Τὸ γοῦν πρῶτον ἔτος τοῦ χρησμοῦ, τὴν τοῦ χαλκοῦ λεύκωσιν τῶν κατασταθέντων καὶ λειωθέντων, καὶ φρυχθέντα ἕως μεταβάλῃ εἰς τὸν κηρόν· σύγκειται δὲ ἀστοῦν χαλκὸν ἐκ τῶν δ' σωμάτων, χαλκοῦ, σιδήρου, κασσιτέρου, μολύβδου, καὶ τῶν (f. 263 r.) οὐσιαστικῶν μετάλλων, καὶ θείου λευκοῦ· τάδε χρῄζουσιν μὲν προταριχείας ἀπὸ μηνὸς μεχὶρ ἕως μηνὸς φαρμουθὶ ιε' ἡμέραι μα', εἶτα πλύσεως, ζέσεως, γλυκασμοῦ, ὑλισμοῦ, συσταθμίας, καθάρσεως. Καθαίροντα δὲ τὰ δ' σώματα ἕως ἔχῃς πανταχοῦ, εἶτα μίγνυται σταθμῷ. Ἔστι δὲ ἡ σταθμία· ἐκ χαλκοῦ λίτραι δ', σιδήρου λίτραι α', κασσιτέρου λίτραι β' 𐅵, μολύβδου λίτραι β' 𐅵, ὁ μὲν τοῦ χαλκοῦ, λάμβανε ἀργύρου λίτραν α'· ἔστι αὐτοῦ κάτοχος. Ἔχουσιν δὲ ἐν ταῖς ἄλλαις γραφαῖς καὶ διαφόρους σταθμοὺς, καὶ μίξεις καὶ ἐργασίας, καὶ αὐτὰς καλὰς καὶ οὐκεῖ κενὰ, οὐδὲ ματαίους. Οἱ μὲν γὰρ αὐτῶν ὅλα τὰ σώματα ὑφ' ἓν μιγνύντες ἔχουσιν σκωρίαν ἢ καὶ ἐργάζονται· οἱ δ᾽ ἐπιει καὶ ἑτέρων ποιοῦσιν, προκαθαίρουσιν γὰρ τὸν χαλκὸν, ὡς ἐνδέχεται, καὶ μίσγουσιν τὸν ἄργυρον· εἶτα τὸν σίδηρον ἀρσενώσαντες, ὡς ἐν τῷ χαλκῷ, καὶ ποιήσαντες ἁπαλὸν, σμίγουσιν· τὸν δὲ κασσίτερον καὶ μόλυβδον λύσαντες ἐπιδάλλουσιν τὰ μέταλλα καὶ σκορπιστικῇ καμίνῳ, καὶ φρύξαντες οὕτω λείουσιν καὶ πλύνουσιν· καὶ οὕτω μίσγουσιν τὸν σιδηρόχαλκον, ἄλλοι δὲ τὸν μὲν μόλυβδον· σκορπίζουσι τὰ μέταλλα· τὸν δὲ κασσίτερον, ὀνυχοποιήσαντες μίγμα, καὶ λοιπὸν βάλλοντες, τὸν μὲν μόλυβδον λειοῦσιν καὶ τὸν κασσίτερον ὁμοίως λειοῦσιν, καὶ μίσγουσιν καὶ πλύνουσιν, καθὼς λειοῦται ἔμπροσθεν τρυβλίῳ, καὶ τοῖς ἄλλοις. Εἰ μὴ γὰρ πλυνθῇ καὶ ἀρθῇ ἡ μελανία ἀπ αὐτοῦ, οὐδέν ἐστιν. Αἴρεται δὲ διὰ πλύσεως καὶ ζέσεως μετ᾽ αὐτοῦ, εἶτα πήξεως (f. 263 v.), εἶτα κατεράσεως, εἶτα σήψεως, εἶτα ἀνασπάσεως.