Ὅπερ οὖν ἐζήτει, τοῦτο (f. 262 v.) ὁ χρησμὸς ἔδωκεν. Ἐνδεής οὖν ὁ χρησμὸς τῶν μετὰ τῶν σοφῶν πρὸς συμπλήρωσιν ἀπεπλήρωσαν αὐτοῦ τὰ λείποντα· ἀρσενοείτε εἰς τὸν ξανθὸν, καὶ ἄλλοι ἄλλας· τῆς μέντοι λευκώσεως οὐδεὶς κατηξίωσεν μνημονεύσας, εἰ μὴ ἐγώ· ἣν καὶ ἔγραψα πολλαχῶς, καὶ πάλιν γράφω, ἀρχόμενος πάλιν ἀπὸ τοῦ χρησμοῦ κατ᾽ ἐπερώτησιν· ἔχει δὲ ὧδε· Ἐπεὶ μὲν δοκεῖς εὐσθένεσιν δεήσεσιν, ζακορὲ, λιτάζῃ πρὸς τροφοῦ ἰδίου χρυσοῦ σθένος, δέλτησιν ἐγχείρωσε τοὺς ἐμοὺς λόγους. Χαλκὸν κεκαυμένον, τούτου καὶ σφόδρα λίαν πλυνθέντος καὶ ἀνακαυθέντος, καὶ πάλιν ἔστω, κάθες καλλίστῳ ἀργύρῳ ψῆγμα, μύριν ἑκάστην πρὸς δύνην, καὶ δ ον , καὶ γῆ Σινώπης, καὶ ὄστρακον κάθμις, καὶ χρυσὸν τῶν Μακεδώνων γαίης, καὶ μύσεως λέγω σοι ἀσιατικοῦ· ξυνειχώνεις· καὶ ἀσπάσω τὸν χρυσὸν. Καὶ οὕτως μὲν ὁ ἀρχαίοτατος χρησμός· κατένεγκαι προσέχων βίβλον ἐδαφιστικὴν μεγάλην. Καὶ ἡ βίβλος ὑπομνήματα παραδίδωσιν ἀζώσις φωνῆς, καὶ ἡ παράδοσις δείξει· καὶ ἡ δείξης ἐμπειρίαν εὐθύαν εὐεργεσίαν ἐνεπιβολὴν, εἴδησιν μυστικὴν, διὰ τοὺς φθόνους, καιρὸν καὶ καιροὺς, καὶ σύμπαντα τὰ τῆς τέχνης. Τὸ γοῦν πρῶτον ἔτος τοῦ χρησμοῦ, τὴν τοῦ χαλκοῦ λεύκωσιν τῶν κατασταθέντων καὶ λειωθέντων, καὶ φρυχθέντα ἕως μεταβάλῃ εἰς τὸν κηρόν· σύγκειται δὲ ἀστοῦν χαλκὸν ἐκ τῶν δ' σωμάτων, χαλκοῦ, σιδήρου, κασσιτέρου, μολύβδου, καὶ τῶν (f. 263 r.) οὐσιαστικῶν μετάλλων, καὶ θείου λευκοῦ· τάδε χρῄζουσιν μὲν προταριχείας ἀπὸ μηνὸς μεχὶρ ἕως μηνὸς φαρμουθὶ ιε' ἡμέραι μα', εἶτα πλύσεως, ζέσεως, γλυκασμοῦ, ὑλισμοῦ, συσταθμίας, καθάρσεως. Καθαίροντα δὲ τὰ δ' σώματα ἕως ἔχῃς πανταχοῦ, εἶτα μίγνυται σταθμῷ. Ἔστι δὲ ἡ σταθμία· ἐκ χαλκοῦ λίτραι δ', σιδήρου λίτραι α', κασσιτέρου λίτραι β' 𐅵, μολύβδου λίτραι β' 𐅵, ὁ μὲν τοῦ χαλκοῦ, λάμβανε ἀργύρου λίτραν α'· ἔστι αὐτοῦ κάτοχος.