ΑΓΑΘΟΔΑΙΜΩΝ ΕΙΣ ΤΟΝ ΧΡΗΣΜΟΝ ΟΡΦΕΩΣ ΣΥΝΑΓΩΓΗ ΚΑΙ ΥΗΟΜΝΗΜΑ Ἀγαθοδαίμων Ὀσιρίδει χαίρειν. Ἤδη σοι τοῦτο τέταρτον βιβλίον γράφω ἐκ τοῦ ἀρχαίου χρησμοῦ· σὺ δ᾽ ἂν συνιῇς, ἤγουν ἂν συνετοὺς ὑποκρίναι, ἤγουν αὐτὸς ἐνταῦθα πρὸς ἡμᾶς τῇδε ὃς πόλει ἠλιθείης ἐλθὲ ἀκουόμενος ἀναφανδὸν, ὅπου ἡμῖν παρακελεύων ἔρχεσθαι ἐν Μέμφει· ἄγοντά σοι ἐκεῖ ἠλιθείης, ὑπομνήματα τοῦ χρησμοῦ, τέως δὲ ἕως κατὰ κέλευσιν ὑποθήσομαί σοι πάλιν ὑπὸ χρησμὸν, καὶ τὰς εἰς αὐτὸν τῶν πολλῶν συναγωγὰς, καὶ οὕτως τὰ ὑπομνήματα. Ἴσθι δὲ, Ὄσιρι, ὅτι ὁ χρησμὸς ἀπό τε ξανθώσεως ἤρξατο· παρὰ λοιπὸν τὴν λεύκωσιν, τὴν ξάνθωσιν οὐκ ἄλειπον εἴρηκεν· διὰ τί; ὅτι ὁ ἐρωτὸν περὶ οὗ ἐνεθύμητον ἤκουσεν. Πρὸς γὰρ τὰς διαθέσεις τοῦ νοῦ τὸν χρησμὸν ὑποκρίνονται. Ὁ γοῦν Ὀρφεὺς ἦν ποίησων τὴν λεύκωσιν οἶδε πάντα τὰ παρ᾽ ἑαυτῷ ἑτοίματα ὀργάνῳ ὕδατα καὶ κηροτακίδα, καὶ τὰ μέρη τῆς ξανθώσεως πάσης, λέγω δὴ ὕδατος θείου ἀθίκτου, καὶ τὰ ἄλλα ἕτοιμα : καὶ μόνον μίξει ζητεῖ τοῦ ὐστέρου σκωριδίου. Ὅπερ οὖν ἐζήτει, τοῦτο (f. 262 v.) ὁ χρησμὸς ἔδωκεν. Ἐνδεής οὖν ὁ χρησμὸς τῶν μετὰ τῶν σοφῶν πρὸς συμπλήρωσιν ἀπεπλήρωσαν αὐτοῦ τὰ λείποντα· ἀρσενοείτε εἰς τὸν ξανθὸν, καὶ ἄλλοι ἄλλας· τῆς μέντοι λευκώσεως οὐδεὶς κατηξίωσεν μνημονεύσας, εἰ μὴ ἐγώ· ἣν καὶ ἔγραψα πολλαχῶς, καὶ πάλιν γράφω, ἀρχόμενος πάλιν ἀπὸ τοῦ χρησμοῦ κατ᾽ ἐπερώτησιν· ἔχει δὲ ὧδε· Ἐπεὶ μὲν δοκεῖς εὐσθένεσιν δεήσεσιν, ζακορὲ, λιτάζῃ πρὸς τροφοῦ ἰδίου χρυσοῦ σθένος, δέλτησιν ἐγχείρωσε τοὺς ἐμοὺς λόγους. Χαλκὸν κεκαυμένον, τούτου καὶ σφόδρα λίαν πλυνθέντος καὶ ἀνακαυθέντος, καὶ πάλιν ἔστω, κάθες καλλίστῳ ἀργύρῳ ψῆγμα, μύριν ἑκάστην πρὸς δύνην, καὶ δ ον , καὶ γῆ Σινώπης, καὶ ὄστρακον κάθμις, καὶ χρυσὸν τῶν Μακεδώνων γαίης, καὶ μύσεως λέγω σοι ἀσιατικοῦ· ξυνειχώνεις· καὶ ἀσπάσω τὸν χρυσὸν. Καὶ οὕτως μὲν ὁ ἀρχαίοτατος χρησμός· κατένεγκαι προσέχων βίβλον ἐδαφιστικὴν μεγάλην. Καὶ ἡ βίβλος ὑπομνήματα παραδίδωσιν ἀζώσις φωνῆς, καὶ ἡ παράδοσις δείξει· καὶ ἡ δείξης ἐμπειρίαν εὐθύαν εὐεργεσίαν ἐνεπιβολὴν, εἴδησιν μυστικὴν, διὰ τοὺς φθόνους, καιρὸν καὶ καιροὺς, καὶ σύμπαντα τὰ τῆς τέχνης. Τὸ γοῦν πρῶτον ἔτος τοῦ χρησμοῦ, τὴν τοῦ χαλκοῦ λεύκωσιν τῶν κατασταθέντων καὶ λειωθέντων, καὶ φρυχθέντα ἕως μεταβάλῃ εἰς τὸν κηρόν· σύγκειται δὲ ἀστοῦν χαλκὸν ἐκ τῶν δ' σωμάτων, χαλκοῦ, σιδήρου, κασσιτέρου, μολύβδου, καὶ τῶν (f. 263 r.) οὐσιαστικῶν μετάλλων, καὶ θείου λευκοῦ· τάδε χρῄζουσιν μὲν προταριχείας ἀπὸ μηνὸς μεχὶρ ἕως μηνὸς φαρμουθὶ ιε' ἡμέραι μα', εἶτα πλύσεως, ζέσεως, γλυκασμοῦ, ὑλισμοῦ, συσταθμίας, καθάρσεως. Καθαίροντα δὲ τὰ δ' σώματα ἕως ἔχῃς πανταχοῦ, εἶτα μίγνυται σταθμῷ. Ἔστι δὲ ἡ σταθμία· ἐκ χαλκοῦ λίτραι δ', σιδήρου λίτραι α', κασσιτέρου λίτραι β' 𐅵, μολύβδου λίτραι β' 𐅵, ὁ μὲν τοῦ χαλκοῦ, λάμβανε ἀργύρου λίτραν α'· ἔστι αὐτοῦ κάτοχος.