω τὴν κύθραν· καὶ περιφημώσας ὄπτα ἡμέρας γ'· καὶ ἐξελών εὑρήσεις ὡς καγχρία· ταῦτα ἐπίβαλλε ἀργύρῳ, οἱ μὲν μελανωθέντι, οἱ δὲ οὐ ψυγῆ χρυσὸν μελάνωσις· ὤχρας μέρος, κασσιτέρου μέρος προσποιεῖ ἀμφότερα, τὸν αὐτὸν σίδηρον πρὸς τὸ ἴσον· καὶ μαγνησίᾳ τὸ αὐτὸ ποιήσεις· καὶ λαβὼν ἥμισυ καὶ θεῖον ἄπυρον, καὶ μίγνυε ἀνὰ μέρος ἥμισυ ἐν χώστρᾳ ἐπὶ ἡμέρας β'· εἶτα λείου τοῦτο μετὰ χαλκάνθου, καὶ κηκήδιν ἀφρῷ ἴσα τέως ἡμέρας γ', καὶ ὄπτα, καὶ ἐπίβαλλε χρυσὸν, καὶ μελανωθήσεται τούτου ἓν ἀργύρου μέρος.